Classica Labs

← The Odyssey · Contents

Book 8 of 24

Book 8: The feast and the games

Banquet in the House of Alcinous—the Games.

Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἦώς,ὄρνυτ’ ἄρ’ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,ἂν δ’ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.τοῖσιν δ’ ἡγεμόνευ’ ἱερὸν μένος ἈλκινόοιοΦαιήκων ἀγορήνδ’, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισιπλησίον· ἡ δ’ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη,εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,νόστον Ὀδυσσῆϊ μεγαλήτορι μητιόωσα,καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·Δεῦτ’ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμαπόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.Ὣς εἰποῦσ’ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.καρπαλίμως δ’ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραιἀγρομένων· πολλοὶ δ’ ἄρα θηήσαντο ἰδόντεςυἱὸν Λαέρταο δαΐφρονα. τῷ δ’ ἄρ’ Ἀθήνηθεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὦμοις,καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτοδεινός τ’ αἰδοῖός τε, καὶ ἐκτελέσειεν ἀέθλουςπολλούς, τοὺς Φαίηκες ἐπειρήσαντ’ Ὀδυσῆος.αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο,τοῖσιν δ’ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·Κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.ξεῖνος ὅδ’, οὐκ οἶδ’ ὅς τις, ἀλώμενος ἵκετ’ ἐμὸν δῶ,ἠὲ πρὸς ἠοίων ἢ ἑσπεοίων ἀνθρώπων·πομπὴν δ’ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.ἡμεῖς δ’, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κ’ ἐμὰ δώμαθ’ ἵκηται,ἐνθάδ’ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.ἀλλ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖανπρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντακρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.δησάμενοι δ’ εὖ πάντες ἐπὶ κληῖσιν ἐρετμὰἔκβητ’· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖταἡμέτερόνδ’ ἐλθόντες· ἐγὼ δ’ εὖ πᾶσι παρέξω.κούροισιν μὲν ταῦτ’ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοισκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰἔρχεσθ’, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν·μηδέ τις ἀρνείσθω· καλέσασθε δὲ θεῖον ἀοιδόν,Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴντέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.Ἃς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ ἅμ’ ἕποντοσκηπτοῦχοι’ κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.κούρω δὲ κρινθέντε δύω καὶ πεντήκονταβήτην, ὡς ἐκέλευσ’, ἐπὶ θῖν’ ἁλὸς ἀτρυγέτοιο.αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,ἐν δ’ ἱστόν τ’ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,ἠρτύναντο δ’ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,πάντα κατὰ μοῖραν· ἀνὰ δ’ ἱστία λευκὰ πέτασσαν.ὑψοῦ δ’ ἐν νοτίῳ τήν γ’ ὅρμισαν’ αὐτὰρ ἔπειταβάν ῥ’ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.λῆντο δ’ ἄρ’ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶνἀγρομένων· πολλοὶ δ’ ἄρ’ ἔσαν νέοι ἠδὲ παλαιοί.τοῖσιν δ’ Ἀλκίνοος δυοκαίδεκα μῆλ’ ἱέρευσεν,ὀκτὼ δ’ ἀργιόδοντας ὕας, δύο δ’ εἰλίποδας βοῦς·τοὺς δέρον ἀμφί θ’ ἕπον, τετύκοντό τε δαῖτ’ ἐρατεινήν.Κῆρυξ δ’ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,τὸν πέρι Μοῦσ’ ἐφίλησε, δίδου δ’ ἀγαθόν τε κακόν τε·ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ ἡδεῖαν ἀοιδήν,τῷ δ’ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλονμέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.κὰδ’ δ’ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαναὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαικῆρυξ’ πὰρ δ’ ἐτίθει κάνεον καλήν τε τράπεζαν,πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,Μοῦσ’ ἄρ’ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,οἴμης τῆς τότ’ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃἐκπάγλοις ἐπέεσσιν, ἄναξ δ’ ἀνδρῶν Ἀγαμέμνωνχαῖρε νόῳ, ὅ τ’ ἄριστοι Ἀχαιῶν δηριόωντο.