Classica Labs

← The Odyssey · Contents

Book 15 of 24

Book 15: Telemachus comes home

Minerva Summons Telemachus from Lacedaemon—He Meets with Theoclymenus at Pylos and Brings Him to Ithaca—on Landing He Goes to the Hut of Eumaeus.

Ἡ δ’ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνηοἴχετ’, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸννόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸνεὕδοντ’ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,ἢ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·Τηλέμαχον δ’ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ’ ἐνὶ θυμῷνύκτα δι’ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.ἀγχοῦ δ’ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·Τηλέμαχ’, οὐκέτι καλὰ δόμων ἄπο τῆλ’ ἀλάλησαι,κτήματά τε προλιπὼν ἄνδρας τ’ ἐν σοῖσι δόμοισινοὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσικτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.ἀλλ’ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαονπεμπέμεν, ὄφρ’ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονταιΕὐρυμάχῳ γήμασθαι’ ὁ γὰρ περιβάλλει ἅπανταςμνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιοοὐκέτι μέμνηται τεθνηότος οὐδὲ μεταλλᾷ.ἀλλὰ σύ γ’ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκασταδμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.μνηστήρων σ’ ἐπιτηδὲς ἀριστῆες λοχόωσινἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.ἀλλὰ τά γ’ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξειἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,νυκτὶ δ’ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθενἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.ἔνθα δὲ νύκτ’ ἀέσαι’ τὸν δ’ ὀτρῦναι πόλιν εἴσωἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,οὕνεκά οἱ σῶς ἐσσι καὶ ἐκ Πύλου εἰλήλουθας.Ἡ μὲν ἄρ’ ὡς εἰποῦσ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρελὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππουςἀεῦξον ὑφ’ ἅρματ’ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.Τὸν δ’ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·Τηλέμαχ’, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖονύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δ’ ἔσσεται ἠώς.ἀλλὰ μέν’ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃἥρως Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος,καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάνταἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.Ὣς ἔφατ’, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἀγχίμολον δέ σφ’ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.τὸν δ’ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,σπερχόμενός ῥα χιτῶνα περὶ χροὶ σιγαλόενταδῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετ’ ὦμοιςἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδαΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἤδη νῦν μ’ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδ’ ἱκέσθαι.Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·Τηλέμαχ’, οὔ τί σ’ ἐγώ γε πολὺν χρόνον ἐνθάδ’ ἐρύξωἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳἀνδρὶ ξεινοδόκῳ, ὅς κ’ ἔξοχα μὲν φιλέῃσιν,ἔξοχα δ’ ἐχθαίρησιν’ ἀμείνω δ’ αἴσιμα πάντα.σόν τοι κακόν ἐσθ’, ὅς τ’ οὐκ ἐθέλοντα νέεσθαιξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.ἀλλὰ μέν’ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείωκαλά, σὺ δ’ ὀφθαλμοῖσιν ἴδης, εἴπω δὲ γυναιξὶδεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.ἀμφότερον κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρδειπνήσαντας ἴμεν πολλὴν ἐπ’ ἀπείρονα γαῖαν.εἰ δ’ ἐθέλεις τραφθῆναι ἀν’ Ἑλλάδα καὶ μέσον Ἄργος,ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,ἄστεα δ’ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέαςαὕτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,ἠὲ δύ’ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,βούλομαι ἤδη νεῖσθαι ἐφ’ ἡμέτερ’· οὐ γὰρ ὄπισθενοὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·μὴ πατέρ’ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,αὐτίκ’ ἄρ’ ἣ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσεδεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ’ αὐτοῦ·τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαοςὀπτῆσαί τε κρεῶν· ὁ δ’ ἄρ’ οὐκ ἀπίθησεν ἀκούσας.αὐτὸς δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα,οὐκ οἷος, ἅμα τῷ γ’ Ἑλένη κίε καὶ Μεγαπένθης.ἀλλ’ ὅτε δή ῥ’ ἵκανον ὅθι κειμήλια κεῖτο,Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθε’ ἄνωγενἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,ἔνθ’ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.τῶν ἕν’ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,ἀστὴρ δ’ ὡς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.βὰν δ’ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντοΤηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·Τηλέμαχ’, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.