Book 23 of 24
Book 23: The bed
Penelope Eventually Recognises her Husband—Early in the Morning Ulysses, Telemachus, Eumaeus, and Philoetius Leave the Town.
Γρηὺς δ’ εἰς ὑπερῷ’ ἀνεβήσετο καγχαλόωσα,δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·γούνατα δ’ ἐρρώσαντο, πόδες δ’ ὑπερικταίνοντο.στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαιὀφθαλμοῖσι τεοῖσι τά τ’ ἔλδεαι ἤματα πάντα.ἦλθ’ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.μνηστῆρας δ’ ἔκτεινεν ἀγήνορας, οἵ θ’ ἑὸν οἶκονκήδεσκον καὶ κτήματ’ ἔδον βιόωντό τε παῖδα.Τὴν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανταιἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλ’ ἐόντα,καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσανταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μ’ ἀνεγείρειςἡδέος, ὅς μ’ ἐπέδησε φίλα βλέφαρ’ ἀμφικαλύψας;οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺςοἴχετ’ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.ἀλλ’ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.εἰ γάρ τίς μ’ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,ταῦτ’ ἐλθοῦσ’ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρε,τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαιαὗτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.Τὴν δ’ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλ’ ἔτυμόν τοιἦλθ’ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.Τηλέμαχος δ’ ἄρα μιν πάλαι ἤδεεν ἔνδον ἐόντα,ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,ὄφρ’ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.Ὣς ἔφαθ’, ἡ δ’ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσαγρηὶ περιπλέχθη, βλεφάρων δ’ ἀπὸ δάκρυον ἧκε,καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·εἰ δ’ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκεμοῦνος ἐών, οἱ δ’ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.Τὴν δ’ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·οὐ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἷον ἄκουσακτεινομένων’ ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτωνἥμεθ’ ἀτυζόμεναι, σανίδες δ’ ἔχον εὖ ἀραρυῖαι,πρίν γ’ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσεΤηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.εὗρον ἔπειτ’ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσινἑσταόθ’· οἱ δέ μιν ἀμφὶ κραταίπεδον οὖδας ἔχοντεςκείατ’ ἐπ’ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθηςαἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥς τε λέοντα.νῦν δ’ οἱ μὲν δὴ πάντες ἐπ’ αὐλείῃσι θύρῃσινἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.ἀλλ’ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτονἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.νῦν δ’ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲκαὶ παῖδ’ ἐν μεγάροισι’ κακῶς δ’ οἵ πέρ μιν ἔρεζνμνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.Τὴν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·μαῖα φίλη, μή πω μέγ’ ἐπεύχεο καγχαλόωσα.οἶσθα γὰρ ὥς κ’ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείηπᾶσι, μάλιστα δ’ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·ἀλλ’ οὐκ ἔσθ’ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·τῷ δι’ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺςὥλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὥλετο δ’ αὐτός.Τὴν δ’ ἠμείβετ’ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,ἣ πόσιν ἔνδον ἐόντα παρ’ ἐσχάρῃ οὔ ποτ’ ἔφησθαοἴκαδ’ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.ἀλλ’ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω·οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι,τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇεἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶνοὐκ ἔα εἰπέμεναι πολυκερδείῃσι νόοιο.ἀλλ’ ἕπευ’ αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,αἴ κέν σ’ ἐξαπάφω, κτεῖναί μ’ οἰκτίστῳ ὀλέθρῳ.Τὴν δ’ ἠμείβετ’ ἔπειτα περίφρων Πηνελόπεια·μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάωνδήνεα εἴρυσθαι, μάλα περ πολύϊδριν ἐοῦσαν·ἀλλ’ ἔμπης ἴομεν μετὰ παῖδ’ ἐμόν, ὄφρα ἴδωμαιἄνδρας μνηστῆρας τεθνηότας, ἠδ’ ὃς ἔπεφνεν.Ὃς φαμένη κατέβαιν’ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρὅρμαιν’, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,ἢ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.ἡ δ’ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,ἕζετ’ ἔπειτ’ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,τοίχου τοῦ ἑτέρου· ὁ δ’ ἄρα πρὸς κίονα μακρὴνἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποιἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.