ὡς γάρ οἱ χρείων μυθήσατο Φοῖβος ἈπόλλωνΠυθοῖ ἐν ἠγαθέῃ, ὅθ’ ὑπέρβη λάϊνον οὐδὸνχρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴΤρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.Ταῦτ’ ἄρ’ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺςπορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσικὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·αἴδετο γὰρ Φαίηκας ὑπ’ ὀφρύσι δάκρυα λείβων.ἢ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,δάκρυ’ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκεκαὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·αὐτὰρ ὅτ’ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδεινΦαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντ’ ἐπέεσσιν,ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.ἔνθ’ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,Ἀλκίνοος δέ μιν οἷος ἐπεφράσατ’ ἠδ’ ἐνόησενἥμενος ἄγχ’ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.αἷψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·Κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες·ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐΐσηςφόρμιγγός θ’, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·νῦν δ’ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθέωμενπάντων, ὥς χ’ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν,οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ’ ἄλλωνπύξ τε παλαισμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.Ἃς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ ἅμ’ ἕποντο.κὰδ δ’ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,Δημοδόκου δ’ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιοκῆρυξ’ ἄρχε δὲ τῷ αὐτὴν ὁδὸν ἣν περ οἱ ἄλλοιΦαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.βὰν δ’ ἴμεν εἰς ἀγορήν, ἅμα δ’ ἕσπετο πουλὺς ὅμιλος,μυρίοι· ἂν δ’ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ ἘλατρεὺςΝαυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ ἘρετμεὺςΠοντεύς τε Πρῳρεύς τε, Θόων Ἀναβησίνεώς τεἈμφίαλός θ’, υἱὸς Πολυνήου Τεκτονίδαο·ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἀρηϊ,Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τεπάντων Φαιήκων μετ’ ἀμύμονα Λαοδάμαντα.ἂν δ’ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,Λαοδάμας θ’ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος·οἱ δ’ ἢ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δ’ ἅμα πάντεςκαρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο.τῶν δὲ θέειν ὄχ’ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·ὅσσον τ’ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιϊν,τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ’, οἱ δ’ ἐλίποντο.οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·τῇ δ’ αὖτ’ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.ἅλματι δ’ Ἀμφίαλος πάντων προφερέστατος ἧεν·δίσκῳ δ’ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,πὺξ δ’ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν’ ἀέθλοις,τοῖς ἄρα Λαοδάμας μετέφη, πάϊς Ἀλκινόοιο·Δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τιν’ ἄεθλονοἷδέ τε καὶ δεδάηκε· φυήν γε μὲν οὐ κακός ἐστι,μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεναὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβηςδεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν.οὗ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσηςἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.Τὸν δ’ αὖτ’ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσ’ ἀγαθὸς πάϊς Ἀλκινόοιο,στῆ ῥ’ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·Δεῦρ’ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,εἴ τινά που δεδάηκας· ἔοικε δέ σ’ ἴδμεν ἀέθλους.οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κεν ἧσινἢ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.ἀλλ’ ἄγε πείρησαι, σκέδασον δ’ ἀπὸ κήδεα θυμοῦ·σοὶ δ’ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδηνηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,νῦν δὲ μεθ’ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζωνἦμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.