δώρων δ’, ὅσσ’ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲἐστὶν ἅπας, χρυσῷ δ’ ἐπὶ χείλεα κεκράανται,ἔργον δ’ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,Σιδονίων βασιλεύς, ὅθ’ ἑὸς δόμος ἀμφεκάλυψεκεῖσ’ ἐμὲ νοστήσαντα· τεὶν δ’ ἐθέλω τόδ’ ὀπάσσαι.Ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλονἥρως Ἀτρεΐδης· ὁ δ’ ἄρα κρητῆρα φαεινὸνθῆκ’ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃοςπέπλον ἔχουσ’ ἐν χερσίν, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,μνῆμ’ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶκεῖσθαι ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιοοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.Ὣς εἰποῦσ’ ἐν χερσὶ τίθει, ὁ δ’ ἐδέξατο χαίρων.καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρωςδεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·τοὺς δ’ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.ἑζέσθην δ’ ἄρ’ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσακαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα,εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων·πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·οἰνοχόει δ’ υἱὸς Μενελάου κυδαλίμοιο.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸςἵππους τε ζεύγνυντ’ ἀνά θ’ ἅρματα ποικίλ’ ἔβαινον,ἐκ δ’ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.τοὺς δὲ μετ’ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.στῆ δ’ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶνεἰπεῖν· ἢ γὰρ ἐμοί γε πατὴρ ὡς ἤπιος ἦεν,ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,πάντα τάδ’ ἐλθόντες καταλέξομεν· αἱ γὰρ ἐγὼν ὡςνοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆ’ ἐνὶ οἴκῳ,εἴποιμ’ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσηςἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.Ὃς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,ἥμερον ἐξ αὐλῆς· οἱ δ’ ἰύζοντες ἕποντοἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼνδεξιὸς ἤϊξε πρόσθ’ ἵππων· οἱ δὲ ἰδόντεςγήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἄρχετο μύθων·φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἢ νῶϊν τόδ’ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.Ὣς φάτο, μερμήριξε δ’ ἀρηΐφιλος Μενέλαος,ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.τὸν δ’ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.ὡς ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,ὡς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ’ ἐπαληθεὶςοἴκαδε νοστήσει καὶ τίσεται’ ἠὲ καὶ ἤδηοἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·τῷ κέν τοι καὶ κεῖθι θεῷ ὡς εὐχετοῴμην.Ἦ καὶ ἐφ’ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλ’ ὦκαἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.Δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·ἐς Φηρὰς δ’ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.ἔνθα δὲ νύκτ’ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,ἵππους τε ζεύγνυντ’ ἀνά θ’ ἅρματα ποικίλ’ ἔβαινον,ἐκ δ’ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·μάστιξε δ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην.αἶψα δ’ ἔπειθ’ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειαςμῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ’ εἶναιἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἶμεν·ἥδε δ’ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπ’ αὐτοῦ,μή μ’ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.Ὣς φάτο, Νεστορίδης δ’ ἄρ’ ἑῷ συμφράσσατο θυμῷ,ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·στρέψ’ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,νηὶ δ’ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,πρὶν ἐμὲ οἴκαδ’ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.εὖ γὰρ ἐγὼ τόδε οἷδα κατὰ φρένα καὶ κατὰ θυμόν·οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,ἀλλ’ αὐτὸς καλέων δεῦρ’ εἴσεται, οὐδέ ἕ φημιἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.Ὃς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππουςἂψ Πυλίων ἐς ἄστυ, θοῶς δ’ ἄρα δώμαθ’ ἵκανε.Τηλέμαχος δ’ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν·ἐγκοσμεῖτε τὰ τεύχε’, ἑταῖροι, νηὶ μελαίνῃ,αὐτοί τ’ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο,αἶψα δ’ ἄρ’ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δ’ Ἀθήνῃνηὶ πάρα πρύμνῃ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρτηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,ὃς πρὶν μέν ποτ’ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,ἀφνειὸς Πυλίοισι μέγ’ ἔξοχα δώματα ναίων·δὴ τότε γ’ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγωνΝηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸνεἶχε βίη. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιοδεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρ’ ἄλγεα πάσχωνεἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.