Book 6 of 24
Book 6: Hector and Andromache
Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθ’ ἴθυσε μάχη πεδίοιοἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα,μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.Αἴας δὲ πρῶτος Γελαμώνιος, ἕρκος Ἀχαιῶν,Τρώων ῥῆξε φάλαγγα, φόως δ’ ἑτάροισιν ἔθηκεν,ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρήκεσσι τέτυκτο,υἱὸν Ἐὐσσώρου, Ἀκάμαντ’ ἠΐν τε μέγαν τε.τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ ἄρ’ ὀστέον εἴσωαἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.Λξυλον δ’ ἄρ’ ἔπεφνε βοὴν ἀγαθὸς ΔιομήδηςΤευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμίνῃ ἐν Ἀρίσβῃἀφνειὸς βιότοιο, φίλος δ’ ἦν ἀνθρώποισι·πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.ἀλλά οἱ οὔ τις τῶν γε τότ’ ἤρκεσε λυγρὸν ὄλεθρονπρόσθεν ὑπαντιάσας, ἀλλ’ ἄμφω θυμὸν ἀπηύρα,αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ’ ἵππωνἔσκεν ὑφηνίοχος· τὼ δ’ ἄμφω γαῖαν ἐδύτην.Δρῆσον δ’ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·βῆ δὲ μετ’ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφηνηὶς Ἀβαρβαρέη τέκ’ ἀμύμονι Βουκολίωνι.Βουκολίων δ’ ἣν υἱὸς ἀγαυοῦ Λαομέδοντοςπρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·ποιμαίνων δ’ ἐπ’ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,ἡ δ’ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖαΜηκιστηϊάδης καὶ ἀπ’ ὤμων τεύχε’ ἐσύλα.Ἀστύαλον δ’ ἄρ’ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·Πιδύτην δ’ Ὀδυσεὺς Περκώσιον ἐξενάριξενἔγχεϊ χαλκείῳ, Τεῦκρος δ’ Ἀρετάονα δῖον.Ἀντίλοχος δ’ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷΝεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ναῖε δὲ Σατνιόεντος ἐυρρείταο παρ’ ὄχθαςΠήδασον αἰπεινήν. Φύλακον δ’ ἕλε Λήϊτος ἥρωςφεύγοντ’· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.Ἄδρηστον δ’ ἄρ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαοςζωὸν ἕλ’· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο,ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ, ἀγκύλον ἅρμαἄξαντ’ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτηνπρὸς πόλιν, ἣ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,αὐτὸς δ’ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθηπρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστηἈτρεΐδης Μενέλαος, ἔχων δολιχόσκιον ἔγχος.Ἄδρηστος δ’ ἄρ’ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·ζώγρει, Ἀτρέος υἱέ, σὺ δ’ ἄξια δέξαι ἄποινα·πολλὰ δ’ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται,χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα,εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν.Ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·καὶ δή μιν τάχ’ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶνδώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλ’ Ἀγαμέμνωνἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·ὦ πέπον, ὦ Μενέλαε, τίη δὲ σὺ κήδεαι οὕτωςἀνδρῶν; ἢ σοὶ ἄριστα πεποίηται κατὰ οἶκονπρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρονχεῖράς θ’ ἡμετέρας, μηδ’ ὅν τινα γαστέρι μήτηρκοῦρον ἐόντα φέροι, μηδ’ ὃς φύγοι, ἀλλ’ ἅμα πάντεςἸλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι.Ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως,αἴσιμα παρειπών’ ὁ δ’ ἀπὸ ἔθεν ὤσατο χειρὶἤρω’ Ἀδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνωνοὖτα κατὰ λαπάρην’ ὃ δ’ ἀνετράπετ’, Ἀτρεΐδης δὲλὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.Νέστωρ δ’ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΐσας·ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος,μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεμιμνέτω, ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,ἀλλ’ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοινεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ ἈχαιῶνἼλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,εἰ μὴ ἄρ’ Αἰνείᾳ τε καὶ Ἕκτορε εἶπε παραστὰςΠριαμίδης λενος, οἰωνοπόλων ὄχ’ ἄριστος·Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὕμμι μάλισταΤρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ’ ἄριστοιπᾶσαν ἐπ’ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,στῆτ’ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάωνπάντῃ ἐποιχόμενοι, πρὶν αὖτ’ ἐν χερσὶ γυναικῶνφεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ’ αὖθι μένοντες,καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·Ἕκτορ, ἀτὰρ σὺ πόλινδε μετέρχεο, εἰπὲ δ’ ἔπειταμητέρι σῇ καὶ ἐμῇ· ἡ δὲ ξυνάγουσα γεραιὰςνηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ,οἴξασα κληῖδι θύρας ἱεροῖο δόμοιο,πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστοςεἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷἦνις ἠκέστας ἱερευσέμεν, αἴ κ’ ἐλεήσῃἄστυ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,ὥς κεν Τυδέος υἱὸν ἀπόσχη Ἰλίου ἱρῆς,ἄγριον αἰχμητήν, κρατερὸν μήστωρα φόβοιο,ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.