Classica Labs

← The Iliad · Contents

Book 5 of 24

Book 5: The great day of Diomedes

Ἔθ’ αὖ Τυδεΐδη Διομήδεϊ Παλλὰς Ἀθήνηδῶκε μένος καὶ θάρσος, ἵν’ ἔκδηλος μετὰ πᾶσινἈργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ,ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλισταλαμπρὸν παμφαίνῃσι λελουμένος Ὠκεανοῖο·τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,ὦρσε δέ μιν κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο.Ἦν δέ τις ἐν Τρώεσσι Δάρης, ἀφνειὸς ἀμύμων,ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην,Φηγεὺς Ἰδαϊός τε, μάχης εὖ εἰδότε πάσης.τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·τὼ μὲν ἀφ’ ἵπποιιν, ὁ δ’ ἀπὸ χθονὸς ὄρνυτο πεζός.οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·Τυδείδεω δ’ ὑπὲρ ὤμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴἔγχεος, οὐδ’ ἔβαλ’ αὐτόν· ὁ δ’ ὕστερος ὄρνυτο χαλκῷΤυδεΐδης· τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,ἀλλ’ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ’ ἀφ’ ἵππων.Ἰδαῖος δ’ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,οὐδ’ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,ἀλλ’ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.ἵππους δ’ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸςδῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητοςτὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ’ ὄχεσφι,πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνηχειρὸς ἑλοῦσ’ ἐπέεσσι προσηύδα θοῦρον Δρηα·Ἄρες Ἄρες βροτολοιγέ, μιαιφόνε, τειχεσιπλῆτα,οὐκ ἂν δὴ Τρῷας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺςμάρνασθ’, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,νῷϊ δὲ χαζώμεσθα, Διὸς δ’ ἀλεώμεθα μῆνιν;Ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ’ ἠϊόεντι Σκαμάνδρῳ,Τρῶας δ’ ἔκλιναν Δαναοί· ἕλε δ’ ἄνδρα ἕκαστοςἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνωνἀρχὸν Ἀλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξενὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.Ἰδομενεὺς δ’ ἄρα Φαῖστον ἐνήρατο Μήονος υἱὸνΒώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.τὸν μὲν ἄρ’ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷνύξ’ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὤμον·ἤριπε δ’ ἐξ ὀχέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλε.Τὸν μὲν ἄρ’ Ἰδομενῆος ἐσύλευον θεράποντες·υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον, αἵμονα θήρης,Ἀτρεΐδης Μενέλαος ἕλ’ ἔγχεϊ ὀξυόεντι,ἐσθλὸν θηρητῆρα’ δίδαξε γὰρ Ἄρτεμις αὐτὴβάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·ἀλλ’ οὔ οἱ τότε γε χραῖσμ’ Ἄρτεμις ἰοχέαιρα,οὐδὲ ἑκηβολίαι, ἧσιν τὸ πρίν γ’ ἐκέκαστο·ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαοςπρόσθεν ἔθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸνΔρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντατεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσαςἀρχεκάκους, αἱ πᾶσι κακὸν Τρώεσσι γένοντοοἷ τ’ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ἤδη.τὸν μὲν Μηριόνης, ὅτε δὴ κατέμαρπτε διώκων,βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἡ δὲ διαπρὸἀντικρὺ κατὰ κύστιν ὑπ’ ὀστέον ἤλυθ’ ἀκωκή·γνὺξ δ’ ἔριπ’ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.Πήδαιον δ’ ἄρ’ ἔπεφνε Μέγης, Ἀντήνορος υἱόν,ὅς ῥα νόθος μὲν ἔην, πύκα δ’ ἔτρεφε δῖα Θεανὼἶσα φίλοισι τέκεσσι, χαριζομένη πόσεϊ ᾧ.τὸν μὲν Φυλεΐδης δουρικλυτὸς ἐγγύθεν ἐλθὼνβεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·ἀντικρὺ δ’ ἀν’ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·ἤριπε δ’ ἐν κονίῃ, ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν.Εὐρύπυλος δ’ Εὐαιμονίδης Ὑψήνορα δῖον,υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρουἀρητὴρ ἐτέτυκτο, θεὸς δ’ ὡς τίετο δήμῳ,τὸν μὲν ἄρ’ Ἐὐρύπυλος, Ἐῤαίμονος ἀγλαὸς υἱός,πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ’ ὤμονφασγάνῳ ἀΐξας, ἀπὸ δ’ ἔξεσε χεῖρα βαρεῖαν·αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατ’ ὄσσεἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.Ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·Τυδεΐδην δ’ οὐκ ἂν γνοίης ποτέροισι μετείη,ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἢ μετ’ Ἀχαιοῖς.θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼςχειμάρρῳ, ὅς τ’ ὦκα ῥέων ἐκέδασσε γεφύρας·τὸν δ’ οὔτ’ ἄρ τε γέφυρα· ἐεργμέναι ἰσχανόωσιν,οὔτ’ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέωνἐλθόντ’ ἐξαπίνης, ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβρος·πολλὰ δ’ ὑπ’ αὐτοῦ ἔργα κατήριπε κάλ’ αἰζηῶν·ὡς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγεςΤρώων, οὐδ’ ἄρα μιν μίμνον πολέες περ ἐόντες.Τὸν δ’ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸςθύνοντ’ ἂμ, πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,αἶψ’ ἐπὶ Τυδεΐδη ἐτιταίνετο καμπύλα τόξα,καὶ βάλ’ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὤμον,θώρηκος γύαλον’ διὰ δ’ ἔπτατο πικρὸς ὀϊστός,ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ’ αἵματι θώρηξ.τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·ὄρνυσθε, Γρῶες μεγάθυμοι, κέντορες ἵππων·βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημιδήθ’ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν μεὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.Ὣς ἔφατ’ εὐχόμενος· τὸν δ’ οὐ βέλος ὠκὺ δάμασσεν,ἀλλ’ ἀναχωρήσας πρόσθ’ ἵπποιιν καὶ ὄχεσφινἔστη, καὶ Σθένελον προσέφη, Καπανήϊον υἱόν·ὄρσο, πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,ὄφρα μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.Ὣς ἄρ’ ἔφη, Σθένελος δὲ καθ’ ἵππων ἄλτο χαμᾶζε,πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ’ ὤμουαἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.