Classica Labs

← The Odyssey · Contents

Book 4 of 24

Book 4: Telemachus at Sparta

The Visit to King Menelaus, Who Tells his Story—Meanwhile the Suitors in Ithaca Plot Against Telemachus.

Οἱ δ’ ἵξον κοίλην Λακεδαίμονα κητώεσσαν,πρὸς δ’ ἄρα δώματ’ ἔλων Μενελάου κυδαλίμοιο.τὸν δ’ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτησινυἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέϊ πέμπεν·ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσεδωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.τὴν ἄρ’ ὅ γ’ ἔνθ’ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαιΜυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.υἱέϊ δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθηςἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτ’ ἔφαινον,ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ’ ἐρατεινήν,Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.Ὃς οἱ μὲν δαίνυντο καθ’ ὑψερεφὲς μέγα δῶμαγείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸςφορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺςμολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.Τὼ δ’ αὖτ’ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,Τηλέμαχός θ’ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,στῆσαν’ ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,βῆ δ’ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·Ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔϊκτον.ἀλλ’ εἴπ’ ἤ σφωϊν καταλύσομεν ὠκέας ἵππους,ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.Τὸν δὲ μέγ’ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὡς νήπια βάζεις.ἣ μὲν δὴ νῶϊ ξεινήϊα πολλὰ φαγόντεἄλλων ἀνθρώπων δεῦρ’ ἱκόμεθ’, αἴ κέ ποθι Ζεὺςἐξοπίσω περ παύσῃ ὀϊζώος. ἀλλὰ λύ’ ἵππουςξείνων, ἐς δ’ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.Ὣς φάθ’, ὃ δὲ μεγάροιο διέσσυτο, κέκλετο δ’ ἄλλουςὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.οἱ δ’ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,καὶ τοὺς μὲν κατέδησαν ἐφ’ ἱππείῃσι κάπῃσι,πὰρ δ’ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,ἅρματα δ’ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,αὐτοὺς δ’ εἰσῆγον θεῖον δόμον· οἱ δὲ ἰδόντεςθαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος.ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνηςδῶμα καθ’ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,ἔς ῥ’ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.τοὺς δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,ἀμφὶ δ’ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,ἔς ῥα θρόνους ἕζοντο παρ’ Ἀτρεΐδην Μενέλαον.χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσακαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα,εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων.δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείραςπαντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·Σίτου θ’ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειταδείπνου πασσαμένω εἰρησόμεθ’ οἵ τινές ἐστονἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,ἀλλ’ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήωνσκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.Ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκενὄπτ’ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ’ οἱ ἄλλοι·Φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα,χρυσοῦ τ’ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ’ ἐλέφαντος.Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλή,ὅσσα τάδ’ ἄσπετα πολλά· σέβας μ’ ἔχει εἰσορόωντα.Τοῦ δ’ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·Τέκνα φίλ’, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ’ ἔασιν·ἀνδρῶν δ’ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ’ ἐπαληθεὶςἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον·Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,Αἰθίοπάς θ’ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺςκαὶ Λιβύην, ἵνα τ’ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴντυροῦ καὶ κρειῶν, οὐδὲ γλυκεροῖο γάλακτος,ἀλλ’ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρωνἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνελάθρῃ, ἀνωϊστί, δόλῳ οὐλομένης ἀλόχοιο·ὡς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.καὶ πατέρων τάδε μέλλετ’ ἀκουέμεν, οἵ τινες ὑμῖνεἰσίν, ἐπεὶ. μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκονεὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖρανναίειν, οἱ δ’ ἄνδρες σόοι ἔμμεναι, οἱ τότ’ ὄλοντοΤροίῃ ἐν εὐρείῃ, ἑκὰς Ἄργεος ἱπποβότοιο.ἀλλ’ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύωνπολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισινἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δ’ αὖτεπαύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴνμνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσ’ ἐμόγησενὅσσ’ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δ’ ἄρ’ ἔμελλεναὐτῷ κήδε’ ἔσεσθαι, ἐμοὶ δ’ ἄχος αἰὲν ἄλαστονκείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,ζώει ὅ γ’ ἦ τέθνηκεν. ὀδύρονται νύ που αὐτὸνΛαέρτης θ’ ὁ γέρων καὶ ἐχέφρων ΠηνελόπειαΤηλέμαχός θ’, ὃν λεῖπε νέον γεγαῶτ’ ἐνὶ οἴκῳ.