Classica Labs

← The Odyssey · Contents

Book 12 of 24

Book 12: Sirens, Scylla and the Sun's cattle

The Sirens, Scylla and Charybdis, the Cattle of the Sun.

Αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖονηῦς, ἀπὸ δ’ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιονῆσόν τ’ Αἰαίην, ὅθι τ’ Ἠοῦς ἠριγενείηςοἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,νῆα μὲν ἔνθ’ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἡ ἔνθα δ’ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότ’ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίοκηςοἰσέμεναι νεκρὸν Ἐλπήνορα τεθνηῶτα.φιτροὺς δ’ αἶψα ταμόντες, ὅθ’ ἀκρότατος πρόεχ’ ἀκτή,θάπτομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες.αὐτὰρ ἐπεὶ νεκρός τ’ ἐκάη καὶ τεύχεα νεκροῦ,τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντεςπήξαμεν ἀκροτάτῳ τύμβῳ εὐῆρες ἐρετμόν.Ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν’ οὐδ’ ἄρα Κίρκηνἐξ Ἀἴδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλ’ ὦκαἦλθ’ ἐντυναμένη· ἅμα δ’ ἀμφίπολοι φέρον αὐτῇσῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἷνον ἐρυθρόν.ἡ δ’ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·Σχέτλιοι, οἱ ζώοντες ὑπήλθετε δῶμ’ Ἀἴδαο,δισθανέες, ὅτε τ’ ἄλλοι ἅπαξ θνήσκουσ’ ἄνθρωποι.ἀλλ’ ἄγετ’ ἐσθίετε βρώμην καὶ πίνετε οἶνοναὖθι πανημέριοι· ἅμα δ’ ἠοῖ φαινομένηφιπλεύσεσθ’· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστασημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇἢ ἁλὸς ἣ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.Ὣς ἔφαθ’, ἡμῖν δ’ αὖτ’ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὡς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,ἡ δ’ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρωνεἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.καὶ τότε δή με ἔπεσσι προσηύδα πότνια Κίρκη·Ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ’ ἄκουσον,ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάνταςἀνθρώπους θέλγουσιν, ὅτις σφέας εἰσαφίκηται.ὅς τις ἀϊδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃΣειρήνων, τῷ δ’ οὔ τι γυνὴ καὶ νήπια τέκναοἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ,ἥμεναι ἐν λειμῶνι· πολὺς δ’ ἀμφ’ ὀστεόφιν θὶςἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.ἀλλὰ παρὲξ ἐλάαν, ἐπὶ δ’ οὔατ’ ἀλεῖψαι ἑταίρωνκηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃτῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ’ ἐθέλῃσθα,δησάντων σ’ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τεὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’ αὐτοῦ πείρατ’ ἀνήφθω,ὄφρα κε τερπόμενος ὄπ’ ἀκούῃς Σειρήνοιϊν.εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,οἱ δέ σ’ ἐνὶ πλεόνεσσι τότε δεσμοῖσι διδέντων.Αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,ἔνθα τοι οὐκέτ’ ἔπειτα διηνεκέως ἀγορεύσωὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸςθυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δ’ αὐτὰςκῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·Πλαγκτὰς δ’ ἢ τοι τάς γε θεοὶ μάκαρες καλέουσι.τῇ μέν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαιτρήρωνες, ταί τ’ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·ἀλλ’ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.τῇ δ’ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,ἀλλά θ’ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶνκύμαθ’ ἁλὸς φορέουσι πυρός τ’ ὀλοοῖο θύελλαι.οἴη δὴ κείνῃ γε παρέπλω ποντοπόρος νηῦςἈργὼ πασιμέλουσα, παρ’ Αἰήταο πλέουσα·καί νύ κε τὴν ἔνθ’ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,ἀλλ’ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.Οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνειὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκεκυανέη· τὸ μὲν οὔ ποτ’ ἐρωεῖ, οὐδέ ποτ’ αἴθρηκείνου ἔχει κορυφὴν οὔτ’ ἐν θέρει οὔτ’ ἐν ὀπώρῃ·οὐδέ κεν ἀμβαίη βροτὸς ἀνήρ, οὐδ’ ἐπιβαίη,οὐδ’ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐϊκυῖα.μέσσῳ δ’ ἐν σκοπέλῳ ἐστὶ σπέος ἠεροειδές,πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ἧ περ ἂν ὑμεῖςνῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμ’ Ὀδυσσεῦ.οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήϊος ἀνὴρτόξῳ ὀϊστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.ἔνθα δ’ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα·τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆςγίγνεται, αὐτὴ δ’ αὗτε πέλωρ κακόν· οὐδέ κέ τίς μινγηθήσειεν ἰδών, οὐδ’ εἰ θεὸς ἀντιάσειε.τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,ἐξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃσμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες,πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκενἔξω δ’ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,αὐτοῦ δ’ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,δελφῖνάς τε κύνας τε καὶ εἴ ποθι μεῖζον ἕλῃσικῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.τῇ δ’ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνταιπαρφυγέειν σὺν νηΐ φέρει δέ τε κρατὶ ἑκάστῳφῶτ’ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.Τὸν δ’ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ,πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.τῷ δ’ ἐν ἐρινεός ἐστι μέγας, φύλλοισι τεθηλώς·τῷ δ’ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.τρὶς μὲν γάρ τ’ ἀνίησιν ἐπ’ ἤματι, τρὶς δ’ ἀναροιβδεῖδεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·οὐ γάρ κεν ῥύσαιτό σ’ ὑπὲκ κακοῦ οὐδ’ ἐνοσίχθων.ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκανῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστινἐξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.Ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·εἰ δ’ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,τὴν δέ κ’ ἀμυναίμην, ὅτε μοι σίνοιτό γ’ ἑταίρους.Ὃς ἐφάμην, ἡ δ’ αὐτίκ’ ἀμείβετο δῖα θεάων·σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήϊα ἔργα μέμηλεκαὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;ἡ δέ τοι οὐ θνητή, ἀλλ’ ἀθάνατον κακόν ἐστι,δεινόν τ’ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·οὐδέ τίς ἐστ’ ἀλκή· φυγέειν κάρτιστον ἀπ’ αὐτῆς.ἣν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,δείδω μή σ’ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσιτόσσῃσιν κεφαλῇσι, τόσους δ’ ἐκ φῶτας ἕληται.ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιϊν,μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·ἥ μιν ἔπειτ’ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.Θρινακίην δ’ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶβόσκοντ’ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ’ οἰῶν πώεα καλά,πεντήκοντα δ’ ἕκαστα· γόνος δ’ οὐ γίγνεται αὐτῶν,οὐδέ ποτε φθινύθουσι. θεαὶ δ’ ἐπιποιμένες εἰσί,νύμφαι ἐϋπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρΘρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,μῆλα φυλασσέμεναι πατρώϊα καὶ ἕλικας βοῦς.τὰς εἰ μέν κ’ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,ἡ τ’ ἂν ἔτ’ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ’ ὄλεθροννηΐ τε καὶ ἑτάροις· αὐτὸς δ’ εἴ πέρ κεν ἀλύξης,ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.Ὣς ἔφατ’, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἡ μὲν ἔπειτ’ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὄτρυνον ἑταίρουςαὐτούς τ’ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.οἱ δ’ αἶψ’ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.ἑξῆς δ’ ἑζμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἡμῖν δ’ αὖ κατόπισθε νεὸς κυανοπρῴροιοἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.αὐτίκα δ’ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆαἤμεθα· τὴν δ’ ἄνεμός τε κυβερνήτης τ’ ἴθυνε.δὴ τότ’ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·Ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ’ οἴουςθέσφαθ’ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·ἀλλ’ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμενἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάωνφθόγγον ἀλεύασθαι καὶ λειμῶν’ ἀνθεμόεντα.οἷον ἔμ’ ἠνώγει ὄπ’ ἀκουέμεν· ἀλλά με δεσμῷδήσατ’ ἐν ἀργαλέῳ, ὄφρ’ ἔμπεδον αὐτόθι μίμνω,ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’ αὐτοῦ πείρατ’ ἀνήφθω.εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,ὑμεῖς δ’ ἐν πλεόνεσσι τότε δεσμοῖσι πιέζειν.Ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς εὐεργὴςνῆσον Σειρήνοιϊν· ἔπειγε γὰρ οὖρος ἀπήμων.αὐτίκ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνηἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.ἀνστάντες δ’ ἕταροι νεὸς ἱστία μηρύσαντο,καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ βάλον, οἱ δ’ ἐπ’ ἐρετμὰἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέϊ χαλκῷτυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζν.αἶψα δ’ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἃςἨελίου τ’ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·ἑξείης δ’ ἑτάροισιν ἐπ’ οὔατα πᾶσιν ἄλειψα.