Classica Labs

← The Odyssey · Contents

Book 21 of 24

Book 21: The bow

The Trial of the Axes, During Which Ulysses Reveals Himself to Eumaeus and Philoetius.

Τῇ δ’ ἄρ’ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρονἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.κλίμακα δ’ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,εἵλετο δὲ κληΐδ’ εὐκαμπέα χειρὶ παχείῃκαλὴν χαλκείην· κώπη δ’ ἐλέφαντος ἐπῆεν.βῆ δ’ ἴμεναι θαλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶνἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρηἰοδόκος, πολλοὶ δ’ ἔνεσαν στονόεντες ὀϊστοί,δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσαςἼφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊνοἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺςἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραννηυσὶ πολυκλήϊσι τριηκόσι’ ἠδὲ νομῆας.τῶν ἕνεκ’ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺςπαιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.Ἴφιτος αὖθ’ ἵππους διζήμενος, αἵ οἵ ὄλοντοδώδεκα θήλειαι, ὑπὸ δ’ ἡμίονοι ταλαεργοί·αἱ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,φῶθ’ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,σχέτλιος, οὐδὲ θεῶν ὄπιν αἰδέσατ’ οὐδὲ τράπεζαν,τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,ἵππους δ’ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.τὰς ἐρέω· Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,τὸ πρὶν μέν ῥ’ ἐφόρει μέγας Ἐὔρυτος, αὐτὰρ ὁ παιδὶκάλλιπ’ ἀποθνήσκων ἐν δώμασιν ὑψηλοῖσι.τῷ δ’ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃγνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνενἼφιτον Ἐὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,ὅς οἱ τόξον ἔδωκε. τὸ δ’ οὔ ποτε δῖος Ὀδυσσεὺςἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶνἡρεῖτ’, ἀλλ’ αὐτοῦ μνῆμα ξείνοιο φίλοιοκέσκετ’ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.Ἡ δ’ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν,οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτωνξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ’ ἐπέθηκε φαεινάς·αὐτίκ’ ἄρ’ ἥ γ’ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,ἐν δὲ κληϊδ’ ἧκε, θυρέων δ’ ἀνέκοπτεν ὀχῆαςἄντα τιτυσκομένη· τὰ δ’ ἀνέβραχεν ἠΐτε ταῦροςβοσκόμενος λειμῶνι· τόσ’ ἔβραχε καλὰ θύρετραπληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.ἡ δ’ ἄρ’ ἐφ’ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶἕστασαν, ἐν δ’ ἄρα τῇσι θυώδεα εἵματ’ ἔκειτο.ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξοναὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.ἑζμένη δὲ κατ’ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,κλαῖε μάλα λιγέως, ἐκ δ’ ἥρεε τόξον ἄνακτος.ἡ δ’ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,βῆ ῥ’ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺςτόξον ἔχουσ’ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρηνἰοδόκον’ πολλοὶ δ’ ἔνεσαν στονόεντες ὀϊστοί.τῇ δ’ ἄρ’ ἅμ’ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηροςκεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.ἡ δ’ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.ἀμφίπολος δ’ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἱ τόδε δῶμαἐχράετ’ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τιν’ ἄλληνμύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,ἀλλ’ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.ἀλλ’ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ’ ἄεθλον·θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·ὃς δέ κε ῥηΐτατ’ ἐντανύσῃ βιὸν ἐν παλάμῃσικαὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,τῷ κεν ἅμ’ ἑσποίμην νοσφισσαμένη τόδε δῶμακουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,τοῦ ποτε μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.Ὣς φάτο, καί ῥ’ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.δακρύσας δ’ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·κλαῖε δὲ βουκόλος ἄλλοθ’, ἐπεὶ ἴδε τόξον ἄνακτος.Ἀντίνοος δ’ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,ἃ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶθυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ἧ τε καὶ ἄλλωςκεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὥλεσ’ ἀκοίτην.ἀλλ’ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζεκλαίετον ἐξελθόντε, κατ’ αὐτόθι τόξα λιπόντε,μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐωῥηϊδίως τόδε τόξον ἐύξοον ἐντανύεσθαι.οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσινοἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,καὶ γὰρ μνήμων εἰμί, πάϊς δ’ ἔτι νήπιος ἦα.Ὣς φάτο, τῷ δ’ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπεινευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.ἢ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλενἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότ’ ἀτίμαἥμενος ἐν μεγάροις, ἐπὶ δ’ ὄρνυε πάντας ἑταίρους.τοῖσι δὲ καὶ μετέειφ’ ἱερὴ ὃς Τηλεμάχοιο·Ὦ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,ἄλλῳ ἅμ’ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.