Book 14 of 24
Book 14: The hut of Eumaeus
Ulysses in the Hut with Eumaeus.
Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸνχῶρον ἀν’ ὑλήεντα δι’ ἄκριας, ἧ οἱ Ἀθήνηπέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστακήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.Τὸν δ’ ἄρ’ ἐνὶ προδόμῳ εὗρ’ ἥμενον, ἔνθα οἱ αὐλὴὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτηςαὐτὸς δείμαθ’ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ.σταυροὺς δ’ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·ἔντοσθεν δ’ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίειπλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳπεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,θήλειαι τοκάδες· τοὶ δ’ ἄρσενες ἐκτὸς ἴαυον,πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντεςἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτηςαἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.πὰρ δὲ κύνες θήρεσσιν ἐοικότες αἰὲν ἴαυοντέσσαρες, οὗς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.αὐτὸς δ’ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,τάμνων δέρμα βόειον ἐὔχροές· οἱ δὲ δὴ ἄλλοιοἴχοντ’ ἄλλυδις ἄλλος ἅμ’ ἀγρομένοισι σύεσσιν,οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδεσῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,ὄφρ’ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.Ἐξαπίνης δ’ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺςἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πανεν ἄλγος·ἀλλὰ συβώτης ὧκα ποσὶ κραιπνοῖσι μετασπὼνἔσσυτ’ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλονπυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντοἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύωνἦμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλωἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆςπλάζετ’ ἐπ’ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.ἀλλ’ ἕπεο, κλισίηνδ’ ἴομεν, γέρον, ὄφρα καὶ αὐτὸςσίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμὸνεἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε’ ἀνέτλης.Ὃς εἰπὼν κλισίηνδ’ ἡγήσατο δῖος ὑφορβός,εἷσεν δ’ εἰσαγαγών, ῥῶπας δ’ ὑπέχευε δασείας,ἐστόρεσεν δ’ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δ’ Ὀδυσσεὺςὅττι μιν ὡς ὑπέδεκτο, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοιὅττι μάλιστ’ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.Τὸν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ξεῖν’, οὔ μοι θέμις ἔστ’, οὐδ’ εἰ κακίων σέθεν ἔλθοι,ξεῖνον ἀτιμῆσαι’ πρὸς γὰρ Διός εἰσιν ἅπαντεςξεῖνοί τε πτωχοί τε· δόσις δ’ ὀλίγη τε φίλη τεγίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶναἰεὶ δειδιότων, ὅτ’ ἐπικρατέωσιν ἄνακτεςοἱ νέοι. ἢ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,ὅς κεν ἔμ’ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δ’ ἐπὶ ἔργον ἀέξῃ,ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.τῷ κέ με πόλλ’ ὥνησεν ἄναξ, εἰ αὐτόθι γήρα·ἀλλ’ ὄλεθ’—ὡς ὥφελλ’ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαιπρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ’ ἔλυσε·καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆςἼλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.Ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,βῆ δ’ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.ἔνθεν ἑλὼν δύ’ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,εὗσέ τε μίστυλλέν τε καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειρεν.ὀπτήσας δ’ ἄρα πάντα φέρων παρέθηκ’ Ὀδυσῆϊθέρμ’ αὐτοῖς ὀβελοῖσιν· ὁ δ’ ἄλφιτα λευκὰ πάλυνεν·ἐν δ’ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,αὐτὸς δ’ ἀντίον ἵζεν, ἐποτρύνων δὲ προσηΐδα·ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε ὁμώεσσι πάρεστι,χοίρε’· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ’ ἐλεητύν.οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ’ ἀνθρώπων.καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ’ ἐπὶ γαίηςἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ.πλησάμενοι δέ τε νῆας ἔβαν οἵκόνδε νέεσθαι,καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.