οἱ δ’ ἐν νηΐ μ’ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τεὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’ αὐτοῦ πείρατ’ ἀνῆπτον·αὐτοὶ δ’ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλ’ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,ῥίμφα διώκοντες, τὰς δ’ οὐ λάθεν ὠκύαλος νηῦςἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ’ ἔντυνον ἀοιδήν·Δεϑρ’ ἄγ’ ἰών, πολύαιν’ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,νῆα κατάστησον, ἵνα νωϊτέρην ὄπ’ ἀκούσῃς.οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,πρίν γ’ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ’ ἀκοῦσαι,ἀλλ’ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.ἴδμεν γάρ τοι πάνθ’ ὅσ’ ἐνὶ Τροίῃ εὐρείῃἈργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν·ἴδμεν δ’ ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.Ἃς φάσαν ἱεῖσαι ὄπα κάλλιμον’ αὐτὰρ ἐμὸν κῆρἤθελ’ ἀκουέμεναι, λῦσαί τ’ ἐκέλευον ἑταίρους,ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.αὐτίκα δ’ ἀνστάντες Περιμήδης Εὐρύλοχός τεπλείοσί μ’ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδ’ ἔτ’ ἔπειταφθόγγον Σειρήνων ἠκούομεν οὐδέ τ’ ἀοιδήν,αἶψ’ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,ὅν σφιν ἐπ’ ὠσὶν ἄλειψ’, ἐμέ τ’ ἐκ δεσμῶν ἀνέλυσαν.Ἀλλ’ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ’ ἔπειτακαπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα·τῶν δ’ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ’ ἐρετμά,βόμβησαν δ’ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δ’ αὐτοῦνηῦς, ἐπεὶ οὐκέτ’ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὄτρυνον ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·Ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακὸν ἢ ὅτε Κύκλωψεἴλει ἐνὶ σπῆϊ γλαφυρῷ κρατερῆφι βίηφιν·ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τεἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀΐω.νῦν δ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαντύπτετε κληΐδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺςδώῃ τόνδε γ’ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·σοὶ δέ, κυβερνῆθ’, ὧδ’ ἐπιτέλλομαι· ἀλλ’ ἐνὶ θυμῷβάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήϊα νωμᾷς.τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργενῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθησικεῖσ’ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.τ Ὡς ἐφάμην, οἱ δ’ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.Σκύλλην δ’ οὐκέτ’ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροιεἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆςλανθανόμην, ἐπεὶ οὔ τί μ’ ἀνώγει θωρήσσεσθαι·αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρεμάκρ’ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινονπρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαιΣκύλλην πετραίην, ἥ μοι φέρε πῆμ’ ἑτάροισιν·οὐδέ πῃ ἀθρῆσαι δυνάμην’ ἔκαμον δέ μοι ὄσσεπάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.Ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·ἔνθεν γὰρ Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδιςδεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.ἢ τοι ὅτ’ ἐξεμέσειε, λέβης ὡς ἐν πυρὶ πολλῷπᾶσ’ ἀναμορμύρεσκε κυκωμένη· ὑψόσε δ’ ἄχνηἄκροισι σκοπέλοισιν ἐπ’ ἀμφοτέροισιν ἔπιπτεν.ἀλλ’ ὅτ’ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,πᾶσ’ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρηδεινὸν βεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκεψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ἥρει.ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·τόφρα δέ μοι Σκύλλη κοίλης ἐκ νηὸς ἑταίρουςἐξ ἔλεθ’, οἱ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν·σκεψάμενος δ’ ἐς νῆα θοὴν ἅμα καὶ μεθ’ ἑταίρουςἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθενὑψόσ’ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντεςἐξονομακλήδην, τότε γ’ ὕστατον, ἀχνύμενοι κῆρ.ὡς δ’ ὅτ’ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλωνἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,ἀσπαίροντα δ’ ἔπειτα λαβὼν ἔρριψε θύραζε,ὡς οἵ γ’ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·αὐτοῦ δ’ εἰνὶ θύρῃσι κατήσθιε κεκλήγοντας,χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηϊοτῆτι.οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσιπάντων ὅσσ’ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.Αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε ΧάρυβδινΣκύλλην τ’, αὐτίκ’ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσονἱκόμεθ’. ἔνθα δ’ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,πολλὰ δὲ ἴφια μῆλ’ Ὑπερίονος Ἠελίοιο.δὴ τότ’ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃμυκηθμοῦ τ’ ἤκουσα βοῶν αὐλιζομενάωνοἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷμάντιος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,Κίρκης τ’ Αἰαίης, οἵ μοι μάλα πόλλ’ ἐπέτελλοννῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.