Book 18 of 24
Book 18: The fight with Irus
The Fight with Irus—Ulysses Warns Amphinomus—Penelope Gets Presents from the Suitors—the Braziers—Ulysses Rebukes Eurymachus.
Ἥλθε δ’ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυπτωχεύεσκ’ Ἰθάκης, μετὰ δ’ ἔπρεπε γαστέρι μάργῃἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ὃςοὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.Ἀρναῖος δ’ ὄνομ’ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,οὕνεκ’ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·ὅς ῥ’ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζυσιν ἅπαντες,ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ’ αἰσχύνομαι ἔμπης.ἀλλ’ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·δαιμόνι’, οὔτε τί σε ῥέζω κακὸν οὔτ’ ἀγορεύω,οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ’ ἀνελόντα.οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτηςὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσωαἵματος· ἡσυχίη δ’ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτ’ εἴηαὔριον· οὐ μὲν γάρ τί σ’ ὑποστρέψεσθαι ὀΐωδεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.Τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·Ὦ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,γρηὶ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμηνκύπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόνταςγναθμῶν ἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης.ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδεμαρναμένους· πῶς δ’ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο; ἢὫς οἱ μὲν προπάροιθε θυράων ὑψηλάωνοὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.τοῖϊν δὲ ξυνέηχ’ ἱερὸν μένος Ἀντινόοιο,ἡδὺ δ’ ἄρ’ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.ὁ ξεῖνος καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊνχερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀνήϊξαν γελόωντες,ἀμφὶ δ’ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.τοῖσιν δ’ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.γαστέρες αἵδ’ αἰγῶν κέατ’ ἐν πυρί, τὰς ἐπὶ δόρπῳκατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες.ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,τάων ἣν κ’ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·αἰεὶ δ’ αὖθ’ ἡμῖν μεταδαίσεται, οὐδέ τιν’ ἄλλονπτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.Ὣς ἔφατ’ Ἀντίνοος, τοῖσιν δ’ ἐπιήνδανε μῦθος.τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαιἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.ἀλλ’ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,μή τις ἐπ’ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃπλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπόμνυον ὡς ἐκέλευεν.αὐτὰρ ἐπεί ῥ’ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,τοῖς αὗτις μετέειφ’ ἱερὴ ὃς Τηλεμάχοιο·ξεῖν’, εἴ σ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρτοῦτον ἀλέξασθαι, τῶν δ’ ἄλλων μή τιν’ Ἀχαιῶνδείδιθ’, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ.ξεινοδόκος μὲν ἐγών, ἐπὶ δ’ αἰνεῖτον βασιλῆε,Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπήνεον, αὐτὰρ Ὀδυσσεὺςζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺςκαλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοιστήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνηἄγχι παρισταμένη μέλε’ ἤλδανε ποιμένι λαῶν.μνηστῆρες δ’ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ἢ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,οἵην ἐκ ῥακέων ὃ γέρων ἐπιγουνίδα φαίνει.Ἃς ἄρ’ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.ἀλλὰ καὶ ὡς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃδειδιότα’ σάρκες δὲ περιτρομέοντο μέλεσσιν.Ἀντίνοος δ’ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·νῦν μὲν μήτ’ εἴης, βουγάϊε, μήτε γένοιο,εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κέν σ’ οὗτος νικήσῃ κρείσσων τε γένηται.πέμψω σ’ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,εἰς ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,ὅς κ’ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,μήδεά τ’ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.Ὣς φάτο, τῷ δ’ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖαἐς μέσσον δ’ ἄναγον· τὼ δ’ ἄμφω χεῖρας ἀνέσχον.δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺςἢ ἐλάσει’ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,ἦέ μιν ἧκ’ ἐλάσειε τανύσσειέν τ’ ἐπὶ γαίῃ.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,ἧκ’ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατ’ Ἀχαιοί.δὴ τότ’ ἀνασχομένω ὃ μὲν ἤλασε δεξιὸν ὦμονἾρος, ὁ δ’ αὐχέν’ ἔλασσεν ὑπ’ οὔατος, ὀστέα δ’ εἴσωἔθλασεν· αὐτίκα δ’ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,κὰδ δ’ ἔπεσ’ ἐν κονίῃσι μακών, σὺν δ’ ἤλασ’ ὀδόνταςλακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶχεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺςἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρ’ ἵκετ’ αὐλὴναἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆςεἷσεν ἀνακλίνας, σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,καΐ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τ’ ἀπερύκων,μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναιλυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.