οἵδε δέ τοι ἴσασι, θεοῦ δέ τιν’ ἔκλυον αὐδήν,κείνου λυγρὸν ὄλεθρον, ὅ τ’ οὐκ ἐθέλουσι δικαίωςμνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερ’, ἀλλὰ ἕκηλοικτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ’ ἔπι φειδώ.ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,οὔ ποθ’ ἐν ἱρεύουσ’ ἱερήϊον, οὐδὲ δύ’ οἴω·οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.ἢ γάρ οἱ ζωή γ’ ἦν ἄσπετος· οὔ τινι τόσσηἀνδρῶν ἡρώων, οὔτ’ ἠπείροιο μελαίνηςοὔτ’ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶνἔστ’ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.δώδεκ’ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,τόσσα συῶν συβόσια, τόσ’ αἰπόλια πλατέ’ αἰγῶνβόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.ἐνθάδε δ’ αἰπόλια πλατέ’ αἰγῶν ἕνδεκα πάνταἐσχατιῇ βόσκοντ’, ἐπὶ δ’ ἀνέρες ἐσθλοὶ ὄρονται.τῶν αἰεί σφιν ἕκαστος ἐπ’ ἤματι μῆλον ἀγινεῖ,ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,καί σφι συῶν τὸν ἄριστον ἐὺ κρίνας ἀποπέμπω.Ὣς φάθ’, ὁ δ’ ἐνδυκέως κρέα τ’ ἤσθιε πῖνέ τε οἶνονἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,καί οἱ πλησάμενος δῶκε σκύφος, ᾧ περ ἔπινεν,οἴνου ἐνίπλειον· ὁ δ’ ἐδέξατο, χαῖρε δὲ θυμῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηΐδα·ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,ὧδε μάλ’ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;φῆς δ’ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.Ζεὺς γάρ που τό γε οἷδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δ’ ἀλήθην.Τὸν δ’ ἠμείβετ’ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼνἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,ἀλλ’ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆταιψεύδοντ’, οὐδ’ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.ὃς δέ κ’ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·ἡ δ’ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,καΐ οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθ’ ὄληται.αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο,εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.τοῦ δ’ ἤδη μέλλουσι κύνες ταχέες τ’ οἰωνοὶῥινὸν ἀπ’ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·ἢ τόν γ’ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ’ αὐτοῦκεῖται ἐπ’ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.ὡς ὁ μὲν ἔνθ’ ἀπόλωλε, φίλοισι δὲ κήδε’ ὀπίσσωπᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτ’ ἄλλονἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ’ ἐπέλθω,οὐδ’ εἴ κεν πατρὸς καὶ μητέρος αὗτις ἵκωμαιοἶκον, ὅθι πρῶτον γενόμην καί μ’ ἔτρεφον αὐτοί.οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·ἀλλά μ’ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντ’ ὀνομάζειναἰδέομαι· πέρι γάρ μ’ ἐφίλει καὶ κήδετο θυμῷ·ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.Τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·ὦ φίλ’, ἐπεὶ δὴ πάμπαν ἀναίνεαι, οὐδ’ ἔτι φῇσθακεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·ἀλλ’ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστωαὐτίκ’, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθ’ ἵκηται·ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀἴδαο πύλῃσιγίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα,ἱστίη τ’ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.τοῦδ’ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ’ Ὀδυσσεύς.τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ’ ἱσταμένοιο,οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνουἐνθάδ’ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.Τὸν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ὦ γέρον, οὔτ’ ἄρ’ ἐγὼν εὐαγγέλιον τόδε τίσω,οὔτ’ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλοςπῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτωνμίμνησκ’· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσινἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.ἀλλ’ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺςἔλθοι ὅπως μιν ἐγώ γ’ ἐθέλω καὶ ΠηνελόπειαΛαέρτης θ’ ὃ γέρων καὶ Τηλέμαχος θεοειδής.νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ’ Ὀδυσσεύς,Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρειαπατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσαςἦέ τις ἀνθρώπων· ὃ δ’ ἔβη μετὰ πατρὸς ἀκουὴνἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶοἴκαδ’ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληταινώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.ἀλλ’ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃἢ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.ἀλλ’ ἄγε μοι σύ, γεραιέ, τὰ σ’ αὐτοῦ κήδε’ ἐνίσπες,καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐὺ εἰδῶ·τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;ὁπποίης τ’ ἐπὶ νηὸς ἀφίκεο’ πῶς δέ σε ναῦταιἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ’ ἱκέσθαι.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·τοιγὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως ἀγορεύσω.εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἡμὲν ἐδωδὴἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,δαίνυσθαι ἀκέοντ’, ἄλλοι δ’ ἐπὶ ἔργον ἕποιεν·ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπανταοὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοιυἱέες ἐν μεγάρῳ ἡμὲν τράφεν ἠδ’ ἐγένοντογνήσιοι ἐξ ἀλόχου· ἐμὲ δ’ ὠνητὴ τέκε μήτηρπαλλακίς, ἀλλά με ἶσον ἰθαγενέεσσιν ἐτίμαΚάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι·ὃς τότ’ ἐνὶ Κρήτεσσι θεὸς ὡς τίετο δήμῳὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.ἀλλ’ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαιεἰς Ἀίδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντοπαῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί’ ἔνειμαν.ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπωνεἵνεκ’ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦαοὐδὲ φυγοπτόλεμος· νῦν δ’ ἤδη πάντα λέλοιπεν·ἀλλ’ ἔμπης καλάμην γέ σ’ ὀΐομαι εἰσορόωνταγιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.ἢ μὲν δὴ θάρσος μοι Ἄρης τ’ ἔδοσαν καὶ Ἀθήνηκαὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδεἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκονἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσι.τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκενοὐδ’ οἰκωφελίη, ἣ τε τρέφει ἀγλαὰ τέκνα,ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἧσανκαὶ πόλεμοι καὶ ἄκοντες ἐὔξεστοι καὶ ὀϊστοί,λυγρά, τά τ’ ἄλλοισίν γε καταριγηλὰ πέλονται.αὐτὰρ ἐμοὶ τὰ φίλ’ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶνεἰνάκις ἀνδράσιν ἄρξα καὶ ὠκυπόροισι νέεσσινἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ’ ὀπίσσωλάγχανον· αἷψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειταδεινός τ’ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.ἀλλ’ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺςἐφράσαθ’, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ’ ἔλυσε,δὴ τότ’ ἔμ’ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆανήεσσ’ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχοςἦεν ἀνήνασθαι, χαλεπὴ δ’ ἔχε δήμου φῆμις.ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημενοἴκαδε σὺν νήεσσι, θεὸς δ’ ἐκέδασσεν Ἀχαιούς.αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·μῆνα γὰρ οἷον ἔμεινα τεταρπόμενος τεκέεσσικουριδίῃ τ’ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειταΑἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,νῆας ἐὺ στείλαντα, σὺν ἀντιθέοις ἑτάροισιν.ἐννέα νῆας στεῖλα, θοῶς δ’ ἐσαγείρετο λαός.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροιδαίνυντ’. αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχονθεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.ἑβδομάτῃ δ’ ἀναβάντες ἀπὸ Κρήτης εὐρείηςἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοινηῶν πημάνθη, ἀλλ’ ἀσκηθέες καὶ ἄνουσοιἥμεθα, τὰς δ’ ἄνεμός τε κυβερνῆταί τ’ ἴθυνον.πεμπταῖοι δ’ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,στῆσα δ’ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.ἔνθ’ ἢ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὄτρυνα νέεσθαι·οἱ δ’ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,αἶψα μάλ’ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺςπόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,αὐτούς τ’ ἔκτεινον’ τάχα δ’ ἐς πόλιν ἵκετ’ αὐτή.