Book 16 of 24
Book 16: Father and son
Ulysses Reveals Himself to Telemachus.
Τὼ δ’ αὖτ’ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸςἐντύνοντ’ ἄριστον ἅμ’ ἠοῖ, κηαμένω πῦρ,ἔκπεμψάν τε νομῆας ἅμ’ ἀγρομένοισι σύεσσι·Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,οὐδ’ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺςσαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.αἷψα δ’ ἄρ’ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·Εὔμαι’, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ’ ἑταῖροςἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,ἀλλὰ περισσαίνουσι’ ποδῶν δ’ ὑπὸ δοῦπον ἀκούω.Οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸςἔστη ἐνὶ προθύροισι. ταφὼν δ’ ἀνόρουσε συβώτης,ἐκ δ’ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,κιρνὰς αἴθοπα οἶνον. ὁ δ’ ἀντίος ἦλθεν ἄνακτος,κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰχεῖράς τ’ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃἐλθόντ’ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,μοῦνον τηλύγετον, τῷ ἔπ’ ἄλγεα πολλὰ μογήσῃ,ὡς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸςπάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·καί ῥ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος· οὔ σ’ ἔτ’ ἐγώ γεὄψεσθαι ἐφάμην, ἐπεὶ οἴχεο νηὶ Πύλονδε.ἀλλ’ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷτέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.οὐ μὲν γάρ τι θάμ’ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,ἀλλ’ ἐπιδημεύεις· ὡς γάρ νύ τοι εὔαδε θυμῷ,ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ἔσσεται οὕτως, ἄττα’ σέθεν δ’ ἕνεκ’ ἐνθάδ’ ἱκάνω,ὄφρα σέ τ’ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,ἤ μοι ἔτ’ ἐν μεγάροις μήτηρ μένει, ἧέ τις ἤδηἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴχήτει ἐνευναίων κάκ’ ἀράχνια κεῖται ἔχουσα.Τὸν δ’ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·καὶ λίην κείνη γε μένει τετληότι θυμῷσοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζωραὶ δέ οἱ αἰεὶφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.Ἃς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·αὐτὰρ ὅ γ’ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.τῷ δ’ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·Τηλέμαχος δ’ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·ἧσο, ξεῖν’. ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρηνσταθμῷ ἐν ἡμετέρῳ· παρὰ δ’ ἀνὴρ ὃς καταθήσει.Ἃς φάθ’, ὁ δ’ αὖτις ἰὼν κατ’ ἄρ’ ἕζετο τῷ δὲ συβώτηςχεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·ἔνθα καθέζετ’ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.τοῖσιν δ’ αὖ κρειῶν πίνακας παρέθηκε συβώτηςὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,σῖτον δ’ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,ἐν δ’ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·αὐτὸς δ’ ἀντίον ἴζεν Ὀδυσσῆος θείοιο.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·ἄττα, πόθεν τοι ξεῖνος ὅδ’ ἵκετο; πῶς δέ ἑ ναῦταιἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδ’ ἱκέσθαι.Τὸν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ’ ἀγορεύσω.ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναιπλαζόμενος· ὡς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν παρὰ νηὸς ἀποδρὰςἤλυθ’ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Εὔμαι’, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθαἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·μητρὶ δ’ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,ἢ αὐτοῦ παρ’ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,εὐνήν τ’ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,ἡ ἤδη ἅμ’ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστοςμνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.ἀλλ’ ἦ τοι τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,πέμψω δ’ ὅππῃ μιν κραδίη θυμός τε κελεύειεἰ δ’ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·εἵματα δ’ ἐνθάδ’ ἐγὼ πέμψω καὶ σῖτον ἅπανταἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.κεῖσε δ’ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμιἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·μή μιν κερτομέωσιν, ἐμοὶ δ’ ἄχος ἔσσεται αἱνόν.πρῆξαι δ’ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόνταἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.