Book 3 of 24
Book 3: Paris and Menelaus
Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι,Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν, ὄρνιθες ὥς,ἠῦτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό,αἵ τ’ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον,κλαγγῇ ταί γε πέτονται ἐπ’ Ὠκεανοῖο ῥοάων,ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·ἠέριαι δ’ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται·οἱ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί,ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.Εὐτ’ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην,ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,τόσσον τίς τ’ ἐπιλεύσσει ὅσον τ’ ἐπὶ λᾶαν ἵησιν·ὡς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ’ ἀελλὴςἐρχομένων· μάλα δ’ ὦκα διέπρησσον πεδίοιο.Οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής,παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξακαὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷπάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστουςἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.Τὸν δ’ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαοςἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας,εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγαπεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸνσεύωνται ταχέες τε κύνες θαλεροί τ’ αἰζηοί·ὡς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέαὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τείσεσθαι ἀλείτην·αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἄλτο χαμᾶζε.Τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴςἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστηοὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,ἂψ δ’ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,ὡς αὖτις καθ’ ὅμιλον ἔδυ Τρώων ἀγερώχωνδείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.Τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά,αἴθ’ ὄφελες ἄγονός τ’ ἔμεναι ἄγαμός τ’ ἀπολέσθαι·καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦενἢ οὕτω λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων.ἢ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοί,φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸνεἶδος ἔπ’, ἀλλ’ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσιπόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ’ εὐειδέ’ ἀνῆγεςἐξ ἀπίης γαίης, νυὸν ἀνδρῶν αἰχμητάων,πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;γνοίης χ’ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ’ Ἀφροδίτης,ἥ τε κόμη τό τε εἶδος, ὅτ’ ἐν κονίῃσι μιγείης.ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἢ τέ κεν ἤδηλάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ’ ὅσσα ἔοργας.Τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·Ἕκτορ, ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἷσαν,—αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής,ὃς τ’ εἶσιν διὰ δουρὸς ὑπ’ ἀνέρος, ὅς ῥά τε τέχνῃνήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν·ὡς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·—μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·οὔ τοι ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα,ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο·νῦν αὖτ’ εἴ μ’ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,αὐτὰρ ἔμ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαονσυμβάλετ’ ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω·οἱ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντεςναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθωνἌργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.Ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτε χάρη μέγα μῦθον ἀκούσας,καί ῥ’ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,μέσσου δουρὸς ἑλών· τοὶ δ’ ἱδρύνθησαν ἅπαντες.τῷ δ’ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶἰοϊσίν τε τιτυσκόμενοι λάεσσί τ’ ἔβαλλον·αὐτὰρ ὁ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ἴσχεσθ’, Ἀργεῖοι, μὴ βάλλετε, κοῦροι Ἀχαιῶν·στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Εἰκτωρ.Ὣς ἔφαθ’, οἱ δ’ ἔσχοντο μάχης ἄνεῴ τ’ ἐγένοντοἐσσυμένως· Ἑκτωρ δὲ μετ’ ἀμφοτέροισιν ἔειπε·κέκλυτέ μευ, Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί,μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺςτεύχεα κάλ’ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,αὐτὸν δ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαονοἴους ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω·οἱ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνειθυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδηἈργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθεεἵνεκ’ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ’ ἀρχῆς·ἡμέων δ’ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται,τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.οἴσετε ἄρν’, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,Γῇ τε καὶ Ἠελίῳ· Διὶ δ’ ἡμεῖς οἴσομεν ἄλλον·ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ’ ὅρκια τάμνῃαὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.αἰεὶ δ’ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·οἷς δ’ ὁ γέρων μετέῃσιν, ἅμα πρόσσω καὶ ὀπίσσωλεύσσει, ὅπως ὄχ’ ἄριστα μετ’ ἀμφοτέροισι γένηται.Ὣς ἔφαθ’, οἱ δ’ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τεἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.