δὴ τότ’ ἔπειτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστηςδηΐῳ ἐν πολέμῳ, νῦν αὖτ’ ἐμὲ φῖλαι, Ἀθήνη·δὸς δέ τέ μ’ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν,ὅς μ’ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησιδηρὸν ἔτ’ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.Ὣς ἔφατ’ εὐχόμενος· τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη,γυῖα δ’ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·θαρσῶν νῦν, Διόμηδες, ἐπὶ Τρώεσσι μάχεσθαι·ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκαἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον, ἢ πρὶν ἐπῆεν,ὄφρ’ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.τῷ νῦν, αἴ κε θεὸς πειρώμενος ἐνθάδ’ ἵκηται,μή τι σύ γ’ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαιτοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτηἔλθῃσ’ ἐς πόλεμον, τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ.Ἡ μὲν ἄρ’ ὡς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη,Τυδείδης δ’ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη,καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος, ὥς τε λέοντα,ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ’ εἰροπόκοις ὀΐεσσιχραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ’ οὐ προσαμύνει,ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ’ ἐρῆμα φοβεῖται·αἱ μέν τ’ ἀγχιστῖναι ἐπ’ ἀλλήλῃσι κέχυνται,αὐτὰρ ὁ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·ὡς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.Ἔθ’ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα, ποιμένα λαῶν,τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,τὸν δ’ ἕτερον ξίφεϊ μεγάλῳ κληῖδα παρ’ ὤμονπλῆξ’, ἀπὸ δ’ αὐχένος ὤμον ἐέργαθεν ἠδ’ ἀπὸ νώτου.τοὺς μὲν ἔασ’, ὁ δ’ Ἄβαντα μετῴχετο καὶ Πολύιδον,υἱέας Εὐρυδάμαντος, ὀνειροπόλοιο γέροντος·τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατ’ ὀνείρους,ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·βῆ δὲ μετὰ Ξάνθον τε Θόωνά τε, Φαίνοπος υἷε,ἄμφω τηλυγέτω· ὁ δὲ τείρετο γήραϊ λυγρῷ,υἱὸν δ’ οὐ τέκετ’ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.ἔνθ’ ὅ γε τοὺς ἐνάριζε, φίλον δ’ ἐξαίνυτο θυμὸνἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰλεῖπ’, ἐπεὶ οὐ ζώοντε μάχης ἐκ νοστήσαντεδέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.Ἔθ’ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαοεἰν ἑνὶ δίφρῳ ἐόντας, Ἐχέμμονά τε Χρομίον τε.ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃπόρτιος ἠὲ βοός, ξύλοχον κάτα βοσκομενάων,ὡς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸςβῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε’ ἐσύλα·ἵππους δ’ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.Τὸν δ’ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,βῆ δ’ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάωνΠάνδαρον ἀντίθεον διζήμενος, εἴ που ἐφεύροι·εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,στῆ δὲ πρόσθ’ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶκαὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ’ ἀνήρ,οὐδέ τις ἐν Λυκίῃ σέο γ’ εὔχεται εἶναι ἀμείνων.ἀλλ’ ἄγε τῷδ’ ἔφες ἀνδρὶ βέλος, Διὶ χεῖρας ἀνασχών,ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργεΤρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν·εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσινἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.Τὸν δ’ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·Αἰνεία, Γρώων βουληφόρε χαλκοχιτώνων,Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,ἵππους τ’ εἰσορόων· σάφα δ’ οὐκ οἷδ’ εἰ θεός ἐστιν.εἰ δ’ ὅ γ’ ἀνὴρ ὅν φημι, δαΐφρων Τυδέος υἱός,οὐχ ὅ γ’ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχιἕστηκ’ ἀθανάτων, νεφέλῃ εἰλυμένος ὤμους,ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὤμονδεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·καί μιν ἔγωγ’ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,ἔμπης δ’ οὐκ ἐδάμασσα’ θεός νύ τίς ἐστι κοτήεις.ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα, τῶν κ’ ἐπιβαίην·ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροικαλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοιπέπτανται’ παρὰ δέ σφιν ἑκάστῳ δίζγες ἵπποιἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάωνἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·ἵπποισίν με κέλευε καὶ ἅρμασιν ἐμβεβαῶταἀρχεύειν Γρώεσσι κατὰ κρατερὰς ὑσμίνας·ἀλλ’ ἐγὼ οὐ πιθόμην· ἢ τ’ ἂν πολὺ κέρδιον ἦεν—ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆςἀνδρῶν εἰλομένων, εἰωθότες ἔδμεναι ἅδην.ὡς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθατόξοισιν πίσυνος· τὰ δέ μ’ οὐκ ἄρ’ ἔμελλον ὀνήσειν.ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα,Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δ’ ἀμφοτέροιινἀτρεκὲς αἷμ’ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.τῷ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξαἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴνἡγεόμην Τρώεσσι, φέρων χάριν Ἕκτορι δίῳ.εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσιπατρίδ’ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείηνχερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.Τὸν δ’ αὖτ’ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·μὴ δὴ οὕτως ἀγόρευε· πάρος δ’ οὐκ ἔσσεται ἄλλως,πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφινἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαιοἷοι Τρώϊοι ἵπποι, ἐπιστάμενοι πεδίοιοκραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·τὼ καὶ νῷϊ πόλινδε σαώσετον, εἴ περ ἂν αὖτεΖεὺς ἐπὶ Τυδεΐδη Διομήδεϊ κῦδος ὀρέξῃ.ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόενταδέξαι, ἐγὼ δ’ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι·ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ’ ἐμοὶ ἵπποι.Τὸν δ’ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·Αἰνεία, σὺ μὲν αὐτὸς ἔχ’ ἡνία καὶ τεὼ ἵππω·μᾶλλον ὑφ’ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμαοἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ’ ἐθέλητονἐκφερέμεν πολέμοιο, τεὸν φθόγγον ποθέοντε,νῶϊ δ’ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸςαὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.ἀλλὰ σύ γ’ αὐτὸς ἔλαυνε τέ’ ἅρματα καὶ τεὼ ἵππω,τόνδε δ’ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.Ὣς ἄρα φωνήσαντες, ἐς ἅρματα ποικίλα βάντες,ἐμμεμαῶτ’ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.τοὺς δὲ ἴδε Σθένελος, Καπανήϊος ἀγλαὸς υἱός,αἶψα δὲ Τυδείδην ἔπεα πτερόεντα προσηύδα·Τυδεΐδη Διόμηδες, ἐμῷ κεχαρισμένε θυμῷ,ἄνδρ’ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι,ἵν’ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐὺ εἰδώς,Πάνδαρος, υἱὸς δ’ αὖτε Λυκάονος εὔχεται εἶναι·Αἰνείας δ’ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαοεὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ’ Ἀφροδίτη.ἀλλ’ ἄγε δὴ χαζώμεθ’ ἐφ’ ἵππων, μηδέ μοι οὕτωθῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·μή τι φόβονδ’ ἀγόρευ’, ἐπεὶ οὐδέ σε πεισέμεν οἴω.οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαιοὐδὲ καταπτώσσειν’ ἔτι μοι μένος ἔμπεδόν ἐστιν·ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτωςἀντίον εἶμ’ αὐτῶν· τρεῖν μ’ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.τούτω δ’ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποιἄμφω ἀφ’ ἡμείων, εἴ γ’ οὖν ἕτερός γε φύγῃσιν.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππουςαὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,Αἰνείαο δ’ ἐπαΐξαι μεμνημένος ἵππων,ἐκ δ’ ἐλάσαι Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς.τῆς γάρ τοι γενεῆς, ἧς Τρωΐ περ εὐρύοπα Ζεὺςδῶχ’ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ’ ἄριστοιἵππων, ὅσσοι ἔασιν ὑπ’ ἠῶ τ’ ἠέλιόν τε,τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης,λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·τῶν οἱ ἐξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ,τὼ δὲ δύ’ Αἰνείᾳ δῶκεν, μήστωρε φόβοιο.εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,τὼ δὲ τάχ’ ἐγγύθεν ἦλθον ἐλαύνοντ’ ὠκέας ἵππους.τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·καρτερόθυμε, δαΐφρον, ἀγαυοῦ Τυδέος υἱέ,ἦ μάλα σ’ οὐ βέλος ὠκὺ δαμάσσατο, πικρὸς ὀϊστός·νῦν αὖτ’ ἐγχείῃ πειρήσομαι, αἴ κε τύχωμι.Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχοςκαὶ βάλε Τυδεΐδαο κατ’ ἀσπίδα τῆς δὲ διαπρὸαἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·βέβληαι κενεῶνα διαμπερές, οὐδέ σ’ ὀΐωδηρὸν ἔτ’ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκας.Τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·ἥμβροτες οὐδ’ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶϊ γ’ ὀΐωπρίν γ’ ἀποπαύσεσθαι, πρίν γ’ ἢ ἕτερόν γε πεσόντααἵματος ἄσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.Ὣς φάμενος προέηκε· βέλος δ’ ἴθυνεν Ἀθήνηῥῖνα παρ’ ὀφθαλμόν, λευκοὺς δ’ ἐπέρησεν ὀδόντας.τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,αἰχμὴ δ’ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·ἤριπε δ’ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷαἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποιὠκύποδες· τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε.Αἰνείας δ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ,δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε λέων ὡς ἀλκὶ πεποιθώς,πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντοσ’ ἐΐσην,τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ ἀντίος ἔλθοι,σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρὶΤυδεΐδης, μέγα ἔργον, ὃ οὐ δύο γ’ ἄνδρε φέροιεν,οἷοι νῦν βροτοί εἰσ’· ὁ δέ μιν ῥέα πάλλε καὶ οἷος.τῷ βάλεν Αἰνείαο κατ’ ἰσχίον, ἔνθα τε μηρὸςἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·θλάσσε δέ οἱ κοτύλην, πρὸς δ’ ἄμφω ῥῆξε τένοντε·ὦσε δ’ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γ’ ἥρωςἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃγαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.Καί νύ κεν ἔνθ’ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,μήτηρ, ἥ μιν ὑπ’ Ἀγχίσῃ τέκε βουκολέοντι·ἀμφὶ δ’ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμ’ ἐκάλυψεν,ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλωνχαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.Ἡ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·οὐδ’ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάωντάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,ἀλλ’ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππουςνόσφιν ἀπὸ φλοίσβου, ἐξ ἄντυγος ἡνία τείνας,Αἰνείαο δ’ ἐπαΐξας καλλίτριχας ἵππουςἐξέλασε Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς.δῶκε δὲ Δηϊπύλῳ, ἑτάρῳ φίλῳ, ὃν περὶ πάσηςτῖεν ὁμηλικίης, ὅτι οἱ φρεσὶν ἄρτια ἤδη,νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γ’ ἥρωςὧν ἵππων ἐπιβὰς ἔλαβ’ ἡνία σιγαλόεντα,αἶψα δὲ Τυδείδην μέθεπε κρατερώνυχας ἵππουςἐμμεμαώς· ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ,γιγνώσκων ὅ τ’ ἄναλκις ἔην θεός, οὐδὲ θεάωντάων αἵ τ’ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,οὔτ’ ἄρ’ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.