ἀλλ’ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ’ ἄεθλον,οἵη νῦν οὐκ ἔστι γυνὴ κατ’ Ἀχαιΐδα γαῖαν,οὔτε Πύλου ἱερῆς οὔτ’ Ἄργεος οὔτε Μυκήνης·οὔτ’ αὐτῆς Ἰθάκης οὔτ’ ἠπείροιο μελαίνης·καὶ δ’ αὐτοὶ τόδε ἴστε· τί με χρὴ μητέρος αἴνου;ἀλλ’ ἄγε μὴ μύνῃσι παρέλκετε μηδ’ ἔτι τόξουδηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ. λείποι ἅμ’ ἄλλῳ ἰοῦσ’, ὅτ’ ἐγὼ κατόπισθε λιποίμηνοἷός τ’ ἤδη πατρὸς ἀέθλια κάλ’ ἀνελέσθαι.Ἦ καὶ ἀπ’ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσανὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτ’ ὥμων.πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξαςπᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δ’ ἕλε πάντας ἰδόντας,ὡς εὐκόσμως στῆσε· πάρος δ’ οὔ πώ ποτ’ ὀπώτει.στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷνευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.καί νύ κε δή ῥ’ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,ἀλλ’ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.τοῖς δ’ αὖτις μετέειφ’ ἱερὴ ἲς Τηλεμάχοιο·Ὦ πόποι, ἦ καὶ ἔπειτα κακός τ’ ἔσομαι καὶ ἄκικυς, ἡἠὲ νεώτερός εἶμι καὶ οὔ πω χερσὶ πέποιθαἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήν.ἀλλ’ ἄγεθ’, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.Ἃς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,αὐτοῦ δ’ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,ἂψ δ’ αὖτις κατ’ ἄρ’ ἕζετ’ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.τοῖσιν δ’ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·ὄρνυσθ’ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.Ὣς ἔφατ’ Ἀντίνοος, τοῖσιν δ’ ἐπιήνδανε μῦθος.Ληώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸνἴζε μυχοίτατος αἰεί; ἀτασθαλίαι δέ οἱ οἴῳἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,οὐδέ μιν ἐντάνυσε’ πρὶν γὰρ κάμε χεῖρας ἀνέλκωνἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσειθυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιτεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗ θ’ ἕνεκ’ αἰεὶἐνθάδ’ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.νῦν μέν τις καὶ ἔλπετ’ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷγῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,ἄλλην δή τιν’ ἔπειτα Ἀχαιϊάδων εὐπέπλωνμνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ’ ἔπειταγήμαιθ’ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.Ὃς ἄρ’ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,αὐτοῦ δ’ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,ἂψ δ’ αὖτις κατ’ ἄρ’ ἕζετ’ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.Ἀντίνοος δ’ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·Ληῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,δεινόν τ’ ἀργαλέον τε,—νεμεσσῶμαι δέ τ’ ἀκούων,—εἶ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσειθυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.οὐ γάρ τοι σέ γε τοῖον ἐγείνατο πότνια μήτηροἷόν τε ῥυτῆρα βιοῦ τ’ ἔμεναι καὶ ὀϊστῶν·ἀλλ’ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.Ὣς φάτο, καί ῥ’ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ’ αὐτοῦ,ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.Ὃς φάθ’, ὁ δ’ αἷψ’ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπ’ αὐτοῦ,ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·τῷ ῥα νέοι θάλποντες ἐπειρῶντ’· οὐδ’ ἐδύναντοἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.Ἀντίνοος δ’ ἔτ’ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,ἀρχοὶ μνηστήρων· ἀρετῇ δ’ ἔσαν ἔξοχ’ ἄριστοι.Τὼ δ’ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ’ ἄμφωβουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·ἐκ δ’ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.ἀλλ’ ὅτε δή ῥ’ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.ποῖοί κ’ εἶτ’ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοιὧδε μάλ’ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;ἤ κε μνηστήρεσσιν ἀμύνοιτ’ ἦ Ὀδυσῆϊ;εἴπαθ’ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.Τὸν δ’ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·Ζεῦ πάτερ, αἱ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·γνοίης χ’ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.Ὡς δ’ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσινοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέ’ ἀνέγνω,ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·Ἔνδον μὲν δὴ ὅδ’ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας,ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.γιγνώσκω δ’ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνωοἴοισι δμώων· τῶν δ’ ἄλλων οὔ τευ ἄκουσαεὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ’ ἱκέσθαι.σφῶϊν δ’, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω·εἴ χ’ ὑπ’ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματ’ ὀπάσσωοἰκία τ’ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειταΤηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.