Book 6 of 24
Book 6: Nausicaa
The Meeting Between Nausicaa and Ulysses.
Ἂς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺςὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνηβῆ ῥ’ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,οἱ πρὶν μέν ποτε ναῖον ἐν εὐρυχόρῳ Ὑπερείῃ,ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων,οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ’ ἀρούρας.ἀλλ’ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Αἰδόσδε βεβήκει,Ἀλκίνοος δὲ τότ’ ἄρχε, θεῶν ἄπο μήδεα εἰδώς·τοῦ μὲν ἔβη πρὸς δῶμα θεὰ γλαυκῶπις Ἀθήνη,νόστον Ὀδυσσῆϊ μεγαλήτορι μητιόωσα.βῆ δ’ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρηκοιμᾶτ’ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,πὰρ δὲ δύ’ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,σταθμοῖϊν ἑκάτερθε· θύραι δ’ ἐπέκειντο φαειναί.ἡ δ’ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·Ναυσικάα, τί νύ σ’ ὧδε μεθήμονα γείνατο μήτηρ;εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴνἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν οἵ κέ σ’ ἄγωνται.ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνειἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.ἀλλ’ ἴομεν πλυνέουσαι ἅμ’ ἠοῖ φαινομένηφι·καί τοι ἐγὼ συνέριθος ἅμ’ ἕψομαι, ὄφρα τάχισταἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμονπάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.ἀλλ’ ἄγ’ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσιζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.καὶ δὲ σοὶ ὧδ’ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσινἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.Ἢ μὲν ἄρ’ ὡς εἰποῦσ’ ἀπέβη γλαυκῶπις ἈθήνηΟὔλυμπόνδ’, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶἔμμεναι· οὔτ’ ἀνέμοισι τινάσσεται οὔτε ποτ’ ὄμβρῳδεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ’ αἴθρηπέπταται ἀνέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη·τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.ἔνθ’ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.Αὐτίκα δ’ Ἠὼς ἦλθεν ἐὔθρονος, ἣ μιν ἔγειρεΝαυσικάαν εὔπεπλον· ἄφαρ δ’ ἀπεθαύμασ’ ὄνειρον,βῆ δ’ ἴμεναι διὰ δώμαθ’, ἵν’ ἀγγείλειε τοκεῦσι,πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δ’ ἔνδον ἐόντα·ἡ μὲν ἐπ’ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξίν,ἠλάκατα στρωφῶσ’ ἁλιπόρφυρα’ τῷ δὲ θύραζεἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆαςἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.ἡ δὲ μάλ’ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·Πάππα φίλ’, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνηνὑψηλὴν εὔκυκλον, ἵνα κλυτὰ εἵματ’ ἄγωμαιἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόνταβουλὰς βουλεύειν καθαρὰ χροὶ εἵματ’ ἔχοντα.πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,οἱ δύ’ ὀπυίοντες, τρεῖς δ’ ἠΐθεοι θαλέθοντες·οἱ δ’ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ’ ἔχοντεςἐς χορὸν ἔρχεσθαι· τὰ δ’ ἐμῇ φρενὶ πάντα μέμηλεν.ὥς ἔφατ’· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναιπατρὶ φίλῳ· ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·Οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνηνὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.Ἃς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ’ ἐπίθοντο.οἱ μὲν ἄρ’ ἐκτὸς ἄμαξαν ἐὕτροχον ἡμιονείηνὅπλεον, ἡμιόνους θ’ ὕπαγον ζεῦξάν θ’ ὑπ’ ἀπήνῃ·κούρη δ’ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.καὶ τὴν μὲν κατέθηκεν ἐϋξέστῳ ἐπ’ ἀπήνῃ,μήτηρ δ’ ἐν κίστῃ ἐτίθει μενοεικέ ἐδωδὴνπαντοίην, ἐν δ’ ὄψα τίθει, ἐν δ’ οἶνον ἔχευενἀσκῷ ἐν αἰγείῳ· κούρη δ’ ἐπεβήσετ’ ἀπήνης.δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.ἡ δ’ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,μάστιξεν δ’ ἐλάαν· καναχὴ δ’ ἣν ἡμιόνοιϊν·αἱ δ’ ἄμοτον τανύοντο, φέρον δ’ ἐσθῆτα καὶ αὐτήν,οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.