Book 2 of 24
Book 2: The assembly in Ithaca
Assembly of the People of Ithaca—Speeches of Telemachus and of the Suitors—Telemachus Makes his Preparations and Starts for Pylos with Minerva Disguised as Mentor.
Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἢ ὥς,ὄρνυτ’ ἄρ’ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱός,εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ’ ὥμῳ,ποσσὶ δ’ ὑπὸ λιποροῖσιν ἐδήσατο καλὰ πέδιλα,βῆ δ’ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσεκηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.οἱ μὲν ἐκήρυσσον, τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα.αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο,βῆ ῥ’ ἴμεν εἰς ἀγορήν, παλάμῃ δ’ ἔχε χάλκεον ἔγχος,οὐκ οἷος, ἅμα τῷ γε κύνες πόδας ἀργοὶ ἕποντο.θεσπεσίην δ’ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.τὸν δ’ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·ἕζετο δ’ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.τοῖσι δ’ ἔπειθ’ ἥρως Αἰγύπτιος ἦρχ’ ἀγορεύειν,ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ἤδη.καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ’ ἀντιθέῳ ὈδυσῆϊἼλιον εἰς εὔπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,Ἄντιφος αἰχμητής· τὸν δ’ ἄγριος ἔκτανε Κύκλωψἐν σπῆϊ γλαφυρῷ, πύματον δ’ ὁπλίσσατο δόρπον.τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,Εὐρύνομος, δύο δ’ αἰὲν ἔχον πατρώϊα ἔργα·ἀλλ’ οὐδ’ ὣς τοῦ λήθετ’ ὀδυρόμενος καὶ ἀχεύων.τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·Κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·οὔτε ποθ’ ἡμετέρη ἀγορὴ γένετ’ οὔτε θόωκοςἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.νῦν δὲ τίς ὧδ’ ἤγειρε; τίνα χρειὼ τόσον ἵκειἠὲ νέων ἀνδρῶν, ἣ οἱ προγενέστεροί εἰσιν;ἠέ τιν’ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,ἥν χ’ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ’ ἀγορεύει;ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷΖεὺς ἀγαθὸν τελέσειεν, ὅ τι φρεσὶν ἧσι μενοινᾷ.Ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,οὐδ’ ἄρ’ ἔτι δὴν ἧστο, μενοίνησεν δ’ ἀγορεύειν,στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶκῆρυξ Πεισήνωρ, πεπνυμένα μήδεα εἰδώς.πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·Ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δ’ εἴσεαι αὐτός,ὃς λαὸν ἤγειρα· μάλιστα δέ μ’ ἄλγος ἱκάνει.οὔτε τιν’ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,ἣν χ’ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ’ ἀγορεύω,ἀλλ’ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὸν ἔμπεσεν οἴκῳ,δοιά· τὸ μὲν πατέρ’ ἐσθλὸν ἀπώλεσα, ὅς ποτ’ ἐν ὑμῖντοίσδεσσιν βασίλευε, πατὴρ δ’ ὡς ἤπιος ἦεν·νῦν δ’ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπανταπάγχυ διαρραίσει, βίοτον δ’ ἀπὸ πάμπαν ὀλέσσει.μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,τῶν ἀνδρῶν φίλοι υἷες οἱ ἐνθάδε γ’ εἰσὶν ἄριστοι,οἱ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαιἸκαρίου, ὥς κ’ αὐτὸς ἐεδνώσαιτο θύγατρα,δοίη δ’ ᾧ κ’ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι.οἱ δ’ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνονμαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ’ ἀνὴροἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.ἡμεῖς δ’ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειταλευγαλέοι τ’ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.ἦ τ’ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.οὐ γὰρ ἔτ’ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδ’ ἔτι καλῶςοἶκος ἐμὸς διόλωλε’ νεμεσσήθητε καὶ αὐτοί,ἄλλους τ’ αἰδέσθητε περικτίονας ἀνθρώπους,οἱ περιναιετάουσι’ θεῶν δ’ ὑποδείσατε μῆνιν,μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα·λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,ἥ τ’’ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·σχέσθε, φίλοι, καί μ’ οἷον ἐάσατε πένθεϊ λυγρῷτείρεσθ’, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺςδυσμενέων κάκ’ ἔρεξεν ἐϋκνήμιδας Ἀχαιούς·τῶν μ’ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴηὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε·εἴ χ’ ὑμεῖς γε φάγοιτε, τάχ’ ἄν ποτε καὶ τίσις εἴη.τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳχρήματ’ ἀπαιτίζοντες, ἕως κ’ ἀπὸ πάντα δοθείη·νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.Ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ,δάκρυ’ ἀναπρήσας· οἶκτος δ’ ἕλε λαὸν ἅπαντα.ἔνθ’ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτληΤηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·Ἀντίνοος δέ μιν οἷος ἀμειβόμενος προσέειπε·Τηλέμαχ’ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπεςἡμέας αἰσχύνων, ἐθέλοις δέ κε μῶμον ἀνάψαι.σοὶ δ’ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,ἀλλὰ φίλη μήτηρ, ἥ τοι περὶ κέρδεα οἶδεν.ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ’ εἶσι τέταρτον,ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.πάντας μὲν ἔλπει, καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,ἀγγελίας προϊεῖσα’ νόος δέ οἱ ἄλλα μενοινᾷ.ἡ δὲ δόλον τόνδ’ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,λεπτὸν καὶ περίμετρον· ἄφαρ δ’ ἡμῖν μετέειπε·κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,μίμνετ’ ἐπειγόμενοι τὸν ἐμὸν γάμον εἰς ὅ κε φᾶροςἐκτελέσω, μή μοι μεταμώνια νήματ’ ὄληται,Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μινμοῖρ’ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.ὡς ἔφαθ’, ἡμῖν δ’ αὖτ’ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,νύκτας δ’ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.ὡς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·ἀλλ’ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ἤδη,καὶ τήν γ’ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.ὡς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ’ ὑπ’ ἀνάγκης·σοὶ δ’ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν’ εἰδῇςαὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαιτῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.εἰ δ’ ἔτ’ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,τὰ φρονέουσ’ ἀνὰ θυμὸν ἅ οἱ πέρι δῶκεν Ἀθήνη,ἔργα τ’ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰςκέρδεά θ’, οἵ’ οὔ πώ τιν’ ἀκούομεν οὐδὲ παλαιῶν,τάων αἱ πάρος ἦσαν ἐϋπλοκαμῖδες Ἀχαιαί,Τυρώ τ’ Ἀλκμήνη τε ἐϋστέφανός τε Μυκήνη·τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃἤδη· ἀτὰρ μὲν τοῦτό γ’ ἐναίσιμον οὐκ ἐνόησε.τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ’ ἔδονται,ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦνἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇποιεῖτ’, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο·ἡμεῖς δ’ οὔτ’ ἐπὶ ἔργα πάρος γ’ ἴμεν οὔτε πῃ ἄλλῃ,πρίν γ’ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κ’ ἐθέλῃσι.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀντίνο’, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαιἥ μ’ ἔτεχ’, ἥ μ’ ἔθρεψε’ πατὴρ δ’ ἐμὸς ἄλλοθι γαίης,ζώει ὅ γ’ ἦ τέθνηκε· κακὸν δέ με πόλλ’ ἀποτίνεινἸκαρίῳ, αἴ κ’ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμωνδώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ’ ἐρινῦςοἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπωνἔσσεται· ὡς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.ὑμέτερος δ’ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,ἔξιτέ μοι μεγάρων, ἄλλας δ’ ἀλεγύνετε δαῖταςὑμὰ κτήματ’ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.εἰ δ’ ὑμῖν δοκέει τόδε λωΐτερον καὶ ἄμεινονἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,κείρετ’· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.Ὣς φάτο Τηλέμαχος, τῷ δ’ αἰετὼ εὐρύοπα Ζεὺςὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.τὼ δ’ ἧος ῥ’ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο,πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·ἀλλ’ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,ἔνθ’ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,ἐς δ’ ἱκέτην πάντων κεφαλάς, ὄσσοντο δ’ ὄλεθρον,δρυψαμένω δ’ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰςδεξιὼ ἤϊξαν διὰ οἰκία καὶ πόλιν αὐτῶν.θάμβησαν δ’ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·ὅρμηναν δ’ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως ἈλιθέρσηςΜαστορίδης· ὁ γὰρ οἷος ὁμηλικίην ἐκέκαστοὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·Κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω.τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται’ οὐ γὰρ Ὀδυσσεὺςδὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδηἐγγὺς ἐὼν τοίσδεσσι φόνον καὶ κῆρα φυτεύειπάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,οἱ νεμόμεσθ’ Ἰθάκην εὐδείελον. ἀλλὰ πολὺ πρὶνφραζώμεσθ’ ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶπαυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστιν.οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ’ ἐὺ εἰδώς·καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπανταὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινονἈργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.φῆν κακὰ πολλὰ παθόντ’, ὀλέσαντ’ ἄπο πάντας ἑταίρους,ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷοἴκαδ’ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.Τὸν δ’ αὖτ’ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·ὦ γέρον, εἰ δ’ ἄγε δὴ μαντεύεο σοῖσι τέκεσσινοἴκαδ’ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·ταῦτα δ’ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.ὄρνιθες δέ τε πολλοὶ ὑπ’ αὐγὰς ἠελίοιοφοιτῶσ’, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺςὤλετο τῆλ’, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳὥφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ’ ἀνιείης,σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼςπαρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,πρῆξαι δ’ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν ἣν κ’ ἐνὶ θυμῷτίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.Τηλεμάχῳ δ’ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·μητέρ’ ἑὴν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδναπολλὰ μάλ’, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.οὐ γὰρ πρὶν παύσεσθαι ὀΐομαι υἷας Ἀχαιῶνμνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,οὔτ’ οὖν Τηλέμαχον, μάλα περ πολύμυθον ἐόντα·οὔτε θεοπροπίης ἐμπαζόμεθ’, ἣν σύ, γεραιέ,μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ’ ἔτι μᾶλλον.χρήματα δ’ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ’ ἶσαἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺςὃν γάμον· ἡμεῖς δ’ αὖ ποτιδέγμενοι ἤματα πάνταεἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ’ ἄλλαςἐρχόμεθ’, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἑὐρύμαχ’ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ’ ἀγορεύω·ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.ἀλλ’ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ’ ἑταίρους,οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,ἤν τίς μοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσωἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν.εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,ἦ τ’ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδ’ ἔτ’ ἐόντος,νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖανσῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξωπολλὰ μάλ’, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.Ἦ τοι ὅ γ’ ὡς εἰπὼν κατ’ ἄρ’ ἕζετο, τοῖσι δ’ ἀνέστηΜέντωρ, ὅς ῥ’ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·Κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστωσκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,ἀλλ’ αἰεὶ χαλεπός τ’ εἴη καὶ αἴσυλα ῥέφοι,ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιολαῶν οἷσιν ἄνασσε, πατὴρ δ’ ὡς ἤπιος ἦεν.ἀλλ’ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρωἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίωςοἶκον Ὀδυσσῆος, τὸν δ’ οὐκέτι φασὶ νέεσθαι.νῦν δ’ ἄλλῳ δήμῳ νεμεσίζρμαι, οἷον ἅπαντεςἦσθ’ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσιπαύρους μνηστῆρας κατερύκετε πολλοὶ ἐόντες.Τὸν δ’ Εὐηνορίδης Ληόκριτος ἀντίον ηὔδα·Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπεςἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.εἴ περ γάρ κ’ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼνδαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺςἐξελάσαι μεγάροιο μενοινήσει’ ἐνὶ θυμῷ,οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,ἐλθόντ’, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,εἰ πλεόνεσσι μάχοιτο· σὺ δ’ οὐ κατὰ μοῖραν ἔειπες.ἀλλ’ ἄγε, λαοὶ μὲν σκίδνασθ’ ἐπὶ ἔργα ἕκαστος,τούτῳ δ’ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ’ Ἀλιθέρσης,οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώϊοί εἰσιν ἑταῖροι.