Τὸν δ’ αὖτ’ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τ’ ἄντην·οὐ γάρ σ’ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐΐσκωἄθλων, οἷά τε πολλὰ μετ’ ἀνθρώποισι πέλονται,ἀλλὰ τῷ ὅς θ’ ἅμα νηὶ πολυκληῖδι θαμίζων,ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασι,φόρτου τε μνήμων καὶ ἐπίσκοπος ἧσιν ὁδαίωνκερδέων θ’ ἁρπαλέων· οὐδ’ ἀθλητῆρι ἔοικας.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·ξεῖν’, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσινἀνδράσιν, οὔτε φυὴν οὔτ’ ἂρ φρένας οὔτ’ ἀγορητύν.ἄλλος μὲν γὰρ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ’ ἐς αὐτὸντερπόμενοι λεύσσουσιν’ ὃ δ’ ἀσφαλέως ἀγορεύειαἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὡς εἰσορόωσιν.ἄλλος δ’ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,ἀλλ’ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλωςοὐδὲ θεὸς τεύξειε, νόον δ’ ἀποφώλιός ἐσσι.ὥρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισινεἰπὼν οὐ κατὰ κόσμον· ἐγὼ δ’ οὐ νῆϊς ἀέθλων,ὡς σύ γε μυθεῖαι, ἀλλ’ ἐν πρώτοισιν ὀΐωἔμμεναι, ὄφρ’ ἥβη τε πεποίθεα χερσί τ’ ἐμῇσι.νῦν δ’ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην,ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.ἀλλὰ καὶ ὡς κακὰ πολλὰ παθὼν πειρήσομ’ ἀέθλων·θυμοδακὴς γὰρ μῦθος· ἐπότρυνας δέ με εἰπών.Ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκονμείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,βόμβησεν δὲ λίθος· κατὰ δ’ ἔπτηξαν ποτὶ γαίῃΦαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,λᾶος ὑπὸ ῥιπῆς· ὁ δ’ ὑπέρπτατο σήματα πάντωνῥίμφα θέων ἀπὸ χειρός· ἔθηκε δὲ τέρματ’ Ἀθήνηἀνδρὶ δέμας ἐϊκυῖα, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·Καί κ’ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμαἀμφαφόων· ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,ἀλλὰ πολὺ πρῶτον· σὺ δὲ θάρσει τόνδε γ’ ἄεθλον·οὔ τις Φαιήκων τόδε γ’ ἵξεται οὐδ’ ὑπερήσει.ἐς Ὡς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,χαίρων οὕνεχ’ ἑταῖρον ἐνηέα λεῦσσ’ ἐν ἀγῶνι.καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι·Τοῦτον νῦν. ἀφίκεσθε, νέοι· τάχα δ’ ὕστερον ἄλλονἥσειν ἢ τοσσοῦτον ὀΐομαι ἢ ἔτι μᾶσσον.τῶν δ’ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,δεῦρ’ ἄγε πειρηθήτω, ἐπεί μ’ ἐχολώσατε λίην,ἢ πὺξ ἠὲ πάλῃ ἣ καὶ ποσίν, οὔ τι μεγαίρω,πάντων Φαιήκων πλήν γ’ αὐτοῦ Λαοδάμαντος.ξεῖνος γάρ μοι ὅδ’ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλωνδήμῳ ἐν ἀλλοδαπῷ· ἕο δ’ αὐτοῦ πάντα κολούει.τῶν δ’ ἄλλων οὔ πέρ τιν’ ἀναίνομαι οὐδ’ ἀθερίζω,ἀλλ’ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.πάντα γὰρ οὐ κακός εἶμι, μετ’ ἀνδράσιν ὅσσοι ἄεθλοι.εὖ μὲν τόξον οἶδα ἐϋξοον ἀμφαφάασθαι·πρῶτός κ’ ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροιἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.οἷος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳδήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθ’ Ἀχαιοί.τῶν δ’ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,οὔθ’ Ἡρακλῆϊ οὔτ’ Εὐρύτῳ Οἰχαλιῆϊ,οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.τῷ ῥα καὶ αἶψ’ ἔθανεν μέγας Εὔρυτος, οὐδ’ ἐπὶ γῆραςἵκετ’ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλωνἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.δουρὶ δ’ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ.οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃΦαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθηνκύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆαἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·Ἀλκίνοος δέ μιν οἷος ἀμειβόμενος προσέειπε·Ξεῖν’, ἐπεὶ οὐκ ἀχάριστα μεθ’ ἡμῖν ταῦτ’ ἀγορεύεις,ἀλλ’ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,χωόμενος ὅτι σ’ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰςνείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτοὅς τις ἐπίσταιτο ἧσι φρεσὶν ἄρτια βάζειν·ἀλλ’ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳεἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισιδαινύῃ παρὰ σῇ τ’ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖνΖεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξέτι πατρῶν.οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τεεἵματά τ’ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.ἀλλ’ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,παίσατε, ὥς χ’ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν,οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ’ ἄλλωνναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειανοἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.Ὣς ἔφατ’ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξοἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέστανδήμιοι, οἱ κατ’ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,λείηναν δὲ χορόν, καλὸν δ’ εὔρυναν ἀγῶνα.κῆρυξ δ’ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειανΔημοδόκῳ’ ὁ δ’ ἔπειτα κί’ ἐς μέσον· ἀμφὶ δὲ κοῦροιπρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺςμαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.Αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδεινἀμφ’ Ἄρεος φιλότητος ἐϋστεφάνου τ’ Ἀφροδίτης,ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισιλάθρῃ· πολλὰ δ’ ἔδωκε, λέχος δ’ ἤσχυνε καὶ εὐνὴνἩφαίστοιο ἄνακτος· ἄφαρ δέ οἱ ἄγγελος ἦλθενἭλιος, ὅ σφ’ ἐνόησε μιγαζομένους φιλότητι.Ἥφαιστος δ’ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,βῆ ῥ’ ἴμεν ἐς χαλκεῶνα, κακὰ φρεσὶ βυσσοδομεύων,ἐν δ’ ἔθετ’ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺςἀρρήκτους ἀλύτους, ὄφρ’ ἔμπεδον αὖθι μένοιεν.αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,βῆ ῥ’ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνι’ ἔκειτο,ἀμφὶ δ’ ἄρ’ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,ἠΐτ’ ἀράχνια λεπτά, τά γ’ οὔ κέ τις οὐδὲ ἴδοιτο,οὐδὲ θεῶν μακάρων’ πέρι γὰρ δολόεντα τέτυκτο.αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,εἴσατ’ ἴμεν ἐς Λῆμνον, ἐϋκτίμενον πτολίεθρον,ἢ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.οὐδ’ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·βῆ δ’ ἴμεναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο,ἰσχανόων φιλότητος ἐϋστεφάνου Κυθερείης.ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνοςἐρχομένη κατ’ ἄρ’ ἕζεθ’. ὁ δ’ εἴσω δώματος ἤει,ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·Δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·οὐ γὰρ ἔθ’ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδηοἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.Ὣς φάτο, τῇ δ’ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.τὼ δ’ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶτεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ’ ἀναεῖραι.καὶ τότε δὴ γίγνωσκον, ὅ τ’ οὐκέτι φυκτὰ πέλοντο.ἀγχίμολον δέ σφ’ ἦλθε περικλυτὸς ἀμφιγυήεις,αὗτις ὑποστρέψας, πρὶν Λήμνου γαῖαν ἱκέσθαι·Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.βῆ δ’ ἴμεναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ·ἔστη δ’ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ἥρει·σμερδαλέον δ’ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσι·Ζεῦ πάτερ ἠδ’ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,δεῦθ’, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτηαἰὲν ἀτιμάζει, φιλέει δ’ ἀΐδηλον Ἄρηα,οὕνεχ’ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γεἠπεδανὸς γενόμην· ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.ἀλλ’ ὄψεσθ’, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι,εἰς ἐμὰ δέμνια βάντες· ἐγὼ δ’ ὁρόων ἀκάχημαι.οὐ μέν σφεας ἔτ’ ἔολπα μίνυνθά γε κειέμεν οὕτω,καὶ μάλα περ φιλέοντε’ τάχ’ οὐκ ἐθελήσετον ἄμφωεὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.Ὣς ἔφαθ’, οἱ δ’ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·ἦλθε Ποσειδάων γαιήοχος, ἦλθ’ ἐριούνηςἙρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.