Ὣς φάτο, τῷ δ’ ἄρα πατρὸς ὑφ’ ἵμερον ὦρσε γόοιο,δάκρυ δ’ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,χλαῖναν πορφυρέην ἄντ’ ὀφθαλμοῖϊν ἀνασχὼνἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,μερμήριξε δ’ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι,ἦ πρῶτ’ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.Ἧς ὁ ταῦθ’ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,ἐκ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιοἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐϊκυῖα.τῇ δ’ ἄρ’ ἅμ’ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,Φυλὼ δ’ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκενἈλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι’ ἐνὶ ΘήβῃςΑἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·ὃς Μενελάῳ δῶκε δύ’ ἀργυρέας ἀσαμίνθους,δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.χωρὶς δ’ αὖ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·χρυσέην τ’ ἠλακάτην τάλαρόν θ’ ὑπόκυκλον ὄπασσενἀργύρεον, χρυσῷ δ’ ἐπὶ χείλεα κεκράαντο.τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσανήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπ’ αὐτῷἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.ἕζετο δ’ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.αὐτίκα δ’ ἥ γε ἔπεσσι πόσιν ἐρέεινεν ἕκαστα·Ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδεἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαιοὔτ’ ἄνδρ’ οὔτε γυναῖκα, σέβας μ’ ἔχει εἰσορόωσαν,ὡς ὅδ’ Ὀδυσσῆος μεγαλήτορος υἷϊ ἔοικε,Τηλεμάχῳ, τὸν λεῖπε νέον γεγαῶτ’ ἐνὶ οἴκῳκεῖνος ἀνήρ, ὅτ’ ἐμεῖο κυνώπιδος εἵνεκ’ Ἀχαιοὶἤλθεθ’ ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντες.Τὴν δ’ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐΐσκεις·κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρεςὀφθαλμῶν τε βολαὶ κεφαλή τ’ ἐφύπερθέ τε χαῖται.καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφ’ Ὀδυσῆϊμυθεόμην, ὅσα κεῖνος ὀϊζύσας ἐμόγησενἀμφ’ ἐμοί, αὐτὰρ ὁ πυκνὸν ὑπ’ ὀφρύσι δάκρυον εἶβε,χλαῖναν πορφυρέην ἄντ’ ὀφθαλμοῖϊν ἀνασχών.Τὸν δ’ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,κείνου μέν τοι ὅδ’ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·ἀλλὰ σαοφρων ἐστί, νεμεσσᾶται δ’ ἐνὶ θυμῷὧδ’ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνεινἄντα σέθεν, τοῦ νῶϊ θεοῦ ὡς τερπόμεθ’ αὐδῇ.αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρτῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.πολλὰ γὰρ ἄλγε’ ἔχει πατρὸς πάϊς οἰχομένοιοἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοιεἴσ’ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.Τὸν δ’ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·Ὦ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶἵκεθ’, ὃς εἵνεκ’ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλωνἈργείων, εἰ νῶϊν ὑπεὶρ ἅλα νόστον ἔδωκενηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ’ ἔτευξα,ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧκαὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξαςαἱ περιναιετάουσιν, ἀνάσσονται δ’ ἐμοὶ αὐτῷ.καί κε θάμ’ ἐνθάδ’ ἐόντες ἐμισγόμεθ’· οὐδέ κεν ἡμέαςἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,πρίν γ’ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,ὃς κεῖνον δύστηνον ἀνόστιμον οἷον ἔθηκεν.Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο.κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,οὐδ’ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,τόν ῥ’ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός.τοῦ ὅ γ’ ἐπιμνησθεὶς ἔπεα πτερόεντ’ ἀγόρευεν·Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναιΝέστωρ φάσχ’ ὁ γέρων, ὅτ’ ἐπιμνησαίμεθα σεῖοοἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν,καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γετέρπομ’ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ Ἠὼςἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲνκλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.τοῦτό νυ καὶ γέρας οἷον ὀϊζυροῖσι βροτοῖσι,κείρασθαί τε κόμην βαλέειν τ’ ἀπὸ δάκρυ παρειῶν.καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστοςἈργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γεἤντησ’ οὐδὲ ἴδον· περὶ δ’ ἄλλων φασὶ γενέσθαιἈντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.Τὸν δ’ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·ὦ φίλ’, ἐπεὶ τόσα εἶπες ὅσ’ ἂν πεπνυμένος ἀνὴρεἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις.ῥεῖα δ’ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίωνὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα,αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,δόρπου δ’ ἐξαῦτις μνησώμεθα, χερσὶ δ’ ἐφ’ ὕδωρχευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονταιΤηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.Ὣς ἔφατ’, Ἀσφαλίων δ’ ἄρ’ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.Ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησ’ Ἑλένη Διὸς ἐκγεγαυῖα·αὐτίκ’ ἄρ’ ἐς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,νηπενθές τ’’ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.ὃς τὸ καταβρόξειεν, ἐπεὶ κρητῆρι μιγείη,οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,οὐδ’ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,οὐδ’ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸνχαλκῷ δηϊόφῳεν, ὁ δ’ ὀφθαλμοῖσιν ὁρῷτο.τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις,Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουραφάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά·ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντωνἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.αὐτὰρ ἐπεί ῥ’ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδεἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳΖεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισικαὶ μύθοις τέρπεσθε’ ἐοικότα γὰρ καταλέξω.πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω,ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·ἀλλ’ οἷον τόδ’ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρδήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ’ Ἀχαιοί.αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,σπεῖρα κάκ’ ἀμφ’ ὥμοισι βαλών, οἰκῆϊ ἐοικώς,ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·ἄλλῳ δ’ αὐτὸν φωτὶ κατακρύπτων ἤϊσκεδέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ’ ἀβάκησανπάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,ἀμφὶ δὲ εἵματα ἕσσα, καὶ ὥμοσα καρτερὸν ὅρκονμὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ’ ἀναφῆναι,πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ’ ἀφικέσθαι,καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷἦλθε μετ’ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν·ἔνθ’ ἄλλαι Τρφαὶ λίγ’ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρχαῖρ’, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαιἂψ οἷκόνδ’, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτηδῶχ’, ὅτε μ’ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,παῖδά τ’ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τεοὔ τευ δευόμενον, οὔτ’ ἂρ φρένας οὔτε τι εἶδος.Τὴν δ’ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τεἀνδρῶν ἡρώων, πολλὴν δ’ ἐπελήλυθα γαῖαν·ἀλλ’ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσινοἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.οἷον καὶ τόδ’ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρἵππῳ ἔνι ξεστῷ, ἵν’ ἐνήμεθα πάντες ἄριστοιἈργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σ’ ἔμελλεδαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·καί τοι Δηΐφοβος θεοείκελος ἕσπετ’ ἰούσῃ.τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,ἐκ δ’ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,πάντων Ἀργείων φωνὴν ἴσκουσ’ ἀλόχοισιν.αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺςἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.νῶϊ μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντεἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἷψ’ ὑπακοῦσαι·ἀλλ’ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.ἔνθ’ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,Ἄντικλος δὲ σέ γ’ οἶος ἀμείψασθαι ἐπέεσσινἤθελεν· ἀλλ’ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζενωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς,τόφρα δ’ ἔχ’ ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἄλγιον· οὐ γάρ οἵ τι τάδ’ ἤρκεσε λυγρὸν ὄλεθρον,οὐδ’ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.ἀλλ’ ἄγετ’ εἰς εὐνὴν τράπεθ’ ἡμέας, ὄφρα καὶ ἤδηὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.Ὣς ἔφατ’, Ἀργείη δ’ Ἑλένη δμῳῇσι κέλευσεδέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι, καὶ ῥήγεα καλὰπορφύρε’ ἐμβαλέειν, στορέσαι τ’ ἐφύπερθε τάπητας,χλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.αἱ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,δέμνια δὲ στόρεσαν’ ἐκ δὲ ξείνους ἄγε κῆρυξ.οἱ μὲν ἄρ’ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,Τηλέμαχός θ’ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,πὰρ δ’ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,ὄρνυτ’ ἄρ’ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαοςεἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ’ ὥμῳ,ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,βῆ δ’ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·Τίπτε δέ σε χρειὼ δεῦρ’ ἤγαγε, Τηλέμαχ’ ἥρως,ἐς Λακεδαίμονα δῖαν, ἐπ’ εὐρέα νῶτα θαλάσσης;δήμιον ἢ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἤλυθον εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,δυσμενέων δ’ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶμῆλ’ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.