ἀλλ’ ὅτε δή ῥ’ ἐκίχανε πολὺν καθ’ ὅμιλον ὀπάζων,ἔνθ’ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸςἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησενἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταΐ,πρυμνὸν ὕπερ θέναρος· ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο,ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·οὐ γὰρ σῖτον ἔδουσ’, οὐ πίνουσ’ αἴθοπα οἶνον,τοὔνεκ’ ἀναίμονές εἶσι καὶ ἀθάνατοι καλέονται.ἡ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλωνκυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλωνχαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·τῇ δ’ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·εἶκε, Διὸς θύγατερ, πολέμου καὶ δηϊοτῆτος·ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;εἰ δὲ σύ γ’ ἐς πόλεμον πωλήσεαι, ἢ τέ σ’ ὀΐωῥιγήσειν πόλεμόν γε καὶ εἴ χ’ ἑτέρωθι πύθηαι.Ὣς ἔφαθ’, ἡ δ’ ἀλύουσ’ ἀπεβήσετο, τείρετο δ’ αἰνῶς·τὴν μὲν ἄρ’ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ’ ὁμίλουἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.εὗρεν ἔπειτα μάχης ἐπ’ ἀριστερὰ θοῦρον Ἄρηαἥμενον· ἠέρι δ’ ἔγχος ἐκέκλιτο καὶ ταχέ’ ἵππω·ἡ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιοπολλὰ λισσομένη χρυσάμπυκας ἤτεεν ἵππους·φίλε κασίγνητε, κόμισαί τέ με δὸς δέ μοι ἵππους,ὄφρ’ ἐς Ὄλυμπον ἵκωμαι, ἵν’ ἀθανάτων ἕδος ἐστί.λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνήρ,Τυδείδης, ὃς νῦν γε καὶ ἂν Διὸ πατρὶ μάχοιτο.Ὣς φάτο, τῇ δ’ ἄρ’ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·ἡ δ’ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,μάστιξεν δ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην.αἶψα δ’ ἔπειθ’ ἵκοντο θεῶν ἕδος, αἰπὺν Ὀλυμπον·ἔνθ’ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶριςλύσασ’ ἐξ ὀχέων, παρὰ δ’ ἀμβρόσιον βάλεν εἶδαρ·ἡ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη,μητρὸς ἑῆς· ἡ δ’ ἀγκὰς ἐλάζετο θυγατέρα ἦν,χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἐκ τ’ ὀνόμαζε·τίς νύ σε τοιάδ’ ἔρεξε, φίλον τέκος, Οὐρανιώνωνμαψιδίως, ὡς εἴ τι κακὸν ῥέζυσαν ἐνωπῇ; ἡΤὴν δ’ ἠμείβετ’ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·οὗτά με Τυδέος υἱός, ὑπέρθυμος Διομήδης,οὕνεκ’ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο,Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.Τὴν δ’ ἠμείβετ’ ἔπειτα Διώνη, δῖα θεάων·τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ’πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ’ ἔχοντεςἐξ ἀνδρῶν, χαλέπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες.τλῆ μὲν Ἄρης, ὅτε μιν τος κρατερός τ’ Ἐφιάλτης,παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἅτος πολέμοιο,εἰ μὴ μητρυιή, περικαλλὴς Ἠερίβοια,Ἑρμέᾳ ἐξήγγειλεν· ὁ δ’ ἐξέκλεψεν Ἄρηαἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.τλῆ δ’ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνοςδεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινιβεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.τλῆ δ’ Ἀἴδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,εὖτέ μιν ωὐτὸς ἀνήρ, υἱὸς Διὸς αἰγιόχοιο,ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·αὐτὰρ ὁ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπονκῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸςὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσωνἠκέσατ’· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.σχέτλιος, ὀβριμοεργός, ὃς οὐκ ὄθετ’ αἴσυλα ῥέζων,ὃς τόξοισιν ἔκηδε θεούς, οἱ Ὄλυμπον ἔχουσι.σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·νήπιος, οὐδὲ τὸ οἷδε κατὰ φρένα Τυδέος υἱός,ὅττι μάλ’ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσινἐλθόντ’ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.τῷ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,μὴ δὴν Αἰγιάλεια, περίφρων Ἀδρηστίνη,ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ,κουρίδιον ποθέουσα πόσιν, τὸν ἄριστον Ἀχαιῶν,ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.Ἦ ῥα, καὶ ἀμφοτέρῃσιν ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ·ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.αἱ δ’ αὖτ’ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρηκερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, ὅττί κεν εἴπω;ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσαΤρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλωνπρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα,ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,ταῦτα δ’ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,Αἰνείᾳ δ’ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·ἀλλ’ ὅ γ’ ἄρ’ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δ’ αἰεὶΑἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.τρὶς μὲν ἔπειτ’ ἐπόρουσε κατακτάμεναι μενεαίνων,τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ’ Ἀπόλλων·ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,δεινὰ δ’ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·φράζεο, Τυδεΐδη, καὶ χάζεο, μηδὲ θεοῖσινἴσ’ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖονἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων.Ὣς φάτο, Τυδεΐδης δ’ ἀνεχάζετο τυτθὸν ὀπίσσω,μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.Αἰνείαν δ’ ἀπάτερθεν ὁμίλου θῆκεν ἈπόλλωνΠεργάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.ἦτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιραἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·αὐτὰρ ὁ εἴδωλον τεῦξ’ ἀργυρότοξος Ἀπόλλωναὐτῷ τ’ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,ἀμφὶ δ’ ἄρ’ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶδήουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείαςἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·Ἄρες Ἄρες βροτολοιγέ, μιαιφόνε, τειχεσιπλῆτα,οὐκ ἂν δὴ τόνδ’ ἄνδρα μάχης ἐρύσαιο μετελθών,Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ,αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἴσος.Ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,Τρῳὰς δὲ στίχας οὗλος Ἄρης ὄτρυνε μετελθών,εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·ὦ υἱεῖς Πριάμοιο, διοτρεφέος βασιλῆος,ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;ἢ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ,Αἰνείας, υἱὸς μεγαλήτορος Ἀγχίσαο·ἀλλ’ ἄγετ’ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.ἔνθ’ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·Ἕκτορ, πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ’ ἐπικούρωνοἷος, σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.τῶν νῦν οὔ τιν’ ἐγὼ ἰδέειν δύναμ’ οὐδὲ νοῆσαι,ἀλλὰ καταπτώσσουσι κύνες ὡς ἀμφὶ λέοντα·ἡμεῖς δὲ μαχόμεσθ’, οἵ πέρ τ’ ἐπίκουροι ἔνειμεν.καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·τηλοῦ γὰρ Λυκίη, Ξάνθῳ ἔπι δινήεντι,ἔνθ’ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ’ ἐπιδευής.ἀλλὰ καὶ ὡς Λυκίους ὀτρύνω καὶ μέμον’ αὐτὸςἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖονοἷόν κ’ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·τύνη δ’ ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύειςλαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὥρεσσι.μή πως, ὡς ἀψῖσι λίνοι’ ἁλόντε πανάγρου,ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·οἱ δὲ τάχ’ ἐκπέρσουσ’ εὖ ναιομένην πόλιν ὑμήν.σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτας τε καὶ ἦμαρ,ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρωννωλεμέως ἐχέμεν, κρατερὴν δ’ ἀποθέσθαι ἐνιπήν.Ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἄλτο χαμᾶζε,πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾥχετο πάντῃ,ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.οἱ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.ὡς δ’ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ’ ἀλωὰςἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρκρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,αἱ δ’ ὑπολευκαίνονται ἀχυρμιαί· ὡς τότ’ Ἀχαιοὶλευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι’ αὐτῶνοὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων,ἂψ ἐπιμισγομένων’ ὑπὸ δ’ ἔστρεφον ἡνιοχῆες.οἱ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκταθοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων,πάντοσ’ ἐποιχόμενος· τοῦ δ’ ἐκραίαινεν ἐφετμὰςΦοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγειΤρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ’ Ἀθήνηνοἰχομένην· ἢ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.αὐτὸς δ’ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιοἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.Αἰνείας δ’ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντακαὶ μένος ἐσθλὸν ἔχοντα’ μετάλλησάν γε μὲν οὔ τι.οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρενἌρης τε βροτολοιγὸς Ἔρις τ’ ἄμοτον μεμαυῖα.Τοὺς δ’ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδηςὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἱ δὲ καὶ αὐτοὶοὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,ἀλλ’ ἔμενον νεφέλῃσιν ἐοικότες, ἅς τε Κρονίωννηνεμίης ἔστησεν ἐπ’ ἀκροπόλοισιν ὄρεσσινἀτρέμας, ὄφρ’ εὕδησι μένος Βορέαο καὶ ἄλλωνζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόενταπνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·ὡς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.Ἀτρεΐδης δ’ ἀν’ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·ὦ φίλοι, ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·φευγόντων δ’ οὔτ’ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.Ἦ,, καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα,Αἰνείω ἕταρον μεγαθύμου, ΔηϊκόωνταΠεργασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσιτῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.τόν ῥα κατ’ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·ἡ δ’ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.Ἔνθ’ αὖτ’ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους,υἷε Διοκλῆος, Κρήθωνά τε Ὀρσίλοχόν τε,τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ,ἀφνειὸς βιότοιο, γένος δ’ ἦν ἐκ ποταμοῖοἈλφειοῦ, ὅς τ’ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,ὃς τέκετ’ Ὀρτίλοχον πολέεσσ’ ἄνδρεσσιν ἄνακτα·Ὀρτίλοχος δ’ ἄρ’ ἔτικτε Διοκλῆα μεγάθυμον,ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,Κρήθων Ὀρσίλοχός τε, μάχης εὖ εἰδότε πάσης.τὼ μὲν ἄρ’ ἡβήσαντε μελαινάων ἐπὶ νηῶνἼλιον εἰς εὔπωλον ἅμ’ Ἀργείοισιν ἑπέσθην,τιμὴν Ἀτρεΐδῃς, Ἀγαμέμνονι καὶ Μενελάῳ,ἀρνυμένω· τὼ δ’ αὖθι τέλος θανάτοιο κάλυψεν.οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσινἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·τὼ μὲν ἄρ’ ἁρπάζοντε βόας καὶ ἴφια μῆλασταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·τοίω τὼ χείρεσσιν ὑπ’ Αἰνείαο δαμέντεκαππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.Τὼ δὲ πεσόντ’ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,σείων ἐγχείην· τοῦ δ’ ὄτρυνεν μένος Ἄρης,τὰ φρονέων, ἵνα χερσὶν ὑπ’ Αἰνείαο δαμείη.τὸν δ’ ἴδεν Ἀντίλοχος, μεγαθύμου Νέστορος υἱός,βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν,μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόενταἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·Ἀντίλοχος δὲ μάλ’ ἄγχι παρίστατο ποιμένι λαῶν.Αἰνείας δ’ οὐ μεῖνε, θοός περ ἐὼν πολεμιστής,ὡς εἶδεν δύο φῶτε παρ’ ἀλλήλοισι μένοντε.