Αἱ δ’ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ’ ἵκοντο,ἔνθ’ ἢ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ’ ὕδωρκαλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι,ἔνθ’ αἵ γ’ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντατρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δ’ ἀπ’ ἀπήνηςεἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,στεῖβον δ’ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,ἑξείης πέτασαν παρὰ θῖν ἁλός, ἧχι μάλισταλάϊγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ’ ἐλαίῳδεῖπνον ἔπειθ’ εἵλοντο παρ’ ὄχθησιν ποταμοῖο,εἵματα δ’ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,σφαίρῃ ταί γ’ ἄρα παῖζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·τῇσι δὲ Ναυσικάα λευκώλενος ἄρχετο μολπῆς.οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεα ἰοχέαιρα,ἢ κατὰ Τηΐγετον περιμήκετον ἢ Ἐρύμανθον,τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·τῇ δέ θ’ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,ἀγρονόμοι παίζουσι· γέγηθε δέ τε φρένα Λητώ·πασάων δ’ ὑπὲρ ἤ γε κάρη ἔχει ἠδὲ μέτωπα,ῥεῖά τ’ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·ὡς ἥ γ’ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.Ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλε πάλιν οἵκόνδε νέεσθαιζεύξασ’ ἡμιόνους πτύξασά τε εἵματα καλά,ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη,ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τ’ εὐώπιδα κούρην,ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.σφαῖραν ἔπειτ’ ἔρριψε μετ’ ἀμφίπολον βασίλεια·ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ’ ἔμβαλε δίνῃ,αἱ δ’ ἐπὶ μακρὸν ἄϋσαν. ὁ δ’ ἔγρετο δῖος Ὀδυσσεύς,ἑζμενος δ’ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·Ὦ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;ἡ ῥ’ οἵ γ’ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀὐτή,νυμφάων, αἱ ἔχουσ’ ὀρέων αἰπεινὰ κάρηνακαὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;ἀλλ’ ἄγ’, ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.Ὃς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,ἐκ πυκινῆς δ’ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃφύλλων, ὡς ῥύσαιτο περὶ χροὶ μήδεα φωτός.βῆ δ’ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ἀλκὶ πεποιθώς,ὅς τ’ εἶσ’ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσεδαίεται· αὐτὰρ ὃ βουσὶ μετέρχεται ἣ ὀΐεσσινἠὲ μετ’ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρμήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·ὡς Ὀδυσεὺς κούρῃσιν ἐϋπλοκάμοισιν ἔμελλεμίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,τρέσσαν δ’ ἄλλυδις ἄλλη ἐπ’ ἠϊόνας προὐχούσας·οἴη δ’ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνηθάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.στῆ δ’ ἄντα σχομένη· ὃ δὲ μερμήριξεν Ὀδυσσεύς,ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην,ἢ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισιλίσσοιτ’, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.ὡς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,μ̓ή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον·Γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις ἢ βροτός ἐσσι;εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,εἶδός τε μέγεθός τε φυήν τ’ ἄγχιστα ἐΐσκω·εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσι,τρισμάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,τρισμάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸςαἰὲν ἐϋφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.κεῖνος δ’ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,ὅς κέ σ’ ἐέδνοισι βρίσας οἷκόνδ’ ἀγάγηται.οὐ γάρ πω τοιοῦτον ἐγὼ ἴδον ὀφθαλμοῖσιν,οὔτ’ ἄνδρ’ οὔτε γυναῖκα· σέβας μ’ ἔχει εἰσορόωντα.Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷφοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαὸςτὴν ὁδὸν ἡ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε’ ἔσεσθαι.