ἔσταν δ’ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιτέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·Οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοὶ βραδὺς ὠκύν,ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα,ὠκύτατόν περ ἐόντα θεῶν οἱ Γολυμπον ἔχουσιχωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγρι’ ὀφέλλει.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,ἢ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶςεὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ; ἢΤὸν δ’ ἠμείβετ’ ἔπειτα διάκτορος ἀργειφόντης·αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλ’ Ἄπολλον.δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,ὑμεῖς δ’ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.Ὣς ἔφατ’, ἐν δὲ γέλως ὡρτ’ ἀθανάτοισι θεοῖσιν.οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δ’ αἰεὶἭφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,τίσειν αἴσιμα πάντα μετ’ ἀθανάτοισι θεοῖσι·Τὸν δ’ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.πῶς ἂν ἐγώ σε δέοιμι μετ’ ἀθανάτοισι θεοῖσιν,εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας; ἢΤὸν δ’ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·Ἥφαιστ’, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξαςοἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.Τὸν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.Ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.τὼ δ’ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,αὐτίκ’ ἀναΐξαντε ὃ μὲν Θρήκηνδε βεβήκει,ἡ δ’ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,ἐς Πάφον, ἔνθα τέ οἱ τέμενος βωμός τε θυήεις.ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.Ταῦτ’ ἄρ’ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς,τέρπετ’ ἐνὶ φρεσὶν ἧσιν ἀκούων ἠδὲ καὶ ἄλλοιΦαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.Ἀλκίνοος δ’ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεμουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.οἱ δ’ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόενταἰδνωθεὶς ὀπίσω· ὁ δ’ ἀπὸ χθονὸς ὑψόσ’ ἀερθεὶςῥηϊδίως μεθέλεσκε, πάρος ποσὶν οὗδας ἱκέσθαι.αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀν’ ἰθὺν πειρήσαντο,ὀρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃταρφέ’ ἀμειβομένω· κοῦροι δ’ ἐπελήκεον ἄλλοιἑσταότες κατ’ ἀγῶνα, πολὺς δ’ ὑπὸ κόμπος ὀρώρει.δὴ τότ’ ἄρ’ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,ἠδ’ ἄρ’ ἑτοῖμα τέτυκτο σέβας μ’ ἔχει εἰσορόωντα.Ὣς φάτο, γήθησεν δ’ ἱερὸν μένος Ἀλκινόοιο.αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·Κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες·ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.ἀλλ’ ἄγε οἱ δῶμεν ξεινήϊον, ὡς ἐπιεικές.δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆεςἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ’ ἐγὼ αὐτός·τῶν οἱ ἕκαστος φᾶρος ἐϋπλυνὲς ἠδὲ χιτῶνακαὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρ’ ἐνὶ χερσὶξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσικαὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπήνεον ἠδ’ ἐκέλευον,δῶρα δ’ ἄρ’ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.τὸν δ’ αὖτ’ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.δώσω οἱ τόδ’ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπηἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντοςἀμφιδεδίνηται’ πολέος δέ οἱ ἄξιον ἔσται.Ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δ’ εἴ πέρ τι βέβακταιδεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.σοὶ δὲ θεοὶ ἄλοχον ἰδέειν καὶ πατρίδ’ ἱκέσθαιδοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·καὶ σύ, φίλος, μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν,μηδέ τί τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτοτούτου, ὃ δή μοι δῶκας, ἀρεσσάμενος ἐπέεσσιν.Ἦ ῥα καὶ ἀμφ’ ὥμοισι θέτο ξίφος ἀργυρόηλον.δύσετό τ’ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν·καὶ τά γ’ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·δεξάμενοι δ’ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιομητρὶ παρ’ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.