οἱ δ’ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.Ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Δρηϊ,ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.τὸν μὲν ἄρ’ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαοςἑσταότ’ ἔγχεϊ νύξε κατὰ κληῖδα τυχήσα·Ἀντίλοχος δὲ Μύδωνα βάλ’, ἡνίοχον θεράποντα,ἐσθλὸν Ἀτυμνιάδην—ὁ δ’ ὑπέστρεφε μώνυχας ἵππου—χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δ’ ἄρα χειρῶνἡνία λεύκ’ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.Ἀντίλοχος δ’ ἄρ’ ἐπαΐξας ξίφει ἤλασε κόρσην·αὐτὰρ ὅ γ’ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρουκύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.δηθὰ μάλ’ ἑστήκει—τύχε γάρ ῥ’ ἀμάθοιο βαθείης—ὄφρ’ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·τοὺς ἵμασ’ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ’ Ἀχαιῶν.Τοὺς δ’ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ’ ἐπ’ αὐτοὺςκεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγεςκαρτεραί· ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ πότνι’ Ἐνυώ,ἡ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,Ἄρης δ’ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,φοίτα δ’ ἄλλοτε μὲν πρόσθ’ Ἕκτορος, ἄλλοτ’ ὄπισθε.Τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·ὡς δ’ ὅτ’ ἀνὴρ ἀπάλαμνος, ἰὼν πολέος πεδίοιο,στήῃ ἐπ’ ὠκυρόῳ ποταμῷ ἅλαδε προρέοντι,ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ’ ἔδραμ’ ὀπίσσω,ὡς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·ὦ φίλοι, οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖοναἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·τῷ δ’ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης, βροτῷ ἀνδρὶ ἐοικώς.ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσωεἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.Ὃς ἄρ’ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.ἔνθ’ Ἑκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης,εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.τὼ δὲ πεσόντ’ ἐλέησε μέγας Γελαμώνιος Αἴας·στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,καὶ βάλεν Ἄμφιον, Σελάγου υἱόν, ὅς ῥ’ ἐνὶ ]Παισῷναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖραἦγ’ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,νειαίρῃ δ’ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,δούπησεν δὲ πεσών’ ὁ δ’ ἐπέδραμε φαίδιμος Αἴαςτεύχεα συλήσων· Τρῶες δ’ ἐπὶ δούρατ’ ἔχευανὀξέα παμφανόωντα σάκος δ’ ἀνεδέξατο πολλά.αὐτὰρ ὁ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχοςἐσπάσατ’· οὐδ’ ἄρ’ ἔτ’ ἄλλα δυνήσατο τεύχεα καλὰὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.δεῖσε δ’ ὅ γ’ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,οἱ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε’ ἔχοντες,οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸνὤσαν ἀπὸ σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη.Ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·Τληπόλεμον δ’ Ἡρακλεΐδην, ἠΐν τε μέγαν τε,ὥρσεν ἐπ’ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,υἱός θ’ υἱωνός τε Διὸς νεφεληγερέταο,τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·Σαρπῆδον, Λυκίων βουληφόρε, τίς τοι ἀνάγκηπτώσσειν ἐνθάδ’ ἐόντι μάχης ἀδαήμονι φωτί;ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιοεἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶνοἱ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·ἀλλ’ οἷόν τινά φασι βίην Ἡρακληείηνεἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·ὅς ποτε δεῦρ’ ἐλθὼν ἕνεχ’ ἵππων Λαομέδοντοςἐξ οἴης σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισινἸλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ’ ἀγυιάς·σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαιἐλθόντ’ ἐκ Λυκίης, οὐδ’ εἰ μάλα καρτερός ἐσσι,ἀλλ’ ὑπ’ ἐμοὶ δμηθέντα πύλας Ἀἴδαο περήσειν.Τὸν δ’ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·Γληπόλεμ’, ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴνἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,οὐδ’ ἀπέδωχ’ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαινανἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ’ ὑπὸ δουρὶ δαμένταεὖχος ἐμοὶ δώσειν, ψυχὴν δ’ Αἴδι κλυτοπώλῳ.Ὣς φάτο Σαρπηδών, ὁ δ’ ἀνέσχετο μείλινον ἔγχοςΤληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσονΣαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ’ ἀλεγεινή·τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.Τληπόλεμος δ’ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷβεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα,ὀστέῳ ἐγχριμφθεῖσα, πατὴρ δ’ ἔτι λοιγὸν ἄμυνεν.Οἱ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροιἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸνἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατ’ οὐδ’ ἐνόησε,μηροῦ ἐξερύσαι δόρυ μείλινον, ὄφρ’ ἐπιβαίη,σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.Τληπόλεμον δ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺςτλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἧτορ·μερμήριξε δ’ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,ἢ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.οὐδ’ ἄρ’ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦενἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·τῶ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.ἔνθ’ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τεἌλκανδρόν θ’ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.