Ἦ ῥα καὶ ἀμφ’ ὥμοισιν ἀεικέα βάλλετο πήρην,πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.ἂψ δ’ ὅ γ’ ἐπ’ οὐδὸν ἰὼν κατ’ ἄρ’ ἕζετο· τοὶ δ’ ἴσαν εἴσωἡδὺ γελώωντες καὶ δεικανόωντο ἔπεσσι·ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοιὅττι μάλιστ’ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσαςἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδεεἰς ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.Ὃς ἄρ’ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.Ἀντίνοος δ’ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείραςκαὶ δέπαϊ χρυσέῳ δειδίσκετο φώνησέν τε·χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσωὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ἀμφίνομ’, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,Νῖσον Δουλιχιῆα ἐΰν τ’ ἔμεν ἀφνειόν τε·τοῦ σ’ ἔκ φασι γενέσθαι, ἐπητῇ δ’ ἀνδρὶ ἔοικας.τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιοπάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,ὄφρ’ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ’ ὀρώρῃ·ἀλλ’ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ.τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπωνοἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε.καὶ γὰρ ἐγώ ποτ’ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,πολλὰ δ’ ἀτάσθαλ’ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,πατρί τ’ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,ἀλλ’ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.οἷ’ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτινἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴηςδηρὸν ἀπέσσεσθαι’ μάλα δὲ σχεδόν· ἀλλά σε δαίμωνοἴκαδ’ ὑπεξαγάγοι, μηδ’ ἀντιάσειας ἐκείνῳ,ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐωμνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.Ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,ἂψ δ’ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμῷ.ἀλλ’ οὐδ’ ὡς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν ἈθήνηΤηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.ἃψ δ’ αὖτις κατ’ ἄρ’ ἕζετ’ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.Τῇ δ’ ἄρ’ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλισταθυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτομᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.ἀχρεῖον δ’ ἐγέλασσεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,οἵ τ’ εὖ μὲν βάζυσι, κακῶς δ’ ὄπιθεν φρονέουσι.Τὴν δ’ αὖτ’ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπε·ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.ἀλλ’ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδ’ ἐπίκευθε,χρῶτ’ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·μηδ’ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπαἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλισταἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.Τὴν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,χρῶτ’ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,ὥλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθιἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·οἴη δ’ οὐκ εἴσειμι μετ’ ἀνέρας· αἰδέομαι γάρ.Ἃς ἄρ’ ἔφη, γρηὺς δὲ διὲκ μεγάροιο βεβήκειἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.Ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,εὗδε δ’ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντααὐτοῦ ἐνὶ κλιντῆρι’ τέως δ’ ἄρα δῖα θεάωνἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατ’ Ἀχαιοί.κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρενἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρειαχρίεται, εὖτ’ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,λευκοτέρην δ’ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.ἡ μὲν ἄρ’ ὡς ἔρξασ’ ἀπεβήσετο δῖα θεάων,ἦλθον δ’ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο·φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,καί ῥ’ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·ἢ με μάλ’ αἰνοπαθῆ μαλακὸν περὶ κῶμ’ ἐκάλυψεν.αἴθε μοι ὡς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴαὐτίκα νῦν, ἵνα μηκέτ’ ὀδυρομένη κατὰ θυμὸναἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιοπαντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.Ὃς φαμένη κατέβαιν’ ὑπερώϊα σιγαλόεντα,οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο.ἡ δ’ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖοἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·ἀμφίπολος δ’ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.τῶν δ’ αὐτοῦ λύτο γούνατ’, ἔρῳ δ’ ἄρα θυμὸν ἔθελχθεν,πάντες δ’ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.