Book 11 of 24
Book 11: The visit to the dead
The Visit to the Dead.
Αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,νῆα μὲν ἃρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,ἐν δ’ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶβαίνομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες.ἡμῖν δ’ αὖ κατόπισθε νεὸς κυανοπρῴροιοἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.ἡμεῖς δ’ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆαἥμεθα· τὴν δ’ ἄνεμός τε κυβερνήτης τ’ ἴθυνε.τῆς δὲ πανημερίης τέταθ’ ἱστία ποντοπορούσης·δύσετό τ’ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί.Ἢ δ’ ἐς πείραθ’ ἵκανε βαθυρρόου Ὠκεανοῖο.ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτ’ αὐτοὺςἨέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,οὔθ’ ὁπότ’ ἂν στείχησι πρὸς οὐρανὸν ἀστερόεντα,οὔθ’ ὅτ’ ἂν ἂψ ἐπὶ γαῖαν ἀπ’ οὐρανόθεν προτράπηται,ἀλλ’ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.νῆα μὲν ἔνθ’ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλαεἱλόμεθ’· αὐτοὶ δ’ αὖτε παρὰ ῥόον Ὠκεανοῖοἤομεν, ὄφρ’ ἐς χῶρον ἀφικόμεθ’ ὃν φράσε Κίρκη.Ἔθ’ ἱερήϊα μὲν Περιμήδης Εὐρύλοχός τεἔσχον· ἐγὼ δ’ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦβόθρον ὄρυξ’ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,ἀμφ’ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέϊ οἴνῳ,τὸ τρίτον αὖθ’ ὕδατι· ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνον.πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἣ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τ’ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δ’ ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴῳπαμμέλαν’, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.τοὺς δ’ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησαἐς βόθρον, ῥέε δ’ αἷμα κελαινεφές· αἱ δ’ ἀγέροντοψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.νύμφαι τ’ ἠΐθεοί τε πολύτλητοί τε γέροντεςπαρθενικαί τ’ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι·πολλοὶ δ’ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,ἄνδρες ἀρηΐφατοι βεβροτωμένα τεύχε’ ἔχοντες·οἱ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλοςθεσπεσίῃ ἰαχῃ· ἐμὲ δὲ χλωρὸν δέος ἥρει.δὴ τότ’ ἔπειθ’ ἑτάροισιν ἐποτρύνας ἐκέλευσαμῆλα, τὰ δὴ κατέκειτ’ ἐσφαγμένα νηλέϊ χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τ’ Ἀἴδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἥμην, οὐδ’ εἴων νεκύων ἀμενηνὰ κάρηνααἵματος ἄσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.Πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖςἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.Ὣς ἐφάμην, ὁ δέ μ’ οἰμώξας ἠμείβετο μύθῳ·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος·Κίρκης δ’ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησαἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴνἀστραγάλων ἐάγη, ψυχὴ δ’ Ἀἰδόσδε κατῆλθε.νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,πρός τ’ ἀλόχου καὶ πατρός, ὅ σ’ ἔτρεφε τυτθὸν ἐόντα,Τηλεμάχου θ’, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀἴδαονῆσον ἐς Αἰαίην σχήσεις εὐεργέα νῆα·ἔνθα σ’ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο·μή μ’ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν,νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοί ἐστι,σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,ἀνδρὸς δυστήνοιο, καὶ ἐσσομένοισι πυθέσθαι·ταῦτά τέ μοι τελέσαι πῆξαί τ’ ἐπὶ τύμβῳ ἐρετμόν,τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετ’ ἐμοῖς ἑτάροισιν.Ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.Νῶϊ μὲν ὡς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσινἥμεθ’, ἐγὼ μὲν ἄνευθεν ἐφ’ αἵματι φάσγανον ἴσχων,εἴδωλον δ’ ἑτέρωθεν ἑταίρου πόλλ’ ἀγόρευεν.Ἦλθε δ’ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,τὴν ζωὴν κατέλειπον ἰὼν ἐς Ἴλιον ἱρήν.τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·ἀλλ’ οὐδ’ ὡς εἴων προτέρην, πυκινόν περ ἀχεύων,αἵματος ἄσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.Ἦλθε δ’ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο,χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δ’ ἔγνω καὶ προσέειπε·Διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,τίπτ’ αὖτ’, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιοἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;ἀλλ’ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.