εἰ δ’ ἄγε δὴ καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,ὄφρα μ’ ἐὺ γνῶτον πιστωθῆτόν τ’ ἐνὶ θυμῷ,οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντιΠαρνησόνδ’ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.Ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.τὼ δ’ ἐπεὶ εἰσιδέτην εὖ τ’ ἐφράσσαντο ἕκαστα,κλαῖον ἄρ’ ἀμφ’ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὥμους.ὡς δ’ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.καί νύ κ’ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηταιἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδ’ ἅμα πάντες,πρῶτος ἐγώ, μετὰ δ’ ὕμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·ἀλλὰ σύ, δῖ’ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξονἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶκληΐσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,ἣν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζεπροβλώσκειν, ἀλλ’ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆςκληῖσαι κληῖδι, θοῶς δ’ ἐπὶ δεσμὸν ἰῆλαι.Ἃς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·ἕζετ’ ἔπειτ’ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·ἐς δ’ ἄρα καὶ τὼ ὁμῶε ἴτην θείου Ὀδυσῆος.Εὐρύμαχος δ’ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδ’ ὡςἐντανύσαι δύνατο, μέγα δ’ ἔστενε κυδάλιμον κῆρ·ὀχθήσας δ’ ἄρα εἶπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Ὦ πόποι, ἦ μοι ἄχος περί τ’ αὐτοῦ καὶ περὶ πάντων·οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇἀμφιάλῳ Ἰθάκῃ, αἱ δ’ ἄλλῃσιν πολίεσσιν·ἀλλ’ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲνἀντιθέου Ὀδυσῆος, ὅ τ’ οὐ δυνάμεσθα τανύσσαιτόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.Τὸν δ’ αὖτ’ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·Εὐρύμαχ’, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖοἁγνή· τίς δέ κε τόξα τιταίνοιτ’; ἀλλὰ ἕκηλοικάτθετ’. ἀτὰρ πελέκεάς γε καὶ εἴ κ’ εἰῶμεν ἅπανταςἑστάμεν’ οὐ μὲν γὰρ τιν’ ἀναιρήσεσθαι ὀΐω,ἐλθόντ’ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.ἀλλ’ ἄγετ’, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,αἶγας ἄγειν, αἱ πᾶσι μέγ’ ἔξοχοι αἰπολίοισιν,ὄφρ’ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳτόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.Ὣς ἔφατ’ Ἀντίνοος, τοῖσιν δ’ ἐπιήνδανε μῦθος.τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.οἱ δ’ ἐπεὶ οὖν σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός,τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέαλίσσομ’, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κ’ ἐθέλῃσιν.ἀλλ’ ἄγ’ ἐμοὶ δότε τόξον ἐὔξοον, ὄφρα μεθ’ ὑμῖνχειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτ’ ἐστὶνἔς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,ἡ ἤδη μοι ὄλεσσεν ἄλη τ’ ἀκομιστίη τε.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,δείσαντες μὴ τόξον ἐὔξοον ἐντανύσειεν.Ἀντίνοος δ’ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·ἃ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδ’ ἠβαιαί·οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθ’ ἡμῖνδαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούειςμύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλοςἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.οἷνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλουςβλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ’ αἴσιμα πίνῃ.οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,ἄασ’ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,ἐς Λαπίθας ἐλθόνθ’. ὁ δ’ ἐπεὶ φρένας ἄασεν οἴνῳ,μαινόμενος κάκ’ ἔρεξε δόμον κάτα Πειριθόοιο·ἥρωας δ’ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζεἕλκον ἀναΐξαντες, ἀπ’ οὔατα νηλέϊ χαλκῷῥῖνάς τ’ ἀμήσαντες· ὁ δὲ φρεσὶν ἧσιν ἀασθεὶςἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,οἵ δ’ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.ὡς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξονἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσειςἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηὶ μελαίνῃεἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,πέμψομεν· ἔνθεν δ’ οὔ τι σαώσεαι’ ἀλλὰ ἕκηλοςπῖνέ τε, μηδ’ ἐρίδαινε μετ’ ἀνδράσι κουροτέροισι.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·Ἀντίνο’, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιονξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ’ ἵκηται.ἔλπεαι, αἴ χ’ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξονἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,οἴκαδέ μ’ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;οὐδ’ αὐτός που τοῦτό γ’ ἐνὶ στήθεσσιν ἔολπε·μηδέ τις ὑμείων τοῦ γ’ εἵνεκα θυμὸν ἀχεύωνἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε.Τὴν δ’ αὖτ’ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,οὔ τί σε τόνδ’ ἄξεσθαι ὀϊόμεθ’· οὐδὲ ἔοικεν·ἀλλ’ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν·ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτινμνῶνται, οὐδέ τι τόξον ἐύξοον ἐντανύουσιν·ἀλλ’ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼνῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δ’ ἧκε σιδήρου.