ἀλλ’ ὃ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκουςἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲςἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκαἠγάγετο πρὸς δώμαθ’· ὁ δ’ ἄλλων ἵκετο δῆμον,Ἄργος ἐς ἱππόβοτον’ τόθι γάρ νύ οἱ αἴσιμον ἦενναιέμεναι πολλοῖσιν ἀνάσσοντ’ Ἀργείοισιν.ἔνθα δ’ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,γείνατο δ’ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.Ἀντιφάτης μὲν τίκτεν Ὀἰκλῆα μεγάθυμον,αὐτὰρ Ὀἰκλήης λαοσσόον Ἀμφιάραον,ὃν περὶ κῆρι φίλει Ζεύς τ’ αἰγίοχος καὶ Ἀπόλλωνπαντοίην φιλότητ’· οὐδ’ ἵκετο γήραος οὐδόν,ἀλλ’ ὄλετ’ ἐν Θήβησι γυναίων εἵνεκα δώρων.τοῦ δ’ υἱεῖς ἐγένοντ’ Ἀλκμάων Ἀμφίλοχός τε.Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·ἀλλ’ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼςκάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη·αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλωνθῆκε βροτῶν ὄχ’ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·ὅς ῥ’ Ὑπερησίηνδ’ ἀπενάσσατο πατρὶ χολωθείς,ἔνθ’ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσι.Τοῦ μὲν ἄρ’ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δ’ ὄνομ’ ἦεν,ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δ’ ἐκίχανεσπένδοντ’ εὐχόμενόν τε θοῇ παρὰ νηὶ μελαίνῃ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ φίλ’, ἐπεί σε θύοντα κιχάνω τῷδ’ ἐνὶ χώρῳ,λίσσομ’ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτασῆς τ’ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,εἰπέ μοι εἰρομένῳ νημερτέα μηδ’ ἐπικεύσῃς·τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; ἢΤὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέως ἀγορεύσω.ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,εἴ ποτ’ ἔην· νῦν δ’ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαινανἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.Τὸν δ’ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰςἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τεἌργος ἀν’ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαινανφεύγω, ἐπεί νύ μοι αἶσα κατ’ ἀνθρώπους ἀλάλησθαι.ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·οὐ μὲν δή σ’ ἐθέλοντά γ’ ἀπώσω νηὸς ἐΐσης,ἀλλ’ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κ’ ἔχωμεν.Ἂς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,καὶ τό γ’ ἐπ’ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.ἐν πρύμνῃ δ’ ἄρ’ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷεἶσε Θεοκλύμενον’ τοὶ δὲ πρυμνήσι’ ἔλυσαν.Τηλέμαχος δ’ ἑτάροισιν ἐποτρύνας ἐκέλευσενὅπλων ἅπτεσθαι· τοὶ δ’ ἐσσυμένως ἐπίθοντο.ἱστὸν δ’ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμηςστῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,ἕλκον δ’ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.τοῖσιν δ’ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,λάβρον ἐπαιγίζοντα δι’ αἰθέρος, ὄφρα τάχιστανηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.Δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ,ἠδὲ παρ’ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.ἔνθεν δ’ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.Τὼ δ’ αὖτ’ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸςδορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοὺς δ’ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,ἤ μιν ἔτ’ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοιαὐτοῦ ἐνὶ σταθμῷ, ἡ ὀτρύνειε πόλινδε·κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαιπτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.ἀλλά μοι εὖ θ’ ὑπόθευ καὶ ἅμ’ ἡγεμόν’ ἐσθλὸν ὄπασσον,ὅς κέ με κεῖσ’ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃπλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.καί κ’ ἐλθὼν πρὸς δώματ’ Ὀδυσσῆος θείοιοἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί’ ἔχοντες.αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσ’ ἐθέλοιεν.ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντωνἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,πῦρ τ’ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.Τὸν δὲ μέγ’ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·ᾧ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημαἔπλετο; ἣ σύ γε πάγχυ λιλαίεαι αὐτόθ’ ὀλέσθαι,εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.οὔ τοι τοιοίδ’ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,οἵ σφιν ὑποδρώωσιν’ ἐὔξεστοι δὲ τράπεζαισίτου καὶ κρειῶν ἠδ’ οἴνου βεβρίθασιν.ἀλλὰ μέν’· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,οὔτ’ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.αὐτὰρ ἐπὴν ἔλθησιν Ὀδυσσῆος φίλος υἱός,κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,πέμψει δ’ ὅππῃ σε κραδίη θυμός τε κελεύει.Τὸν δ’ ἠμείβετ’ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·αἴθ’ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιοὡς ἐμοί, ὅττι μ’ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.πλαγκτοσύνης δ’ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·ἀλλ’ ἕνεκ’ οὐλομένης γαστρὸς κακὰ κήδε’ ἔχουσινἀνέρες, ὅν τιν’ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.