Ὣς φάτ’, ἐγὼ δ’ ἀναχασσάμενος ξίφος ἀργυρόηλονκουλεῷ ἐγκατέπηξ’· ὁ δ’ ἐπεὶ πίεν αἷμα κελαινόν,καὶ τότε δή με ἔπεσσι προσηύδα μάντις ἀμύμων·Νόστον δίζηαι μελιηδέα, φαίδιμ’ Ὀδυσσεῦ·τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀΐωλήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ,χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.ἀλλ’ ἔτι μέν κε καὶ ὡς κακά περ πάσχοντες ἵκοισθε,αἴ κ’ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,ὁππότε κε πρῶτον πελάσῃς εὐεργέα νῆαΘρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,βοσκομένας δ’ εὕρητε βόας καὶ ἴφια μῆλαἨελίου, ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει.τὰς εἰ μέν κ’ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,καί κεν ἔτ’ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ’ ὄλεθροννηΐ τε καὶ ἑτάροις· αὐτὸς δ’ εἴ πέρ κεν ἀλύξης,ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,νηὸς ἐπ’ ἀλλοτρίης· δήεις δ’ ἐν πήματα οἴκῳ,ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσιμνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.ἀλλ’ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσικτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέϊ χαλκῷ,ἔρχεσθαι δὴ ἔπειτα, λαβὼν εὐῆρες ἐρετμόν,εἰς ὅ κε τοὺς ἀφίκηαι οἱ οὐ ἴσασι θάλασσανἀνέρες, οὐδέ θ’ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·οὐδ’ ἄρα τοὶ ἴσασι νέας φοινικοπαρήους,οὐδ’ εὐήρε’ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές, οὐδέ σε λήσει·ὁππότε κεν δή τοι ξυμβλήμενος ἄλλος ὁδίτηςφήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὦμῳ,καὶ τότε δὴ γαίῃ πήξας εὐῆρες ἐρετμόν,ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,ἀρνειὸν ταῦρόν τε συῶν τ’ ἐπιβήτορα κάπρον,οἴκαδ’ ἀποστείχειν ἔρδειν θ’ ἱερὰς ἑκατόμβαςἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,πᾶσι μάλ’ ἑξείης· θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃγήρᾳ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶὄλβιοι ἔσσονται· τὰ δέ τοι νημερτέα εἴρω.Ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·μητρὸς τήνδ’ ὁρόω ψυχὴν κατατεθνηυίης·ἡ δ’ ἀκέουσ’ ἧσται σχεδὸν αἵματος, οὐδ’ ἑὸν υἱὸνἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;Ὃς ἐφάμην, ὃ δέ μ’ αὐτίκ’ ἀμειβόμενος προσέειπε·ῥηΐδιόν τι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θήσω·ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτωναἵματος ἄσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·ᾧ δέ κ’ ἐπιφθονέοις, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.Ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Αἴδος εἴσωΤειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατ’ ἔλεξεν·αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρ’ ἐπὶ μήτηρἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δ’ ἔγνω,καί μ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·Τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόενταζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαιπεζὸν ἐόντ’, ἣν μή τις ἔχῃ εὐεργέα νῆα.ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδ’ ἱκάνειςνηΐ τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθεςεἰς Ἰθάκην, οὐδ’ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;Ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀἴδαοψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλ’ αἰὲν ἔχων ἀλάλημαι ὀϊζύν,ἐξ οὗ τὰ πρώτισθ’ ἑπόμην Ἀγαμέμνονι δίῳἼλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μαχοίμην.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;ἢ δολιχὴ νοῦσος, ἢ Ἄρτεμις ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδηἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δ’ οὐκέτι φασὶ νέεσθαι.εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσειἢ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.Ὣς ἐφάμην, ἣ δ’ αὐτίκ’ ἀμείβετο πότνια μήτηρ·καὶ λίην κείνη γε μένει τετληότι θυμῷσοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.σὸν δ’ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλοςΤηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐΐσαςδαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ’ ἀλεγύνειν·πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνειἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται· οὐδέ οἱ εὐναὶδέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,ἀλλ’ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροὶ εἵματα εἷται·αὐτὰρ ἐπὴν ἔλθησι θέρος τεθαλυῖά τ’ ὀπώρη,πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιοφύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί·ἔνθ’ ὅ γε κεῖτ’ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξεισὸν νόστον ποθέων’ χαλεπὸν δ’ ἐπὶ γῆρας ἱκάνει.οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·οὔτ’ ἐμέ γ’ ἐν μεγάροισιν ἐΐσκοπος ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἣ τε μάλιστατηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμ’ Ὀδυσσεῦ,σή τ’ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.Ὣς ἔφατ’, αὐτὰρ ἐγώ γ’ ἔθελον φρεσὶ μερμηρίξαςμητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.τρὶς μὲν ἐφορμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳἔπτατ’· ἐμοὶ δ’ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Μῆτερ ἐμή, τί νύ μ’ οὐ μίμνεις ἑλέειν μεμαῶτα,ὄφρα καὶ εἰν Ἀἴδαο φίλας περὶ χεῖρε βαλόντεἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;ἡ τί μοι εἴδωλον τόδ’ ἀγαυὴ Περσεφόνειαὄτρυν’, ὄφρ’ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;Ὣς ἐφάμην, ἡ δ’ αὐτίκ’ ἀμείβετο πότνια μήτηρ·ὦ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,οὔ τί σε Περσεφόνεια, Διὸς θυγάτηρ, ἀπαφίσκει,ἀλλ’ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἵνες ἔχουσιν,ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιοδαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκ’ ὀστέα θυμός,ψυχὴ δ’ ἠΐτ’ ὄνειρος ἀποπταμένη πεπότηται.ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντι.ἴσθ’, ἵνα καὶ μετόπισθε τεῇ εἴπησθα γυναικί.Νῶϊ μὲν ὡς ἐπέεσσιν ἀμειβόμεθ’, αἱ δὲ γυναῖκεςἤλυθον, ὄτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.αἱ δ’ ἀμφ’ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦοὐκ εἴων πιέειν ἅμα πάσας αἷμα κελαινόν.αἷ δὲ προμνηστῖναι ἐπήϊσαν, ἠδὲ ἑκάστηὃν γόνον ἐξαγόρευεν· ἐγὼ δ’ ἐρέεινον ἁπάσας.Ἔθ’ ἢ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·ἢ ποταμοῦ ἠράσσατ’, Ἐνιπῆος θείοιο,ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,καί ῥ’ ἐπ’ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.τῷ δ’ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιοςἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·πορφύρεον δ’ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.λῦσε δὲ παρθενίην ζώνην, κατὰ δ’ ὕπνον ἔχευεν.αὐτὰρ ἐπεί ῥ’ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·Χαῖρε, γύναι, φιλότητι, περιπλομένου δ’ ἐνιαυτοῦτέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.νῦν δ’ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδ’ ὀνομήνῃς·αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.Ὃς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.ἡ δ’ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθηνἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷναῖε πολύρρηνος, ὁ δ’ ἄρ’ ἐν Πύλῳ ἠμαθόεντι.τοὺς δ’ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν.Αἴσονά τ’ ἠδὲ Φέρητ’ Ἀμυθάονά θ’ ἱππιοχάρμην.,. Τὴν δὲ μέτ’ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,ἣ δὴ καὶ Διὸς εὔχετ’ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,καί ῥ’ ἔτεκεν δύο παῖδ’, Ἀμφίονά τε Ζῆθόν τε,οἱ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,πύργωσάν τ’, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ’ ἐδύναντοναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.Τὴν δὲ μέτ’ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,ἥ ῥ’ Ἡρακλῆα θρασυμέμνονα θυμολέονταγείνατ’ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.Μητέρα τ’ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,ἣ μέγα ἔργον ἔρεξεν ἀϊδρείῃσι νόοιο,γημαμένη ᾧ υἷϊ’ ὁ δ’ ὃν πατέρ’ ἐξεναρίξαςγῆμεν· ἄφαρ δ’ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.ἀλλ’ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχωνΚαδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·ἡ δ’ ἔβη εἰς Ἀἴδαο πυλάρταο κρατεροῖο,ἁψαμένη βρόχον αἰπὺν ἀφ’ ὑψηλοῖο μελάθρου,ᾧ ἄχεϊ σχομένη· τῷ δ’ ἄλγεα κάλλιπ’ ὀπίσσωπολλὰ μάλ’, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσι.Καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺςγῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,ὅς ποτ’ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,Νέστορά τε Χρομίον τε Περικλύμενόν τ’ ἀγέρωχον.