ὡς ἐρέουσ’, ἡμῖν δ’ ἂν ἐλέγχεα ταῦτα γένοιτο.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·Ἑὐρύμαχ’, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμονἔμμεναι οἱ δὴ οἶκον ἀτιμάζντες ἔδουσινἀνδρὸς ἀριστῆος· τί δ’ ἐλέγχεα ταῦτα τίθεσθε;οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ’ εὐπηγής,πατρὸς δ’ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.ἀλλ’ ἄγε οἱ δότε τόξον ἐύξοον, ὄφρα ἴδωμεν.ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,δώσω δ’ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,καὶ ξίφος ἄμφηκες· δώσω δ’ ὑπὸ ποσσὶ πέδιλα,πέμψω δ’ ὅππῃ μιν κραδίη θυμός τε κελεύει.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖοκρείσσων, ᾧ κ’ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,οὔθ’ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,οὔθ’ ὅσσοι νήσοισι πρὸς λιδος ἱπποβότοιο·τῶν οὔ τίς μ’ ἀέκοντα βιήσεται αἴ κ’ ἐθέλωμικαὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε,ἱστόν τ’ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευεἔργον ἐποίχεσθαι· τόξον δ’ ἄνδρεσσι μελήσειπᾶσι, μάλιστα δ’ ἐμοί· τοῦ γὰρ κράτος ἔστ’ ἐνὶ οἴκῳ.Ἡ μὲν θαμβήσασα πάλιν οἵκόνδε βεβήκει·παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.ἐς δ’ ὑπερῷ’ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶκλαῖεν ἔπειτ’ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνονἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.Αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·μνηστῆρες δ’ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·πῇ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,πλαγκτέ; τάχ’ αὖ σ’ ἐφ’ ὕεσσι κύνες ταχέες κατέδονταιοἷον ἀπ’ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλωνἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.Ἂς φάσαν, αὐτὰρ ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισι.Τηλέμαχος δ’ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·ἄττα, πρόσω φέρε τόξα’ τάχ’ οὐκ εὖ πᾶσι πιθήσεις·μὴ σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ’ ἔασι,μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·τῷ κε τάχα στυγερῶς τιν’ ἐγὼ πέμψαιμι νέεσθαιἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπ’ αὐτῷ ἡδὺ γέλασσανμνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιοΤηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτηςἐν χείρεσσ’ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,κληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,ἣν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζεπροβλώσκειν, ἀλλ’ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.Ὃς ἄρ’ ἐφώνησεν, τῇ δ’ ἄπτερος ἔπλετο μῦθος,κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.Σιγῇ δ’ ἐξ οἴκοιο Φιλοίτιος ἄλτο θύραζε,κλήϊσεν δ’ ἄρ’ ἔπειτα θύρας εὐερκέος αὐλῆς.κεῖτο δ’ ὑπ’ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσηςβύβλινον, ᾧ ῥ’ ἐπέδησε θύρας, ἐς δ’ ἤϊεν αὐτός·ἕζετ’ ἔπειτ’ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,εἰσορόων Ὀδυσῆα. ὁ δ’ ἤδη τόξον ἐνώμαπάντῃ ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,μὴ κέρα ἵπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ἥ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων.ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται,ἢ ὅ γ’ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶνωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.Ἄλλος δ’ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειενὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.Ἃς ἄρ’ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,αὐτίκ’ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ,ὡς ὅτ’ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆςῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἷός,ὡς ἄρ’ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.δεξιτερῇ δ’ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·ἡ δ’ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.μνηστῆρσιν δ’ ἄρ’ ἄχος γένετο μέγα, πᾶσι δ’ ἄρα χρὼςἐτράπετο. Ζεὺς δὲ μεγάλ’ ἔκτυπε σήματα φαίνων·γήθησέν τ’ ἄρ’ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·εἵλετο δ’ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃγυμνός· τοὶ δ’ ἄλλοι κοίλης ἔντοσθε φαρέτρηςκείατο, τῶν τάχ’ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.τόν ῥ’ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ’ ὀϊστὸνἄντα τιτυσκόμενος, πελέκεων δ’ οὐκ ἤμβροτε πάντωνπρώτης στειλειῆς, διὰ δ’ ἀμπερὲς ἦλθε θύραζεἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·Τηλέμαχ’, οὔ σ’ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχειἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξονδὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.νῦν δ’ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαιἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαιμολπῇ καὶ φόρμιγγι· τὰ γάρ τ’ ἀναθήματα δαιτός.Ἦ καὶ ἐπ’ ὀφρύσι νεῦσεν’· ὁ δ’ ἀμφέθετο ξίφος ὀξὺΤηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ’ ἄρ’ αὐτοῦπὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.

↑ Top