Classica Labs

← The Odyssey · Contents

Book 7 of 24

Book 7: The palace of Alcinous

Reception of Ulysses at the Palace of King Alcinous.

Ὣς ὁ μὲν ἔνθ’ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιϊν.ἡ δ’ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ’ ἵκανε,στῆσεν ἄρ’ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶςἵσταντ’ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥ’ ὑπ’ ἀπήνηςἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.αὐτὴ δ’ ἐς θάλαμον ἑὸν ἤϊε· δαῖε δέ οἱ πῦργρηὺς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,τήν ποτ’ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·Ἀλκινόῳ δ’ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιΦαιήκεσσιν ἄνασσε, θεοῦ δ’ ὡς δῆμος ἄκουεν·ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.Καὶ τότ’ Ὀδυσσεὺς ὦρτο πόλινδ’ ἴμεν· ἀμφὶ δ’ Ἀθήνηπολλὴν ἠέρα χεῦε φίλα φρονέουσ’ Ὀδυσῆϊ,μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσαςκερτομέοι ἐπέεσσι καὶ ἐξερέοιθ’ ὅτις εἴη.ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,ἔνθα οἱ ἀντεβόλησε θεὰ γλαυκῶπις Ἀθήνηπαρθενικῇ ἐϊκυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.στῆ δὲ πρόσθ’ αὐτοῦ ὁ δ’ ἀνείρετο δῖος Ὀδυσσεύς·Ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιοἈλκινόου, ὃς τοῖσδε μετ’ ἀνθρώποισιν ἀνάσσει;καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ’ ἱκάνωτηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἷδαἀνθρώπων, οἱ τήνδε πόλιν καὶ ἔργα νέμονται.Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον ὅν με κελεύειςδείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.ἀλλ’ ἴθι σιγῇ τοῖον, ἐγὼ δ’ ὁδὸν ἡγεμονεύσω,μηδέ τιν’ ἀνθρώπων προτιόσσεο μηδ’ ἐρέεινε.οὐ γὰρ ξείνους οἵδε μάλ’ ἀνθρώπους ἀνέχονται,οὐδ’ ἀγαπαζόμενοι φιλέουσ’ ὅς κ’ ἄλλοθεν ἔλθῃ.νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσιλαῖτμα μέγ’ ἐκπερόωσιν, ἐπεί σφισι δῶκ’ ἐνοσίχθων·τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.Ὃς ἄρα φωνήσασ’ ἡγήσατο Παλλὰς Ἀθήνηκαρπαλίμως· ὁ δ’ ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο.τὸν δ’ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησανἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνηεἴα ἐϋπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺνθεσπεσίην κατέχευε φίλα φρονέουσ’ ἐνὶ θυμῷ.θαύμαζεν δ’ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐΐσας,αὐτῶν θ’ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.ἀλλ’ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ’ ἵκοντο,τοῖσι δὲ μύθων ἄρχε θεὰ γλαυκῶπις Ἀθήνη·Οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύειςπεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆαςδαίτην δαινυμένους· σὺ δ’ ἔσω κίε μηδέ τι θυμῷτάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνωνἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·Ἀρήτη δ’ ὄνομ’ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήωντῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθωνγείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,ὅς ποθ’ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.ἀλλ’ ὁ μὲν ὥλεσε λαὸν ἀτάσθαλον, ὥλετο δ’ αὐτός,τῇ δὲ Ποσειδάων ἐμίγη, καὶ ἐγείνατο παῖδαΝαυσίθοον μεγάθυμον; ὃς ἐν Φαίηξιν ἄνασσε·Ναυσίθοος δ’ ἔτεκεν Ῥηξήνορά τ’ Ἀλκίνοόν τε.τὸν μὲν ἄκουρον ἐόντα βάλ’ ἀργυρότοξος Ἀπόλλωννυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόνταἈρήτην’ τὴν δ’ Ἀλκίνοος ποιήσατ’ ἄκοιτιν,καί μιν ἔτισ’ ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,ὅσσαι νῦν γε γυναῖκες ὑπ’ ἀνδράσιν οἶκον ἔχουσιν.ὡς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστινἔκ τε φίλων παίδων ἔκ τ’ αὐτοῦ Ἀλκινόοιοκαὶ λαῶν, οἵ μίν ῥα θεὸν ὡς εἰσορόωντεςδειδέχαται μύθοισιν, ὅτε στείχῃσ’ ἀνὰ ἄστυ.οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·οἷσίν τ’ εὖ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ’ ἐνὶ θυμῷ,ἐλπωρή τοι ἔπειτα φίλους ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.