Book 1 of 24
Book 1: Athena visits Ithaca
The Gods in Council—Minerva’s Visit to Ithaca—the Challenge from Telemachus to the Suitors.
Ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰπλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε·πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,πολλὰ δ’ ὅ γ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,ἀρνύμενος ἣν τε ψυχὴν καὶ νόστον ἑταίρων.ἀλλ’ οὐδ’ ὡς ἑτάρους ἐρρύσατο, ἱέμενός περ’αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,νήπιοι, οἱ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιοἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.Ἔνθ’ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·τὸν δ’ οἷον, νόστου κεχρημένον ἠδὲ γυναικός,νύμφη πότνι’ ἔρυκε Καλυψώ, δῖα θεάων,ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.ἀλλ’ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἵκόνδε νέεσθαιεἰς Ἰθάκην, οὐδ’ ἔνθα πεφυγμένος ἦεν ἀέθλων,καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δ’ ἐλέαιρον ἅπαντεςνόσφι Ποσειδάωνος· ὁ δ’ ἀσπερχὲς μενέαινενἀντιθέῳ Ὀδυσῆϊ πάρος ἣν γαῖαν ἱκέσθαι.Ἀλλ’ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας,Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ’ ἀνιόντος,ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.ἔνθ’ ὅ γε τέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλο·Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἀθρόοι ἦσαν.τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,τὸν ῥ’ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν’ Ὀρέστης·τοῦ ὅ γ’ ἐπιμνησθεὶς ἔπε’ ἀθανάτοισι μετηύδα·Ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται.ἐξ ἡμέων γάρ φασι κάκ’ ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶσφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν,ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαογῆμ’ ἄλοχον μνηστήν, τὸν δ’ ἔκτανε νοστήσαντα,εἰδὼς αἰπὺν ὄλεθρον· ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργειφόντην,μήτ’ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,ὁππότ’ ἂν ἡβήσῃ καὶ ἧς ἱμείρεται αἴης.ὡς ἔφαθ’ Ἑρμείας, ἀλλ’ οὐ φρένας Αἰγίσθοιοπεῖθ’ ἀγαθὰ φρονέων· νῦν δ’ ἀθρόα πάντ’ ἀπέτισε.Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι.ἀλλά μοι ἀμφ’ Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ,δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεινήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ’ ὀμφαλός ἐστι θαλάσσης.νῆσος δενδρήεσσα, θεὰ δ’ ἐν δώματα ναίει,Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσηςπάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸςμακράς, αἱ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιθέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαιἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τ’ ὈδυσσεὺςἈργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζωνΤροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ’ ἱρὰ θεοῖσινἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰὲνΚύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστονπᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,Φόρκυνος θυγάτηρ, ἁλὸς ἀτρυγέτοιο μέδοντος,ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθωνοὔ τι κατακτείνει, πλάζει δ’ ἀπὸ πατρίδος αἴης.ἀλλ’ ἄγεθ’, ἡμεῖς οἵδε περιφραζώμεθα πάντεςνόστον, ὅπως ἔλθησι· Ποσειδάων δὲ μεθήσειὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντωνἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἷος.Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι. θεοῖσι,νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,Ἑρμείαν μὲν ἔπειτα, διάκτορον ἀργειφόντην,νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστανύμφῃ ἐϋπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται.αὐτὰρ ἐγὼν Ἰθάκην ἐσελεύσομαι, ὄφρα οἱ υἱὸνμᾶλλον ἐποτρύνω, καί οἱ μένος ἐν φρεσὶ θείω,εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺςπᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶμῆλ’ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.πέμψω δ’ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἡμαθόεντα,νόστον πευσόμενον πατρὸς φίλου, ἦν που ἀκούσῃ,ἠδ’ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.Ἂς εἰποῦσ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρὴνἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.εἵλετο δ’ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶνἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα,στῆ δ’ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,οὐδοῦ ἐπ’ αὐλείου· παλάμῃ δ’ ἔχε χάλκεον ἔγχος,εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι, Μέντῃ.εὗρε δ’ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειταπεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον,ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὗς ἔκτανον αὐτοί.κήρυκες δ’ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντεςοἱ μὲν ἄρ’ οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,οἱ δ’ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζαςνίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.Τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,ὀσσόμενος πατέρ’ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼνμνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,τιμὴν δ’ αὐτὸς ἔχοι καὶ κτήμασιν οἷσιν ἀνάσσοι.τὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδ’ Ἀθήνην.βῆ δ’ ἰθὺς προθύροιο, νεμεσσήθη δ’ ἐνὶ θυμῷξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰςχεῖρ’ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Χαῖρε, ξεῖνε, παρ’ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειταδείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.Ἃς εἰπὼν ἡγεῖθ’, ἡ δ’ ἕσπετο Παλλὰς Ἀθήνη.οἱ δ’ ὅτε δή ῥ’ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,ἔγχος μέν ῥ’ ἔστησε φέρων πρὸς κίονα μακρὴνδουροδόκης ἔντοσθεν ἐϋξόου, ἔνθα περ ἄλλαἔγχε’ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,αὐτὴν δ’ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.πὰρ δ’ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλωνμνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷδείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,ἠδ’ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσακαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα,εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων·δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείραςπαντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα,κῆρυξ δ’ αὐτοῖσιν θάμ’ ἐπῴχετο οἰνοχοεύων.Ἔς δ’ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειταἑξείης ἕζντο κατὰ κλισμούς τε θρόνους τε.τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισι,κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντομνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,μολπή τ’ ὀρχηστύς τε· τὰ γάρ τ’ ἀναθήματα δαιτός.κῆρυξ δ’ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεΦημίῳ, ὅς ῥ’ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν,αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ’ οἱ ἄλλοι·Ξεῖνε φίλ’, ἡ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,ῥεῖ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,ἀνέρος οὗ δή που λεύκ’ ὀστέα πύθεται ὄμβρῳκείμεν’ ἐπ’ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλώνδει.εἰ κεῖνόν γ’ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,πάντες κ’ ἀρησαίατ’ ἐλαφρότεροι πόδας εἶναιἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.νῦν δ’ ὁ μὲν ὃς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖνθαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπωνφῇσιν ἐλεύσεσθαι· τοῦ δ’ ὤλετο νόστιμον ἦμαρ.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;ὁπποίης τ’ ἐπὶ νηὸς ἀφίκεο’ πῶς δέ σε ναῦταιἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ’ ἱκέσθαι.καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐὺ εἰδῶ,ἠὲ νέον μεθέπεις, ἢ καὶ πατρώϊός ἐσσιξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἣν ἀνθρώπων.Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·τοιγὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως ἀγορεύσω.Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναιυἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.νῦν δ’ ὧδε ξὺν νηὶ κατήλυθον ἠδ’ ἑτάροισι,πλέων ἐπὶ οἴνοπα πόντον ἐπ’ ἀλλοθρόους ἀνθρώπους,ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ’ αἴθωνα σίδηρον.νηῦς δέ μοι ἥδ’ ἕστηκεν ἐπ’ ἀγροῦ νόσφι πόληος,ἐν λιμένι Ῥείθρῳ, ὑπὸ Νηΐῳ ὑλήεντι.ξεῖνοι δ’ ἀλλήλων. πατρώϊοι εὐχόμεθ’ εἶναιἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ’ εἴρηαι ἐπελθὼνΛαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδεἔρχεσθ’, ἀλλ’ ἀπάνευθεν ἐπ’ ἀγροῦ πήματα πάσχεινγρηὶ σὺν ἀμφιπόλῳ, ἣ οἱ βρῶσίν τε πόσιν τεπαρτιθεῖ, εὖτ’ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσινἑρπύζοντ’ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.νῦν δ’ ἦλθον· δὴ γάρ μιν ἔφαντ’ ἐπιδήμιον εἶναι,σὸν πατέρ’· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,ἀλλ’ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ,νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν,ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ’ ἀέκοντα.αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω,οὔτε τι μάντις ἐὼν οὔτ’ οἰωνῶν σάφα εἰδώς.οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴηςἔσσεται, οὐδ’ εἴ πέρ τε σιδήρεα δέσματ’ ἔχησι·φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικαςκείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ’ ἀλλήλοισι,πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοιἈργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐπὶ νηυσίν·ἐκ τοῦ δ’ οὔτ’ Ὀδυσῆα ἐγὼν ἴδον οὔτ’ ἐμὲ κεῖνος.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέως ἀγορεύσω.μήτηρ μέν τ’ ἐμέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γεοὐκ οἵδ’· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.ὡς δὴ ἐγώ γ’ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸςἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.νῦν δ’ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,τοῦ μ’ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ’ ἐρεείνεις.Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσωθῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς δαίς, τίς δαὶ ὅμιλος ὅδ’ ἔπλετο; τίπτε δέ σε χρεώ;εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ’ ἐστίν.ὥς τέ μοι ὑβρίζντες ὑπερφιάλως δοκέουσιδαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴραἴσχεα πόλλ’ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ξεῖν’, ἐπεὶ ἂρ δὴ ταῦτά μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς,μέλλεν μέν ποτε οἶκος ὅδ’ ἀφνειὸς καὶ ἀμύμωνἔμμεναι, ὄφρ’ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·νῦν δ’ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,οἱ κεῖνον μὲν ἄϊστον ἐποίησαν περὶ πάντωνἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ’ ἀκαχοίμην,εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ’ ὀπίσσω.νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·οἴχετ’ ἄϊστος, ἄπυστος, ἐμοὶ δ’ ὀδύνας τε γόους τεκάλλιπεν· οὐδ’ ἔτι κεῖνον ὀδυρόμενος στεναχίζωοἷον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε’ ἔτευξαν.ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,ἠδ’ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,τόσσοι μητέρ’ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.ἡ δ’ οὔτ’ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴνποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντεςοἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.Τὸν δ’ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·ᾧ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆοςδεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσισταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ’ ἐνόησαοἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,ἐξ Ἐφύρης ἀνιόντα παρ’ Ἴλου Μερμερίδαο·οἴχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺςφάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴηἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλ’ ὁ μὲν οὔ οἱδῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς.τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·πάντες κ’ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ἀλλ’ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγαὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.εἰ δ’ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺςμῦθον πέφραδε πᾶσι, θεοὶ δ’ ἐπὶ μάρτυροι ἔστων.μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,μητέρα δ’, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδναπολλὰ μάλ’, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.σοὶ δ’ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·νῆ’ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,ἦν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃςἐκ Διός, ἣ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,ἢ τ’ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδ’ ἔτ’ ἐόντος,νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖανσῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαιπολλὰ μάλ’, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξης,φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσικτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴνηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί.ἢ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστηςπάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,.Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;καὶ σύ, φίλος, μάλα γάρ σ’ ὁρόω καλόν τε μέγαν τε,ἄλκιμος ἔσσ’, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδηἠδ’ ἑτάρους, οἵ πού με μάλ’ ἀσχαλόωσι μένοντες·σοὶ δ’ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ξεῖν’, ἢ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.ἀλλ’ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρδῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσταιἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·μή μ’ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.δῶρον δ’ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ.αὖτις ἀνερχομένῳ δόμεναι οἵκόνδε φέρεσθαι,καὶ μάλα καλὸν ἑλών· σοὶ δ’ ἄξιον ἔσται ἀμοιβῆς.Ἡ μὲν ἄρ’ ὡς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη,ὄρνις δ’ ὡς ἀνοπαῖα διέπτατο’ τῷ δ’ ἐνὶ θυμῷθῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸςμᾶλλον ἔτ’ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ἧσι νοήσαςθάμβησεν κατὰ θυμόν· ὀΐσατο γὰρ θεὸν εἶναι.αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.Τοῖσι δ’ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇἥατ’ ἀκούοντες· ὃ δ’ Ἀχαιῶν νόστον ἄειδελυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.Τοῦ δ’ ὑπερωϊόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴνκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·κλίμακα δ’ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο.ἡ δ’ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·ἀμφίπολος δ’ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.