καί ῥ’ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ’ ἔβαν αὐτοί,τεύχεά τ’ ἐξεδύοντο· τὰ μὲν κατέθεντ’ ἐπὶ γαίῃπλησίον ἀλλήλων, ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα·Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπεκαρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι·αὐτὰρ ὁ Γαλθύβιον προΐει κρείων Ἀγαμέμνωννῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ’ ἄρνε κέλευενοἰσέμεναι· ὁ δ’ ἄρ’ οὐκ ἀπίθησ’ Ἀγαμέμνονι δίῳ.Ἶρις δ’ αὖθ’ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν,εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι,τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων,Λαοδίκην, Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.τὴν δ’ εὗρ’ ἐν μεγάρῳ· ἡ δὲ μέγαν ἱστὸν ὕφαινε,δίπλακα πορφυρέην, πολέας δ’ ἐνέπασσεν ἀέθλουςΤρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,οὓς ἔθεν εἵνεκ’ ἔπασχον ὑπ’ Ἄρηος παλαμάων·ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·δεῦρ’ ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαιΤρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων·οἱ πρὶν ἐπ’ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηαἐν πεδίῳ, ὀλοοῖο λιλαιόμενοι πολέμοιο,οἱ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,ἀσπίσι κεκλιμένοι, παρὰ δ’ ἔγχεα μακρὰ πέπηγεν.αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαοςμακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.Ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσινὁρμᾶτ’ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα,οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο,Αἴθρη, Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·αἷψα δ’ ἔπειθ’ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.Οἱ δ’ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ ΘυμοίτηνΛάμπον τε Κλυτίον θ’ Ἱκετάονά τ’, ὄζον Ἄρηος,Οὐκαλέγων τε καὶ Ἀντήνωρ, πεπνυμένω ἄμφω,ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ’ ἀγορηταὶἐσθλοί, τεττίγεσσιν ἐοικότες, οἵ τε καθ’ ὕληνδενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργῳ.οἱ δ’ ὡς οὖν εἴδονθ’ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,ἧκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον·οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺςτοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ’ ἐν νηυσὶ νεέσθω,μηδ’ ἡμῖν τεκέεσσί τ’ ὀπίσσω πῆμα λίποιτο.Ὣς ἄρ’ ἔφαν, Πρίαμος δ’ Ἑλένην ἐκαλέσσατο φωνῇ·δεῦρο πάροιθ’ ἐλθοῦσα, φίλον τέκος, ἵζευ ἐμεῖο,ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε—οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν,οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν—ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃς,ὅς τις ὅδ’ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,καλὸν δ’ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,οὐδ’ οὕτω γεραρόν’ βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.Τὸν δ’ Ἑλένη μύθοισιν ἀμείβετο, δῖα γυναικῶν·αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε·ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρουἱέϊ σῷ ἑπόμην, θάλαμον γνωτούς τε λιποῦσαπαῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.ἀλλὰ τά γ’ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.τοῦτο δέ τοι ἐρέω, ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς·οὗτός γ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,ἀμφότερον βασιλεύς τ’’ ἀγαθὸς κρατερός τ’ αἰχμητής·δαὴρ αὖτ’ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ’ ἔην γε.Ὣς φάτο, τὸν δ’ ὁ γέρων ἠγάσσατο φώνησέν τε·ὦ μάκαρ Ἀτρεΐδη, μοιρηγενές, ὀλβιόδαιμον,ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους,λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,οἵ ῥα τότ’ ἐστρατόωντο παρ’ ὄχθας Σαγγαρίοιο·καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθηνἤματι τῷ ὅτε τ’ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·ἀλλ’ οὐδ’ οἱ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.Δεύτερον αὖτ’ Ὀδυσῆα ἰδὼν ἐρέειν’ ὁ γεραιός·εἴπ’ ἄγε μοι καὶ τόνδε, φίλον τέκος, ὅς τις ὅδ’ ἐστί·μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,εὐρύτερος δ’ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,αὐτὸς δὲ κτίλος ὡς ἐπιπωλεῖται στίχας ἀνδρῶν·ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,ὅς τ’ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.Τὸν δ’ ἠμείβετ’ ἔπειθ’ Ἑλένη Διὸς ἐκγεγαυῖα·οὗτος δ’ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσηςεἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.Τὴν δ’ αὖτ’ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθε δῖος Ὀδυσσεὺςσεῦ ἕνεκ’ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·τοὺς δ’ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,ἄμφω δ’ ἑζρμένω γεραρώτερος ἦεν Ὀδυσσεύς·ἀλλ’ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον,ἦτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,παῦρα μέν, ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθοςοὐδ’ ἀφαμαρτοεπής· ἢ καὶ γένει ὕστερος ἦεν.ἀλλ’ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεύς,στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,σκῆπτρον δ’ οὔτ’ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,ἀλλ’ ἀστεμφὲς ἔχεσκεν, ἀϊδρεῖ φωτὶ ἐοικώς·φαίης κε ζάκοτόν τέ τιν’ ἔμμεναι ἄφρονά τ’ αὔτως.ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἴηκαὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίησιν,οὐκ ἂν ἔπειτ’ Ὀδυσῆϊ γ’ ἐρίσσειε βροτὸς ἄλλος·οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασσάμεθ’ εἶδος ἰδόντες.