οὐδ’ Ἀχιλῆά ποθ’ ὧδέ γ’ ἐδείδιμεν, ὄρχαμον ἀνδρῶν,ὅν πέρ φασι θεᾶς ἐξ ἔμμεναι· ἀλλ’ ὅδε λίηνμαίνεται, οὐδέ τίς οἵ δύναται μένος ἰσοφαρίζειν.Ὣς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι κασιγνήτῳ ἀπίθησεν.αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἄλτο χαμᾶζε,πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾥχετο πάντῃ,ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.οἱ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·Ἀργεῖοι δ’ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,φὰν δέ τιν’ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντοςΤρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΐσα·Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ’ ἐπίκουροι,ἀνέρες ἔστε, φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.ὄφρ’ ἂν ἐγὼ βήω προτὶ Ἴλιον, ἠδὲ γέρουσινεἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισιδαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ’ ἑκατόμβας.Ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Εἰκτωρ·ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινόν,ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸςἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντε,τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·τίς δὲ σύ ἐσσι, φέριστε, καταθνητῶν ἀνθρώπων;οὐ μὲν γάρ ποτ’ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃτὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντωνσῷ θάρσει, ὅ τ’ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας,οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός, κρατερὸς Λυκόοργος,δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήναςσεῦε κατ’ ἠγάθεον Νυσήϊον· αἱ δ’ ἅμα πᾶσαιθύσθλα χαμαὶ κατέχευαν, ὑπ’ ἀνδροφόνοιο Λυκούργουθεινόμεναι βουπλῆγι. Διώνυσος δὲ φοβηθεὶςδύσεθ’ ἁλὸς κατὰ κῦμα, Θέτις δ’ ὑπεδέξατο κόλπῳδειδιότα’ κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.τῷ μὲν ἔπειτ’ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδ’ ἄρ’ ἔτι δὴνἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·οὐδ’ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.εἰ δέ τίς ἐσσι βροτῶν, οἱ ἀρούρης καρπὸν ἔδουσιν,ἄσσον ἴθ’, ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι.Τὸν δ’ αὖθ’ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·Τυδεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλητηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίγνεται ὥρη·ὡς ἀνδρῶν γενεὴ ἡ μὲν φύει ἡ δ’ ἀπολήγει.εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ’ ἐὺ εἰδῆςἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν,Σίσυφος Αἰολίδης· ὁ δ’ ἄρα Γλαῦκον τέκεθ’ υἱόν,αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·τῷ δὲ θεοὶ κάλλος τε καὶ ἠνορέην ἐρατεινὴνὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,ὅς ῥ’ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο, δι’ Ἄντεια,κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τιπεῖθ’ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην.ἡ δὲ ψευσαμένη Ἱροῖτον βασιλῆα προσηύδα·τεθναίης, ὦ Προῖτ’, ἢ κάκτανε Βελλεροφόντην,ὅς μ’ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.ὡς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·κτεῖναι μέν ῥ’ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,πέμπε δέ μιν Λυκίηνδε, πόρεν δ’ ὅ γε σήματα λυγρά,γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,δεῖξαι δ’ ἠνώγειν ᾧ πενθερῷ, ὄφρ’ ἀπόλοιτο.αὐτὰρ ὁ βῆ Λυκίηνδε θεῶν ὑπ’ ἀμύμονι πομπῇ.ἀλλ’ ὅτε δὴ Λυκίην ἴξε Ξάνθον τε ῥέοντα,προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότε μιν ἐρέεινε καὶ ἤτεε σῆμα ἰδέσθαι,ὅττι ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσεπεφνέμεν· ἡ δ’ ἄρ’ ἔην θεῖον γένος, οὐδ’ ἀνθρώπων,πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας·δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισιν·καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.τῷ δ’ ἄρ’ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστουςεἷσε λόχον· τοὶ δ’ οὔ τι πάλιν οἵκόνδε νέοντο·πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.ἀλλ’ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠὺν ἐόντα,αὐτοῦ μιν κατέρυκε, δίδου δ’ ὅ γε θυγατέρα ἥν,δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων,καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.ἡ δ’ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ,Ἴσανδρόν τε καὶ ἹἱἹππόλοχον καὶ Λαοδάμειαν.Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,ἡ δ’ ἔτεκ’ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.ἀλλ’ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήϊον οἷος ἀλᾶτο,ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἅτος πολέμοιομαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.