οἱ δὲ βοῆς ἀΐοντες ἅμ’ ἠοῖ φαινομένηφινἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππωνχαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνοςφύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλημεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.ἔνθ’ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,τοὺς δ’ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημαποίησ’· ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖναὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμ’ ὑπέδεκτο·αὐτίκ’ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκακαὶ σάκος ὤμοιϊν, δόρυ δ’ ἔκβαλον ἔκτοσε χειρός·αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππωνκαὶ κύσα γούναθ’ ἑλών· ὁ δ’ ἐρύσατο καί μ’ ἐλέησεν,ἐς δίφρον δέ μ’ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.ἡ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,ἱέμενοι κτείναι—δὴ γὰρ κεχολώατο λίην—ἀλλ’ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δ’ ὠπίζετο μῆνινξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δ’ ἄγειραχρήματ’ ἀν’ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.ἀλλ’ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,τρώκτης, ὃς δὴ πολλὰ κάκ’ ἀνθρώποισιν ἐώργει·ὅς μ’ ἄγε παρπεπιθὼν ἧσι φρεσίν, ὄφρ’ ἱκόμεσθαΦοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματ’ ἔκειτο.ἔνθα παρ’ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.ἀλλ’ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντοἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,ἐς Λιβύην μ’ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιοψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,κεῖθι δέ μ’ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.ἡ δ’ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετ’ ὄλεθρον.ἀλλ’ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλ’ οὐρανὸς ἠδὲ θάλασσα,δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίωννηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ’ αὐτῆς.Ζεὺς δ’ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·ἡ δ’ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,ἐν δὲ θεείου πλῆτο· πέσον δ’ ἐκ νηὸς ἅπαντες.οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο· θεὸς δ’ ἀποαίνυτο νόστον.αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιοἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃγαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδωνἥρως ἀπριάτην’ τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼναἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,χειρὸς ἀναστήσας, ὄφρ’ ἵκετο δώματα πατρός·ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.ἔνθ’ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκεξεινίσαι ἠδὲ φιλῆσαι ἰόντ’ ἐς πατρίδα γαῖαν,καί μοι κτήματ’ ἔδειξεν ὅσα ξυναγείρατ’ Ὀδυσσεύς,χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ’ ἔτι βόσκοι·τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.τὸν δ’ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖοἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,ὅππως νοστήσει’ Ἰθάκης ἐς πίονα δῆμονἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.ὥμοσε δὲ πρὸς ἔμ’ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,οἱ δή μιν πέμψουσι φίλην ἔς πατρίδα γαῖαν.ἀλλ’ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦςἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.ἔνθ’ ὅ γέ μ’ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴἀμφ’ ἐμοί, ὄφρ’ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.ἀλλ’ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ’ ἔδυσαν,ἀμφὶ δέ με ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·ἑσπέριοι δ’ Ἰθάκης εὐδειέλου ἔργ’ ἀφίκοντο.ἔνθ’ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηὶὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δ’ ἀποβάντεςἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψαςξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃστῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσ’ ἀμφοτέρῃσινηχόμενος, μάλα δ’ ὦκα θύρηθ’ ἔα ἀμφὶς ἐκείνων.