δὴ τότ’ ἐγὼν ἑτάροισι μετηύδων, ἀχνύμενος κῆρ·Κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι,ὄφρ’ ὑμῖν εἴπω μαντήϊα ΤειρεσίαοΚίρκης τ’ Αἰαίης, οἵ μοι μάλα πόλλ’ ἐπέτελλοννῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκον.ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.Ὃς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.αὐτίκα δ’ Εὐρύλοχος στυγερῷ μ’ ἠμείβετο μύθῳ·Σχέτλιός εἰς, Ὀδυσεῦ, περί τοι μένος οὐδέ τι γυῖακάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,ὅς ῥ’ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳοὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτενήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,ἀλλ’ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας,νήσου ἀποπλαγχθέντας, ἐν ἠεροειδέϊ πόντῳ.ἐκ νυκτῶν δ’ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστανῆα διαρραίουσι, θεῶν ἀέκητι ἀνάκτων.ἀλλ’ ἢ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃδόρπον θ’ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες·ἠῶθεν δ’ ἀναβάντες ἐνήσομεν εὐρέϊ πόντῳ.Ὣς ἔφατ’ Εὐρύλοχος, ἐπὶ δ’ ἤνεον ἄλλοι ἑταῖροι.καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Εὐρύλοχ’, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα·ἀλλ’ ἄγε δή μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,εἴ κέ τιν’ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ’ οἰῶνεὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσινἣ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοιἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.Ὣς ἐφάμην, οἱ δ’ αὐτίκ’ ἀπόμνυον ὡς ἐκέλευον.αὐτὰρ ἐπεί ῥ’ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,στήσαμεν ἐν λιμένι γλαφυρῷ εὐεργέα νῆαἄγχ’ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροινηῦς, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,οὗς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ’ ἄστρα βεβήκει,ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺςλαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψεγαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ’ οὐρανόθεν νύξ.ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,νῆα μὲν ὁρμίσαμεν, κοῖλον σπέος εἰσερύσαντες·ἔνθα δ’ ἔσαν Νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι.καὶ τότ’ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·Ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τεἐστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,Ἠελίου, ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει.Ἃς ἐφάμην, τοῖσιν δ’ ἐπεπείθετο θυμὸς ἀγήνωρ.μῆνα δὲ πάντ’ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλοςγίγνετ’ ἔπειτ’ ἀνέμων, εἰ μὴ Εὖρός τε Νότος τε.οἱ δ’ ἧος μὲν σῖτον ἔχον καὶ οἷνον ἐρυθρόν,τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.ἀλλ’ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤϊα πάντα,καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,γναμπτοῖς ἀγκίστροισιν’ ἔτειρε δὲ γαστέρα λιμός·δὴ τότ’ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσινεὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.ἀλλ’ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,χεῖρας νιψάμενος, ὅθ’ ἐπὶ σκέπας ἦν ἀνέμοιο,ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·οἱ δ’ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.Εὐρύλοχος δ’ ἑτάροισι κακῆς ἐξάρχετο βουλῆς·Κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,λιμῷ δ’ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.ἀλλ’ ἄγετ’, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίσταςῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸντεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά·εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράωννῆ’ ἐθέλῃ ὀλέσαι, ἐπὶ δ’ ἕσπωνται θεοὶ ἄλλοι,βούλομ’ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαιἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.Ὣς ἔφατ’ Εὐρύλοχος, ἐπὶ δ’ ἤνεον ἄλλοι ἑταῖροι.αὐτίκα δ’ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίσταςἐγγύθεν· οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιοβοσκέσκονθ’ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·τὰς δὲ περιστήσαντο καὶ εὐχετόωντο θεοῖσι,φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐϋσσέλμου ἐπὶ νηός.αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειρανμηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν·οὐδ’ εἶχον μέθυ λεῖψαι ἐπ’ αἰθομένοις ἱεροῖσιν,ἀλλ’ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,μίστυλλόν τ’ ἄρα τἄλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν.Καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος·βῆν δ’ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.ἀλλ’ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀὐτμή·οἰμώξας δὲ θεοῖσι μετ’ ἀθανάτοισι γεγώνευν·Ζεῦ πάτερ ἠδ’ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,ἦ με μάλ’ εἰς ἄτην κοιμήσατε νηλέϊ ὕπνῳ,οἱ δ’ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.Ὠκέα δ’ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε,Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.αὐτίκα δ’ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·Ζεῦ πάτερ ἠδ’ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ἧσιν ἐγώ γεχαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,ἠδ’ ὁπότ’ ἂψ ἐπὶ γαῖαν ἀπ’ οὐρανόθεν προτραποίμην.εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ’ ἀμοιβήν,δύσομαι εἰς Ἀἴδαο καὶ ἐν νεκύεσσι φαείνω.Τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·Ἠέλι’, ἡ τοι μὲν σὺ μετ’ ἀθανάτοισι φάεινεκαὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·τῶν δέ κ’ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷτυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.Ταῦτα δ’ ἐγὼν ἤκουσα Καλυψοῦς ἠὐκόμοιο·ἡ δ’ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.Αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχοςεὑρέμεναι δυνάμεσθα’ βόες δ’ ἀποτέθνασαν ἤδη.τοῖσιν δ’ αὐτίκ’ ἔπειτα θεοὶ τέραα προὔφαινον·ἕρπον μὲν ῥινοί, κρέα δ’ ἀμφ’ ὀβελοῖσι μεμύκει,ὀπταλέα τε καὶ ὠμά’ βοῶν δ’ ὡς γίγνετο φωνή.Ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροιδαίνυντ’ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·ἀλλ’ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,καὶ τότ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,ἡμεῖς δ’ αἷψ’ ἀναβάντες ἐνήκαμεν εὐρέϊ πόντῳ,ἱστὸν στησάμενοι ἀνά θ’ ἱστία λεύκ’ ἐρύσαντες.Ἀλλ’ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλ’ οὐρανὸς ἠδὲ θάλασσα,δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίωννηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ’ αὐτῆς.ἡ δ’ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθεκεκληγὼς Ζέφυρος, μεγάλῃ σὺν λαίλαπι θύων,ἱστοῦ δὲ προτόνους ἔρρηξ’ ἀνέμοιο θύελλαἀμφοτέρους, ἱστὸς δ’ ὀπίσω πέσεν, ὅπλα τε πάνταεἰς ἄντλον κατέχυνθ’· ὁ δ’ ἄρα πρύμνῃ ἐνὶ νηὶπλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ’ ὀστέ’ ἄραξεπάντ’ ἄμυδις κεφαλῆς· ὁ δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼςκάππεσ’ ἀπ’ ἱκριόφιν, λίπε δ’ ὀστέα θυμὸς ἀγήνωρ.Ζεὺς δ’ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·ἡ δ’ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,ἐν δὲ θεείου πλῆτο’ πέσον δ’ ἐκ νηὸς ἑταῖροι.οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο, θεὸς δ’ ἀποαίνυτο νόστον.Αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ’ ἀπὸ τοίχουςλῦσε κλύδων τρόπιος· τὴν δὲ ψιλὴν φέρε κῦμα.ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν· αὐτὰρ ἐπ’ αὐτῷἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς.τῷ ῥ’ ἄμφω συνέεργον ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,ἑζόμενος δ’ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.Ἔθ’ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,ἦλθε δ’ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,ὄφρ’ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.παννύχιος φερόμην, ἅμα δ’ ἠελίῳ ἀνιόντιἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.ἡ μὲν ἀνεροοίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ’ ἀερθεὶςτῷ προσφὺς ἐχόμην ὡς νυκτερίς· οὐδέ πῃ εἶχονοὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ’ ἐπιβῆναι·ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δ’ ἔσαν ὄζοι,μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.νωλεμέως δ’ ἐχόμην, ὄφρ’ ἐξεμέσειεν ὀπίσσωἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθονὄψ’· ἦμος δ’ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστηκρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.ἧκα δ’ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,μέσσῳ δ’ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,ἑζόμενος δ’ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.Σκύλλην δ’ οὐκέτ’ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τεἐσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.Ἔνθεν δ’ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼναίει ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,ἥ μ’ ἐφίλει τ’ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳσοὶ καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιναὗτις ἀριζήλως εἰρημένα μυθολογεύειν.

↑ Top