Ἱππόλοχος δέ μ’ ἔτικτε, καὶ ἐκ τοῦ φημι· γενέσθαι·πέμπε δέ μ’ ἐς Τροίην, καί μοι μάλα πόλλ’ ἐπέτελλεν,αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἱ μέγ’ ἄριστοιἔν τ’ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.Ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,αὐτὰρ ὁ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντηνξείνισ’ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ’ ἐρύξας·οἱ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον,καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ’ ἐμοῖσι.Τυδέα δ’ οὐ μέμνημαι, ἐπεί μ’ ἔτι τυτθὸν ἐόντακάλλιφ’, ὅτ’ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.τῶ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳεἰμί, σὺ δ’ ἐν Λυκίῃ, ὅτε κεν τῶν δῆμον ἵκωμαι.ἔγχεα δ’ ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου·πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ’ ἐπίκουροι,κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,πολλοὶ δ’ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.τεύχεα δ’ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδεγνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ’ εἶναι.Ὣς ἄρα φωνήσαντε, καθ’ ἵππων ἀΐξαντε,χεῖράς τ’ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·ἔνθ’ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε’ ἄμειβεχρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων.Ἕκτωρ δ’ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,ἀμφ’ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρεςεἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τεκαὶ πόσιας· ὁ δ’ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγειπάσας ἑξείης· πολλῇσι δὲ κήδε’ ἐφῆπτο.Ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ’ ἵκανε,ξεστῆς αἰθούσῃσι τετυγμένον—αὐτὰρ ἐν αὐτῷπεντήκοντ’ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο,πλησίον ἀλλήλων δεδμημένοι· ἔνθα δὲ παῖδεςκοιμῶντο Πριάμοιο παρὰ μνηστῆς ἀλόχοισι·κουράων δ’ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆςδώδεκ’ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο,πλησίον ἀλλήλων δεδμημένοι· ἔνθα δὲ γαμβροὶκοιμῶντο Πριάμοιο παρ’ αἰδοίῃς ἀλόχοισιν.ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρΛαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην·ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·τέκνον, τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶνμαρνάμενοι περὶ ἄστυ· σὲ δ’ ἐνθάδε θυμὸς ἀνῆκενἐλθόντ’ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.ἀλλὰ μέν’, ὄφρα κέ τοι μελιηδέα οἶνον ἐνείκω,ὡς σπείσης Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισιπρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἷνος ἀέξει,ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτησι.Τὴν δ’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἑκτωρ·μή μοι οἷνον ἄειρε μελίφρονα, πότνια μῆτερ,μή μ’ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·χερσὶ δ’ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνονἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνιαἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείηςἔρχεο σὺν θυέεσσιν, ἀολλίσσασα γεραιάς·πέπλον δ’, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστοςἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷἦνις ἠκέστας ἱερευσέμεν, αἴ κ’ ἐλεήσῃἄστυ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς,ἄγριον αἰχμητήν, κρατερὸν μήστωρα φόβοιο.ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείηςἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι, ὄφρα καλέσσω,αἴ κ’ ἐθέλῃσ’ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθιγαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμαΤρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ’ Αἴδος εἴσω,φαίην κε φρέν’ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.Ὣς ἔφαθ’, ἡ δὲ μολοῦσα ποτὶ μέγαρ’ ἀμφιπόλοισικέκλετο· ταὶ δ’ ἄρ’ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.αὐτὴ δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα,ἔνθ’ ἔσαν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶνΣιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴςἤγαγε Σιδονίηθεν, ἐπιπλὼς εὐρέα πόντον,τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·τῶν ἕν’ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,ἀστὴρ δ’ ὡς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.βῆ δ’ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.Αἱ δ’ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος,Κισσηΐς, ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.