Ὣς ἄρα φωνήσασ’ ἀπέβη γλαυκῶπις Ἀθήνηπόντον ἐπ’ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,ἵκετο δ’ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,δῦνε δ’ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ ὈδυσσεὺςἈλκινόου πρὸς δώματ’ ἴε κλυτά’ πολλὰ δέ οἱ κῆρὅρμαιν’ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνηςδῶμα καθ’ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέατ’ ἔνθα καὶ ἔνθα,ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·ἀργύρεοι σταθμοὶ δ’ ἐν χαλκέῳ ἕστασαν οὐδῷ,ἀργύρεον δ’ ἐφ’ ὑπερθύριον, χρυσέη δὲ κορώνη.χρύσειοι δ’ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,οὓς Ἥφαιστος τεῦξεν ἰδυίῃσι πραπίδεσσιδῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ’ ἔνθα καὶ ἔνθα,ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ’ ἐνὶ πέπλοιλεπτοὶ ἐϋννητοι βεβλήατο, ἔργα γυναικῶν.ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντοπίνοντες καὶ ἔδοντες ἐπηετανὸν γὰρ ἔχεσκον.χρύσειοι δ’ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶνἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.πεντήκοντα δέ οἱ δμῳαὶ κατὰ δῶμα γυναῖκεςαἱ μὲν ἀλετρεύουσι μύλης ἔπι μήλοπα καρπόν,αἱ δ’ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσινἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·καιροσέων δ’ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶννῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὡς δὲ γυναῖκεςἱστῶν τεχνῆσσαι’ πέρι γάρ σφισι δῶκεν Ἀθήνηἔργα τ’ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.ἔκτοσθεν δ’ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράωντετράγυος· περὶ δ’ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποισυκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ’ ἀπολείπειχείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλ’ αἰείΖεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.ὄγχνη ἐπ’ ὄγχνῃ γηράσκει, μῆλον δ’ ἐπὶ μήλῳ,αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ’ ἐπὶ σύκῳ.ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳτέρσεται ἠελίῳ, ἑτέρας δ’ ἄρα τε τρυγόωσιν,ἄλλας δὲ τραπέουσι’ πάροιθε δέ τ’ ὄμφακές εἰσινἄνθος ἀφιεῖσαι, ἕτεραι. δ’ ὑποπερκάζουσιν.ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχονπαντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·ἐν δὲ δύω κρῆναι ἡ μέν τ’ ἀνὰ κῆπον ἅπαντασκίδναται, ἡ δ’ ἑτέρωθεν ὑπ’ αὐλῆς οὐδὸν ἵησι.πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.τοῖ’ ἄρ’ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.Ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδονταςσπένδοντας δεπάεσσιν ἐϋσκόπῳ ἀργειφόντῃ,ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεύςπολλὴν ἠέρ’ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,ὄφρ’ ἵκετ’ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.ἀμφὶ δ’ ἄρ’ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,καὶ τότε δή ῥ’ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.οἱ δ’ ἄνεῳ ἐγένοντο δόμον κάτα φῶτα ἰδόντες,θαύμαζον δ’ ὁρόωντες· ὃ δὲ λιτάνευεν Ὀδυσσεύς·Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,σόν τε πόσιν σά τε γούναθ’ ἱκάνω πολλὰ μογήσας,τούσδε τε δαιτυμόνας, τοῖσιν θεοὶ ὄλβια δοῖενζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστοςκτήματ’ ἐνὶ μεγάροισι γέρας θ’ ὅ τι δῆμος ἔδωκεν.αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ’ ἱκέσθαιθᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.Ὃς εἰπὼν κατ’ ἄρ’ ἕζετ’ ἐπ’ ἐσχάρῃ ἐν κονίῃσιπὰρ πυρί’ οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦενκαὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·Ἀλκίνο’, οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε,ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ’ ἐσχάρῃ ἐν κονίῃσιν·οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.ἀλλ’ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλουεἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσονοἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳσπείσομεν, ὅς θ’ ἱκέτῃσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖ·δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσ’ ἱερὸν μένος Ἀλκινόοιο,χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτηνὥρσεν ἀπ’ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,ὅς οἱ πλησίον ἴζε, μάλιστα δέ μιν φιλέεσκε.χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσακαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα,εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων.αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς·καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμονπᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳσπείσομεν, ὅς θ’ ἱκέτῃσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖ.Ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,νώμησεν δ’ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός,τοῖσιν δ’ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·Κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ’ ἰόντες·ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντεςξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσινῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆςμνησόμεθ’, ὥς χ’ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίηςπομπῇ ὑφ’ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηταιχαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσιπρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι ἔνθα δ’ ἔπειταπείσεται ἅσσα οἱ αἶσα κατὰ Κλῶθές τε βαρεῖαιγεινομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθεν,ἄλλο τι δὴ τόδ’ ἔπειτα θεοὶ περιμηχανόωνται.αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖςἡμῖν, εὖτ’ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,δαίνυνταί τε παρ’ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.εἰ δ’ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ἀλκίνο’, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γεἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν·οὕς τινας ὑμεῖς ἴστε μάλιστ’ ὀχέοντας ὀϊζὺνἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.καὶ δ’ ἔτι κεν καὶ πλείον’ ἐγὼ κακὰ μυθησαίμην,ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλοἔπλετο, ἥ τ’ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃκαὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ’ αἰεὶἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντωνληθάνει ὅσσ’ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.ὑμεῖς δ’ ὀτρύνεσθαι ἅμ’ ἠοῖ φαινομένηφιν,ὥς κ’ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης,καί περ πολλὰ παθόντα’ ἰδόντα με καὶ λίποι αἰὼνκτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπήνεον ἠδ’ ἐκέλευονπεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός,οἱ μὲν κακκείοντες ἔβαν οἵκόνδε ἕκαστος,αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴςἥσθην· ἀμφίπολοι δ’ ἀπεκόσμεον ἔντεα δαιτός.τοῖσιν δ’ Ἀρήτη λευκώλενος ἄρχετο μύθων·ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ’ ἰδοῦσακαλά, τά ῥ’ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·Ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ’ ἔδωκεν;οὐ δὴ φὴς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ’ ἱκέσθαι;Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαικήδε’, ἐπεί μοι πολλὰ δόσαν θεοὶ οὐρανίωνες·τοῦτο δέ τοι ἐρέω ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς.Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται,ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψώ,ναίει ἐϋπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇμίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.ἀλλ’ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμωνοἷον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷΖεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.ἔνθ’ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσηςἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼναίει ἐϋπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσαἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκεθήσειν ἀθάνατον καὶ ἀγήρων ἤματα πάντα·ἀλλ’ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ’ αἰεὶδάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·ἀλλ’ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,καὶ τότε δή μ’ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαιΖηνὸς ὑπ’ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ’ αὐτῆς.