ἡ δ’ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·ὄψει δ’ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,ἄλλοτε δ’ ἀγνώσασκε κακὰ χροὶ εἵματ’ ἔχοντα.Τηλέμαχος δ’ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,τίφθ’ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρ’ αὐτὸνἑζμένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;οὐ μέν κ’ ἄλλη γ’ ὧδε γυνὴ τετληότι θυμῷἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσαςἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·σοὶ δ’ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδ’ ἐρέεσθαιοὐδ’ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δ’ ἐτεὸν δὴἔστ’ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊγνωσόμεθ’ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖνσήμαθ’, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπ’ ἄλλων.Ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·Τηλέμαχ’, ἦ τοι μητέρ’ ἐνὶ μεγάροισιν ἔασονπειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.νῦν δ’ ὅττι ῥυπόω, κακὰ δὲ χροὶ εἵματα εἶμαι,τοὔνεκ’ ἀτιμάζει με καὶ οὔ πώ φησι τὸν εἶναι.ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ὄχ’ ἄριστα γένηται.καὶ γάρ τίς θ’ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·ἡμεῖς δ’ ἕρμα πόληος ἀπέκταμεν, οἱ μέγ’ ἄριστοικούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστηνμῆτιν ἐπ’ ἀνθρώπους φάσ’ ἔμμεναι, οὐδέ κέ τίς τοιἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.ἡμεῖς δ’ ἐμμεμαῶτες ἅμ’ ἑψόμεθ’, οὐδέ τί φημιἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,δμῳὰς δ’ ἐν μεγάροισιν ἀνώγετε εἵμαθ’ ἑλέσθαι·αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειανἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,ἢ ἀν’ ὁδὸν στείχων ἣ οἱ περιναιετάουσι·μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηταιἀνδρῶν μνηστήρων, πρίν γ’ ἡμέας ἐλθέμεν ἔξωἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον. ἔνθα δ’ ἔπειταφρασσόμεθ’ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο.πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,ὅπλισθεν δὲ γυναῖκες· ὁ δ’ εἵλετο θεῖος ἀοιδὸςφόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσεμολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶνἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·σχετλίη, οὐδ’ ἔτλη πόσιος οὗ κουριδίοιοεἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.Ὣς ἄρα τις εἴπεσκε, τὰ δ’ οὐ ἴσαν ὡς ἐτέτυκτο.αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳΕὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·αὐτὰρ κὰκ κεφαλῆς χεῦεν πολὺ κάλλος Ἀθήνημείζονά τ’ ἐσιδέειν καὶ πάσσονα’ κὰδ δὲ κάρητοςοὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.ὡς δ’ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνητέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,ὡς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὦμοις.ἐκ δ’ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·ἂψ δ’ αὖτις κατ’ ἄρ’ ἕζετ’ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·δαιμονίη, περὶ σοί γε γυναικῶν θηλυτεράωνκῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματ’ ἔχοντες·οὐ μέν κ’ ἄλλη γ’ ὧδε γυνὴ τετληότι θυμῷἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσαςἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.ἀλλ’ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸςλέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶν ἦτορ.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·δαιμόνι’, οὔτ’ ἄρ τι μεγαλίζρμαι οὔτ’ ἀθερίζωοὔτε λίην ἄγαμαι, μάλα δ’ εὖ οἶδ’ οἷος ἔησθαἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.ἀλλ’ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥ’ αὐτὸς ἐποίει·ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ’ εὐνήν,κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.Ὣς ἄρ’ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺςὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυΐαν·ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες.τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴηκαὶ μάλ’ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼνῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.ἀνδρῶν δ’ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλ’ ἡβῶν,ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκταιἐν λέχει ἀσκητῷ· τὸ δ’ ἐγὼ κάμον οὐδέ τις ἄλλος.θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,ἀκμηνὸς θαλέθων· πάχετος δ’ ἣν ἠΐτε κίων.