Τὸν δ’ αὗτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·ὦ φίλ’, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,ἦ μάλα μευ καταδάπτετ’ ἀκούοντος φίλον ἦτορ,οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαιἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶἐχθαίρουσ’ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρμαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ’ ἐπὶ θυμῷ,ἢ πάϊς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτὸςἔλθοι ἀλητεύων· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα·αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,εἶ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμηνἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.εἰ δ’ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,βουλοίμην κ’ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισιτεθνάμεν ἣ τάδε γ’ αἰὲν ἀεικέα ἔργ’ ὁράασθαι,ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκαςῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδονταςμὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέως ἀγορεύσω.οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρμαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,μοῦνον δ’ αὖτ’ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺςμοῦνον ἔμ’ ἐν μεγάροισι τεκὼν λίπεν οὐδ’ ἀπόνητο.τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴδ’ ἐνὶ οἴκῳ.ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,ἠδ’ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,τόσσοι μητέρ’ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.ἡ δ’ οὔτ’ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴνποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντεςοἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.ἀλλ’ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·ἄττα, σὺ δ’ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃεἴφ’ ὅτι οἱ σῶς εἰμι καὶ ἐκ Πύλου εἰλήλουθα.αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,οἴη ἀπαγγείλας· τῶν δ’ ἄλλων μή τις Ἀχαιῶνπευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.Τὸν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθωδυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγ’ ἀχεύωνἔργα τ’ ἐποπτεύεσκε μετὰ δμώων τ’ ἐνὶ οἴκῳπῖνε καὶ ἦσθ’, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·αὐτὰρ νῦν, ἐξ οὗ σύ γε οἴχεο νηὶ Πύλονδε,οὔ πώ μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,οὐδ’ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τεἧσται ὀδυρόμενος, φθινύθει δ’ ἀμφ’ ὀστεόφι χρώς.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ἄλγιον, ἀλλ’ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ’εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.ἀλλὰ σύ γ’ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ’ ἀγροὺςπλάζεσθαι μετ’ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖνἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστακρύβδην· κείνη γάρ κεν ἀπαγγείλειε γέροντι.Ἦ ῥα καὶ ὦρσε συφορβόν’ ὁ δ’ εἵλετο χερσὶ πέδιλα,δησάμενος δ’ ὑπὸ ποσσὶ πόλινδ’ ἴεν. οὐδ’ ἄρ’ Ἀθήνηνλῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,ἀλλ’ ἥ γε σχεδὸν ἦλθε· δέμας δ’ ἤϊκτο γυναικὶκαλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.στῆ δὲ κατ’ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·οὐδ’ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ’ ἐνόησεν,οὐ γάρ πως πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,ἀλλ’ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥ’ οὐχ ὑλάοντο,κνυζηθμῷ δ’ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.ἡ δ’ ἄρ’ ἐπ’ ὀφρύσι νεῦσε’ νόησε δὲ δῖος Ὀδυσσεύς,ἐκ δ’ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,στῆ δὲ πάροιθ’ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδ’ ἐπίκευθε,ὡς ἂν μνηστῆρσιν θάνατον καὶ κῆρ’ ἀραρόντεἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδ’ ἐγὼ αὐτὴδηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.Ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ’ Ἀθήνη.φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶναθῆκ’ ἀμφὶ στήθεσσι, δέμας δ’ ὥφελλε καὶ ἥβην.ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,κυάνεαι δ’ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.ἡ μὲν ἄρ’ ὡς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺςἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,ταρβήσας δ’ ἑτέρωσε βάλ’ ὄμματα μὴ θεὸς εἴη,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηΐδα·ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,ἄλλα δὲ εἵματ’ ἔχεις, καί τοι χρὼς οὐκέθ’ ὁμοῖος.ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·ἀλλ’ ἵληθ’, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δ’ ἡμέων.Τὸν δ’ ἠμείβετ’ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·οὔ τίς τοι θεός εἰμι· τί μ’ ἀθανάτοισιν ἐΐσκεις;ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζωνπάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.Ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶνδάκρυον ἧκε χαμᾶζε· πάρος δ’ ἔχε νωλεμὲς αἰεί.Τηλέμαχος δ’, οὐ γάρ πω ἐπείθετο ὃν πατέρ’ εἶναι,ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·οὐ σύ γ’ Ὀδυσσεύς ἐσσι πατὴρ ἐμός, ἀλλά με δαίμωνθέλγει, ὄφρ’ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτοᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼνῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.ἡ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·νῦν δὲ θεοῖσιν ἔοικας, οἱ οὐρανὸν εὐρὺν ἔχουσι.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Τηλέμαχ’, οὔ σε ἔοικε φίλον πατέρ’ ἔνδον ἐόνταοὔτε τι θαυμάζειν περιώσιον οὔτ’ ἀγάασθαι·οὐ μὲν γάρ τοι ἔτ’ ἄλλος ἐλεύσεται ἐνθάδ’ Ὀδυσσεύς,ἀλλ’ ὅδ’ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δ’ ἀληθείς,ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,ἥ τέ με τοῖον ἔθηκεν ὅπως ἐθέλει, δύναται γάρ,ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δ’ αὗτεἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροὶ εἵματ’ ἔχοντι.ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.Ὃς ἄρα φωνήσας κατ’ ἄρ’ ἕζετο, Τηλέμαχος δὲἀμφιχυθεὶς πατέρ’ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων.ἀμφοτέροισι δὲ τοῖσιν ὑφ’ ἵμερος ὦρτο γόοιο·κλαῖον δὲ λιγέως, ἁδινώτερον ἤ τ’ οἰωνοί,φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκναἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·ὡς ἄρα τοί γ’ ἐλεεινὸν ὑπ’ ὀφρύσι δάκρυον εἶβον.καί νύ κ’ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ’ αἷψα·ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦταιἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ’ ἱκέσθαι.Τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.Φαίηκές μ’ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλουςἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·καί μ’ εὔδοντ’ ἐν νηὶ θοῇ ἐπὶ πόντον ἄγοντεςκάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ’ ὑφαντήν.καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·νῦν αὖ δεῦρ’ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.ἀλλ’ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,ὄφρα ἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξαςφράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθ’ ἀντιφέρεσθαιμούνω ἄνευθ’ ἄλλων, ἡ καὶ διζησόμεθ’ ἄλλους.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὦ πάτερ, ἢ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,χεῖράς τ’ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·ἀλλὰ λίην μέγα εἶπες· ἄγη μ’ ἔχει· οὐδέ κεν εἴηἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.μνηστήρων δ’ οὔτ’ ἃρ δεκὰς ἀτρεκὲς οὔτε δύ’ οἷαι,ἀλλὰ πολὺ πλέονες· τάχα δ’ εἴσεαι ἐνθάδ’ ἀριθμόν.ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντακοῦροι κεκριμένοι, ἐξ δὲ δρηστῆρες ἕπονται·ἐκ δὲ Σάμης πίσυρες καὶ εἴκοσι φῶτες ἔασιν,ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,ἐκ δ’ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,καί σφιν ἅμ’ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸςκαὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,μὴ σολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.ἀλλὰ σύ γ’, εἰ δύνασαί τιν’ ἀμύντορα μερμηρίξαι,φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.Τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶἀρκέσει, ἦέ τιν’ ἄλλον ἀμύντορα μερμηρίξω.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ἐσθλώ τοι τούτω γ’ ἐπαμύντορε, τοὺς ἀγορεύεις,ὕψι περ ἐν νεφέεσσι καθημένω· ὦ τε καὶ ἄλλοιςἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.Τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθονφυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖνἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ’ ἠοῖ φαινομένηφινοἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.εἰ δέ μ’ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρτετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζεἢ βέλεσιν βάλχωσί σὺ δ’ εἰσορόων ἀνέχεσθαι.