δακρύσασα δ’ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,ἔργ’ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇοἷνον πινόντων· ταύτης δ’ ἀποπαύε’ ἀοιδῆςλυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρτείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεὶἀνδρός, τοῦ κλέος εὐρὺ καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, τί τ’ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸντέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τ’ ἀοιδοὶαἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσινἀνδράσιν ἀλφηστῇσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ.τούτῳ δ’ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ’ ἄνθρωποι,ἢ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.σοὶ δ’ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·οὐ γὰρ Ὀδυσσεὺς οἷος ἀπώλεσε νόστιμον ἦμαρἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε,ἱστὸν τ’ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευεἔργον ἐποίχεσθαι· μῦθος δ’ ἄνδρεσσι μελήσειπᾶσι, μάλιστα δ’ ἐμοί· τοῦ γὰρ κράτος ἔστ’ ἐνὶ οἴκῳ.Ἢ μὲν θαμβήσασα πάλιν οἵκόνδε βεβήκει·παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.ἐς δ’ ὑπερῷ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶκλαῖεν ἔπειτ’ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνονἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.Μνηστῆρες δ’ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·πάντες δ’ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἄρχετο μύθων·Μητρὸς ἐμῆς μνηστῆρες, ὑπέρβιον ὕβριν ἔχοντες,νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺςἔστω, ἐπεὶ τό γε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦτοιοῦδ’ οἷος ὅδ’ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.ἠῶθεν δ’ ἀγορήνδε καθεζώμεσθα κιόντεςπάντες, ἵν’ ὑμῖν μῦθον ἀπηλεγέως ἀποείπω,ἐξιέναι μεγάρων· ἄλλας δ’ ἀλεγύνετε δαῖτας,ὑμὰ κτήματ’ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.εἰ δ’ ὑμῖν δοκέει τόδε λωΐτερον καὶ ἄμεινονἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,κείρετ’· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντεςΤηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.Τὸν δ’ αὖτ’ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·Τηλέμαχ’, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶὑψαγόρην τ’ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·μὴ σέ γ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίωνποιήσειεν, ὅ τοι γενεῇ πατρώϊόν ἐστιν.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀντίνο’, εἴ πέρ μοι καὶ ἀγάσσεαι ὅττι κεν εἴπω,καί κεν τοῦτ’ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.ἡ φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἷψά τέ οἱ δῶἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.ἀλλ’ ἢ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοιπολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,τῶν κέν τις τόδ’ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ’ ἡμετέροιοκαὶ δμώων, οὕς μοι ληΐσσατο δῖος Ὀδυσσεύς.Τὸν δ’ αὖτ’ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·Τηλέμαχ’, ἢ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·κτήματα δ’ αὐτὸς ἔχοις καὶ δώμασι σοῖσιν ἀνάσσοις.μὴ γὰρ ὅ γ’ ἔλθοι ἀνὴρ ὅς τίς σ’ ἀέκοντα βίηφικτήματ’ ἀπορραίσει’, Ἰθάκης ἔτι ναιεταούσης.ἀλλ’ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,ὁππόθεν οὗτος ἀνήρ, ποίης δ’ ἐξ εὔχεται εἶναιγαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα·ἠέ τιν’ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,ἢ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ’ ἱκάνει;οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδ’ ὑπέμεινεγνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Εὐρύμαχ’, ἢ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·οὔτ’ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,οὔτε θεοπροπίης ἐμπάζομαι, ἣν τινα μήτηρἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.ξεῖνος δ’ οὗτος ἐμὸς πατρώϊος ἐκ Τάφου ἐστί,Μέντης δ’ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναιυἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.Ὣς φάτο Τηλέμαχος, φρεσὶ δ’ ἀθανάτην θεὸν ἔγνω.οἱ δ’ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴντρεψάμενοι τέρποντο, μένον δ’ ἐπὶ ἕσπερον ἐλθεῖν.τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἔσπερος ἦλθε·δὴ τότε κακκείοντες ἔβαν οἵκόνδε ἕκαστος.Τηλέμαχος δ’, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆςὑψηλὸς δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,ἔνθ’ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.τῷ δ’ ἄρ’ ἅμ’ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖαΕὐρύκλει’, [πος θυγάτηρ Πεισηνορίδαο,τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσι,πρωθήβην ἔτ’ ἐοῦσαν, ἐεικοσάβοια δ’ ἔδωκεν,ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισι,εὐνῇ δ’ οὔ ποτ’ ἔμικτο, χόλον δ’ ἀλέεινε γυναικός·ἥ οἱ ἅμ’ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλισταὁμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.ὥϊξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,ἕζετο δ’ ἐν λέκτρῳ μαλακὸν δ’ ἔκδυνε χιτῶνα·καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.ἣ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι,βῆ ῥ’ ἴμεν ἐκ θαλάμοιο, θύρην δ’ ἐπέρυσσε κορώνῃἀργυρέῃ, ἐπὶ δὲ κληΐδ’ ἐτάνυσσεν ἱμάντι.ἔνθ’ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,βούλευε φρεσὶν ἧσιν ὁδὸν τὴν πέφραδ’ Ἀθήνη.