Classica Labs

← The Odyssey · Contents

Book 17 of 24

Book 17: The beggar in the town

Telemachus and his Mother Meet—Ulysses and Eumaeus Come Down to the Town, and Ulysses is Insulted by Melanthius—He is Recognised by the Dog Argos—He is Insulted and Presently Struck by Antinous with a Stool—Penelope Desires That He Shall Be Sent to her.

Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἦώς,δὴ τότ’ ἔπειθ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλαΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,εἵλετο δ’ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·ἄττ’, ἦ τοι μὲν ἐγὼν εἷμ’ ἐς πόλιν, ὄφρα με μήτηρὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐωκλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,πρίν γ’ αὐτόν με ἴδηται· ἀτὰρ σοί γ’ ὧδ’ ἐπιτέλλω.τὸν ξεῖνον δύστηνον ἄγ’ ἐς πόλιν, ὄφρ’ ἂν ἐκεῖθιδαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κ’ ἐθέλῃσιπύρνον καὶ κοτύλην· ἐμὲ δ’ οὔ πως ἔστιν ἅπανταςἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ.ὁ ξεῖνος δ’ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷἔσσεται. ἦ γὰρ ἐμοὶ φίλ’ ἀληθέα μυθήσασθαι.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ’ ἀγροὺςδαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κ’ ἐθέλῃσιν.οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,ὥς τ’ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.ἀλλ’ ἔρχευ· ἐμὲ δ’ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,αὐτίκ’ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.αἰνῶς γὰρ τάδε εἵματ’ ἔχω κακά· μή με δαμάσσῃστίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτ’ εἶναι.Ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.αὐτὰρ ἐπεί ῥ’ ἵκανε δόμους εὖ ναιετάοντας,ἔγχος μέν ῥ’ ἔστησε φέρων πρὸς κίονα μακρήν,αὐτὸς δ’ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.Τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,δακρύσασα δ’ ἔπειτ’ ἰθὺς κίεν· ἀμφὶ δ’ ἄρ’ ἄλλαιδμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὦμους.Ἡ δ’ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ’ ἔτ’ ἐγώ γεὄψεσθαι ἐφάμην, ἐπεὶ οἴχεο νηὶ Πύλονδελάθρῃ, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.ἀλλ’ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·ἀλλ’ ὑδρηναμένη, καθαρὰ χροὶ εἵμαθ’ ἑλοῦσα,εἰς ὑπερῷ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶνεὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβαςῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσωξεῖνον, ὅτις μοι κεῖθεν ἅμ’ ἕσπετο δεῦρο κιόντι.τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγονταἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.Ὃς ἄρ’ ἐφώνησεν, τῇ δ’ ἄπτερος ἔπλετο μῦθος.ἡ δ’ ὑδρηναμένη, καθαρὰ χροὶ εἵμαθ’ ἑλοῦσα,εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβαςῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.Τηλέμαχος δ’ ἄρ’ ἔπειτα διὲκ μεγάροιο βεβήκειἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.θεσπεσίην δ’ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·τὸν δ’ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντοἔσθλ’ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,ἀλλ’ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ’ Ἀλιθέρσης,οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,ἔνθα καθέζετ’ ἰών· τοὶ δ’ ἐξερέεινον ἅπαντα.τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδ’ ἄρ’ ἔτι δὴνΤηλέμαχος ξείνοιο ἑκὰς τράπετ’, ἀλλὰ παρέστη.τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·Τηλέμαχ’, αἶψ’ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,ὥς τοι δῶρ’ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Πείραι’, οὐ γὰρ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισιλάθρῃ κτείναντες πατρώϊα πάντα δάσωνται,αὐτὸν ἔχοντά σε βούλομ’ ἐπαυρέμεν ἤ τινα τῶνδε·εἰ δέ κ’ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.Ὃς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.αὐτὰρ ἐπεί ῥ’ ἵκοντο δόμους εὖ ναιετάοντας,χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,ἐς δ’ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.τοὺς δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,ἀμφὶ δ’ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,ἔκ ῥ’ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσακαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα,εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων.μήτηρ δ’ ἀντίον ἴζε παρὰ σταθμὸν μεγάροιοκλισμῷ κεκλιμένη, λέπτ’ ἠλάκατα στρωφῶσα.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖσι δὲ μύθων ἄρχε περίφρων Πηνελόπεια·Τηλέμαχ’, ἡ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσαλέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,αἰεὶ δάκρυσ’ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺςοἴχεθ’ ἅμ’ Ἀτρεΐδησιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.