Τὸ τρίτον αὖτ’ Αἴαντα ἰδὼν ἐρέειν’ ὁ γεραιός·τίς τ’ ἄρ’ ὅδ’ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠῦς τε μέγας τε,ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;Τὸν δ’ Ἑλένη τανύπεπλος ἀμείβετο, δῖα γυναικῶν·οὗτος δ’ Αἴας ἐστὶ πελώριος, ἕρκος Ἀχαιῶν·Ἰδομενεὺς δ’ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὡςἕστηκ’, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαοςοἴκῳ ἐν ἡμετέρῳ, ὁπότε Κρήτηθεν ἵκοιτο.νῦν δ’ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,οὕς κεν ἐὺ γνοίην καί τ’ οὔνομα μυθησαίμην·δοιὼ δ’ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν,Κάστορά θ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,ἢ δεύρω μὲν ἕποντο νέεσσ’ ἔνι ποντοπόροισι,νῦν αὖτ’ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν,αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ’ ἅ μοί ἐστιν.Ὣς φάτο, τοὺς δ’ ἤδη κάτεχεν φυσίζος αἷαἐν Λακεδαίμονι αὖθι, φίλῃ ἐν πατρίδι γαίῃ.Κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά,ἄρνε δύω καὶ οἶνον ἐΐφρονα, καρπὸν ἀρούρης,ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸνκῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·ὄρσεο, Λαομεδοντιάδη, καλέουσιν ἄριστοιΤρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνωνἐς πεδίον καταβῆναι, ἵν’ ὅρκια πιστὰ τάμητε·αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαοςμακρῇς ἐγχείῃσι μαχήσοντ’ ἀμφὶ γυναικί·τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ ἕποιτο·οἱ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντεςναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονταιἌργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.Ὣς φάτο, ῥίγησεν δ’ ὁ γέρων, ἐκέλευσε δ’ ἑταίρουςἵππους ζευγνύμεναι· τοὶ δ’ ὀτραλέως ἐπίθοντο.ἂν δ’ ἄρ’ ἔβη Πρίαμος, κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω·πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·τὼ δὲ διὰ Σκαιῶν πεδίονδ’ ἔχον ὠκέας ἵππους.Ἀλλ’ ὅτε δή ῥ’ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειρανἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.ὄρνυτο δ’ αὐτίκ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,ἂν δ’ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνονμίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,ἢ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτακήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.τοῖσιν δ’ Ἀτρεΐδης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών·Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε,Ἠέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις,καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἱ ὑπένερθε καμόνταςἀνθρώπους τίνυσθον, ὅτις κ’ ἐπίορκον ὀμόσσῃ,ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ’ ὅρκια πιστά·εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ,αὐτὸς ἔπειθ’ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,ἡμεῖς δ’ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·εἰ δέ κ’’ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀποδοῦναι,τιμὴν δ’ Ἀργείοις ἀποτινέμεν ἣν τιν’ ἔοικεν,ἥ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται.εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδεςτίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆςαὖϑι μένων, ἧδς κε τέλος πολέμοιο κιχείω.Ἦ,, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας,θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.οἶνον δ’ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσινἔκχεον, ἠδ’ εὔχοντο θεοῖς αἰειγενέτῃσιν·ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·Ζεῦ κύδιστε μέγιστε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν,ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος,αὐτῶν καὶ τεκέων, ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν.Ὣς ἔφαν, οὐδ’ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·κέκλυτέ μευ, Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσανἂψ, ἐπεὶ οὔ πω τλήσομ’ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαιμαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·Ζεὺς μέν που τό γε οἷδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.Ἦ ῥα, καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,ἂν δ’ ἄρ’ ἔβαιν’ αὐτός, κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω·πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.τὼ μὲν ἄρ’ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺςχῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτακλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.λαοὶ δ’ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε,ὁππότερος τάδε ἔργα μετ’ ἀμφοτέροισιν ἔθηκε,τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Αἴδος εἴσω,ἡμῖν δ’ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.Ὣς ἄρ’ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἑκτωρἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.οἱ μὲν ἔπειθ’ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεα κεῖτο·αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισιν ἐδύσετο τεύχεα καλὰδῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο.κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκεκαλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνενοἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ’ αὐτῷ.ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλονχάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκενἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·εἵλετο δ’ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.ὡς δ’ αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνεν.Οἱ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντοδεινὸν δερκόμενοι· θάμβος δ’ ἔχεν εἰσορόωνταςΤρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.