τοὔνεκα νῦν τὰ σὰ γούναθ’ ἱκάνομαι, αἴ κ’ ἐθέλῃσθακείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπαςὀφθαλμοῖσι τεοῖσιν, ἢ ἄλλου μῦθον ἄκουσαςπλαζομένου’ πέρι γάρ μιν ὀϊωρὸν τέκε μήτηρ.μηδέ τί μ’ αἰδόμενος μειλίσσεο μηδ’ ἐλεαίρων,ἀλλ’ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.λίσσομαι, εἴποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς.ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσεδήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ’ Ἀχαιοί·τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.Τὸν δὲ μέγ’ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·Ὦ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.ὡς δ’ ὁπότ’ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντοςνεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺςκνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήενταβοσκομένη, ὁ δ’ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,ὡς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,τοῖος ἐὼν οἷός ποτ’ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,κὰδ δ’ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·πάντες κ’ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ταῦτα δ’ ἅ μ’ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γεἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδ’ ἀπατήσω·ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ’ ἐπικεύσω.Αἰγύπτῳ μ’ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαιἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.οἱ δ’ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳΑἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,τόσσον ἄνευθ’ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦςἤνυσεν, ἧ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·ἐν δὲ λιμὴν εὔορμος, ὅθεν τ’ ἀπὸ νῆας ἐΐσαςἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.ἔνθα μ’ ἐείκοσιν ἤματ’ ἔχον θεοί, οὐδέ ποτ’ οὖροιπνείοντες φαίνονθ’ ἁλιαέες, οἵ ῥά τε νηῶνπομπῆες γίγνονται ἐπ’ εὐρέα νῶτα θαλάσσης.καί νύ κεν ἤϊα πάντα κατέφθιτο καὶ μένε’ ἀνδρῶν,εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ’ ἐλέησε,Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα,ἣ μ’ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκονγναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.ἡ δ’ ἐμεῦ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,ἦε ἑκὼν μεθιεῖς καὶ τέρπεαι ἄλγεα πάσχων;ὡς δὴ δήθ’ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἧτορ ἑταίρων.ὡς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλωἀθανάτους ἀλιτέσθαι, οἱ οὐρανὸν εὐρὺν ἔχουσιν.ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,ὅς τίς μ’ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,νόστον θ’, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.ὡς ἐφάμην, ἡ δ’ αὐτίκ’ ἀμείβετο δῖα θεάων·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέως ἀγορεύσω.πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσηςπάσης βένθεα οἷδε, Ποσειδάωνος ὑποδμώς·τὸν δέ τ’ ἐμόν φασιν πατέρ’ ἔμμεναι ἠδὲ τεκέσθαι.τόν γ’ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,ὅς κέν τοι εἴπησιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θ’, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κ’ ἐθέλῃσθα,ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται,οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.ὡς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·ἀργαλέος γάρ τ’ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.ὡς ἐφάμην, ἡ δ’ αὐτίκ’ ἀμείβετο δῖα θεάων·τοιγὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως ἀγορεύσω.ἦμος δ’ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,τῆμος ἄρ’ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴςπνοιῇ ὕπο Ζεφύροιο, μελαίνῃ φρικὶ καλυφθείς,ἐκ δ’ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνηςἀθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.ἔνθα σ’ ἐγὼν ἀγαγοῦσα ἅμ’ ἠοῖ φαινομένηφινεὐνάσω ἑξείης· σὺ δ’ ἐὺ κρίνασθαι ἑταίρουςτρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐϋσσέλμοισιν ἄριστοι.πάντα δέ τοι ἐρέω ὀλοφώϊα τοῖο γέροντος.φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,λέξεται ἐν μέσσῃσι, νομεὺς ὡς πώεσι μήλων.τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,καὶ τότ’ ἔπειθ’ ὑμῖν μελέτω κάρτος τε βίη τε,αὖθι δ’ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσ’ ἐπὶ γαῖανἑρπετὰ γίγνονται καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·ὑμεῖς δ’ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.ἀλλ’ ὅτε κεν δή σ’ αὐτὸς ἀνείρηται ἐπέεσσι,τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,ἥρως, εἴρεσϑαι δὲ θεῶν ὅς τίς σε χαλέπτει,νόστον θ’, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.