ἔνθ’ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντεςφοίτων· ἀλλ’ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναιμαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὗτις ἔβαινοννηὸς ἔπι γλαφυρῆς· ἐμὲ δ’ ἔκρυψαν θεοὶ αὐτοὶῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντεςἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἷσα βιῶναι.Τὸν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ἃ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄριναςταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ’ ὅσ’ ἀλήθης.ἀλλὰ τά γ’ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσειςεἰπὼν ἀμφ’ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόνταμαψιδίως ψεύδεσθαι; ἐγὼ δ’ εὖ οἷδα καὶ αὐτὸςνόστον ἐμοῖο ἄνακτος, ὅ τ’ ἤχθετο πᾶσι θεοῖσιπάγχυ μάλ’, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσανἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ’ ὀπίσσω.νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.αὐτὰρ ἐγὼ παρ’ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδεἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπειαἐλθέμεν ὀτρύνῃσιν, ὅτ’ ἀγγελίη ποθὲν ἔλθῃ.ἀλλ’ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,ἠμὲν οἱ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,ἠδ’ οἱ χαίρουσιν βίοτον νήποινον ἔδοντες·ἀλλ’ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,ἐξ οὗ δή μ’ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,ὅς ῥ’ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,ἦλθεν ἐμὰ πρὸς δώματ’. ἐγὼ δέ μιν ἀμφαγάπαφον.φῆ δέ μιν ἐν Κρήτεσσι παρ’ Ἰδομενῆϊ ἰδέσθαινῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·καὶ φάτ’ ἐλεύσεσθαι ἣ ἐς θέρος ἢ ἐς ὀπώρην,πολλὰ χρήματ’ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·οὐ γὰρ τοὔνεκ’ ἐγώ σ’ αἰδέσσομαι οὐδὲ φιλήσω,ἀλλὰ Δία ξένιον δείσας αὐτόν τ’ ἐλεαίρων.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,οἷόν σ’ οὐδ’ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.ἀλλ’ ἄγε νῦν ῥήτρην ποιησόμεθ’· αὐτὰρ ὄπισθεμάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαιΔουλίχιόνδ’ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·εἰ δέ κε μὴ ἔλθησιν ἄναξ τεὸς ὡς ἀγορεύω,δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.Τὸν δ’ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·ξεῖν’, οὕτω γάρ κέν μοι ἐϋκλείη τ’ ἀρετή τεεἴη ἐπ’ ἀνθρώπους ἅμα τ’ αὐτίκα καὶ μετέπειτα,ὅς σ’ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,αὖτις δὲ κτείναιμι φίλον τ’ ἀπὸ θυμὸν ἑλοίμην·πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.νῦν δ’ ὥρη δόρποιο’ τάχιστά μοι ἔνδον ἑταῖροιεἶεν, ἵν’ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,κλαγγὴ δ’ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων·αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·ἄξεθ’ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσωτηλεδαπῷ’ πρὸς δ’ αὐτοὶ ὀνησόμεθ’, οἵ περ ὀϊζὺνδὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ’ ἀργιοδόντων·ἄλλοι δ’ ἡμέτερον κάματον νήποινον ἔδουσιν.Ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷοἱ δ’ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.τὸν μὲν ἔπειτ’ ἔστησαν ἐπ’ ἐσχάρῃ· οὐδὲ συβώτηςλήθετ’ ἄρ’ ἀθανάτων· φρεσὶ γὰρ κέχρητ’ ἀγαθῇσιν·ἀλλ’ ὅ γ’ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλενἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσινοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.κόψε δ’ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·τὸν δ’ ἔλιπε ψυχή. τοὶ δὲ σφάξαν τε καὶ εὗσαν·αἷψα δέ μιν διέχευαν’ ὁ δ’ ὠμοθετεῖτο συβώτης,πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν.καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,μίστυλλόν τ’ ἄρα τἄλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν,ὥπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,βάλλον δ’ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτηςἵστατο δαιτρεύσων’ περὶ γὰρ φρεσὶν αἴσιμα ἤδη.καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,θῆκεν ἐπευξάμενος, τὰς δ’ ἄλλας νεῖμεν ἑκάστῳ·νώτοισιν δ’ Ὀδυσῆα διηνεκέεσσι γέραιρενἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·αἴθ’ οὕτως, Εὔμαιε, φίλος Διὲ πατρὶ γένοιοὡς ἐμοί, ὅττι με τοῖον ἐόντ’ ἀγαθοῖσι γεραίρεις.