ἀλλ’ ἢ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τιπείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δ’ ἔπειτα νοήσαςὅσσα τοι ἐν μεγάροισιν ἀρήϊα τεύχεα κεῖταιἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείραςπάντα μάλ’· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσιπαρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·ἐκ καπνοῦ κατέθηκ’, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκειοἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,ἀλλὰ κατήκισται, ὅσσον πυρὸς ἵκετ’ ἀὐτμή.πρὸς δ’ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτακαὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.νῶϊν δ’ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρεκαλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα’ τοὺς δέ κ’ ἔπειταΠαλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·εἰ ἐτεόν γ’ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,μή τις ἔπειτ’ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,μήτ’ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτηςμήτε τις οἰκήων μήτ’ αὐτὴ Πηνελόπεια,ἀλλ’ οἷοι σύ τ’ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,ἡμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,ἠδ’ ὅτις οὐκ ἀλέγει, σὲ δ’ ἀτιμᾷ τοῖον ἐόντα.Τὸν δ’ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός·ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ’, ὀΐω,γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ’ ἔχουσιν·ἀλλ’ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐωἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,ἔργα μετερχόμενος· τοὶ δ’ ἐν μεγάροισιν ἕκηλοιχρήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ’ ἔπι φειδώ.ἀλλ’ ἢ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,αἵ τέ σ’ ἀτιμάζουσι καὶ αἱ νηλίτιδές εἰσιν·ἀνδρῶν δ’ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμιἡμέας πειράζειν, ἀλλ’ ὕστερα ταῦτα πένεσθαι,εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,ἡ δ’ ἄρ’ ἔπειτ’ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.οἱ δ’ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν,τεύχεα δέ σφ’ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,αὐτίκα δ’ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,οὕνεκα Τηλέμαχος μὲν ἐπ’ ἀγροῦ, νῆα δ’ ἀνώγειἄστυδ’ ἀποπλείειν, ἵνα μὴ δείσασ’ ἐνὶ θυμῷἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι.τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸςτῆς αὐτῆς ἕνεκ’ ἀγγελίης, ἐρέοντε γυναικί.ἀλλ’ ὅτε δή ῥ’ ἵκοντο δόμον θείου βασιλῆος,κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.Πηνελοπείῃ δ’ εἶπε συβώτης ἄγχι παραστὰςπάνθ’ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,βῆ ῥ’ ἴμεναι μεθ’ ὕας, λίπε δ’ ἕρκεά τε μέγαρόν τε.Μνηστῆρες δ’ ἀκάχοντο κατήφησάν τ’ ἐνὶ θυμῷ,ἐκ δ’ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.τοῖσιν δ’ Εὐρύμαχος, Πολύβου πάϊς, ἄρχ’ ἀγορεύειν·ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσταιΤηλεμάχῳ ὁδὸς ἥδε. φάμεν δέ οἱ οὐ τελέεσθαι.ἀλλ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν, ἥ τις ἀρίστη,ἐς δ’ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστακείνοις ἀγγείλωσι θοῶς οἵκόνδε νέεσθαι.Οὔ πω πᾶν εἴρηθ’, ὅτ’ ἄρ’ Ἀμφίνομος ἴδε νῆα,στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.ἡδὺ δ’ ἄρ’ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·μή τιν’ ἔτ’ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.ἤ τίς σφιν τόδ’ ἔειπε θεῶν, ἢ ἔσιδον αὐτοὶνῆα παρερχομένην, τὴν δ’ οὐκ ἐδύναντο κιχῆναι.Ὣς ἔφαθ’, οἱ δ’ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,αἶψα δὲ νῆα μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν,τεύχεα δέ σφ’ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.αὐτοὶ δ’ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τιν’ ἄλλονεἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.τοῖσιν δ’ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·Ὦ πόποι, ὡς τόνδ’ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.ἤματα μὲν σκοποὶ ἴζον ἐπ’ ἄκριας ἠνεμοέσσαςαἰὲν ἐπασσύτεροι’ ἅμα δ’ ἠελίῳ καταδύντιοὔ ποτ’ ἐπ’ ἠπείρου νύκτ’ ἄσαμεν, ἀλλ’ ἐνὶ πόντῳνηὶ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντεςαὐτόν· τὸν δ’ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων.ἡμεῖς δ’ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρονΤηλεμάχῳ, μηδ’ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐωτούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,λαοὶ δ’ οὐκέτι πάμπαν ἐφ’ ἡμῖν ἦρα φέρουσιν.