ὡς εἰποῦσ’. ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθ’ ἕστασαν ἐν ψαμάθοισιν,ἤϊα’ πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,δόρπον θ’ ὁπλισάμεσθ’, ἐπί τ’ ἤλυθεν ἀμβροσίη νύξ·δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιοἤϊα πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρουςτρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ’ ἰθύν.Τόφρα δ’ ἄρ’ ἢ γ’ ὑποδῦσα θαλάσσης εὐρέα κόλποντέσσαρα φωκάων ἐκ πόντου δέρματ’ ἔνεικε·πάντα δ’ ἔσαν νεόδαρτα’ δόλον δ’ ἐπεμήδετο πατρί.εὐνὰς δ’ ἐν ψαμάθοισι διαγλάψασ’ ἁλίῃσινἧστο μένουσ’· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·ἑξείης δ’ εὔνησε, βάλεν δ’ ἐπὶ δέρμα ἑκάστῳ.ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶςφωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή.τίς γάρ κ’ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;ἀλλ’ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ’ ὄνειαρ·ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσαἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.πᾶσαν δ’ ἠοίην μένομεν τετληότι θυμῷ·φῶκαι δ’ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειταἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·ἔνδιος δ’ ὁ γέρων ἦλθ’ ἐξ ἁλός, εὗρε δὲ φώκαςζατρεφέας, πάσας δ’ ἄρ’ ἐπῴχετο, λέκτο δ’ ἀριθμόν·ἐν δ’ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ’, ἀμφὶ δὲ χεῖραςβάλλομεν· οὐδ’ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,ἀλλ’ ἦ τοι πρώτιστα λέων γένετ’ ἠὐγένειος,αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·γίγνετο δ’ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·ἡμεῖς δ’ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.ἀλλ’ ὅτε δή ῥ’ ἀνίαζ’ ὁ γέρων ὀλοφώϊα εἰδώς,καὶ τότε δή με ἔπεσσιν ἀνειρόμενος προσέειπε·τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,ὄφρα μ’ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;ὡς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἀγορεύεις;ὡς δὴ δήθ’ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,ὅς τίς μ’ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,νόστον θ’, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.ὡς ἐφάμην, ὁ δέ μ’ αὐτίκ’ ἀμειβόμενος προσέειπεν·ἀλλὰ μάλ’ ὥφελλες Διί τ’ ἄλλοισίν τε θεοῖσιῥέξας ἱερὰ κάλ’ ἀναβαινέμεν, ὄφρα τάχιστασὴν ἐς πατρίδ’ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.οὐ γάρ τοι πρὶν μοῖρα φίλους ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,πρίν γ’ ὅτ’ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,αὗτις ὕδωρ ἔλθης ῥέξης θ’ ἱερὰς ἑκατόμβαςἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.ὡς ἔφατ’, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,οὕνεκά μ’ αὗτις ἄνωγεν ἐπ’ ἠεροειδέα πόντονΑἴγυπτόνδ’ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,ἦέ τις ὦλετ’ ὀλέθρῳ ἀδευκέϊ ἧς ἐπὶ νηός,ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.ὡς ἐφάμην, ὁ δέ μ’ αὐτίκ’ ἀμειβόμενος προσέειπεν·Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημιδὴν ἄκλαυτον ἔσεσθαι, ἐπεί κ’ εὖ πάντα πύθηαι.πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·ἀρχοὶ δ’ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνωνἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.εἷς δ’ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ.Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι·Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεπέτρῃσιν μεγάλῃσι, καὶ ἐξεσάωσε θαλάσσης·καί νύ κεν ἔκφυγε κῆρα, καὶ ἐχθόμενός περ Ἀθήνῃ,εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ’ ἀάσθη·φῆ ῥ’ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.τοῦ δὲ Ποσειδάων μεγάλ’ ἔκλυεν αὐδήσαντος·αὐτίκ’ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσινἤλασε Τυραίην πέτρην, ἀπὸ δ’ ἔσχισεν αὐτήν·καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,τῷ ῥ’ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ’ ἀάσθη·τὸν δ’ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.ὡς ὁ μὲν ἔνθ’ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ’ ὑπάλυξενἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλε Μαλειάων ὄρος αἰπὺἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλαπόντον ἐπ’ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,ἀγροῦ ἐπ’ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστηςτὸ πρίν, ἀτὰρ τότ’ ἔναιε Θυεστιάδης Αἴγισθος.ἀλλ’ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ’ ἵκοντο,ἦ τοι ὃ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης,καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δ’ ἀπ’ αὐτοῦδάκρυα θερμὰ χέοντ’, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.τὸν δ’ ἄρ’ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσενΑἴγισθος δολόμητις ἄγων, ὑπὸ δ’ ἔσχετο μισθὸνχρυσοῦ δοιὰ τάλαντα’ φύλασσε δ’ ὅ γ’ εἰς ἐνιαυτόν,μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.βῆ δ’ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.