τοῖσιν δ’ ἡγεμόνευ’ ἱερὸν μένος Ἀλκινόοιο,ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.δή ῥα τότ’ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·Δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ’, ἥ τις ἀρίστη·ἐν δ’ αὐτὴ θὲς φᾶρος ἐϋπλυνὲς ἠδὲ χιτῶνα.ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ’ ὕδωρ,ὄφρα λοεσσάμενός τε ἰδών τ’ εὖ κείμενα πάνταδῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ’ ἔνεικαν,δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.καί οἱ ἐγὼ τόδ’ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,χρύσεον, ὄφρ’ ἐμέθεν μεμνημένος ἤματα πάντασπένδῃ ἐνὶ μεγάρῳ Διί τ’ ἄλλοισίν τε θεοῖσιν.Ὣς ἔφατ’, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπενἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.αἱ δὲ λοετροχόον τρίποδ’ ἔστασαν ἐν πυρὶ κηλέῳ,ἐν δ’ ἄρ’ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ’ ὕδωρ.τόφρα δ’ ἄρ’ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸνἐξέφερεν θαλάμοιο, τίθει δ’ ἐνὶ κάλλιμα δῶρα,ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·ἐν δ’ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·Αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δ’ ἐπὶ δεσμὸν ἴηλον,μή τίς τοι καθ’ ὁδὸν δηλήσεται, ὁππότ’ ἂν αὗτεεὕδησθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,αὐτίκ’ ἐπήρτυε πῶμα, θοῶς δ’ ἐπὶ δεσμὸν ἴηλεποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη,αὐτόδιον δ’ ἄρα μιν ταμίη λούσασθαι ἀνώγειἔς ῥ’ ἀσάμινθον βάνθ’· ὁ δ’ ἄρ’ ἀσπασίως ἴδε θυμῷθερμὰ λοέτρ’, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠὐκόμοιο·τόφρα δέ οἱ κομιδή γε θεῷ ὡς ἔμπεδος ἦεν.τὸν δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,ἔκ δ’ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆραςἤϊε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσαστῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,θαύμαζεν δ’ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·Χαῖρε, ξεῖν’, ἵνα καί ποτ’ ἐὼν ἐν πατρίδι γαίῃμνήσῃ ἐμεῖ’, ὅτι μοι πρώτῃ ζωάγρι’ ὀφέλλεις.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ναυσικάα, θύγατερ μεγαλήτορος Ἀλκινόοιο,οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,οἴκαδέ τ’ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·τῷ κέν τοι καὶ κεῖθι θεῷ ὡς εὐχετοῴμηναἰεὶ ἤματα πάντα’ σὺ γάρ μ’ ἐβιώσαο, κούρη.Ἦ ῥα καὶ ἐς θρόνον ἴζε παρ’ Ἀλκίνοον βασιλῆα.οἱ δ’ ἤδη μοίρας τ’ ἔνεμον κερόωντό τε οἶνον.κῆρυξ δ’ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δ’ ἄρ’ αὐτὸνμέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,ἀργιόδοντος ὑός, θαλερὴ δ’ ἣν ἀμφὶς ἀλοιφή·Κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσι,Δημοδόκῳ, καί μιν προσπτύξομαι, ἀχνύμενός περ.πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶτιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ’ ἄρα σφέαςοἴμας Μοῦσ’ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.Ὃς ἄρ’ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκενἥρῳ Δημοδόκῳ· ὁ δ’ ἐδέξατο, χαῖρε δὲ θυμῷ.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·Δημόδοκ’, ἔξοχα δή σε βροτῶν αἰνίζομ’ ἁπάντων·ἢ σέ γε Μοῦσ’ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γ’ Ἀπόλλων.λῶν γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,ὅσσ’ ἔρξαν τ’ ἔπαθόν τε καὶ ὅσσ’ ἐμόγησαν Ἀχαιοί,ὥς τέ που ἣ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.ἀλλ’ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισονδουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,ὅν ποτ’ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεύς,ἀνδρῶν ἐμπλήσας οἱ Ἴλιον ἐξαλάπαξαν.αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,αὐτίκ’ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισινὡς ἄρα τοι πρόφρων θεὸς ὥπασε θέσπιν ἀοιδήν.Ὃς φάθ’, ὁ δ’ ὁρμηθεὶς θεοῦ ἄρχετο, φαῖνε δ’ ἀοιδήν,ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐϋσσέλμων ἐπὶ νηῶνβάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,Ἀργεῖοι, τοὶ δ’ ἤδη ἀγακλυτὸν ἀμφ’ Ὀδυσῆαἥατ’ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.