Book 22 of 24
Book 22: The killing of the suitors
The Killing of the Suitors—the Maids Who Have Misconducted Themselves Are Made to Cleanse the Cloisters and Are Then Hanged.
Αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,ἄλτο δ’ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρηνἰῶν ἐμπλείην, ταχέας δ’ ἐκχεύατ’ ὀϊστοὺςαὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.Ἦ καὶ ἐπ’ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.ἢ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷμέμβλετο· τίς κ’ οἴοιτο μετ’ ἀνδράσι δαιτυμόνεσσιμοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,οἵ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;τὸν δ’ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή.ἐκλίνθη δ’ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸςβλημένου, αὐτίκα δ’ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεναἵματος ἀνδρομέοιο· θοῶς δ’ ἀπὸ εἶο τράπεζανὦσε ποδὶ πλήξας, ἀπὸ δ’ εἴδατα χεῦεν ἔραζε·σῖτός τε κρέα τ’ ὀπτὰ φορύνετο. τοὶ δ’ ὁμάδησανμνηστῆρες κατὰ δώμαθ’, ὅπως ἴδον ἄνδρα πεσόντα,ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·οὐδέ που ἀσπὶς ἔην οὐδ’ ἄλκιμον ἔγχος ἑλέσθαι.νείκειον δ’ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτ’ ἀέθλωνἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγ’ ἄριστοςκούρων εἰν Ἰθάκῃ· τῷ σ’ ἐνθάδε γῦπες ἔδονται.Ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλονταἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ’ ἐφῆπτο.τοὺς δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·ὦ κύνες, οὔ μ’ ἔτ’ ἐφάσκεθ’ ὑπότροπον οἴκαδ’ ἱκέσθαιδήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,οὔτε θεοὺς δείσαντες, οἱ οὐρανὸν εὐρὺν ἔχουσιν,οὔτε τιν’ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατ’ ἐφῆπται.Ὣς φάτο, τοὺς δ’ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλε·πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον·Εὐρύμαχος δέ μιν οἷος ἀμειβόμενος προσέειπενεἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δ’ ἐπ’ ἀγροῦ.ἀλλ’ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,ἀλλ’ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,ὄφρ’ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοιαὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.νῦν δ’ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶνσῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,χαλκόν τε χρυσόν τ’ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρἰανθῇ· πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·Εὐρύμαχ’, οὐδ’ εἴ μοι πατρώϊα πάντ’ ἀποδοῖτε,ὅσσα τε νῦν ὕμμ’ ἐστὶ καὶ εἴ ποθεν ἄλλ’ ἐπιθεῖτε,οὐδέ κεν ὡς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιοπρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαιἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·ἀλλά τιν’ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.Ὣς φάτο, τῶν δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.τοῖσιν δ’ Εὐρύμαχος μετεφώνεε δεύτερον αὗτις·ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,ἀλλ’ ἐπεὶ ἔλλαβε τόξον ἐὔξοον ἠδὲ φαρέτρην,οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάνταςἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζαςἰῶν ὠκυμόρων· ἐπὶ δ’ αὐτῷ πάντες ἔχωμενἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,ἔλθωμεν δ’ ἀνὰ ἄστυ, βοὴ δ’ ὥκιστα γένοιτο·τῷ κε τάχ’ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.Ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἄλτο δ’ ἐπ’ αὐτῷσμερδαλέα ἰάχων· ὁ δ’ ἁμαρτῇ δῖος Ὀδυσσεὺςἰὸν ἀποπροΐει, βάλε δὲ στῆθος παρὰ μαζόν,ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δ’ ἄρα χειρὸςφάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃκάππεσεν ἰδνωθείς, ἀπὸ δ’ εἴδατα χεῦεν ἔραζεκαὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳθυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισιλακτίζων ἐτίνασσε’ κατ’ ὀφθαλμῶν δ’ ἔχυτ’ ἀχλύς.Ἀμφίνομος δ’ Ὀδυσῆος ἐείσατο κυδαλίμοιοἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,εἴ πώς οἱ εἴξειε θυράων. ἀλλ’ ἄρα μιν φθῆΤηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶὥμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε·δούπησεν δὲ πεσών, χθόνα δ’ ἤλασε παντὶ μετώπῳ.Τηλέμαχος δ’ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχοςαὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶνἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειεφασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.