αὐτίκα δ’ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστουςεἷσε λόχον, ἑτέρωθι δ’ ἀνώγει δαῖτα πένεσθαι.αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν,ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.τὸν δ’ οὐ εἰδότ’ ὄλεθρον ἀνήγαγε, καὶ κατέπεφνεδειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθ’ οἵ οἱ ἕποντο,οὐδέ τις Αἰγίσθου, ἀλλ’ ἔκταθεν ἐν μεγάροισιν.ὡς ἔφατ’, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,κλαῖον δ’ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρἤθελ’ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτωκλαῖ’, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχισταπείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστηςκτεῖνεν ὑποφθάμενος· σὺ δέ κεν τάφου ἀντιβολήσαις.ὡς ἔφατ’, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωραὗτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων.τούτους μὲν δὴ οἷδα’ σὺ δὲ τρίτον ἄνδρ’ ὀνόμαζε,ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέϊ πόντῳἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.ὡς ἐφάμην, ὁ δέ μ’ αὐτίκ’ ἀμειβόμενος προσέειπεν·υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·τὸν ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃἴσχει· ὃ δ’ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,οἵ κέν μιν πέμποιεν ἐπ’ εὐρέα νῶτα θαλάσσης.σοὶ δ’ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,ἀλλά σ’ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίηςἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,τῇ περ ῥηΐστη βιοτὴ πέλει ἀνθρώποισιν·οὐ νιφετός, οὔτ’ ἃρ χειμὼν πολὺς οὔτε ποτ’ ὄμβρος,ἀλλ’ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήταςὨκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους,οὕνεκ’ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.ὡς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα,αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ’ ἀντιθέοις ἑτάροισινἤϊα, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,δόρπον θ’ ὁπλισάμεσθ’, ἐπί τ’ ἤλυθεν ἀμβροσίη νύξ,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἦώς,νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,ἐν δ’ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐΐσης·ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληϊσι καθῖζον·ἑξῆς δ’ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἂψ δ’ εἰς Αἰγύπτοιο, διιπετέος ποταμοῖο,στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,χεῦ’ Ἀγαμέμνονι τύμβον, ἵν’ ἄσβεστον κλέος εἴη.ταῦτα τελευτήσας νεόμην, δίδοσαν δέ μοι οὖρονἀθάνατοι, τοί μ’ ὦκα φίλην ἐς πατρίδ’ ἔπεμψαν.ἀλλ’ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·καὶ τότε σ’ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρατρεῖς ἵππους καὶ δίφρον ἐὔξοον· αὐτὰρ ἔπειταδώσω καλὸν ἄλεισον, ἵνα σπένδησθα θεοῖσινἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδ’ ἔρυκε.καὶ γάρ κ’ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ’ ἀνεχοίμηνἥμενος, οὐδέ με οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούωντέρπομαι. ἀλλ’ ἤδη μοι ἀνιάζυσιν ἑταῖροιἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδ’ ἐρύκεις.δῶρον δ’ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·ἵππους δ’ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσειςεὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρονπυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲς κρῖ λευκόν.ἐν δ’ Ἰθάκῃ οὔτ’ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.οὐ γάρ τις νήσων ἱππήλατος οὐδ’ εὐλείμων,αἵ θ’ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.Ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις·τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.δώρων δ’ ὅσσ’ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲἔστιν ἅπας, χρυσῷ δ’ ἐπὶ χείλεα κεκράανται·ἔργον δ’ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,Σιδονίων βασιλεύς, ὅθ’ ἑὸς δόμος ἀμφεκάλυψεκεῖσέ με νοστήσαντα· τεὶν δ’ ἐθέλω τόδ’ ὀπάσσαι.Ἃς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,δαιτυμόνες δ’ ἐς δώματ’ ἴσαν θείου βασιλῆος.οἱ δ’ ἦγον μὲν μῆλα, φέρον δ’ εὐήνορα οἶνον·σῖτον δέ σφ’ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.ὡς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο,μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιοδίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,ἀρχοὶ μνηστήρων, ἀρετῇ δ’ ἔσαν ἔξοχ’ ἄριστοι.τοῖς δ’ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼνἈντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·Ἀντίνο’, ἢ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,ὁππότε Τηλέμαχος νεῖτ’ ἐκ Πύλου ἠμαθόεντος;νῆά μοι οἴχετ’ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆςἬλιδ’ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποιδώδεκα θήλειαι, ὑπὸ δ’ ἡμίονοι ταλαεργοὶἀδμῆτες· τῶν κέν τιν’ ἐλασσάμενος δαμασαίμην.