ἀλλ’ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺςεἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,ἀλλ’ ἀπομηνίσει, ἐρέει δ’ ἐν πᾶσιν ἀναστὰςοὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ’ ἐκίχημεν·οἱ δ’ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσιγαίης ἡμετέρης, ἄλλων δ’ ἀφικώμεθα δῆμον·ἀλλὰ φθέωμεν ἑλόντες ἐπ’ ἀγροῦ νόσφι πόληοςἢ ἐν ὁδῷ· βίοτον δ’ αὐτοὶ καὶ κτήματ’ ἔχωμεν,δασσάμενοι κατὰ μοῖραν ἐφ’ ἡμέας, οἰκία δ’ αὗτεκείνου μητέρι δοῖμεν ἔχειν ἠδ’ ὅς τις ὀπυίοι.εἰ δ’ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθεαὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,μή οἱ χρήματ’ ἔπειτα ἅλις θυμηδέ ἔδωμενἐνθάδ’ ἀγειρόμενοι, ἀλλ’ ἐκ μεγάροιο ἕκαστοςμνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ’ ἔπειταγήμαιθ’ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.τοῖσιν δ’ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,ὅς ῥ’ ἐκ Δουλιχίου πολυπύρου ποιήεντοςἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητ’ ἀγαθῇσιν·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμιΤηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστικτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.εἰ μέν κ’ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,αὐτός τε κτενέω τούς τ’ ἄλλους πάντας ἀνώξω·εἰ δέ κ’ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.Ὣς ἔφατ’ Ἀμφίνομος, τοῖσιν δ’ ἐπιήνδανε μῦθος.αὐτίκ’ ἔπειτ’ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.Ἡ δ’ αὖτ’ ἄλλ’ ἐνόησε περίφρων Πηνελόπεια,μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι·πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.βῆ δ’ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.ἀλλ’ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,Ἀντίνοον δ’ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Ἀντίνο’, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασινἐν δήμῳ Ἰθάκης μεθ’ ὁμήλικας ἔμμεν ἄριστονβουλῇ καὶ μύθοισι· σὺ δ’ οὐκ ἄρα τοῖος ἔησθα.μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τεῥάπτεις, οὐδ’ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺςμάρτυρος; οὐδ’ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.ἦ οὐκ οἶσθ’ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισινἤκαχε Θεσπρωτούς· οἱ δ’ ἡμῖν ἄρθμιοι ἧσαν.τόν ῥ’ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἧτορἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·ἀλλ’ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκαπαῖδά τ’ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.Τὴν δ’ αὖτ’ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.οὐκ ἔσθ’ οὗτος ἀνὴρ οὐδ’ ἔσσεται οὐδὲ γένηται,ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσειζώοντός γ’ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺςπολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸνἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστινἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγαἔκ γε μνηστήρων· θεόθεν δ’ οὐκ ἔστ’ ἀλέασθαι.Ὣς φάτο θαρσύνων, τῷ δ’ ἤρτυεν αὐτὸς ὄλεθρον.ἡ μὲν ἄρ’ εἰσαναβᾶσ’ ὑπερώϊα σιγαλόεντακλαῖεν ἔπειτ’ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνονἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.τ Ἑσπέριος δ’ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸςἤλυθεν· οἱ δ’ ἄρα δόρπον ἐπισταδὸν ὁπλίζοντο,σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνηἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆαῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτηςγνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.Τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·ἦλθες, δ Εὔμαιε. τί δὴ κλέος ἔστ’ ἀνὰ ἄστυ;ἦ ῥ’ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασινἐκ λόχου, ἢ ἔτι μ’ αὖτ’ εἰρύαται οἴκαδ’ ἰόντα; ἪΤὸν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαιἄστυ καταβλώσκοντα’ τάχιστά με θυμὸς ἀνώγειἀγγελίην εἰπόντα πάλιν δεῦρ’ ἀπονέεσθαι.ὡμήρησε δέ μοι παρ’ ἑταίρων ἄγγελος ὠκύς,κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.ἤδη ὑπὲρ πόλιος, ὅθι Ἕρμαιος λόφος ἐστίν,ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσανἐς λιμέν’ ἡμέτερον· πολλοὶ δ’ ἔσαν ἄνδρες ἐν αὐτῇ,βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.Ὣς φάτο, μείδησεν δ’ ἱερὴ ἲς Τηλεμάχοιοἐς πατέρ’ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δ’ ὑφορβόν.Οἱ δ’ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.