τοῖσι δ’ ἐπ’ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,τὴν πάντες μνώοντο περικτίται’ οὐδέ τι Νηλεὺςτῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπουςἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείηςἀργαλέας· τὰς δ’ οἷος ὑπέσχετο μάντις ἀμύμωνἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,δεσμοί τ’ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.ἀλλ’ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντοἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,καὶ τότε δή μιν λῦσε βίη Ἰφικληείη,θέσφατα πάντ’ εἰπόντα’ Διὸς δ’ ἐτελείετο βουλή.Καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,ἢ ῥ’ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,Κάστορά θ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·οἱ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντεςἄλλοτε μὲν ζώουσ’ ἑτερήμεροι, ἄλλοτε δ’ αὖτετεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.Τὴν δὲ μέτ’ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν,ἔσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,καί ῥ’ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δὲ γενέσθην,Ὠτόν τ’ ἀντίθεον τηλεκλειτόν τ’ Ἐφιάλτην,οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρακαὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσανεὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳφυλόπιδα στήσειν πολυάϊκος πολέμοιο.Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ’ ὌσσηΠήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἀμβατὸς εἴη.καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·ἀλλ’ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,ἀμφοτέρω, πρίν σφωϊν ὑπὸ κροτάφοισιν ἰούλουςἀνθῆσαι πυκάσαι τε γένυς εὐανθέϊ λάχνῃ.Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τ’ Ἀριάδνην;κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺςἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράωνἦγε μέν, οὐδ’ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκταΔίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσι.Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τ’ Ἐριφύλην,ἢ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.πάσας δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνωὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρα·πρὶν γάρ κεν καὶ νὺξ φθῖτ’ ἄμβροτος. ἀλλὰ καὶ ὥρηεὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντ’ ἐς ἑταίρουςἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,κηληθμῷ δ’ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.τοῖσιν δ’ Ἀρήτη λευκώλενος ἄρχετο μύθων·Φαίηκες, πῶς ὕμμιν ἀνὴρ ὅδε φαίνεται εἶναιεἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας;ξεῖνος δ’ αὖτ’ ἐμός ἐστιν, ἕκαστος δ’ ἔμμορε τιμῆς·τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶραοὕτω χρηΐζοντι κολούετε· πολλὰ γὰρ ὑμῖνκτήματ’ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.Τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·Ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδ’ ἀπὸ δόξηςμυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.Ἀλκινόου δ’ ἐκ τοῦδ’ ἔχεται ἔργον τε ἔπος τε.Τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γεζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·ξεῖνος δὲ τλήτω, μάλα περ νόστοιο χατίζων,ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσανδωτίνην τελέσω· πομπὴ δ’ ἄνδρεσσι μελήσειπᾶσι, μάλιστα δ’ ἐμοί· τοῦ γὰρ κράτος ἔστ’ ἐνὶ δήμῳ.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ’ αὐτόθι μίμνειν,πομπήν τ’ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδ’ ἱκέσθαι·καί κ’ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴηνπᾶσιν, ὅσοι μ’ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.Τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σ’ ἐΐσκομεν εἰσορόωντεςἠπεροπῆά τ’ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺςβόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπουςψεύδεά τ’ ἀρτύνοντας, ὅθεν κέ τις οὐδὲ ἴδοιτο·σοὶ δ’ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί,μῦθον δ’ ὡς ὅτ’ ἀοιδὸς ἐπισταμένως κατέλεξας,πάντων Ἀργείων σέο τ’ αὐτοῦ κήδεα λυγρά.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμ’ αὐτῷἼλιον εἰς ἅμ’ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.νὺξ δ’ ἥδε μάλα μακρὴ ἀθέσφατος· οὐδέ πω ὥρηεὕδειν ἐν μεγάρῳ· σὺ δέ μοι λέγε θέσκελα ἔργα.καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺτλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·εἰ δ’ ἔτ’ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γετούτων σοι φθονέοιμι καὶ οἰκτρότερ’ ἄλλ’ ἀγορεῦσαι,κήδε’ ἐμῶν ἑτάρων, οἱ δὴ μετόπισθεν ὄλοντο,οἱ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν αὐτήν,ἐν νόστῳ δ’ ἀπόλοντο κακῆς ἰότητι γυναικός.Αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ’ ἄλλυδις ἄλλῃἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,ἦλθε δ’ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαοἀχνυμένη· περὶ δ’ ἄλλαι ἀγηγέραθ’, ὅσσοι ἅμ’ αὐτῷοἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.ἔγνω δ’ αἷψ’ ἐμὲ κεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·κλαῖε δ’ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·ἀλλ’ οὐ γάρ οἱ ἔτ’ ἣν ὃς ἔμπεδος οὐδέ τι κῖκυς,οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν, Ἀγάμεμνον,τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;ἠέ σέ γ’ ἐν νήεσσι Ποσειδάων ἐδάμασσενὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀὐτμήν,ἦέ σ’ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ’ ἐπὶ χέρσουβοῦς περιταμνόμενον ἠδ’ οἰῶν πώεα καλά,ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;Ὣς ἐφάμην, ὁ δέ μ’ αὐτίκ’ ἀμειβόμενος προσέειπε·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,οὔτ’ ἐμέ γ’ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀϊτμήν,οὔτε μ’ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ’ ἐπὶ χέρσου,ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τεἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἵκόνδε καλέσσας,δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.ὡς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δ’ ἄλλοι ἑταῖροινωλεμέως κτείνοντο, σύες ὡς ἀργιόδοντες,οἵ ῥά τ’ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιοἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσαςκείμεθ’ ἐνὶ μεγάρῳ, δάπεδον δ’ ἅπαν αἵματι θῦεν.οἰκτροτάτην δ’ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητιςἀμφ’ ἐμοί· αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρωνβάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπιςνοσφίσατ’, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀἴδαοχερσὶ κατ’ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμ’ ἐρεῖσαι.ὡς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικὸςἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,κουριδίῳ τεύξασα πόσει φόνον. ἢ τοι ἔφην γεἀσπάσιος παίδεσσιν ἰδὲ ὁμώεσσιν ἐμοῖσινοἴκαδ’ ἐλεύσεσθαι· ἡ δ’ ἔξοχα λυγρὰ ἰδυῖαοἵ τε κατ’ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσωθηλυτέρῃσι γυναιξί, καὶ ἥ κ’ εὐεργὸς ἔησιν.Ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Ὦ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺςἐκπάγλως ἔχθαιρε γυναικείας διὰ βουλὰςἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθ’ εἵνεκα πολλοί.σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθ’ ἐόντι.Ἃς ἐφάμην, ὁ δέ μ’ αὐτίκ’ ἀμειβόμενος προσέειπε·τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·μηδ’ οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κ’ ἐὺ εἰδῆς,ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.ἀλλ’ οὐ σοί γ’, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἷδεκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.ἢ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖςἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷνήπιος, ὅς που νῦν γε μετ’ ἀνδρῶν ἵζει ἀριθμῷ,ὄλβιος· ἢ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.ἡ δ’ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτιςὀφθαλμοῖσιν ἔασε’ πάρος δέ με πέφνε καὶ αὐτόν.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι·κρύβδην, μηδ’ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαννῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,ἤ που ἐν Ὀρχομενῷ, ἢ ἐν Πύλῳ ἠμαθόεντι,ἢ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.Ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,ζώει ὅ γ’ ἢ τέθνηκε· κακὸν δ’ ἀνεμώλια βάζειν.Νῶϊ μὲν ὡς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσινἕσταμεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες·ἦλθε δ’ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆοςκαὶ Πατροκλῆος καὶ ἀμύμονος ἈντιλόχοιοΑἴαντός θ’, ὃς ἄριστος ἔην εἶδός τε δέμας τετῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα.ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο,καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·Διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,σχέτλιε, τίπτ’ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;πῶς ἔτλης Αἰδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;Ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὦ Ἀχιλεῦ, Πηλῆος υἱέ, μέγα φέρτατ’ Ἀχαιῶν,ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴνεἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλ’ αἰὲν ἔχω κακά· σεῖο δ’, Ἀχιλλεῦ,οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτ’ ἄρ’ ὀπίσσω.πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσινἈργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσινἐνθάδ’ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.Ἃς ἐφάμην, ὁ δέ μ’ αὐτίκ’ ἀμειβόμενος προσέειπε·μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμ’ Ὀδυσσεῦ.βουλοίμην κ’ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,ἀνδρὶ παρ’ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,ἣ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.ἀλλ’ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,ἢ ἕπετ’ ἐς πόλεμον πρόμος ἔμμεναι ἦε καὶ οὐκί.εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος εἴ τι πέπυσσαι,ἢ ἔτ’ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,ἡ μιν ἀτιμάζουσιν ἀν’ Ἑλλάδα τε Φθίην τε,οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ’ αὐγὰς ἠελίοιο,τοῖος ἐὼν οἷός ποτ’ ἐνὶ Τροίῃ εὐρείῃπέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν.εἰ τοιόσδ’ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ,τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,οἱ κεῖνον βιόωνται ἐέργουσίν τ’ ἀπὸ τιμῆς.Ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ἢ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιοπᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐΐσηςἤγαγον ἐκ Σκύρου μετ’ ἐϋκνήμιδας Ἀχαιούς.ἦ τοι ὅτ’ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.αὐτὰρ ὅτ’ ἐν πεδίῳ Τρώων μαρναίμεθ’ Ἀχαιοί,οὔ ποτ’ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδ’ ἐν ὁμίλῳ,ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων·πολλοὺς δ’ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηϊοτῆτι.πάντας δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω,ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,ἀλλ’ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,ἥρω’ Εὐρύπυλον· πολλοὶ δ’ ἀμφ’ αὐτὸν ἑταῖροιΚήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.αὐτὰρ ὅτ’ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμ’ Ἐπειός,Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δ’ ἐπὶ πάντ’ ἐτέταλτο,ἡμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ’ ἐπιθεῖναι·ἔνθ’ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντεςδάκρυά τ’ ὠμόργνυντο τρέμον θ’ ὑπὸ γυῖα ἑκάστου·κεῖνον δ’ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσινοὔτ’ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶνδάκρυ’ ὀμορξάμενον’ ὁ δέ με μάλα πόλλ’ ἱκέτευενἱππόθεν ἐξέμεναι, ξίφεος δ’ ἐπεμαίετο κώπηνκαὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοΐνα.ἀλλ’ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινενἀσκηθής. οὔτ’ ἃρ βεβλημένος ὀξέϊ χαλκῷοὔτ’ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰγίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.Ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαοφοίτα μακρὰ βιβᾶσα κατ’ ἀσφοδελὸν λειμῶνα,γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.Αἱ δ’ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτωνἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδε’ ἑκάστη.οἴη δ’ Αἴαντος ψυχὴ Τελαμωνιάδαονόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶτεύχεσιν ἀμφ’ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ’ ἐπ’ ἀέθλῳ·τοίην γὰρ κεφαλὴν ἕνεκ’ αὐτῶν γαῖα κατέσχεν,Αἴανθ’, ὃς περὶ μὲν εἶδος, περὶ δ’ ἔργα τέτυκτοτῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα.τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·Αἷαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρ’ ἔμελλεςοὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέωνοὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,τοῖος γάρ σφιν πύργος ἀπώλεο’ σεῖο δ’ Ἀχαιοὶἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαοἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλοςαἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάωνἐκπάγλως ἔχθαιρε, τεὶν δ’ ἐπὶ μοῖραν ἔθηκεν.