Ὣς ἔφαθ’, οἱ δ’ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντοἐς Πύλον οἴχεσθαι Νηλήϊον, ἀλλά που αὐτοῦἀγρῶν ἣ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.Τὸν δ’ αὖτ’ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·νημερτές μοι ἔνισπε, πότ’ ᾥχετο καὶ τίνες αὐτῷκοῦροι ἕποντ’; Ἰθάκης ἐξαίρετοι, ἣ ἑοὶ αὐτοῦθῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐὺ εἰδῶ,ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.Τὸν δ’ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,ὁππότ’ ἀνὴρ τοιοῦτος, ἔχων μελεδήματα θυμῷ,αἰτίῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.κοῦροι δ’ οἱ κατὰ δῆμον ἀριστεύουσι μεθ’ ἡμέας,οἵ οἱ ἕποντ’· ἐν δ’ ἀρχὸν ἐγὼ βαίνοντ’ ἐνόησαΜέντορα, ἠὲ θεόν, τῷ δ’ αὐτῷ πάντα ἐῴκει.ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖονχθιζὸν ὑπηοῖον. τότε δ’ ἔμβη νηὶ Πύλονδε.Ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,τοῖσιν δ’ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.μνηστῆρας δ’ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.τοῖσιν δ’ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός,ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναιπίμπλαντ’, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·Ὦ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθηΤηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.ἐκ τοσσῶνδ’ ἀέκητι νέος πάϊς οἴχεται αὔτως,νῆα ἐρυσσάμενος, κρίνας τ’ ἀνὰ δῆμον ἀρίστους.ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷΖεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.ἀλλ’ ἄγ’ ἐμοὶ δότε νῆα θοὴν καὶ εἴκοσ’ ἑταίρους,ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξωἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπήνεον ἠδ’ ἐκέλευον·αὐτίκ’ ἔπειτ’ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.Οὐδ’ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστοςμύθων, οὗς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·κῆρυξ γάρ οἱ εἶπε Μέδων, ὃς ἐπεύθετο βουλὰςαὐλῆς ἐκτὸς ἐών· οἱ δ’ ἔνδοθι μῆτιν ὕφαινον.βῆ δ’ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·τὸν δὲ κατ’ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·Κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιοἔργων παύσασθαι, σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι;μὴ μνηστεύσαντες μηδ’ ἄλλοθ’ ὁμιλήσαντεςὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·οἱ θάμ’ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶνὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,οἷος Ὀδυσσεὺς ἔσκε μεθ’ ὑμετέροισι τοκεῦσιν,οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼνἐν δήμῳ· ἥ τ’ ἐστὶ δίκη θείων βασιλήων·ἄλλον κ’ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.κεῖνος δ’ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.ἀλλ’ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργαφαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθ’ εὐεργέων.Τὴν δ’ αὖτε προσέειπε Μέδων, πεπνυμένα εἰδώς·αἷ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλομνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέϊ χαλκῷοἴκαδε νισόμενον· ὁ δ’ ἔβη μετὰ πατρὸς ἀκουὴνἐς Πύλον ἠγαθέην ἠδ’ ἐς Λακεδαίμονα δῖαν.Ὣς φάτο, τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσεδακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·Κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼνηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ’ ἁλὸς ἵπποιἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφ’ ὑγρήν.ἡ ἵνα μηδ’ ὄνομ’ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;Τὴν δ’ ἠμείβετ’ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·οὐ οἵδ’ ἤ τίς μιν θεὸς ὥρορεν, ἦε καὶ αὐτοῦθυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηταιπατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.Ὃς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ’ Ὀδυσῆος.τὴν δ’ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδ’ ἄρ’ ἔτ’ ἔτληδίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,ἀλλ’ ἄρ’ ἐπ’ οὐδοῦ ἴζε πολυκμήτου θαλάμοιοοἴκτρ’ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζονπᾶσαι, ὅσαι κατὰ δώματ’ ἔσαν νέαι ἠδὲ παλαιαί.τῆς δ’ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·Κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγε’ ἔδωκενἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ’ ἐγένοντο,ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος.νῦν αὖ παῖδ’ ἀγαπητὸν ἀνηρείψαντο θύελλαιἀκλέα ἐκ μεγάρων, οὐδ’ ὁρμηθέντος ἄκουσα.σχέτλιαι, οὐδ’ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστηἐκ λεχέων μ’ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,ὁππότε κεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,τῷ κε μάλ’ ἤ κεν μεῖνε, καὶ ἐσσύμενός περ ὁδοῖο,ἤ κέ με τεθνηυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,ὁμῶ’ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχισταΛαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήναςἐξελθὼν λαοῖσιν ὀδύρεται, οἱ μεμάασινὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.