ἡ δ’ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·Τηλέμαχ’, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·παῖς ἔτ’ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε’ ἐνώμας·νῦν δ’ ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς.οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα,οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισινἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;σοί κ’ αἶσχος λώβη τε μετ’ ἀνθρώποισι πέλοιτο.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,ἐσθλά τε καὶ τὰ χέρεια’ πάρος δ’ ἔτι νήπιος ἦα.ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλοςοἵδε κακὰ φρονέοντες, ἐμοὶ δ’ οὐκ εἰσὶν ἀρωγοί.οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθημνηστήρων ἰότητι, βίῃ δ’ ὅ γε φέρτερος ἦεν.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισινεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,οἱ δ’ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,ὡς νῦν Ἶρος κεῖνος ἐπ’ αὐλείῃσι θύρῃσινἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,οὐδ’ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαιοἴκαδ’, ὅπῃ οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·Εὐρύμαχος δὲ ἔπεσσι προσηύδα Πηνελόπειαν·κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,εἰ πάντες σε ἴδοιεν ἀν’ Ἴασον Ἄργος Ἀχαιοί,πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισινἠῶθεν δαινύατ’, ἐπεὶ περίεσσι γυναικῶνεἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.Τὸν δ’ ἠμείβετ’ ἔπειτα περίφρων Πηνελόπεια·Εὐρύμαχ’, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τεὥλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινονἈργεῖοι, μετὰ τοῖσι δ’ ἐμὸς πόσις ἦεν Ὀδυσσεύς.εἰ κεῖνός γ’ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.νῦν δ’ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.ἦ μὲν δὴ ὅτε τ’ ἦε λιπὼν κάτα πατρίδα γαῖαν,δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺςἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶνἵππων τ’ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχισταἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.τῷ οὐκ οἵδ’ ἤ κέν μ’ ἀνέσει θεός, ἣ κεν ἁλώωαὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δ’ ἐνθάδε πάντα μελόντων.μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισινὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,γήμασθ’ ᾧ κ’ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.νὺξ δ’ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσειοὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο,οἵ τ’ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατραμνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν·αὐτοὶ τοί γ’ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·ἀλλ’ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.Ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸνμειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.Τὴν δ’ αὖτ’ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,δῶρα μὲν ὅς κ’ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδ’ ἐνεῖκαι,δέξασθ’· οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·ἡμεῖς δ’ οὔτ’ ἐπὶ ἔργα πάρος γ’ ἴμεν οὔτε πῃ ἄλλῃ,πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.Ὣς ἔφατ’ Ἀντίνοος, τοῖσιν δ’ ἐπιήνδανε μῦθος,δῶρα δ’ ἄρ’ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,ποικίλον· ἐν δ’ ἄρ’ ἔσαν περόναι δυοκαίδεκα πᾶσαιχρύσειαι, κληΐσιν ἐϋγνάμπτοις ἀραρυῖαι.ὅρμον δ’ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκ’ ἔνεικε,χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς.ἕρματα δ’ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαντρίγληνα μορόεντα’ χάρις δ’ ἀπελάμπετο πολλή.ἐκ δ’ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτοςἔσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.ἄλλο δ’ ἄρ’ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.ἡ μὲν ἔπειτ’ ἀνέβαιν’ ὑπερώϊα δῖα γυναικῶν,τῇ δ’ ἄρ’ ἅμ’ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα.Οἱ δ’ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴντρεψάμενοι τέρποντο, μένον δ’ ἐπὶ ἕσπερον ἐλθεῖν.τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δ’ ἀνέφαινονδμῳαὶ Ὀδυσσῆος ταλασίφρονος· αὐτὰρ ὁ τῇσιναὐτὸς διογενὴς μετέφη πολύμητις Ὀδυσσεύς·δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,ἔρχεσθε πρὸς δώμαθ’, ἵν’ αἰδοίη βασίλεια·τῇ δὲ παρ’ ἠλάκατα στροφαλίζετε, τέρπετε δ’ αὐτὴνἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.ἦν περ γάρ κ’ ἐθέλωσιν ἐύθρονον Ἠῶ μίμνειν,οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλ’ εἰμί.Ὣς ἔφαθ’, αἱ δ’ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.τὸν δ’ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,παῖδα δὲ ὡς ἀτίταλλε, δίδου δ’ ἄρ’ ἀθύρματα θυμῷ·ἀλλ’ οὐδ’ ὡς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,ἀλλ’ ἥ γ’ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.