καί νύ κ’ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεύς,εἰ μὴ ἄρ’ ὀξὺ νόησε μέγας κορυθαίολος Εἰκτωρ·βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,δεῖμα φέρων Δαναοῖσι· χάρη δ’ ἄρα οἱ προσιόντιΣαρπηδὼν Διὸς υἱός, ἔπος δ’ ὀλοφυδνὸν ἔειπε·Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃςκεῖσθαι, ἀλλ’ ἐπάμυνον’ ἔπειτά με καὶ λίποι αἰὼνἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγενοστήσας οἵκόνδε φίλην ἐς πατρίδα γαῖανεὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.Ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,ἀλλὰ παρήϊξεν, λελιημένος ὄφρα τάχισταὦσαιτ’ Ἀργείους, πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο.οἱ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροιεἷσαν ὑπ’ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·ἐκ δ’ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζεἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.τὸν δὲ λίπε ψυχή, κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς·αὖτις δ’ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαοζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.Ἀργεῖοι δ’ ὑπ’ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇοὔτέ ποτε προτρέποντο μελαινάων ἐπὶ νηῶνοὔτε ποτ’ ἀντεφέροντο μάχῃ, ἀλλ’ αἰὲν ὀπίσσωχάφουνθ’, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.Ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἐξενάριξανἝκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;ἀντίθεον Τεύθραντ’, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,Τρῆχόν τ’ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,Οἰνοπίδην θ’ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοιναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.Τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος ἭρηἈργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·ὦ πόποι, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,ἦ ῥ’ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ,Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι,εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὗλον Ἄρηα.ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.ἡ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππουςἭρη, πρέσβα θεά, θυγάτηρ μεγάλοιο Κρόνοιο·Ἥβη δ’ ἀμφ’ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα,χάλκεα ὀκτάκνημα, σιδηρέῳ ἄξονι ἀμφίς.τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθεχάλκε’ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·πλῆμναι δ’ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσινἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.τοῦ δ’ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπ’ ἄκρῳδῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνακάλ’ ἔβαλε χρύσει’· ὑπὸ δὲ ὡγὸν ἤγαγεν Ἥρηἵππους ὠκύποδας, μεμαυῖ’ ἔριδος καὶ ἀϋτῆς.Αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει,ποικίλον, ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·ἡ δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταοτεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετ’ αἰγίδα θυσσανόεσσανδεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,ἐν δ’ Ἔρις, ἐν δ’ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου,δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.κρατὶ δ’ ἐπ’’ ἀμφίφαλον κυνέην θέτο τετραφάληρονχρυσείην, ἑκατὸν πολίων πρυλέεσσ’ ἀραρυῖαν·ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ’ ἔγχοςβριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶνἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους·αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἂς ἔχον Ὧραι,τῆς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε,ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι.τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλωνἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.ἔνθ’ ἵππους στήσασα θεὰ λευκώλενος ἭρηΖῆν’ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·Ζεῦ πάτερ, οὐ νεμεσίζη ΓΆρῃ τάδε καρτερὰ ἔργα,ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶνμάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐμοὶ δ’ ἄχος, οἱ δὲ ἕκηλοιτέρπονται Κύπρις τε καὶ ἀργυρότοξος Ἀπόλλων,ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἷδε θέμιστα;Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηαλυγρῶς πεπληγυῖα μάχης ἐξ ἀποδίωμαι;Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,ἥ ἑ μάλιστ’ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,μάστιξεν δ’ ἵππους· τὼ δ’ οὐκ ἀέκοντε πετέσθηνμεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσινἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.ἀλλ’ ὅτε δὴ Τροίην ἵξον ποταμώ τε ῥέοντε,ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,ἔνθ’ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρηλύσασ’ ἐξ ὀχέων, περὶ δ’ ἠέρα πουλὺν ἔχευε·τοῖσιν δ’ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.Αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι,ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·ἀλλ’ ὅτε δή ῥ’ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοιἕστασαν, ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιοεἰλόμενοι, λείουσιν ἐοικότες ὠμοφάγοισινἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,ἔνθα στᾶσ’ ἤϋσε θεὰ λευκώλενος Ἥρη,Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,ὃς τόσον αὐδήσασχ’ ὅσον ἄλλοι πεντήκοντα·αἰδώς, Ἀργεῖοι, κάκ’ ἐλέγχεα, εἶδος ἀγητοί·ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάωνοἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.Ὣς εἰποῦσ’ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.Τυδεΐδῃ δ’ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·εὗρε δὲ τόν γε ἄνακτα παρ’ ἵπποισιν καὶ ὄχεσφινἕλκος ἀναψύχοντα, τό μιν βάλε Πάνδαρος ἰῷ.ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνοςἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,ἃν δ’ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ’ ἀπομόργνυ.ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·ἢ ὀλίγον οἵ παῖδα ἐοικότα γείνατο Τυδεύς.Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·καί ῥ’ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκονοὐδ’ ἐκπαιφάσσειν, ὅτε τ’ ἤλυθε νόσφιν Ἀχαιῶνἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερόν, ὡς τὸ πάρος περ,κούρους Καδμείων προκαλίζετο, πάντα δ’ ἐνίκαῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ ἵσταμαι ἠδὲ φυλάσσω,καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·ἀλλά σευ ἢ κάματος πολυάϊξ γυῖα δέδυκεν,ἦ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γ’ ἔπειταΤυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.Τὴν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·γιγνώσκω σε, θεά, θύγατερ Διὸς αἰγιόχοιο·τῶ τοι προφρονέως ἐρέω ἔπος οὐδ’ ἐπικεύσω.οὔτε τί με δέος ἴσχει ἀκήριον οὔτε τις ὄκνος,ἀλλ’ ἔτι σέων μέμνημαι ἐφετμέων, ἃς ἐπέτειλας·οὔ μ’ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαιτοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτηἔλθῃσ’ ἐς πόλεμον, τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ.τοὔνεκα νῦν αὐτός τ’ ἀναχάζομαι ἠδὲ καὶ ἄλλουςἈργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·Τυδείδη Διόμηδες, ἐμῷ κεχαρισμένε θυμῷ,μήτε σύ γ’ Ἄρηα τό γε δείδιθι μήτε τιν’ ἄλλονἀθανάτων· τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·ἀλλ’ ἄγ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,τύψον δὲ σχεδίην μηδ’ ἅζεο θοῦρον Ἄρηα,τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ’ ἀγορεύωνΤρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.Ὣς φαμένη Σθένελον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε,χειρὶ πάλιν ἐρύσασ’, ὁ δ’ ἄρ’ ἐμμαπέως ἀπόρουσεν·ἡ δ’ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖονἐμμεμαυῖα θεά· μέγα δ’ ἔβραχε φήγινος ἄξωνβριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρα τ’ ἄριστον.λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·αὐτίκ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.ἤτοι ὁ μὲν Περίφαντα πελώριον ἐξενάριζεν,Αἰτωλῶν ὄχ’ ἄριστον, Ὀχησίου ἀγλαὸν υἱόν·τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνηδῦν’ Αἴδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.Ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθ’ ἔασεκεῖσθαι, ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,αὐτὰρ ὁ βῆ ῥ’ ἰθὺς Διομήδεος ἱπποδάμοιο.οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,πρόσθεν Ἄρης ὠρέξαθ’ ὑπὲρ ὡγὸν ἡνία θ’ ἵππωνἔγχεϊ χαλκείῳ, μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνηὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.δεύτερος αὖθ’ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδηςἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνηνείατον ἐς κενεῶνα, ὅθι ζωννύσκετο μίτρῃ·τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὁ δ’ ἔβραχε χάλκεος Ἄρης,ὅσσον τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοιἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.τοὺς δ’ ἄρ’ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τεδείσαντας· τόσον ἔβραχ’ Ἄρης ἅτος πολέμοιο.Οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρκαύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,τοῖος Τυδείδη Διομήδεϊ χάλκεος Ἄρηςφαίνεθ’ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.καρπαλίμως δ’ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὀλυμπον,πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,δεῖξεν δ’ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,καί ῥ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·Ζεῦ πάτερ, οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲνἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.σοὶ πάντες μαχόμεσθα’ σὺ γὰρ τέκες ἄφρονα κούρην,οὐλομένην, ἢ τ’ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ,σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·ταύτην δ’ οὔτ’ ἔπεϊ προτιβάλλεαι οὔτε τι ἔργῳ,ἀλλ’ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον·ἣ νῦν Τυδέος υἱόν, ὑπερφίαλον Διομήδεα,μαργαίνειν ἀνέηκεν ἐπ’ ἀθανάτοισι θεοῖσι.Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ,αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·ἀλλά μ’ ὑπήνεικαν ταχέες πόδες· ἢ τέ κε δηρὸναὐτοῦ πήματ’ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,ἦ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῆσι.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς·μή τί μοι, ἀλλοπρόσαλλε, παρεζόμενος μινύριζε.ἔχθιστος δέ μοί ἐσσι θεῶν οἱ Ὄλυμπον ἔχουσιν·αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.μητρός τοι μένος ἐστὶν ἀάσχετον, οὐκ ἐπιεικτόν,Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ’ ἐπέεσσι·τῷ σ’ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.ἀλλ’ οὐ μάν σ’ ἔτι δηρὸν ἀνέξομαι ἄλγε’ ἔχοντα·ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ’ ἀΐδηλος,καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.Ὣς φάτο, καὶ Παιήον’ ἀνώγειν ἰήσασθαι·τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσωνἠκέσατ’· οὐ μὲν γάρ τι καταθνητός γ’ ἐτέτυκτο.ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξενὑγρὸν ἐόν, μάλα δ’ ὦκα περιτρέφεται κυκόωντι,ὡς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.τὸν δ’ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ, γαίων.Αἱ δ’ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο,Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηὶς Ἀθήνη,παύσασαι βροτολοιγὸν Ἄρη’ ἀνδροκτασιάων.

↑ Top