Τὴν δ’ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέϊ χαλκῷ,ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω·ἤδε’ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσ’ ἐκέλευε,σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δ’ ἕλετο μέγαν ὅρκονμὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαιἤ σ’ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτης.ἀλλ’ ὑδρηναμένη, καθαρὰ χροὶ εἵμαθ’ ἑλοῦσα,εἰς ὑπερῷ’ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶνεὔχε’ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀΐωπάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαοἐχθέσθ’, ἀλλ’ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσιδώματά θ’ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.Ὣς φάτο, τῆς δ’ εὔνησε γόον, σχέθε δ’ ὄσσε γόοιο.ἡ δ’ ὑδρηναμένη, καθαρὰ χροὶ εἵμαθ’ ἑλοῦσα,εἰς ὑπερῷ’ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,ἐν δ’ ἔθετ’ οὐλοχύτας κανέῳ, ἠρᾶτο δ’ Ἀθήνῃ·Κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺςἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρία κῆε,τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,μνηστῆρας δ’ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.Ἂς εἰποῦσ’ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.μνηστῆρες δ’ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·Ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλειαἀρτύει, οὐδέ τι οἷδεν ὅ οἱ φόνος υἷϊ τέτυκται.Ἃς ἄρα τις εἴπεσκε, τὰ δ’ οὐ ἴσαν ὡς ἐτέτυκτο.τοῖσιν δ’ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·Δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθεπάντας ὁμῶς, μή πού τις ἐπαγγείλῃσι καὶ εἴσω.ἀλλ’ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμενμῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.Ὃς εἰπὼν ἐκρίνατ’ ἐείκοσι φῶτας ἀρίστους,βὰν δ’ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,ἐν δ’ ἱστόν τε τίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,ἠρτύναντο δ’ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιπάντα κατὰ μοῖραν· ἀνά θ’ ἱστία λευκὰ πέτασσαν·τεύχεα δέ σφιν ἔνεικαν ὑπέρθυμοι θεράποντες.ὑψοῦ δ’ ἐν νοτίῳ τήν γ’ ὅρμισαν, ἐκ δ’ ἔβαν αὐτοί·ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ’ ἐπὶ ἕσπερον ἐλθεῖν.Ἡ δ’ ὑπερωΐῳ αὖθι περίφρων Πηνελόπειακεῖτ’ ἄρ’ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,ὁρμαίνουσ’ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,ἡ ὅ γ’ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳδείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·εὗδε δ’ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.Ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·εἴδωλον ποίησε, δέμας δ’ ἤϊκτο γυναικί,Ἰφθίμη, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,τὴν Εὔμηλος ὄπυιε, Φερῇς ἔνι οἰκία ναίων.πέμπε δέ μιν πρὸς δώματ’ Ὀδυσσῆος θείοιο,ἧος Πηνελόπειαν ὀδυρομένην, γοόωσαν,παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.ἐς θάλαμον δ’ εἰσῆλθε παρὰ κληΐδος ἱμάντα,στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·Εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἧτορ;οὐ μέν σ’ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντεςκλαίειν οὐδ’ ἀκάχησθαι, ἐπεί ῥ’ ἔτι νόστιμός ἐστισὸς πάϊς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.Τὴν δ’ ἠμείβετ’ ἔπειτα περίφρων Πηνελόπεια,ἡδὺ μάλα κνώσσουσ’ ἐν ὀνειρείῃσι πύλῃσιν·Τίπτε, κασιγνήτη, δεῦρ’ ἤλυθες; οὔ τι πάρος γεπωλέαι, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·καί με κέλεαι παύσασθαι ὀϊζύος ἠδ’ ὀδυνάωνπολλέων, αἵ μ’ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος.νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,νήπιος, οὔτε πόνων εὖ εἰδὼς οὔτ’ ἀγοράων.τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου.τοῦ δ’ ἀμφιτρομέω καὶ δείδια μή τι πάθησιν,ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵν’ οἴχεται, ἢ ἐνὶ πόντῳ·δυσμενέες γὰρ πολλοὶ ἐπ’ αὐτῷ μηχανόωνται,ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.Τὴν δ’ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·τοίη γάρ οἱ πομπὸς ἅμ’ ἔρχεται, ἥν τε καὶ ἄλλοιἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,Παλλὰς Ἀθηναίη· σὲ δ’ ὀδυρομένην ἐλεαίρει·ἣ νῦν με προέηκε τεὶν τάδε μυθήσασθαι.Τὴν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·εἰ μὲν δὴ θεός ἐσσι, θεοῖό τε ἔκλυες αὐδῆς,εἰ δ’ ἄγε μοι καὶ κεῖνον ὀϊζωρὸν κατάλεξον,ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀἴδαο δόμοισι.Τὴν δ’ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,ζώει ὅ γ’ ἦ τέθνηκε· κακὸν δ’ ἀνεμώλια βάζειν.Ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθηἐς πνοιὰς ἀνέμων· ἡ δ’ ἐξ ὕπνου ἀνόρουσεκούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.Μνηστῆρες δ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,Ἀστερίς, οὐ μεγάλη· λιμένες δ’ ἔνι ναύλοχοι αὐτῇἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.

↑ Top