οἰχόμεθ’ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισινἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸνἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὡς ἐμὲ κεῖνοςἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτ’ ἔφασκεζωοῦ οὐδὲ θανόντος ἐπιχθονίων τευ ἀκοῦσαι,ἀλλά μ’ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.ἔνθ’ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰἈργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.εἴρετο δ’ αὐτίκ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαοςὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·Ὦ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.ὡς δ’ ὁπότ’ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντοςνεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺςκνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήενταβοσκομένη, ὁ δ’ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,ὡς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,τοῖος ἐὼν οἷός ποτ’ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,κὰδ δ’ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·πάντες κ’ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ταῦτα δ’ ἅ μ’ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γεἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ’ ἀπατήσω,ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ’ ἐπικεύσω,φῆ μιν ὅ γ’ ἐν νήσῳ ἰδέειν κρατέρ’ ἄλγε’ ἔχοντα,νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃἴσχει· ὁ δ’ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,οἵ κέν μιν πέμποιεν ἐπ’ εὐρέα νῶτα θαλάσσης.ὡς ἔφατ’ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρονἀθάνατοι, τοί μ’ ὦκα φίλην ἐς πατρίδ’ ἔπεμψαν.Ὣς φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής··ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,ἦ τοι ὅ γ’ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον··ἀτρεκέως γάρ τοι μαντεύσομαι οὐδ’ ἐπικεύσω.ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζαἱστίη τ’ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,ὡς ἢ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·οἷον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸςἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·αἷ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶραἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιοδίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.ἀλλ’ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλαπάντοθεν ἐξ ἀγρῶν, οἱ δ’ ἤγαγον οἱ τὸ πάρος περ,καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλισταἥνδανε κηρύκων, καί σφιν παρεγίγνετο δαιτί·κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρέν’ ἀέθλοις,ἔρχεσθε πρὸς δώμαθ’, ἵν’ ἐντυνώμεθα δαῖτα·οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.Ὣς ἔφαθ’, οἱ δ’ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.αὐτὰρ ἐπεί ῥ’ ἵκοντο δόμους εὖ ναιετάοντας,χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,οἱ δ’ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,δαῖτ’ ἐντυνόμενοι. τοὶ δ’ ἐξ ἀγροῖο πόλινδεὀτρύνοντ’ Ὀδυσεύς τ’ ἰέναι καὶ δῖος ὑφορβός.τοῖσι δὲ μύθων ἄρχε συβώτης, ὄρχαμος ἀνδρῶν·ξεῖν’, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδ’ ἰέναι μενεαίνειςσήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός,—ἦ σ’ ἂν ἐγώ γεαὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσωνεικείῃ· χαλεπαὶ δὲ ἀνάκτων εἰσὶν ὁμοκλαί·ἀλλ’ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλισταἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.ἀλλ’ ἴομεν, σὺ δ’ ἔπειτα διαμπερὲς ἡγεμόνευε.δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστί,σκηρίπτεσθ’, ἐπεὶ ἦ φατ’ ἀρισφαλέ’ ἔμμεναι οὐδόν.Ἦ ῥα καὶ ἀμφ’ ὥμοισιν ἀεικέα βάλλετο πήρην,πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.Εὔμαιος δ’ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρεςῥύατ’ ὄπισθε μένοντες· ὁ δ’ ἐς πόλιν ἦγεν ἄνακταπτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,σκηπτόμενον’ τὰ δὲ λυγρὰ περὶ χροὶ εἵματα ἕστο.Ἀλλ’ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσανἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντοτυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,τὴν ποίησ’ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·ἀμφὶ δ’ ἄρ’ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρὑψόθεν ἐκ πέτρης· βωμὸς δ’ ἐφύπερθε τέτυκτονυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·ἔνθα σφέας ἐκίχανεν υἱὸς Δολίοιο Μελανθεὺςαἶγας ἄγων, αἱ πᾶσι μετέπρεπον αἰπολίοισι,δεῖπνον μνηστήρεσσι δύω δ’ ἅμ’ ἕποντο νομῆες.τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζενἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,πτωχὸν ἀνιηρόν, δαιτῶν ἀπολυμαντῆρα;ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὥμους,αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·τόν κ’ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαισηκοκόρον τ’ ἔμεναι θαλλόν τ’ ἐρίφοισι φορῆναι,καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.ἀλλ’ ἐπεὶ οὖν δὴ ἔργα κάκ’ ἔμμαθεν, οὐκ ἐθελήσειἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμονβούλεται αἰτίζων βόσκειν ἣν γαστέρ’ ἄναλτον.ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κ’ ἔλθῃ πρὸς δώματ’ Ὀδυσσῆος θείοιο,πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάωνπλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.Ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίησινἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,ἀλλ’ ἔμεν’ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺςἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.ἀλλ’ ἐπετόλμησε, φρεσὶ δ’ ἔσχετο· τὸν δὲ συβώτηςνείκεσ’ ἐσάντα ἰδών, μέγα δ’ εὔξατο χεῖρας ἀνασχών·νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτ’ Ὀδυσσεὺςὕμμ’ ἐπὶ μηρία κῆε, καλύψας πίονι δημῷ,ἀρνῶν ἠδ’ ἐρίφων, τόδε μοι κρηήνατ’ ἐέλδωρ,ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶἄστυ κάτ’· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.Τὸν δ’ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·Ὦ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδώς,τόν ποτ’ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνηςἄξω τῆλ’ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλωνσήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,ὡς Ὀδυσῆϊ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.Ἃς εἰπὼν τοὺς μὲν λίπεν αὐτόθι ἦκα κιόντας,αὐτὰρ ὁ βῆ, μάλα δ’ ὦκα δόμους ἵκανεν ἄνακτος.αὐτίκα δ’ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,ἀντίον Εὐρυμάχου’ τὸν γὰρ φιλέεσκε μάλιστα.τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἱ πονέοντο,σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσαἔδμεναι. ἀγχίμολον δ’ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸςστήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθ’ ἰωὴφόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετ’ ἀείδεινΦήμιος. αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·Εὔμαι’, ἦ μάλα δὴ τάδε δώματα κάλ’ Ὀδυσῆος,ῥεῖα δ’ ἀρίγνωτ’ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.ἐξ ἑτέρων ἕτερ’ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴτοίχῳ καὶ θριγκοῖσι, θύραι δ’ εὐερκέες εἰσὶδικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.γιγνώσκω δ’ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενταιἄνδρες, ἐπεὶ κνίση μὲν ἐνήνοθεν, ἐν δέ τε φόρμιγξἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.Τὸν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·ῥεῖ ἔγνως, ἐπεὶ οὐδὲ τά τ’ ἄλλα πέρ ἐσσ’ ἀνοήμων.ἀλλ’ ἄγε δὴ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα.ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,δύσεο δὲ μνηστῆρας, ἐγὼ δ’ ὑπολείψομαι αὐτοῦ·εἰ δ’ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ’ εἶμι προπάροιθε.μηδὲ σὺ δηθύνειν, μή τίς σ’ ἔκτοσθε νοήσαςἢ βάλῃ ἢ ἐλάσῃ’ τὰ δέ σε φράζεσθαι ἄνωγα.Τὸν δ’ ἠμείβετ’ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.ἀλλ’ ἔρχευ προπάροιθεν, ἐγὼ δ’ ὑπολείψομαι αὐτοῦ.οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων.τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθακύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.γαστέρα δ’ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,οὐλομένην, ἣ πολλὰ κάκ’ ἀνθρώποισι δίδωσι,τῆς ἕνεκεν καὶ νῆες ἐδῶγοι ὁπλίζονταιπόντον ἐπ’ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ’ αὐτὸςθρέψε μέν, οὐδ’ ἀπόνητο, πάρος δ’ ἐς Ἴλιον ἱρὴνοἴχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρεςαἶγας ἐπ’ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·δὴ τότε κεῖτ’ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράωνἡμιόνων τε βοῶν τε ἅλις κέχυτ’, ὄφρ’ ἂν ἄγοιενὁμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·ἔνθα κύων κεῖτ’ Ἄργος, ἐνίπλειος κυνοραιστέων.δὴ τότε γ’, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,οὐρῇ μέν ῥ’ ὅ γ’ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,ἄσσον δ’ οὐκέτ’ ἔπειτα δυνήσατο οἷο ἄνακτοςἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δ’ ἐρεείνετο μύθῳ·Εὔμαι’, ἦ μάλα θαῦμα κύων ὅδε κεῖτ’ ἐνὶ κόπρῳ.καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γ’ οὐ σάφα οἶδα,ἢ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,ἡ αὕτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶνγίγνοντ’, ἀγλαΐης δ’ ἕνεκεν κομέουσιν ἄνακτες.