καί ῥ’ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳσείοντ’ ἐγχείας ἀλλήλοισιν κοτέοντε.πρόσθε δ’ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν Ἀτρεΐδαο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην,οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴἀσπίδ’ ἐνὶ κρατερῇ ὁ δὲ δεύτερον ὄρνυτο χαλκῷἈτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·Ζεῦ ἄνα, δὸς τείσασθαι ὅ με πρότερος κάκ’ ἔοργε,δίον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπωνξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην·διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶναἔγχος· ὃ δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλονπλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ’ ἄρ’ αὐτῷτριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.Ἀτρεΐδης δ’ ᾥμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·ἦ τ’ ἐφάμην τείσασθαι Ἀλέξανδρον κακότητος·νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχοςἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ’ ἔβαλόν μιν.Ἦ, καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,ἕλκε δ’ ἐπιστρέψας μετ’ ἐϋκνήμιδας Ἀχαιούς·ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,ὅς οἱ ὑπ’ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ.τὴν μὲν ἔπειθ’ ἥρως μετ’ ἐϋκνήμιδας Ἀχαιοὺςῥῖψ’ ἐπιδινήσας, κόμισαν δ’ ἐρίηρες ἑταῖροι·αὐτὰρ ὁ ἃψ ἐπόρουσε κατακτάμεναι μενεαίνωνἔγχεϊ χαλκείῳ· τὸν δ’ ἐξήρπαξ’ Ἀφροδίτηῥεῖα μάλ’ ὥς τε θεός, ἐκάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ,κὰδ δ’ εἶσ’ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.αὐτὴ δ’ αὖθ’ Ἑλένην καλέουσ’ ἴε· τὴν δ’ ἐκίχανεπύργῳ ἐφ’ ὑψηλῷ, περὶ δὲ Τρφαὶ ἅλις ἦσαν·χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,γρηὶ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπενεἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιεταώσῃἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη·δεῦρ’ ἴθ’. Ἀλέξανδρός σε καλεῖ οἵκόνδε νέεσθαι.κεῖνος ὅ γ’ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι,κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίηςἀνδρὶ μαχεσσάμενον τόν γ’ ἐλθεῖν, ἀλλὰ χορόνδεἔρχεσθ’, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.Ὣς φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·καί ῥ’ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴνστήθεά θ’ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,θάμβησέν τ’ ἄρ’ ἔπειτα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;ἢ πή με προτέρω πολίων εὖ ναιομενάωνἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαοςνικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ’ ἄγεσθαι,τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;ἧσο παρ’ αὐτὸν ἰοῦσα, θεῶν δ’ ἀπόεικε κελεύθου,μηδ’ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,ἀλλ’ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,εἰς ὅ κέ σ’ ἢ ἄλοχον ποιήσεται, ἢ ὅ γε δούλην.κεῖσε δ’ ἐγὼν οὐκ εἴμι—νεμεσσητὸν δέ κεν εἴη—κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ’ ὀπίσσωπᾶσαι μωμήσονται· ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ.Τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη·μή μ’ ἔρεθε, σχετλίη, μὴ χωσαμένη σε μεθείω,τὼς δέ σ’ ἀπεχθήρω ὡς νῦν ἔκπαγλα φίλησα,μέσσῳ δ’ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρά,Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.Ὣς ἔφατ’, ἔδεισεν δ’ Ἑλένη Διὸς ἐκγεγαυῖα,βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷσιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.Αἱ δ’ ὅτ’ Ἀλεξάνδροιο δόμον περικαλλέ’ ἵκοντο,ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,ἡ δ’ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.τῇ δ’ ἄρα δίφρον ἑλοῦσα φιλομμειδὴς Ἀφροδίτηἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·ἔνθα κάθιξ Ἑλένη, κούρη Διὸς αἰγιόχοιο,ὄσσε πάλιν κλίνασα, πόσιν δ’ ἠνίπαπε μύθῳ·ἤλυθες ἐκ πολέμοι’· ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι,ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.ἦ μὲν δὴ πρίν γ’ εὔχε’ ἀρηϊφίλου Μενελάουσῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·ἀλλ’ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαονἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ’ ἔγωγεπαύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαιἀφραδέως, μή πως τάχ’ ὑπ’ αὐτοῦ δουρὶ δαμήῃς.Τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·μή με, γύναι, χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνυπτε·νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,κεῖνον δ’ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·οὐ γάρ πώ ποτέ μ’ ὧδέ γ’ ἔρως φρένας ἀμφεκάλυψεν,οὐδ’ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆςἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,νήσῳ δ’ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.Ἦ ῥα, καὶ ἄρχε λέχοσδε κιών· ἅμα δ’ εἵπετ’ ἄκοιτις.Τὼ μὲν ἄρ’ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,Ἀτρεΐδης δ’ ἀν’ ὅμιλον ἐφοίτα θηρὶ ἐοικώς,εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.ἀλλ’ οὔ τις δύνατο Τρώων κλειτῶν τ’ ἐπικούρωνδεῖξαι Ἀλέξανδρον τότ’ ἀρηϊφίλῳ Μενελάῳ·οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον, εἴ τις ἴδοιτο·ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι·νίκη μὲν δὴ φαίνετ’ ἀρηϊφίλου Μενελάου,ὑμεῖς δ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἣν τιν’ ἔοικεν,ἢ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται.Ὣς ἔφατ’ Ἀτρεΐδης, ἐπὶ δ’ ἤνεον ἄλλοι Ἀχαιοί.