νῦν δ’ ἐπεὶ ἰσχανάᾳς μεῖναί τέ με κεῖνον ἄνωγας,εἴπ’ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιοπατρός θ’, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,ἤ που ἔτι ζώουσιν ὑπ’ αὐγὰς ἠελίοιο,ἢ ἤδη τεθνᾶσι καὶ εἰν Ἀἴδαο δόμοισι.Τὸν δ’ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέως ἀγορεύσω.Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ’ εὔχεται αἰεὶθυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιοκουριδίης τ’ ἀλόχοιο δαΐφρονος, ἢ ἑ μάλισταἤκαχ’ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.ἡ δ’ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γεἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,οὕνεκά μ’ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,θυγατέρ’ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μ’ ἧσσον ἐτίμα.αὐτὰρ ἐπεί ῥ’ ἥβην πολυήρατον ἱκόμεθ’ ἄμφω,τὴν μὲν ἔπειτα Σάμηνδ’ ἔδοσαν καὶ μυρί’ ἕλοντο,αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ’ ἐκείνηκαλὰ μάλ’ ἀμφιέσασα, ποσὶν δ’ ὑποδήματα δοῦσαἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.νῦν δ’ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·τῶν ἔφαγόν τ’ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.ἐκ δ’ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαιοὔτ’ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσινἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαικαὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαιἀγρόνδ’, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ὦ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,ἡ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,ἦ σέ γε μουνωθέντα παρ’ οἴεσιν ἢ παρὰ βουσὶνἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδ’ ἐπέρασσαντοῦδ’ ἀνδρὸς πρὸς δώμαθ’, ὁ δ’ ἄξιον ὦνον ἔδωκε.Τὸν δ’ αὗτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·ξεῖν’, ἐπεὶ ἂρ δὴ ταῦτά μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς,σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνονἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι’ ἔστι μὲν εὕδειν.ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.τῶν δ’ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,εὑδέτω ἐξελθών· ἅμα δ’ ἠοῖ φαινομένηφιδειπνήσας ἅμ’ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.νῶϊ δ’ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τεκήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ’ ἐπαληθῇ.τοῦτο δέ τοι ἐρέω ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς.Νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,οὔ τι περιπληθὴς λίην τόσον, ἀλλ’ ἀγαθὴ μέν,εὔβοτος εὔμηλος, οἰνοπληθὴς πολύπυρος.πείνη δ’ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλληνοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·ἀλλ’ ὅτε γηράσκωσι πόλιν κάτα φῦλ’ ἀνθρώπων,ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺνοἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·τῇσιν δ’ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.Ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,τρῶκται, μυρί’ ἄγοντες ἀθύρματα νηὶ μελαίνῃ.ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσ’ ἐνὶ οἴκῳ,καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·τὴν δ’ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηὶεὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύειθηλυτέρῃσι γυναιξί, καὶ ἥ κ’ εὐεργὸς ἔῃσιν.εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·ἡ δὲ μάλ’ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,κούρη δ’ εἴμ’ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·ἀλλά μ’ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρεςἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρ’ ἀγαγόντεςτοῦδ’ ἀνδρὸς πρὸς δώμαθ’· ὁ δ’ ἄξιον ὦνον ἔδωκε.Τὴν δ’ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρῃ·ἦ ῥά κε νῦν πάλιν αὗτις ἅμ’ ἡμῖν οἴκαδ’ ἕποιο,ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶαὐτούς τ’; ἢ γὰρ ἔτ’ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.Τὸν δ’ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·εἴη κεν καὶ τοῦτ’, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,ὅρκῳ πιστωθῆναι ἀπήμονά μ’ οἴκαδ’ ἀπάξειν.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπόμνυον ὡς ἐκέλευεν.αὐτὰρ ἐπεί ῥ’ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,τοῖς δ’ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσινὑμετέρων ἑτάρων, ξυμβλήμενος ἣ ἐν ἀγυιῇἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντιἐλθὼν ἐξείπῃ, ὁ δ’ ὀϊσάμενος καταδήσῃδεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ’ ἐπιφράσσετ’ ὄλεθρον.ἀλλ’ ἔχετ’ ἐν φρεσὶ μῦθον, ἐπείγετε δ’ ὦνον ὁδαίων.ἀλλ’ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,ἀγγελίῃ μοι ἔπειτα θοῶς ἐς δώμαθ’ ἱκέσθω·οἴσω γὰρ καὶ χρυσόν, ὅτις χ’ ὑποχείριος ἔλθῃ·καὶ δέ κεν ἄλλ’ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·τόν κεν ἄγοιμ’ ἐπὶ νηός, ὁ δ’ ὑμῖν μυρίον ὦνονἄλφοι, ὅπῃ περάσητε κατ’ ἀλλοθρόους ἀνθρώπους.