Τὸν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.εἰ τοιόσδ’ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕληςκνώδαλον, ὅττι δίοιτο’ καὶ ἴχνεσι γὰρ περιήδη·νῦν δ’ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρηςὥλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.δμῶες δ’, εὖτ’ ἂν μηκέτ’ ἐπικρατέωσιν ἄνακτες,οὐκέτ’ ἔπειτ’ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·ἥμισυ γάρ τ’ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺςἀνέρος, εὖτ’ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.Ὃς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,βῆ δ’ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.Ἄργον δ’ αὖ κατὰ μοῖρ’ ἔλαβεν μέλανος θανάτοιο,αὐτίκ’ ἰδόντ’ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.Τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴςἐρχόμενον κατὰ δῶμα συβώτην, ὧκα δ’ ἔπειτανεῦσ’ ἐπὶ οἵ καλέσας· ὃ δὲ παπτήνας ἕλε δίφρονκείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰδαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζανἀντίον, ἔνθα δ’ ἄρ’ αὐτὸς ἐφέζετο’ τῷ δ’ ἄρα κῆρυξμοῖραν ἑλὼν ἐτίθει κανέου τ’ ἐκ σῖτον ἀείρας.Ἀγχίμολον δὲ μετ’ αὐτὸν ἐδύσετο δώματ’ Ὀδυσσεύς,πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροὶ εἵματα ἕστο.ἴζε δ’ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτωνξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε.Τηλέμαχος δ’ ἐπὶ οἵ καλέσας προσέειπε συβώτην,ἄρτον τ’ οὗλον ἑλὼν περικαλλέος ἐκ κανέοιοκαὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευεαἰτίζιν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.Ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντ’ ἀγόρευε·Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύειαἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·αἰδῶ δ’ οὐκ ἀγαθήν φησ’ ἔμμεναι ἀνδρὶ προΐκτῃ.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,καί οἵ πάντα γένοιτο ὅσα φρεσὶν ἧσι μενοινᾷ.Ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεναὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,ἤσθιε δ’ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·εὖθ’ ὁ δεδειπνήκειν, ὁ δ’ ἐπαύετο θεῖος ἀοιδός,μνηστῆρες δ’ ὁμάδησαν ἀνὰ μέγαρ’· αὐτὰρ Ἀθήνηἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆαὄτρυν’, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,γνοίη θ’ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ’ ἀθέμιστοι·ἀλλ’ οὐδ’ ὥς τιν’ ἔμελλ’ ἀπαλεξήσειν κακότητος.βῆ δ’ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,πάντοσε χεῖρ’ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.οἱ δ’ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,ἀλλήλους τ’ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,τοῦδε περὶ ξείνου· ἢ γάρ μιν πρόσθεν ὄπωπα.ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,αὐτὸν δ’ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.Ὣς ἔφατ’, Ἀντίνοος δ’ ἔπεσιν νείκεσσε συβώτην·ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδεἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;ἡ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτοςἐνθάδ’ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδ’ ἐκάλεσσας;Τὸν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·Ἀντίνο’, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼνἄλλον γ’, εἰ μὴ τῶν οἱ δημιοεργοὶ ἔασι,μάντιν ἢ ἰητῆρα κακῶν ἣ τέκτονα δούρων,ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπησιν ἀείδων;οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ’ ἀπείρονα γαῖαν·πτωχὸν δ’ οὐκ ἄν τις καλέοι τρύξοντα αὐτόν.ἀλλ’ αἰεὶ χαλεπὸς περὶ πάντων εἰς μνηστήρωνὁμωσὶν Ὀδυσσῆος, πέρι δ’ αὖτ’ ἐμοί· αὐτὰρ ἐγώ γεοὐκ ἀλέγω, ἣδς μοι ἐχέφρων Πηνελόπειαζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·Ἀντίνοος δ’ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶμύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.Ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·Ἀντίνο’, ἦ μευ καλὰ πατὴρ ὡς κήδεαι υἷος,ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο δίεσθαιμύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·μήτ’ οὖν μητέρ’ ἐμὴν ἅζευ τό γε μήτε τιν’ ἄλλονδμώων, οἱ κατὰ δώματ’ Ὀδυσσῆος θείοιο.ἀλλ’ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.Τὸν δ’ αὖτ’ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·Τηλέμαχ’ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.εἴ οἱ τόσσον πάντες ὀρέξειαν μνηστῆρες,καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.Ὣς ἄρ’ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζηςκείμενον, ᾧ ῥ’ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων.οἱ δ’ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ’ ἄρα πήρηνσίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺςαὗτις ἐπ’ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·στῆ δὲ παρ’ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶνἔμμεναι, ἀλλ’ ὥριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοισίτου· ἐγὼ δέ κέ σε κλείω κατ’ ἀπείρονα γαῖαν.καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιονὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃτοίῳ, ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰοἷσίν τ’ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—ὅς μ’ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκενΑἴγυπτόνδ’ ἰέναι, δολιχὴν ὁδόν, ὄφρ’ ἀπολοίμην.στῆσα δ’ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.ἔνθ’ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆα ἔρυσθαι,ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὄτρυνα νέεσθαι.οἱ δ’ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,αἶψα μάλ’ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺςπόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,αὐτούς τ’ ἔκτεινον· τάχα δ’ ἐς πόλιν ἵκετ’ ἀὐτή.οἱ δὲ βοῆς ἀΐοντες ἅμ’ ἠοῖ φαινομένηφινἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππωνχαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνοςφύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτληστῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.ἔνθ’ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,τοὺς δ’ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.αὐτὰρ ἔμ’ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·ἔνθεν δὴ νῦν δεῦρο τόδ’ ἵκω πήματα πάσχων.Τὸν δ’ αὖτ’ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;στῇθ’ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.ἑξείης πάντεσσι παρίστασαι’ οἱ δὲ διδοῦσιμαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ’ ἐλεητὺςἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.Τὸν δ’ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·Ὦ πόποι, οὐκ ἄρα σοί γ’ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·οὐ σύ γ’ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ’ ἅλα δοίης,ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτληςσίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.Ὣς ἔφατ’, Ἀντίνοος δ’ ἐχολώσατο κηρόθι μᾶλλον,καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·νῦν δή σ’ οὐκέτι καλὰ διὲκ μεγάροιό γ’ ὀΐωἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.Ἃς ἄρ’ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,πρυμνότατον κατὰ νῶτον· ὁ δ’ ἐστάθη ἠΰτε πέτρηἔμπεδον, οὐδ’ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,ἀλλ’ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.ἃψ δ’ ὅ γ’ ἐπ’ οὐδὸν ἰὼν κατ’ ἄρ’ ἕζετο, κὰδ δ’ ἄρα πήρηνθῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.οὐ μὰν οὔτ’ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,ὁππότ’ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσιβλήεται, ἢ περὶ βουσὶν ἣ ἀργεννῇς ὀΐεσσιν·αὐτὰρ ἔμ’ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,οὐλομένης, ἣ πολλὰ κάκ’ ἀνθρώποισι δίδωσιν.ἀλλ’ εἴ που πτωχῶν γε θεοὶ καὶ ἐρινύες εἰσίν,Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.Τὸν δ’ αὖτ’ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·ἔσθι’ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθ’ ἄλλῃ,μή σε νέοι διὰ δώματ’ ἐρύσσωσ’, οἵ’ ἀγορεύεις,ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·Ἀντίνο’, οὐ μὲν κάλ’ ἔβαλες δύστηνον ἀλήτην,οὐλόμεν’, εἰ δή πού τις ἐπουράνιος θεός ἐστι.καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.Ὃς ἄρ’ ἔφαν μνηστῆρες, ὁ δ’ οὐκ ἐμπάζετο μύθων.Τηλέμαχος δ’ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεβλημένου, οὐδ’ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,ἀλλ’ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.Τοῦ δ’ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπειαβλημένου ἐν μεγάρῳ, μετ’ ἄρα δμῳῇσιν ἔειπεν·αἴθ’ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.τὴν δ’ αὖτ’ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·εἰ γὰρ ἐπ’ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·οὐκ ἄν τις τούτων γε ἐϋθρονον Ἠῶ ἵκοιτο.Τὴν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·μαῖ’, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμαἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·ἔνθ’ ἄλλοι μὲν πάντες ἐνέπλησάν τ’ ἔδοσάν τε,οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.Ἡ μὲν ἄρ’ ὡς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,ἡμένη ἐν θαλάμῳ· ὁ δ’ ἐδείπνει δῖος Ὀδυσσεύς.ἡ δ’ ἐπὶ οἵ καλέσασα προσηΐδα δῖον ὑφορβόν·ἔρχεο, δῖ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθιἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδ’ ἐρέωμαιεἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσταιἢ ἴδεν ὀφθαλμοῖσι πολυπλάγκτῳ γὰρ ἔοικε.