ὡς ὁ μὲν ἑστήκει, τοὶ δ’ ἄκριτα πόλλ’ ἀγόρευονἥμενοι ἀμφ’ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέϊ χαλκῷ,ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ’ ἄκρης,ἢ ἐάαν μέγ’ ἄγαλμα θεῶν θελκτήριον εἶναι,τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·αἷσα γὰρ ἣν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃδουράτεον μέγαν ἵππον, ὅθ’ ἥατο πάντες ἄριστοιἈργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.ἤειδεν δ’ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶνἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.ἄλλον δ’ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηϊφόβοιοβήμεναι, ἠΰτ’ Ἄρηα, σὺν ἀντιθέῳ Μενελάῳ.κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντανικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.Ταῦτ’ ἄρ’ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺςτήκετο, δάκρυ δ’ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσαἀμφ’ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τ’ ὄπισθεκόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὥμουςεἴρερον εἰσανάγουσι, πόνον τ’ ἐχέμεν καὶ ὀϊζύν·τῆς δ’ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·ὡς Ὀδυσεὺς ἐλεεινὸν ὑπ’ ὀφρύσι δάκρυον εἶβεν.ἔνθ’ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,Ἀλκίνοος δέ μιν οἷος ἐπεφράσατ’ ἠδ’ ἐνόησεν,ἥμενος ἄγχ’ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·Κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,Δημόδοκος δ’ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ’ ἀείδει.ἐξ οὗ δορπέομέν τε καὶ ὥρορε θεῖος ἀοιδός,ἐκ τοῦδ’ οὔ πω παύσατ’ ὀϊζυροῖο γόοιοὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.ἀλλ’ ἄγ’ ὁ μὲν σχεθέτω, ἵν’ ὁμῶς τερπώμεθα πάντεςξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·εἵνεκα γὰρ ξείνοιο τάδ’ αἰδοίοιο τέτυκται,πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.ἀντὶ κασιγνήτου ξεῖνός θ’ ἱκέτης τε τέτυκταιἀνέρι, ὅς τ’ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισινὅττι κέ σ’ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.εἴπ’ ὄνομ’ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε,ἄλλοι θ’ οἱ κατὰ ἄστυ καὶ οἱ περιναιετάουσιν.οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ’ ἀνθρώπων,οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,ἀλλ’ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.εἰπὲ δέ μοι γαῖάν τε τεὴν δῆμόν τε πόλιν τε,ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες.οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,οὐδέ τι πηδάλι’ ἐστί, τά τ’ ἄλλαι νῆες ἔχουσιν·ἀλλ’ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺςἀνθρώπων, καὶ λαῖτμα τάχισθ’ ἁλὸς ἐκπερόωσινἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι’ οὐδέ ποτέ σφινοὔτε τι πημανθῆναι ἔπι δέος οὔτ’ ἀπολέσθαι.ἀλλὰ τόδ’ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσαΝαυσιθόου, ὃς ἔφασκε Ποσειδάων’ ἀγάσεσθαιἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἶμεν ἁπάντων.φῆ ποτὲ Φαιήκων ἀνδρῶν εὐεργέα νῆαἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳῥαίσεσθαι, μέγα δ’ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.ἃς ἀγόρευ’ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν,ἢ κ’ ἀτέλεστ’ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώραςἀνθρώπων, αὐτούς τε πόλιάς τ’ εὖ ναιεταούσας,ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,οἵ τε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής.εἰπὲ δ’ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷἈργείων Δαναῶν ἰδὲ Ἰλίου οἶτον ἀκούων.τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ’ ὄλεθρονἀνθρώποις, ἵνα ἦσι καὶ ἐσσομένοισιν ἀοιδή.ἢ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸἐσθλὸς ἐών, γαμβρὸς ἣ πενθερός, οἵ τε μάλιστακήδιστοι τελέθουσι μεθ’ αἷμά τε καὶ γένος αὐτῶν;ἡ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείωνγίγνεται ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.

↑ Top