βῆ δὲ θέειν, μάλα δ’ ὦκα φίλον πατέρ’ εἰσαφίκανεν,ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρεκαὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν,αὐτός τ’ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃκαὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·οἷσε θέων, ἧός μοι ἀμύνεσθαι πάρ’ ὀϊστοί,μή μ’ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.Ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,βῆ δ’ ἴμεναι θάλαμόνδ’, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.ἔνθεν τέσσαρα μὲν σάκε’ ἔξελε, δούρατα δ’ ὀκτὼκαὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·βῆ δὲ φέρων, μάλα δ’ ὦκα φίλον πατέρ’ εἰσαφίκανεν,αὐτὸς δὲ πρώτιστα περὶ χροὶ δύσετο χαλκόν·ὡς δ’ αὔτως τὼ ὁμῶε δυέσθην τεύχεα καλά,ἔσταν δ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.Αὐτὰρ ὅ γ’, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί,τόφρα μνηστήρων ἕνα γ’ αἰεὶ ᾧ ἐνὶ οἴκῳβάλλε τιτυσκόμενος· τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον.αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιοἔκλιν’ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,αὐτὸς δ’ ἀμφ’ ὤμοισι σάκος θέτο τετραθέλυμνον,κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·εἵλετο δ’ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.Ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,ἀκρότατον δὲ παρ’ οὐδὸν ἐϋσταθέος μεγάροιοἦν ὁδὸς ἐς λαύρην, σανίδες δ’ ἔχον εὖ ἀραρυῖαι·τὴν δ’ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸνἑσταότ’ ἄγχ’ αὐτῆς· μία δ’ οἴη γίγνετ’ ἐφορμή.τοῖς δ’ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·ὦ φίλοι, οὐκ ἂν δή τις ἀν’ ὀρσοθύρην ἀναβαίηκαὶ εἴποι λαοῖσι, βοὴ δ’ ὥκιστα γένοιτο;τῷ κε τάχ’ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.Τὸν δ’ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·οὔ πως ἔστ’, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶςαὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·καί χ’ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τ’ ἄλκιμος εἴη.ἀλλ’ ἄγεθ’, ὑμῖν τεύχε’ ἐνείκω θωρηχθῆναιἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πῃ ἄλλῃτεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.Ἃς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,ἐς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.ἔνθεν δώδεκα μὲν σάκε’ ἔξελε, τόσσα δὲ δοῦρακαὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·βῆ δ’ ἴμεναι, μάλα δ’ ὦκα φέρων μνηστῆρσιν ἔδωκε.καὶ τότ’ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦραμακρὰ τινάσσοντας· μέγα δ’ αὐτῷ φαίνετο ἔργον.αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·Τηλέμαχ’, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶννῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γ’ ἤμβροτον—οὐδέ τις ἄλλοςαἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖανκάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.ἀλλ’ ἴθι, δὲ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο,καὶ φράσαι ἤ τις ἄρ’ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,ἢ υἱὸς Δολίοιο Μελανθεύς, τόν περ ὀΐω.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,βῆ δ’ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,αἶψα δ’ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,κεῖνος δὴ αὖτ’ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθ’ αὐτοί,ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,ἠέ σοι ἐνθάδ’ ἄγω, ἵν’ ὑπερβασίας ἀποτίσῃπολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺςσχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας·σφῶϊ δ’ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθενἐς θάλαμον βαλέειν, σανίδας δ’ ἐκδῆσαι ὄπισθε,σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντεκίον’ ἀν’ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ’ ἄλγεα πάσχῃ.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο,βὰν δ’ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.ἢ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχε’ ἐρεύνα,τὼ δ’ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε,εὖθ’ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,τῇ δ’ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·δὴ τότε γ’ ἤδη κεῖτο, ῥαφαὶ δ’ ἐλέλυντο ἱμάντων·τὼ δ’ ἄρ’ ἐπαΐξανθ’ ἑλέτην, ἔρυσάν τέ μιν εἴσωκουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷεὖ μάλ’ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσενυἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντεκίον’ ἀν’ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.τὸν δ’ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·οὐδὲ σέ γ’ ἠριγένεια παρ’ Ὠκεανοῖο ῥοάωνλήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκ’ ἀγινεῖςαἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.Ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·τὼ δ’ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,βήτην εἰς Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπ’ οὐδοῦτέσσαρες, οἱ δ’ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.τοῖσι δ’ ἐπ’ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.τὴν δ’ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δ’ ἑτάροιο φίλοιο,ὅς σ’ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίη δέ μοί ἐσσι.Ὣς φάτ’, ὀϊόμενος λαοσσόον ἔμμεν’ Ἀθήνην.μνηστῆρες δ’ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι.πρῶτος τήν γ’ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·Μέντορ, μή σε ἔπεσσι παραιπεπίθησιν Ὀδυσσεὺςμνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·ὁππότε κεν τούτους κτέωμεν, πατέρ’ ἠδὲ καὶ υἱόν,ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷςἔρδειν ἐν μεγάροις· σῷ δ’ αὐτοῦ κράατι τίσεις.αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,κτήμαθ’ ὁπόσσα τοί ἐστι, τά τ’ ἔνδοθι καὶ τὰ θύρηφι,τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷαςζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδὲ θύγατραςοὐδ’ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.Ὣς φάτ’, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,νείκεσσεν δ’ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·οὐκέτι σοί γ’, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή,οἵη ὅτ’ ἀμφ’ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃεἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,πολλοὺς δ’ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,σῇ δ’ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.πῶς δὴ νῦν, ὅτε σόν γε δόμον καὶ κτήμαθ’ ἱκάνεις,ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;ἀλλ’ ἄγε δεῦρο, πέπον, παρ’ ἔμ’ ἵσταο καὶ ἴδε ἔργον,ὄφρα ἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιΜέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.Ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,ἀλλ’ ἔτ’ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζενἠμὲν Ὀδυσσῆος ἠδ’ υἱοῦ κυδαλίμοιο.αὐτὴ δ’ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρονἕζετ’ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.Μνηστῆρας δ’ ὄτρυνε Δαμαστορίδης ἈγέλαοςΕὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τεΠείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ’ ἄριστοι,ὅσσοι ἔτ’ ἔζωον περί τε ψυχέων ἐμάχοντο·τοὺς δ’ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.τοῖς δ’ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,οἱ δ’ οἷοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,ἀλλ’ ἄγεθ’ οἱ ἐξ πρῶτον ἀκοντίσατ’, αἴ κέ ποθι Ζεὺςδώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.τῶν δ’ ἄλλων οὐ κῆδος, ἐπεί χ’ οὗτός γε πέσῃσιν.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη.τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιοβεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·ἄλλου δ’ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.αὐτὰρ ἐπεὶ δὴ δούρατ’ ἀλεύαντο μνηστήρων,τοῖς ἄρα μύθων ἄρχε πολύτλας δῖος Ὀδυσσεύς·ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμιμνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἱ μεμάασινἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.ἃ Ὡς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦραἄντα τιτυσκόμενοι’ Δημοπτόλεμον μὲν Ὀδυσσεύς,Εὐρυάδην δ’ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,Πείσανδρον δ’ ἄρ’ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.οἱ μὲν ἔπειθ’ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,μνηστῆρες δ’ ἀνεχώρησαν μεγάροιο μυχόνδε·τοὶ δ’ ἄρ’ ἐπήϊξαν, νεκύων δ’ ἐξ ἔγχε’ ἕλοντο.Αὗτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦραἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιοβεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·ἄλλου δ’ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.Ἀμφιμέδων δ’ ἄρα Τηλέμαχον βάλε χεῖρ’ ἐπὶ καρπῷλίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.Κτήσιππος δ’ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ;ὦμον ἐπέγραψεν· τὸ δ’ ὑπέρπτατο, πῖπτε δ’ ἔραζε.τοὶ δ’ αὖτ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα ποικιλομήτηνμνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.ἔνθ’ αὖτ’ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·Κτήσιππον δ’ ἄρ’ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρβεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπανεἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιμῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ’ ἔδωκαςἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτ’ ἀλητεύοντι.Ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺςοὗτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ·Τηλέμαχος δ’ Εὐηνορίδην Ληόκριτον οὗταδουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·ἤριπε δὲ πρηνής, χθόνα δ’ ἤλασε παντὶ μετώπῳ.δὴ τότ’ Ἀθηναίη φθισίμβροτον αἰγίδ’ ἀνέσχενὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.οἱ δ’ ἐφέβοντο κατὰ μέγαρον βόες ὡς ἀγελαῖαι·τὰς μέν τ’ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησενὥρῃ ἐν εἰαρινῇ, ὅτε τ’ ἤματα μακρὰ πέλονται.οἱ δ’ ὥς τ’ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαιἐξ ὀρέων ἐλθόντες ἐπ’ ὀρνίθεσσι θόρωσι·ταὶ μέν τ’ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴγίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τ’ ἀνέρες ἄγρῃ·ὡς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶματύπτον ἐπιστροφάδην’ τῶν δὲ στόνος ὄρνυτ’ ἀεικὴςκράτων τυπτομένων, δάπεδον δ’ ἅπαν αἵματι θῦε.Ληώδης δ’ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·γουνοῦμαί σ’, Ὀδυσεῦ· σὺ δέ μ’ αἴδεο καί μ’ ἐλέησον·οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισινεἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλουςπαύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼςκείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθ’ εὐεργέων.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισιτηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,σοὶ δ’ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.Ὃς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃκείμενον, ὅ ῥ’ Ἀγέλαος ἀποπροέηκε χαμᾶζεκτεινόμενος· τῷ τόν γε κατ’ αὐχένα μέσσον ἔλασσε·φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.Τερπιάδης δ’ ἔτ’ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,Φήμιος, ὅς ῥ’ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.ἔστη δ’ ἐν χείρεσσιν ἔχων φόρμιγγα λίγειανἄγχι παρ’ ὀρσοθύρην’ δίχα δὲ φρεσὶ μερμήριζεν,ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸνἑρκείου ἵζοιτο τετυγμένον, ἔνθ’ ἄρα πολλὰΛαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρί’ ἔκηαν,ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζεμεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,αὐτὸς δ’ αὖτ’ Ὀδυσῆα προσαΐξας λάβε γούνων,καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·γουνοῦμαί σ’, Ὀδυσεῦ· σὺ δέ μ’ αἴδεο καί μ’ ἐλέησον·αὐτῷ τοι μετόπισθ’ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸνπέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.αὐτοδίδακτος δ’ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμαςπαντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδεινὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.καί κεν Τηλέμαχος τάδε γ’ εἴποι, σὸς φίλος υἱός,ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζωνπωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.Ὣς φάτο, τοῦ δ’ ἤκουσ’ ἱερὴ ὃς Τηλεμάχοιο,αἷψα δ’ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶοἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.Ὣς φάτο, τοῦ δ’ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμαἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.αἶψα δ’ ὑπὸ θρόνου ὦρτο, βοὸς δ’ ἀπέδυνε βοείην,Τηλέμαχον δ’ ἄρ’ ἔπειτα προσαΐξας λάβε γούνων,καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·ὦ φίλ’, ἐγὼ μὲν ὅδ’ εἰμί, σὺ δ’ ἴσχεο· εἰπὲ δὲ πατρὶμή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρονκτήματ’ ἐνὶ μεγάρῳ, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.Τὸν δ’ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·θάρσει, ἐπεὶ δή σ’ οὗτος ἐρύσατο καὶ ἐσάωσεν,ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπησθα καὶ ἄλλῳ,ὡς κακοεργίης εὐεργεσίη μέγ’ ἀμείνων.ἀλλ’ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζεἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,ὄφρ’ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.Ὣς φάτο, τὼ δ’ ἔξω βήτην μεγάροιο κιόντε,ἑζέσθην δ’ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.Πάπτηνεν δ’ Ὀδυσεὺς καθ’ ἑὸν δόμον, εἴ τις ἔτ’ ἀνδρῶνζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσιπεπτεῶτας πολλούς, ὥς τ’ ἰχθύας, οὕς θ’ ἁλιῆεςκοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσηςδικτύῳ ἐξέρυσαν πολυωπῷ’ οἱ δέ τε πάντεςκύμαθ’ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·τῶν μέν τ’ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·ὡς τότ’ ἄρα μνηστῆρες ἐπ’ ἀλλήλοισι κέχυντο·δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·Τηλέμαχ’, εἰ δ’ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.Ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·δεῦρο δὴ ὄρσο, γρηὺ παλαιγενές, ἥ τε γυναικῶνδμῳάων σκοπός ἐσσι κατὰ μέγαρ’ ἡμετεράων·ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.Ὃς ἄρ’ ἐφώνησεν, τῇ δ’ ἄπτερος ἔπλετο μῦθος,ὥϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,βῆ δ’ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθ’ ἡγεμόνευεν.εὗρεν ἔπειτ’ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥς τε λέοντα,ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·πᾶν δ’ ἄρα οἱ στῆθός τε παρήϊά τ’ ἀμφοτέρωθεναἱματόεντα πέλει, δεινὸς δ’ εἰς ὦπα ἰδέσθαι·ὡς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν·ἡ δ’ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον ἔσιδεν αἷμα,ἴθυσέν ῥ’ ὀλολύξαι, ἐπεὶ μέγα ἔσιδεν ἔργον·ἀλλ’ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδ’ ὀλόλυζε·οὐχ ὁσίη κταμένοισιν ἐπ’ ἀνδράσιν εὐχετάασθαι.τούσδε δὲ μοῖρ’ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.ἀλλ’ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,αἵ τέ μ’ ἀτιμάζουσι καὶ αἱ νηλίτιδές εἰσιν.Τὸν δ’ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκεςδμφαί, τὰς μὲν ἔργα διδάξαμεν ἐργάζεσθαι,εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,οὔτ’ ἐμὲ τίουσαι οὔτ’ αὐτὴν Πηνελόπειαν.Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρσημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.ἀλλ’ ἄγ’ ἐγὼν ἀναβᾶσ’ ὑπερώϊα σιγαλόενταεἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·μή πω τήνδ’ ἐπέγειρε· σὺ δ’ ἐνθάδε εἰπὲ γυναιξὶνἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.Ὣς ἄρ’ ἔφη, γρηὺς δὲ διὲκ μεγάροιο βεβήκειἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτηνεἰς ἑ καλεσσάμενος ἔπεα πτερόεντα προσηΐδα·ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζαςὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέωνψυχὰς ἐξαφέλησθε, καὶ ἐκλελάθωντ’ Ἀφροδίτης,τὴν ἄρ’ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρῃ.Ὣς ἔφαθ’, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,αἴν’ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,κὰδ δ’ ἄρ’ ὑπ’ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δ’ Ὀδυσσεὺςαὐτὸς ἐπισπέρχων· ταὶ δ’ ἐκφόρεον καὶ ἀνάγκῃ.αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζαςὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτηςλίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιοξῦον· ταὶ δ’ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.αὐτὰρ ἐπεὶ δὴ πᾶν μέγαρον διεκοσμήσαντο,δμῳὰς δ’ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἄρχ’ ἀγορεύειν·μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμηντάων, αἱ δὴ ἐμῇ κεφαλῇ κατ’ ὀνείδεα χεῦανμητέρι θ’ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.Ὃς ἄρ’ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιοκίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,ὑψόσ’ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.ὡς δ’ ὅτ’ ἂν ἣ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαιἕρκει ἐνιπλήξωσι, τό θ’ ἑστήκῃ ἐνὶ θάμνῳ,αὖλιν ἐσιέμεναι, στυγερὸς δ’ ὑπεδέξατο κοῖτος,ὡς αἵ γ’ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαιςδειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ, οὔ τι μάλα δήν.Ἔκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·τοῦ δ’ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷτάμνον, μήδεά τ’ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,χεῖράς τ’ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.Οἱ μὲν ἔπειτ’ ἀπονιψάμενοι χεῖράς τε πόδας τεεἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·οἷσε θέειον, γρηύ, κακῶν ἄκος, οἷσε δέ μοι πῦρ,ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειανἐλθεῖν ἐνθάδ’ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·πάσας δ’ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.Τὸν δ’ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·ναὶ δὴ ταῦτά γε, τέκνεν ἐμόν, κατὰ μοῖραν ἔειπες.ἀλλ’ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματ’ ἐνείκω,μηδ’ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὥμουςἔσταθ’ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,ἤνεικεν δ’ ἄρα πῦρ καὶ θήϊον, αὐτὰρ Ὀδυσσεὺςεὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.Γρηὺς δ’ αὖτ’ ἀπέβη διὰ δώματα κάλ’ Ὀδυσῆοςἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·αἱ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.αἱ μὲν ἄρ’ ἀμφεχέοντο καὶ ἠσπάζοντ’ Ὀδυσῆα,καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὦμουςχεῖράς τ’ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ἥρεικλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δ’ ἄρα φρεσὶ πάσας.