Ἡ μὲ ἄρ’ ὡς εἰποῦσ’ ἀπέβη πρὸς δώματα καλά,οἱ δ’ ἐνιαυτὸν ἅπαντα παρ’ ἡμῖν αὖθι μένοντεςἐν νηὶ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.ἀλλ’ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,καὶ τότ’ ἄρ’ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.ἤλυθ’ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸςχρύσεον ὅρμον ἔχων, μετὰ δ’ ἠλέκτροισιν ἔερτο.τὸν μὲν ἄρ’ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρχερσίν τ’ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.ἡ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,ἡ δ’ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.εὗρε δ’ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζαςἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρ’ ἀμφεπένοντο.οἱ μὲν ἄρ’ ἐς θῶκον πρόμολον δήμοιό τε φῆμιν,ἡ δ’ αἶψα τρί’ ἄλεισα κατακρύψασ’ ὑπὸ κόλπῳἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·ἡμεῖς δ’ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες·ἔνθ’ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.οἱ μὲν ἔπειτ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·ἀλλ’ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,τὴν μὲν ἔπειτα γυναῖκα βάλ’ Ἄρτεμις ἰοχέαιρα,ἄντλῳ δ’ ἐνδούπησε πεσοῦσ’ ὡς εἰναλίη κήξ.καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαιἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἧτορ·τοὺς δ’ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.Τὸν δ’ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·Εὔμαι’, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄριναςταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.ἀλλ’ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκεΖεύς, ἐπεὶ ἀνδρὸς δώματ’ ἀφίκεο πολλὰ μογήσαςἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τεἐνδυκέως, ζώεις δ’ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γεπολλὰ βροτῶν ἐπὶ ἄστε’ ἀλώμενος ἐνθάδ’ ἱκάνω.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,καδδραθέτην δ’ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·αἶψα γὰρ Ἠὼς ἦλθεν ἐϋθρονος. οἱ δ’ ἐπὶ χέρσουΤηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ’ ἕλον ἱστὸνκαρπαλίμως, τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.ἐκ δ’ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι’ ἔδησαν·ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,δεῖπνόν τ’ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἄρχετο μύθων·ὑμεῖς μὲν νῦν ἄστυδ’ ἐλαύνετε νῆα μέλαιναν,αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·ἑσπέριος δ’ ἐς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.ἠῶθεν δέ κεν ὕμμιν ὁδοιπόριον παραθείμην,δαῖτ’ ἀγαθὴν κρειῶν καὶ οἴνου ἡδυπότοιο.Τὸν δ’ αὗτε προσέειπε Θεοκλύμενος θεοειδής·πῇ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθ’ ἵκωμαιἀνδρῶν οἱ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ἄλλως μέν σ’ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμηνἔρχεσθ’· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷχεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσ’ ἐνὶ οἴκῳφαίνεται, ἀλλ’ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλισταμητέρ’ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν,ἀλλὰ τά γε Ζεὺς οἷδεν Ὀλύμπιος, αἰθέρι ναίων,εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.Ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσιτίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζεμεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσαςἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·Τηλέμαχ’, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις·ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.ὑμετέρου δ’ οὐκ ἔστι γένεος βασιλεύτερον ἄλλοἐν δήμῳ Ἰθάκης, ἀλλ’ ὑμεῖς καρτεροὶ αἰεί.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·αἷ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶραἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.Ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλισταπείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ’ ἕποντο·καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσινἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.Τὸν δ’ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·Τηλέμαχ’, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις,τόνδε τ’ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.Ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ’ ἑταίρουςαὐτούς τ’ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.οἱ δ’ αἷψ’ εἴσβαινον καὶ ἐπὶ κληΐσι καθῖζον.Τηλέμαχος δ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,εἵλετο δ’ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,νηὸς ἀπ’ ἱκριόφιν· τοὶ δὲ πρυμνήσι’ ἔλυσαν.οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσεΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·τὸν δ’ ὦκα προβιβάντα πόδες φέρον, ὄφρ’ ἵκετ’ αὐλήν,ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ἧσι συβώτηςἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς.

↑ Top