ἀλλ’ ἄγε δεῦρο, ἄναξ, ἵν’ ἔπος καὶ μῦθον ἀκούσῃςἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.Ὣς ἐφάμην, ὁ δέ μ’ οὐδὲν ἀμείβετο, βῆ δὲ μετ’ ἄλλαςψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.ἔνθα χ’ ὁμῶς προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισιτῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.Ἔνθ’ ἢ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,ἥμενον· οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,ἥμενοι ἑσταότες τε, κατ’ εὐρυπυλὲς Αἴδος δῶ.Τὸν δὲ μέτ’ Ὠρίωνα πελώριον εἰσενόησαθῆρας ὁμοῦ εἰλεῦντα κατ’ ἀσφοδελὸν λειμῶνα,τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι,χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.Καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,κείμενον ἐν δαπέδῳ ὁ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα,γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,δέρτρον ἔσω δύνοντες· ὃ δ’ οὐκ ἀπαμύνετο χερσί·Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,Πυθώδ’ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.Καὶ μὴν Τάνταλον ἐσεῖδον χαλέπ’ ἄλγε’ ἔχοντα,ἑσταότ’ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·στεῦτο δὲ διψάων, πιέειν δ’ οὐκ εἶχεν ἑλέσθαι·ὁσσάκι γὰρ κύψειί ὁ γέρων πιέειν μενεαίνων,τοσσάχ’ ὕδωρ ἀπολέσκετ’ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶγαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.δένδρεα δ’ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποισυκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·τῶν ὁπότ’ ἰθύσει’ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,τὰς δ’ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.Καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ’ ἄλγε’ ἔχοντα,λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.ἢ τοι ὃ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τελᾶαν ἄνω ὥθεσκε ποτὶ λόφον· ἀλλ’ ὅτε μέλλοιἄκρον ὑπερβαλέειν, τότ’ ἀποστρέψασκε κραταιΐς·αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.αὐτὰρ ὅ γ’ ἂψ ὥσασκε τιταινόμενος, κατὰ δ’ ἱδρὼςἔρρεεν ἐκ μελέων, κονίη δ’ ἐκ κρατὸς ὀρώρει.Τὸν δὲ μέτ’ εἰσενόησα βίην Ἡρακληείην,εἴδωλον· αὐτὸς δὲ μετ’ ἀθανάτοισι θεοῖσιτέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβηνπαῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,πάντοσ’ ἀτυζομένων· ὁ δ’ ἐρεμνῇ νυκτὶ ἐοικώς,γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀϊστόν,δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρχρύσεος ἣν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,ἄρκτοι τ’ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,ὑσμῖναί τε μάχαι τε φόνοι τ’ ἀνδροκτασίαι τε.μὴ τεχνησάμενος μηδ’ ἄλλο τι τεχνήσαιτο,ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.ἔγνω δ’ αὐτίκα κεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσι,καί μ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·Διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,ἃ δείλ’, ἣ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,ὅν περ ἐγὼν ὀχέεσκον ὑπ’ αὐγὰς ἠελίοιο.Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀϊζὺνεἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶδεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ’ ἀέθλους.καί ποτέ μ’ ἐνθάδ’ ἔπεμψε κύν’ ἄξοντ’· οὐ γὰρ ἔτ’ ἄλλονφράζετο τοῦδέ τί μοι χαλεπώτερον εἶναι ἄεθλον.τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀἴδαο·Ἑρμείας δέ μ’ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.Ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Αἴδος εἴσω,αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτ’ ἔλθοιἀνδρῶν ἡρώων, οἱ δὴ τὸ πρόσθεν ὄλοντο.καί νύ κ’ ἔτι προτέρους ἴοον ἀνέρας, οὗς ἔθελόν περ·Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·ἀλλὰ πρὶν ἐπὶ ἔθνε’ ἀγείρετο μυρία νεκρῶνἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ἥρει,μή μοι Τοργείην κεφαλὴν δεινοῖο πελώρουἐξ Αἴδος πέμψειεν ἀγαυὴ Περσεφόνεια.αὐτίκ’ ἔπειτ’ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρουςαὐτούς τ’ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.οἱ δ’ αἷψ’ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.τὴν δὲ κατ’ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,πρῶτα μὲν εἰρεσίη, μετέπειτα δὲ κάλλιμος οὖρος.