ἢ ῥ’ Ὀδυσῆ’ ἐνένιπεν ὀνειδείοις ἐπέεσσι·ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,οὐδ’ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,ἠέ που ἐς λέσχην, ἀλλ’ ἐνθάδε πόλλ’ ἀγορεύεις,θαρσαλέως πολλοῖσι μετ’ ἀνδράσιν, οὐδέ τι θυμῷταρβεῖς· ἢ ῥά σε οἶνος ἔχει φρένας, ἢ νύ τοι αἰεὶτοιοῦτος νόος ἐστίν, ὃ καὶ μεταμώνια βάζεις.ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,ὅς τίς σ’ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσιδώματος ἐκπέμψῃσι φορύξας αἵματι πολλῷ.Τὴν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·ἡ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷ’ ἀγορεύεις,κεῖσ’ ἐλθών, ἵνα σ’ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.Ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.βὰν δ’ ἴμεναι διὰ δῶμα, λύθεν δ’ ὑπὸ γυῖα ἑκάστηςταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισινἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρὅρμαινε φρεσὶν ἧσιν, ἅ ῥ’ οὐκ ἀτέλεστα γένοντο.Μνηστῆρας δ’ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνηλώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ’ ἔτι μᾶλλονδύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.τοῖσιν δ’ Εὐρύμαχος, Πολύβου πάϊς, ἄρχ’ ἀγορεύειν,κερτομέων Ὀδυσῆα· γέλω δ’ ἑτάροισιν ἔτευχε·ἡ κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.οὐκ ἀθεεὶ ὅδ’ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι αὐτοῦκὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ’ ἠβαιαί.Ἦ ῥ’, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·ξεῖν’, ἦ ἄρ κ’ ἐθέλοις θητευέμεν, εἴ σ’ ἀνελοίμην,ἀγροῦ ἐπ’ ἐσχατιής—μισθὸς δέ τοι ἄρκιος ἔσται—αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;ἔνθα κ’ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,εἵματα δ’ ἀμφιέσαιμι ποσίν θ’ ὑποδήματα δοίην.ἀλλ’ ἐπεὶ οὖν δὴ ἔργα κάκ’ ἔμμαθες, οὐκ ἐθελήσειςἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμονβούλεαι, ὄφρ’ ἂν ἔχης βόσκειν σὴν γαστέρ’ ἄναλτον.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Εὐρύμαχ’, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτοὥρῃ ἐν εἰαρινῇ, ὅτε τ’ ἤματα μακρὰ πέλονται,ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργουνήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.εἰ δ’ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,αἴθωνες μεγάλοι, ἄμφω κεκορηότε ποίης,ἥλικες ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,τετράγυον δ’ εἴη, εἴκοι δ’ ὑπὸ βῶλος ἀρότρῳ·τῷ κέ μ’ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.εἰ δ’ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίωνσήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρεκαὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,τῷ κέ μ’ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,οὐδ’ ἄν μοι τὴν γαστέρ’ ὀνειδίζων ἀγορεύοις.ἀλλὰ μάλ’ ὑβρίζεις καί τοι νόος ἐστὶν ἀπηνής·καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.εἰ δ’ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ’ ἐς πατρίδα γαῖαν,αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλ’ ἐόντα,φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.Ὣς ἔφατ’, Εὐρύμαχος δ’ ἐχολώσατο κηρόθι μᾶλλον,καΐ μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·ἃ δείλ’, ἦ τάχα τοι τελέω κακόν, οἷ’ ἀγορεύειςθαρσαλέως πολλοῖσι μετ’ ἀνδράσι, οὐδέ τι θυμῷταρβεῖς· ἣ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶτοιοῦτος νόος ἐστίν, ὃ καὶ μεταμώνια βάζεις.ἡ ἀλύεις, ὅτι Ἷρον ἐνίκησας τὸν ἀλήτην;Ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ ὈδυσσεὺςἈμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,Εὐρύμαχον δείσας· ὁ δ’ ἄρ’ οἰνοχόον βάλε χεῖραδεξιτερήν’ πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,αὐτὰρ ὅ γ’ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.μνηστῆρες δ’ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·αἴθ’ ὥφελλ’ ὁ ξεῖνος ἀλώμενος ἄλλοθ’ ὀλέσθαιπρὶν ἐλθεῖν· τῷ κ’ οὔ τι τόσον κέλαδον μετέθηκε.νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸςἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.Τοῖσι δὲ καὶ μετέειφ’ ἱερὴ ἲς Τηλεμάχοιο·δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷβρωτὺν οὐδὲ ποτῆτα’ θεῶν νύ τις ὕμμ’ ὀροθύνει.ἀλλ’ εὖ δαισάμενοι κατακείετε οἴκαδ’ ἰόντες,ὁππότε θυμὸς ἄνωγε· διώκω δ’ οὔ τιν’ ἐγώ γε.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντεςΤηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.τοῖσιν δ’ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεΝίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν’ ἄλλονδμώων, οἱ κατὰ δώματ’ Ὀδυσσῆος θείοιο.ἀλλ’ ἄγε, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,ὄφρα σπείσαντες κατακείομεν οἴκαδ’ ἰόντες·τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις ὈδυσῆοςΤηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,κῆρυξ Δουλιχιεύς· θεράπων δ’ ἦν Ἀμφινόμοιο·νώμησεν δ’ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιλείψαντες μακάρεσσι πίον μελιηδέα οἶνον.αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός,βάν ῥ’ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθ’ ἕκαστος.