ἀλλ’, ὀΐω, καὶ δηθὰ καθήμενος ἀγγελιάωνπεύσεται εἰν Ἰθάκῃ, τελέει δ’ ὁδὸν οὔ ποτε ταύτην.Ἃς ἄρ’ ἐφώνησεν, λῦσεν δ’ ἀγορὴν αἰψηρήν.οἱ μὲν ἄρ’ ἐσκίδναντο ἑὰ πρὸς δώμαθ’ ἕκαστος,μνηστῆρες δ’ ἐς δώματ’ ἴσαν θείου Ὀδυσῆος.Τηλέμαχος δ’ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,χεῖρας νιψάμενος πολιῆς ἁλός, εὔχετ’ Ἀθήνῃ·Κλῦθί μοι, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶκαί μ’ ἐν νηὶ κέλευσας ἐπ’ ἠεροειδέα πόντον,νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο,ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,μνηστῆρες δὲ μάλιστα, κακῶς ὑπερηνορέοντες.Ὣς ἔφατ’ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·Τηλέμαχ’, οὐδ’ ὄπιθεν κακὸς ἔσσεαι οὐδ’ ἀνοήμων,εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠΐ,οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε.οὔ τοι ἔπειθ’ ἁλίη ὁδὸς ἔσσεται οὐδ’ ἀτέλεστος.εἰ δ’ οὐ κείνου γ’ ἐσσὶ γόνος καὶ Πηνελοπείης,οὐ σέ γ’ ἔπειτα ἔολπα τελευτήσειν ἃ μενοινᾷς.παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.ἀλλ’ ἐπεὶ οὐδ’ ὄπιθεν κακὸς ἔσσεαι οὐδ’ ἀνοήμων,οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.τὼ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τεἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,ὃς δή σφι σχεδόν ἐστιν, ἐπ’ ἤματι πάντας ὀλέσθαι.σοὶ δ’ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἶμι,ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ’ ἕψομαι αὐτός.ἀλλὰ σὺ μὲν πρὸς δώματ’ ἰὼν μνηστῆρσιν ὁμίλει,ὅπλισσόν τ’ ἤϊα καὶ ἄγγεσιν ἄρσον ἅπαντα,οἷνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δ’ ἀνὰ δῆμον ἑταίρουςαἶψ’ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆεςπολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ νέαι ἠδὲ παλαιαί·τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,ὦκα δ’ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέϊ πόντῳ.Ὣς φάτ’ Ἀθηναίη, κούρη Διός· οὐδ’ ἄρ’ ἔτι δὴνΤηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.βῆ δ’ ἴμεναι πρὸς δῶμα, φίλον τετιημένος ἧτορ,εὗρε δ’ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,αἶγας ἀνιεμένους σιάλους θ’ εὕοντας ἐν αὐλῇ.Ἀντίνοος δ’ ἰθὺς γελάσας κίε Τηλεμάχοιο·ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·Τηλέμαχ’ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλοἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαιἐς Πύλον ἠγαθέην μετ’ ἀγαυοῦ πατρὸς ἀκουήν.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀντίνο’, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ’ ὑμῖνδαίνυσθαί τ’ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.ἢ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰκτήματ’ ἐμά, μνηστῆρες, ἐγὼ δ’ ἔτι νήπιος ἦα;νῦν δ’ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούωνπυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,πειρήσω ὥς κ’ ὕμμι κακὰς ἐπὶ κῆρας ἰήλω,ἠὲ Πύλονδ’ ἐλθών, ἢ αὐτοῦ τῷδ’ ἐνὶ δήμῳ.εἶμι μέν, οὐδ’ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδ’ ἐρετάωνγίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.Ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατ’ Ἀντινόοιοῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.οἱ δ’ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν·ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·Ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος,ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,ἐλθεῖν, ὄφρ’ ἔνθεν θυμοφθόρα φάρμακ’ ἐνεΐκῃ,ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.Ἄλλος δ’ αὖτ’ εἴπεσκε νέων ὑπερηνορεόντων·τίς δ’ οἵδ’ εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸςτῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ’ αὗτετούτου μητέρι δοῖμεν ἔχειν ἠδ’ ὅς τις ὀπυίοι.Ὣς φάν· ὁ δ’ ὑψόροφον θάλαμον κατεβήσετο πατρός,εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτοἐσθής τ’ ἐν χηλοῖσιν ἅλις τ’ εὐῶδες ἔλαιον·ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιοἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,. ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ’ Ὀδυσσεὺςοἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.κληϊσταὶ δ’ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρἔσχ’, ἣ πάντ’ ἐφύλασσε νόου πολυϊδρείῃσιν,Εὐρύκλει’, πος θυγάτηρ Πεισηνορίδαο.