Τὴν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·οἵ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἧτορ.τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ’ ἤματ’ ἔρυξαἐν κλισίῃ· πρῶτον γὰρ ἔμ’ ἵκετο νηὸς ἀποδράς·ἀλλ’ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.ὡς δ’ ὅτ’ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἐξἀείδῃ δεδαὼς ἔπε’ ἱμερόεντα βροτοῖσι,τοῦ δ’ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότ’ ἀείδῃ·ὡς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.φησὶ δ’ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.ἔνθεν δὴ νῦν δεῦρο τόδ’ ἵκετο πήματα πάσχων,προπροκυλινδόμενος· στεῦται δ’ Ὀδυσῆος ἀκοῦσαιἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,ζωοῦ· πολλὰ δ’ ἄγει κειμήλια ὅνδε δόμονδε.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·ἔρχεο, δεῦρο κάλεσσον, ἵν’ ἀντίον αὐτὸς ἐνίσπῃ.οὗτοι δ’ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθωνἢ αὐτοῦ κατὰ δώματ’, ἐπεί σφισι θυμὸς ἐύφρων.αὐτῶν μὲν γὰρ κτήματ’ ἀκήρατα κεῖτ’ ἐνὶ οἴκῳ,σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,οἱ δ’ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας;εἰλαπινάζυσιν πίνουσί τε αἴθοπα οἷνονμαψιδίως· τὰ δὲ πολλὰ κατάνεται· οὐ γὰρ ἔπ’ ἀνήρ,οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.εἰ δ’ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ’ ἐς πατρίδα γαῖαν,αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.Ὣς φάτο, Τηλέμαχος δὲ μέγ’ ἔπταρεν, ἀμφὶ δὲ δῶμασμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,αἶψα δ’ ἄρ’ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·ἔρχεδ μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσι ἔπεσσι;τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτοπᾶσι μάλ’, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύζξει.ἄλλο δέ τόι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·αἴ κ’ αὐτὸν γνώω νημερτέα πάντ’ ἐνέποντα,ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.Ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸςἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.εἰ δέ κέ σε γνώῃ νημερτέα πάντ’ ἐνέποντα,ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλισταχρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμονγαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κ’ ἐθέλῃσι.Τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·Εὔμαι’, αἶψά κ’ ἐγὼ νημερτέα πάντ’ ἐνέποιμικούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·οἷδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δ’ ἀνεδέγμεθ’ ὀϊζύν.ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι’ ὅμιλον,τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.καὶ γὰρ νῦν, ὅτε μ’ οὗτος ἀνὴρ κατὰ δῶμα κιόνταοὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,οὔτε τι Τηλέμαχος τό γ’ ἐπήρκεσεν οὔτε τις ἄλλος.τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθιμεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·καὶ τότε μ’ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοιλύγρ’ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθ’ ἱκέτευσα.Ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.τὸν δ’ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·οὐ σύ γ’ ἄγεις, Εὔμαιε; τί τοῦτ’ ἐνόησεν ἀλήτης;ἡ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλωςαἰδεῖται κατὰ δῶμα; κακὸς δ’ αἰδοῖος ἀλήτης.Τὴν δ’ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κ’ οἴοιτο καὶ ἄλλος,ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.καὶ δὲ σοὶ ὧδ’ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδ’ ἐπακοῦσαι.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·οὐκ ἄφρων ὁ ξεῖνος ὀΐεται, ὥς περ ἂν εἴη·οὐ γάρ πώ τινες ὧδε καταθνητῶν ἀνθρώπωνἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.Ἡ μὲν ἄρ’ ὡς ἀγόρευεν, ὁ δ’ οἴχετο δῖος ὑφορβὸςμνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηΐδα,ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ’ οἱ ἄλλοι·ὦ φίλ’, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,σὸν καὶ ἐμὸν βίοτον· σοὶ δ’ ἐνθάδε πάντα μελόντων.αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷμή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ἔσσεται οὕτως, ἄττα· σὺ δ’ ἔρχεο δειελιήσας·ἠῶθεν δ’ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.Ὃς φάθ’, ὁ δ’ αὖτις ἄρ’ ἕζετ’ ἐϋξέστου ἐπὶ δίφρου,πλησάμενος δ’ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτοςβῆ ῥ’ ἴμεναι μεθ’ ὕας, λίπε δ’ ἕρκεά τε μέγαρόν τεπλεῖον δαιτυμόνων· οἱ δ’ ὀρχηστυῖ καὶ ἀοιδῇτέρποντ’· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.

↑ Top