Τὸν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,οἵα πάρεστι θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ’ ἐάσει,ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.Ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,σπείσας δ’ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳἐν χείρεσσιν ἔθηκεν· ὁ δ’ ἕζετο ἧ παρὰ μοίρῃ.σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτηςαὐτὸς κτήσατο οἷος ἀποιχομένοιο ἄνακτος,νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·πὰρ δ’ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιο· καὶ ἐδητύος ἐξ ἔρον ἕντο,σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δ’ ἐπὶ κοῖτονσίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.Νὺξ δ’ ἄρ’ ἐπῆλθε κακή, σκοτομήνιος· ὗε δ’ ἄρα Ζεὺςπάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.τοῖς δ’ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τιν’ ἑταίρωνἄλλον ἐποτρύνειεν, ἐπεί ἕο κήδετο λίην·κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγειἡλεός, ὅς τ’ ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαικαί θ’ ἁπαλὸν γελάσαι, καί τ’ ὀρχήσασθαι ἀνῆκε,καί τι ἔπος προέηκεν ὅ πέρ τ’ ἄρρητον ἄμεινον.ἀλλ’ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.εἴθ’ ὡς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,ὡς ὅθ’ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.ἡγείσθην δ’ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,τοῖσι δ’ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.ἀλλ’ ὅτε δή ῥ’ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτεςκείμεθα, νὺξ δ’ ἄρ’ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετ’ ἠΐτε πάχνη,ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.ἔνθ’ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,εὗδον δ’ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὥμους·αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπονἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,ἀλλ’ ἑπόμην σάκος οἷον ἔχων καὶ ζῶμα φαεινόν.ἀλλ’ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ’ ἄστρα βεβήκει,καὶ τότ’ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόνταἀγκῶνι νύξας· ὁ δ’ ἄρ’ ἐμμαπέως ὑπάκουσε·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμαδάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μ’ ἤπαφε δαίμωνοἰοχίτων’ ἔμεναι· νῦν δ’ οὐκέτι φυκτὰ πέλονται.ὡς ἐφάμην, ὁ δ’ ἔπειτα νόον σχέθε τόνδ’ ἐνὶ θυμῷ,οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·φθεγξάμενος δ’ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.ἡ καὶ ἐπ’ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴηεἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.ὡς ἔφατ’, ὦρτο δ’ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δ’ ἐνὶ εἵματι κείνουκείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.ὡς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·νῦν δέ μ’ ἀτιμάζουσι κακὰ χροὶ εἵματ’ ἔχοντα.Τὸν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ὦ γέρον, αἷνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·τῷ οὔτ’ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,ὧν ἐπέοιχ’ ἱκέτην ταλαπείριον ἀντιάσαντα,νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνεςἐνθάδε ἕννυσθαι, μία δ’ οἴη φωτὶ ἑκάστῳ.αὐτὰρ ἐπὴν ἔλθησιν Ὀδυσσῆος φίλος υἱός,αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,πέμψει δ’ ὅππῃ σε κραδίη θυμός τε κελεύει.Ὣς εἰπὼν ἀνόρουσε, τίθει δ’ ἄρα οἱ πυρὸς ἐγγὺςεὐνήν, ἐν δ’ ὀΐων τε καὶ αἰγῶν δέρματ’ ἔβαλλεν.ἔνθ’ Ὀδυσεὺς κατέλεκτ’· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷπυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετ’ ἀμοιβάς,ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.Ὣς ὁ μὲν ἔνθ’ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρ’ αὐτὸνἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,ἀλλ’ ὅ γ’ ἄρ’ ἔξω ἰὼν ὁπλίζετο· χαῖρε δ’ Ὀδυσσεύς,ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετ’ ὦμοις,ἀμφὶ δὲ χλαῖναν ἑέσσατ’ ἀλεξάνεμον, μάλα πυκνήν,ἂν δὲ νάκην ἕλετ’ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,εἵλετο δ’ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.βῆ δ’ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντεςπέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπ’ ἰωγῇ.