ὡς δ’ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷδήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε δείδιά τ’ αἰνῶςγούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·τόφρα δέ μ’ αἰεὶ κῦμ’ ἐφόρει κραιπναί τε θύελλαινήσου ἀπ’ Ὠγυγίης’ νῦν δ’ ἐνθάδε κάββαλε δαίμων,ὄφρα τί που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀΐωπαύσεσθ’, ἀλλ’ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.ἀλλά, ἄνασσ’, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσαςἐς πρώτην ἱκόμην, τῶν δ’ ἄλλων οὔ τινα οἶδαἀνθρώπων, οἷ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ’ ἰοῦσα.σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,ἄνδρα τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσειανἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,ἢ ὅθ’ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητονἀνὴρ ἠδὲ γυνή· πόλλ’ ἄλγεα δυσμενέεσσι,χάρματα δ’ εὐμενέτῃσι· μάλιστα δέ τ’ ἔκλυον αὐτοί.Τὸν δ’ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·ξεῖν’, ἐπεὶ οὔτε κακῷ οὔτ’ ἄφρονι φωτὶ ἔοικας,Ζεὺς δ’ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·καί που σοὶ τάδ’ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.νῦν δ’, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,οὔτ’ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,ὧν ἐπέοιχ’ ἱκέτην ταλαπείριον ἀντιάσαντα.ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,εἰμὶ δ’ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,τοῦ δ’ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.Ἦ ῥα, καὶ ἀμφιπόλοισιν ἐϋπλοκάμοισι κέλευσε·στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;ἢ μή πού τινα δυσμενέων φάσθ’ ἔμμεναι ἀνδρῶν;οὐκ ἔσθ’ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηταιδηϊοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.οἰκέομεν δ’ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.ἀλλ’ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ’ ἱκάνει,τὸν νῦν χρὴ κομέειν’ πρὸς γὰρ Διός εἰσιν ἅπαντεςξεῖνοί τε πτωχοί τε, δόσις δ’ ὀλίγη τε φίλη τε.ἀλλὰ δότ’, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,λούσατέ τ’ ἐν ποταμῷ, ὅθ’ ἐπὶ σκέπας ἔστ’ ἀνέμοιο.Ὣς ἔφαθ’, αἱ δ’ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,κὰδ δ’ ἄρ’ Ὀδυσσῆ’ εἶσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεΝαυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιοπὰρ δ’ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ’ ἔθηκαν,δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,ἤνωγον δ’ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσι.δή ῥα τότ’ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·Ἀμφίπολοι, στῆθ’ οὕτω ἀπόπροθεν, ὄφρ’ ἐγὼ αὐτὸςἅλμην ὤμοιϊν ἀπολούσομαι, ἀμφὶ δ’ ἐλαίῳχρίσομαι’ ἢ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.ἄντην δ’ οὐκ ἂν ἐγώ γε λοέσσομαι’ αἰδέομαι γὰργυμνοῦσθαι κούρῃσιν ἐϋπλοκάμοισι μετελθών.Ὣς ἔφαθ’, αἱ δ’ ἀπάνευθεν ἴσαν, εἶπον δ’ ἄρα κούρῃ.αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺςἅλμην, ἣ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὦμους·ἐκ κεφαλῆς δ’ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ’ ἄλειψεν,ἀμφὶ δὲ εἵματα ἕσσαθ’ ἅ οἱ πόρε παρθένος ἀδμής,τὸν μὲν Ἀθηναίη θῆκεν, Διὸς ἐκγεγαυῖα,μείζονά τ’ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητοςοὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.ὡς δ’ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνητέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,ὡς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὦμοις.ἕζετ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,κάλλεϊ καὶ χάρισι στίλβων’ θηεῖτο δὲ κούρη.δή ῥα τότ’ ἀμφιπόλοισιν ἐϋπλοκάμοισι μετηύδα·Κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.οὐ πάντων ἀέκητι θεῶν, οἱ Ὄλυμπον ἔχουσι,Φαιήκεσσ’ ὅδ’ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ’ εἶναι,νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴηἐνθάδε ναιετάων, καί οἱ ὅδοι αὐτόθι μίμνειν.ἀλλὰ δότ’, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.Ὣς ἔφαθ’, αἱ δ’ ἄρα τῆς μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο,πὰρ δ’ ἄρ’ Ὀδυσσῆϊ ἔθεσαν βρῶσίν τε πόσιν τε.ἢ τοι ὃ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺςἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.Αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ’ ἐνόησεν·εἵματ’ ἄρα πτύξασα τίθει καλῆς ἐπ’ ἀπήνης,ζεῦξεν δ’ ἡμιόνους κρατερώνυχας, ἂν δ’ ἔβη αὐτή.ὄτρυνεν δ’ Ὀδυσῆα, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ’ ἴμεν, ὄφρα σε πέμψωπατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημιπάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.ἀλλὰ μάλ’ ὧδ’ ἔρδειν· δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·ὄφρ’ ἂν μέν κ’ ἀγροὺς ἴομεν καὶ ἔργ’ ἀνθρώπων,τόφρα σὺν ἀμφιπόλοισι μεθ’ ἡμιόνους καὶ ἄμαξανκαρπαλίμως ἔρχεσθαι· ἐγὼ δ’ ὁδὸν ἡγεμονεύσω.αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν ἣν πέρι πύργοςὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,λεπτὴ δ’ εἰσίθμη· νῆες δ’ ὁδὸν ἀμφιέλισσαιεἰρύαται’ πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.ἔνθα δέ τέ σφ’ ἀγορή, καλὸν Ποσιδήϊον ἀμφίς,ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ’ ἀραρυῖα.ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,ἀλλ’ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐΐσαι,ἧσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν·τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσωμωμεύῃ· μάλα δ’ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·καί νύ τις ὧδ’ εἴπῃσι κακώτερος ἀντιβολήσας·τίς δ’ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τεξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.ἢ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸςἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθενοὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρενἄλλοθεν· ἦ γὰρ τούσδε γ’ ἀτιμάζει κατὰ δῆμονΦαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.ὡς ἐρέουσιν, ἐμοὶ δέ κ’ ὀνείδεα ταῦτα γένοιτο.καὶ δ’ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,ἥ τ’ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντωνἀνδράσι μίσγηται πρίν γ’ ἀμφάδιον γάμον ἐλθεῖν.ξεῖνε, σὺ δ’ κ’ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχισταπομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθουαἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών.ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυϊά τ’ ἀλωή,τόσσον ἀπὸ πτόλιος ὅσσον τε γέγωνε βοήσας·ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖςἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματ’ ἀφῖχθαι,καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ’ ἐρέεσθαιδώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο,ῥεῖα δ’ ἀρίγνωτ’ ἐστὶ καὶ ἂν πάϊς ἡγήσαιτονήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκταιδώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιοἥρως. ἀλλ’ ὁπότ’ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ’ ἂν ἵκηαιμητέρ’ ἐμήν· ἡ δ’ ἧσται ἐπ’ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ.ἠλάκατα στρωφῶσ’ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,κίονι κεκλιμένη· δμῳαὶ δέ οἱ ἥατ’ ὄπισθεν.ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.τὸν παραμειψάμενος μητρὸς ποτὶ γούνασι χεῖραςβάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαιχαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ’ ἐνὶ θυμῷ,ἐλπωρή τοι ἔπειτα φίλους ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.Ὃς ἄρα φωνήσασ’ ἵμασεν μάστιγι φαεινῇἡμιόνους· αἱ δ’ ὦκα λίπον ποταμοῖο ῥέεθρα.αἱ δ’ εὖ μὲν τρώχων, εὖ δὲ πλίσσοντο πόδεσσιν.ἡ δὲ μάλ’ ἡνιόχευεν, ὅπως ἅμ’ ἑποίατο πεζοὶἀμφίπολοί τ’ Ὀδυσεύς τε· νόῳ δ’ ἐπέβαλλεν ἱμάσθλην.δύσετό τ’ ἠέλιος, καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντοἱρὸν Ἀθηναίης, ἵν’ ἄρ’ ἕζετο δῖος Ὀδυσσεύς.αὐτίκ’ ἔπειτ’ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·Κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ’ ἄκουσαςῥαιομένου, ὅτε μ’ ἔρραιε κλυτὸς ἐννοσίγαιος.δός μ’ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν.Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη·αὐτῷ δ’ οὔ πω φαίνετ’ ἐναντίη· αἴδετο γάρ ῥαπατροκασίγνητον· ὁ δ’ ἐπιζαφελῶς μενέαινενἀντιθέῳ Ὀδυσῆϊ πάρος ἣν γαῖαν ἱκέσθαι.