πέμπε δ’ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ’ ἔδωκε,σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,ὀκτωκαιδεκάτῃ δ’ ἐφάνη ὄρεα σκιόενταγαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορδυσμόρῳ’ ἦ γὰρ μέλλον ἔτι ξυνέσεσθαι ὀϊζυῖπολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κελεύθου,ὥρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμαεἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ’· αὐτὰρ ἐγώ γενηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.ἔνθα κέ μ’ ἐκβαίνοντα βιήσατο κῦμ’ ἐπὶ χέρσου,πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέϊ χώρῳ·ἀλλ’ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθονἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.ἐκ δ’ ἔπεσον θυμηγερέων, ἐπὶ δ’ ἀμβροσίη νὺξἤλυθ’· ἐγὼ δ’ ἀπάνευθε διιπετέος ποταμοῖοἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλαἠφυσάμην· ὕπνον δὲ θεὸς κατ’ ἀπείρονα χεῦεν·ἔνθα μὲν ἐν φύλλοισι, φίλον τετιημένος ἧτορ,εὗδον παννύχιος καὶ ἐπ’ ἠῶ καὶ μέσον ἦμαρ·δείλετό τ’ ἠέλιος, καί με γλυκὺς ὕπνος ἀνῆκεν.ἀμφιπόλους δ’ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸςπαιζούσας, ἐν δ’ αὐτὴ ἔην ἐϊκυῖα θεῇσι.τὴν ἱκέτευσ’· ἡ δ’ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσανταἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.ἥ μοι σῖτον δῶκεν ἅλις ἠδ’ αἴθοπα οἶνον,καὶ λοῦσ’ ἐν ποταμῷ, καί μοι τάδε εἵματ’ ἔδωκε.ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.Τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·ξεῖν’, ἦ τοι μὲν τοῦτό γ’ ἐναίσιμον οὐκ ἐνόησεπαῖς ἐμή, οὕνεκά σ’ οὔ τι μετ’ ἀμφιπόλοισι γυναιξὶνἦγεν ἐς ἡμέτερον· σὺ δ’ ἄρα πρώτην ἱκέτευσας.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ἥρως, μή μοι τοὔνεκ’ ἀμύμονα νείκεε κούρην·ἡ μὲν γάρ μ’ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι·ἀλλ’ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·δύσζηγλοι γάρ τ’ εἰμὲν ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων.Τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·ξεῖν’, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρμαψιδίως κεχολῶσθαι· ἀμείνω δ’ αἴσιμα πάντα.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τ’ ἐγώ περ,παῖδά τ’ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαιαὖθι μένων· οἶκον δέ κ’ ἐγὼ καὶ κτήματα δοίην,εἴ κ’ ἐθέλων γε μένοις· ἀέκοντα δέ σ’ οὔ τις ἐρύξειΦαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.πομπὴν δ’ ἐς τόδ’ ἐγὼ τεκμαίρομαι, ὄφρ’ ἐὺ εἰδῇς,αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳλέξεαι, οἱ δ’ ἐλόωσι γαλήνην, ὄφρ’ ἂν ἵκηαιπατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ’ Εὐβοίης,τήν περ τηλοτάτω φάσ’ ἔμμεναι οἵ μιν ἴδοντολαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανϑυνἦγον ἐποψόμενον Τιτυόν, Γαιήϊον υἱόν.καὶ μὲν οἱ ἔνθ’ ἦλθον, καὶ ἄτερ καμάτοιο τέλεσσανἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ’ ὀπίσσω.εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισταινῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.Ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,εὐχόμενος δ’ ἄρα εἶπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·Ζεῦ πάτερ, αἴθ’ ὅσα εἶπε τελευτήσειεν ἅπανταἈλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουρανἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ’ ἱκοίμην.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,κέκλετο δ’ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιδέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰπορφύρε’ ἐμβαλέειν, στορέσαι τ’ ἐφύπερθε τάπηταςχλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.αἱ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,ὄτρυνον Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·Ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.ὡς φάν· τῷ δ’ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.ὡς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺςτρητοῖς ἐν λεχέεσσιν ὑπ’ αἰθούσῃ ἐριδούπῳ·Ἀλκίνοος δ’ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.

↑ Top