τῷ δ’ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρ’ ἐτέλεσσα,πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,κολλητὰς δ’ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.καὶ τότ’ ἔπειτ’ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,κορμὸν δ’ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷεὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,ἑρμῖν’ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρ’ ἐτέλεσσα,δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδ’ ἐλέφαντι·ἐν δ’ ἐτάνυσσ’ ἱμάντα βοὸς φοίνικι φαεινόν.οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,ἤ μοι ἔτ’ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδηἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμέν’ ἐλαίης.Ὣς φάτο, τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,σήματ’ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδ’ Ὀδυσσεύς·δακρύσασα δ’ ἔπειτ’ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖραςδειρῇ βάλλ’ Ὀδυσῆϊ, κάρη δ’ ἔκυσ’ ἠδὲ προσηύδα·μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλισταἀνθρώπων πέπνυσο· θεοὶ δ’ ὥπαζον ὀϊζύν,οἱ νῶϊν ἀγάσαντο παρ’ ἀλλήλοισι μένοντεἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,οὕνεκά σ’ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδ’ ἀγάπησα.αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισινἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσινἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,ἀνδρὶ παρ’ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,εἰ ἤδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶνἀξέμεναι οἵκόνδε φίλην ἐς πατρίδ’ ἔμελλον.τὴν δ’ ἢ τοι ῥέξαι θεὸς ὥρορεν ἔργον ἀεικές·τὴν δ’ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷλυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.νῦν δ’, ἐπεὶ ἤδη σήματ’ ἀριφραδέα κατέλεξαςεὐνῆς ἡμετέρης, τὴν οὐ βροτὸς ἄλλος ὀπώτπει,ἀλλ’ οἷοι σύ τ’ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλ’ ἐόντα.Ὣς φάτο, τῷ δ’ ἔτι μᾶλλον ὑφ’ ἵμερον ὦρσε γόοιο·κλαῖε δ’ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.ὡς δ’ ὅτ’ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,ὧν τε Ποσειδάων εὐεργέα νῆ’ ἐνὶ πόντῳῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·παῦροι δ’ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδενηχόμενοι, πολλὴ δὲ περὶ χροὶ τέτροφεν ἅλμη,ἀσπάσιοι δ’ ἐπέβαν γαίης, κακότητα φυγόντες·ὡς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,δειρῆς δ’ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.καί νύ κ’ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,εἰ μὴ ἄρ’ ἄλλ’ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δ’ αὖτεῥύσατ’ ἐπ’ Ὠκεανῷ χρυσόθρονον, οὐδ’ ἔα ἵππουςζεύγνυσθ’ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,Λάμπον καὶ Φαέθονθ’, οἵ τ’ Ἠῶ πῶλοι ἄγουσι.καὶ τότ’ ἄρ’ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατ’ ἀέθλωνἤλθομεν, ἀλλ’ ἔτ’ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.ὡς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαοἤματι τῷ ὅτε δὴ κατέβην δόμον Αἴδος εἴσω,νόστον ἑταίροισιν διζήμενος ἠδ’ ἐμοὶ αὐτῷ.ἀλλ’ ἔρχευ, λέκτρονδ’ ἴομεν, γύναι, ὄφρα καὶ ἤδηὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·εὐνὴ μὲν δὴ σοί γε τότ’ ἔσσεται ὁππότε θυμῷσῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαιοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·ἀλλ’ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,εἴπ’ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,πεύσομαι, αὐτίκα δ’ ἐστὶ δαήμεναι οὔ τι χέρειον.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·δαιμονίη, τί τ’ ἄρ’ αὖ με μάλ’ ὀτρύνουσα κελεύειςεἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδ’ ἐπικεύσω.οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸςχαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστε’ ἄνωγενἐλθεῖν, ἐν χείρεσσιν ἔχοντ’ εὐῆρες ἐρετμόν,εἰς ὅ κε τοὺς ἀφίκωμαι οἱ οὐ ἴσασι θάλασσανἀνέρες, οὐδέ θ’ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·οὐδ’ ἄρα τοὶ ἴσασι νέας φοινικοπαρῇους,οὐδ’ εὐήρε’ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.σῆμα δέ μοι τόδ’ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω.ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτηςφήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὥμῳ,καὶ τότε μ’ ἐν γαίῃ πήξαντ’ ἐκέλευσεν ἐρετμόν,ἔρξανθ’ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,ἀρνειὸν ταϑρόν τε συῶν τ’ ἐπιβήτορα κάπρον,οἴκαδ’ ἀποστείχειν, ἔρδειν θ’ ἱερὰς ἑκατόμβαςἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,πᾶσι μάλ’ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃγήρᾳ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·τόφρα δ’ ἄρ’ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴνἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,γρηῦς μὲν κείουσα πάλιν οἵκόνδε βεβήκει,τοῖσιν δ’ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευενἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·ἐς θάλαμον δ’ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειταἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο.αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτηςπαῦσαν ἄρ’ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,αὐτοὶ δ’ εὐνάζονντο κατὰ μέγαρα σκιόεντα.Τὼ δ’ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,ἡ μὲν ὅσ’ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,ἀνδρῶν μνηστήρων ἐσορῶσ’ ἀΐδηλον ὅμιλον,οἱ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδε’ ἔθηκενἀνθρώποις ὅσα τ’ αὐτὸς ὀϊζύσας ἐμόγησε,πάντ’ ἔλεγ’· ἡ δ’ ἄρ’ ἐτέρπετ’ ἀκούουσ’, οὐδέ οἱ ὕπνοςπῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.Ἄρξατο δ’ ὡς πρῶτον Κίκονας δάμασ’, αὐτὰρ ἔπειταἦλθ’ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·ἠδ’ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴνἰφθίμων ἑτάρων, οὗς ἤσθιεν οὐδ’ ἐλέαιρεν·ἠδ’ ὡς Αἴολον ἵκεθ’, ὅ μιν πρόφρων ὑπέδεκτοκαὶ πέμπ’, οὐδέ πω αἶσα φίλην ἐς πατρίδ’ ἱκέσθαιἤην, ἀλλά μιν αὗτις ἀναρπάξασα θύελλαπόντον ἐπ’ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·ἠδ’ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,οἱ νῆάς τ’ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρουςπάντας· Ὀδυσσεὺς δ’ οἷος ὑπέκφυγε νηὶ μελαίνῃ.καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,ἠδ’ ὡς εἰς Ἀἴδεω δόμον ἤλυθεν εὐρώεντα,ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,νηὶ πολυκλήϊδι, καὶ ἔσιδε πάντας ἑταίρουςμητέρα θ’, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·ἠδ’ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,ὥς θ’ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε ΧάρυβδινΣκύλλην θ’, ἣν οὔ πώ ποτ’ ἀκήριοι ἄνδρες ἄλυξαν·ἠδ’ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·ἠδ’ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷΖεὺς ὑψιβρεμέτης, ἀπὸ δ’ ἔφθιθεν ἐσθλοὶ ἑταῖροιπάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·ὥς θ’ ἵκετ’ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,ἣ δή μιν κατέρυκε λιλαιομένη πόσιν εἶναιἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκεθήσειν ἀθάνατον καὶ ἀγήρων ἤματα πάντα·ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·ἠδ’ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,οἱ δή μιν περὶ κῆρι θεὸν ὡς τιμήσαντοκαὶ πέμψαν σὺν νηὶ φίλην ἐς πατρίδα γαῖαν,χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.τοῦτ’ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνοςλυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.Ἡ δ’ αὖτ’ ἄλλ’ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·ὁππότε δὴ ῥ’ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸνεὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,αὐτίκ’ ἀπ’ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειανὦρσεν, ἵν’ ἀνθρώποισι φόως φέροι· ὦρτο δ’ Ὀδυσσεὺςεὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δ’ ἐπὶ μῦθον ἔτελλεν·ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ’ ἀέθλωνἀμφοτέρῳ, σὺ μὲν ἐνθάδ’ ἐμὸν πολυκηδέα νόστονκλαίουσ’. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοιἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης.νῦν δ’ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθ’ εὐνήν,κτήματα μὲν τά μοί ἐστι κομιζέμεν ἐν μεγάροισι,μῆλα δ’ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δ’ Ἀχαιοὶδώσουσ’, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.ἀλλ’ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,ὀψόμενος πατέρ’ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·σοὶ δέ, γύναι, τάδ’ ἐπιτέλλω πινυτῇ περ ἐούσῃ·αὐτίκα γὰρ φάτις εἶσιν ἅμ’ ἠελίῳ ἀνιόντιἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·εἰς ὑπερῷ’ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶνἧσθαι, μηδέ τινα προτιόσσεο μηδ’ ἐρέεινε.Ἦ ῥα καὶ ἀμφ’ ὥμοισιν ἐδύσετο τεύχεα καλά,ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,πάντας δ’ ἔντε’ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,ὥϊξαν δὲ θύρας, ἐκ δ’ ἤϊον· ἄρχε δ’ Ὀδυσσεύς.ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δ’ ἄρ’ Ἀθήνηνυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.