τὴν τότε Τηλέμαχος προσέφη θάλαμόνδε καλέσσας·Μαῖ’, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσονἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις,κεῖνον ὀϊομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοιδιογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.δώδεκα δ’ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·εἴκοσι δ’ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.αὐτὴ δ’ οἴη ἴσθι· τὰ δ’ ἀθρόα πάντα τετύχθω·ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴμήτηρ εἰς ὑπερῷ’ ἀναβῇ κοίτου τε μέδηται.εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.Ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημαἔπλετο; πῇ δ’ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖανμοῦνος ἐὼν ἀγαπητός; ὁ δ’ ὥλετο τηλόθι πάτρηςδιογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.οἱ δέ τοι αὐτίκ’ ἰόντι κακὰ φράσσονται ὀπίσσω,ὥς κε δόλῳ φθίῃς, τάδε δ’ αὐτοὶ πάντα δάσονται.ἀλλὰ μέν’ αὖθ’ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴπόντον ἐπ’ ἀτρύγετον κακὰ πάσχειν οὐδ’ ἀλάλησθαι.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·βάρσει, μαῖ’, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.ἀλλ’ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,πρίν γ’ ὅτ’ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.Ὃς ἄρ’ ἔφη, γρηὺς δὲ θεῶν μέγαν ὅρκον ἀπόμνυ.αὐτὰρ ἐπεί ῥ’ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,αὐτίκ’ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι·Τηλέμαχος δ’ ἐς δώματ’ ἰὼν μνηστῆρσιν ὁμίλει.Ἔθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·Τηλεμάχῳ ἐϊκυῖα κατὰ πτόλιν οἴχετο πάντῃ,καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,ἑσπερίους δ’ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.ἡ δ’ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸνἤτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.Δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·καὶ τότε νῆα θοὴν ἅλαδ’ εἴρυσε, πάντα δ’ ἐν αὐτῇὅπλ’ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.στῆσε δ’ ἐπ’ ἐσχατιῇ λιμένος, περὶ δ’ ἐσθλοὶ ἑταῖροιἀθρόοι ἠγερέθοντο· θεὰ δ’ ὄτρυνεν ἕκαστον.Ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη,βῆ δ’ ἴμεναι πρὸς δώματ’ Ὀδυσσῆος θείοιο·ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,πλάζε δὲ πίνοντας, χειρῶν δ’ ἔκβαλλε κύπελλα.οἱ δ’ εὕδειν ὄρνυντο κατὰ πτόλιν, οὐδ’ ἄρ’ ἔτι δὴνἥατ’, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνηἐκπροκαλεσσαμένη μεγάρων εὖ ναιεταόντων,Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·Τηλέμαχ’, ἤδη μέν τοι ἐϋκνήμιδες ἑταῖροιἥατ’ ἐπήρετμοι, τὴν σὴν ποτιδέγμενοι ὁρμήν·ἀλλ’ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.Ὃς ἄρα φωνήσασ’ ἡγήσατο Παλλὰς Ἀθήνηκαρπαλίμως· ὃ δ’ ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο.αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,εὗρον ἔπειτ’ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.τοῖσι δὲ καὶ μετέειφ’ ἱερὴ ὃς Τηλεμάχοιο·Δεῦτε, φίλοι, ἤϊα φερώμεθα· πάντα γὰρ ἤδηἀθρό’ ἐνὶ μεγάρῳ· μήτηρ δ’ ἐμοὶ οὔ τι πέπυσται,οὐδ’ ἄλλαι δμῳαί, μία δ’ οἴη μῦθον ἄκουσεν.Ὃς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ ἅμ’ ἕποντο.οἱ δ’ ἄρα πάντα φέροντες ἐϋσσέλμῳ ἐπὶ νηὶκάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.ἂν δ’ ἄρα Τηλέμαχος νηὸς βαῖν’, ἄρχε δ’ Ἀθήνη,νηὶ δ’ ἐνὶ πρύμνῃ κατ’ ἄρ’ ἕζετο· ἄγχι δ’ ἄρ’ αὐτῆςἕζετο Τηλέμαχος· τοὶ δὲ πρυμνήσι’ ἔλυσαν,ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.τοῖσιν δ’ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,ἀκραῆ Ζέφυρον, κελάδοντ’ ἐπὶ οἴνοπα πόντον.Τηλέμαχος δ’ ἑτάροισιν ἐποτρύνας ἐκέλευσενὅπλων ἅπτεσθαι· τοὶ δ’ ὀτρύνοντος ἄκουσαν.ἱστὸν δ’ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμηςστῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,ἕλκον δ’ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσιν.ἔπρησεν δ’ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμαστείρῃ πορφύρεον μεγάλ’ ἴαχε νηὸς ἰούσης·ἡ δ’ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.δησάμενοι δ’ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαινανστήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,λεῖβον δ’ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.παννυχίη μέν ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.