αἱ δ’ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·ἡ δ’ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃοςθῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,εὐχομένη δ’ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·πότνι’ Ἀθηναίη, ῥυσίπτολι, δῖα θεάων,ἄξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸνπρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,ὄφρα τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷἦνις ἠκέστας ἱερεύσομε, αἴ κ’ ἐλεήσῃςἄστυ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.Ὣς ἔφατ’ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.ὡς αἱ μέν ῥ’ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,Ἕκτωρ δὲ πρὸς δώματ’ Ἀλεξάνδροιο βεβήκεικαλά, τά ῥ’ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἱ τότ’ ἄριστοιἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴνἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος, ἐν πόλει ἄκρῃ.ἔνθ’ Ἕκτωρ εἰσῆλθε Διὶ φίλος, ἐν δ’ ἄρα χειρὶἔγχος ἔχ’ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸςαἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.τὸν δ’ εὗρ’ ἐν θαλάμῳ περικαλλέα τεύχε’ ἕποντα,ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ’ ἁφόωντα·Ἀργείη δ’ Ἑλένη μετ’ ἄρα δμῳῇσι γυναιξὶνἧστο, καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·δαιμόνι’, οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ.λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχοςμαρνάμενοι· σέο δ’ εἵνεκ’ ἀϋτή τε πτόλεμός τεἄστυ τόδ’ ἀμφιδέδηε· σὺ δ’ ἂν μαχέσαιο καὶ ἄλλῳ,ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.ἀλλ’ ἄνα, μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.Τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·Ἕκτορ, ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν,τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσιἥμην ἐν θαλάμῳ, ἔθελον δ’ ἄχεϊ προτραπέσθαι.νῦν δέ με παρειποῦσ’ ἄλοχος μαλακοῖς ἐπέεσσινὅρμησ’ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷλώϊον ἔσσεσθαι· νίκη δ’ ἐπαμείβεται ἄνδρας.ἀλλ’ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·ἢ ἴθ’, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σ’ ὀΐω.Ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κορυθαίολος Ἑἰκτωρ·τὸν δ’ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,ὥς μ’ ὄφελ’ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηροἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλαεἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,ἔνθα με κῦμ’ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.αὐτὰρ ἐπεὶ τάδε γ’ ὧδε θεοὶ κακὰ τεκμήραντο,ἀνδρὸς ἔπειτ’ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,ὃς ἤδη νέμεσίν τε καὶ αἴσχεα πόλλ’ ἀνθρώπων.τούτῳ δ’ οὔτ’ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ’ ἄρ’ ὀπίσσωἔσσονται· τῶ καί μιν ἐπαυρήσεσθαι ὀΐω.ἀλλ’ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ’ ἐπὶ δίφρῳ,δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκενεἵνεκ’ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ’ ἄτης,οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσωἀνθρώποισι πελώμεθ’ ἀοίδιμοι ἐσσομένοισι.Τὴν δ’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Εἰκτωρ·μή με κάθιζ’, Ἑλένη, φιλέουσά περ· οὐδέ με πείσεις·ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ’ ἐπαμύνωΤρώεσσ’, οἱ μέγ’ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.ἀλλὰ σύ γ’ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,ὥς κεν ἔμ’ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.καὶ γὰρ ἐγὼν οἵκόνδε ἐλεύσομαι, ὄφρα ἴδωμαιοἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.οὐ γὰρ οἷδ’ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,ἦ ἤδη μ’ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.Ἃς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἑϊκτωρ·αἶψα δ’ ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας,οὐδ’ εὑρ’ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,ἀλλ’ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳπύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.Ἕκτωρ δ’ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν,ἔστη ἐπ’ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·εἰ δ’ ἄγε μοι, δμῳαί. νημερτέα μυθήσασθε·πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων,ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθα περ ἄλλαιΤρφαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;Τὸν δ’ αὖτ’ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·Ἕκτορ, ἐπεὶ μάλ’ ἄνωγας ἀληθέα μυθήσασθαι,οὔτε πῃ ἐς γαλόων οὔτ’ εἰνατέρων ἐϋπέπλωνοὔτ’ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθα περ ἄλλαιΤρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,ἀλλ’ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ’ ἄκουσετείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.ἡ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει,μαινομένῃ ἐϊκυῖα· φέρει δ’ ἅμα παῖδα τιθήνη.Ἦ ῥα γυνὴ ταμίη, ὃ δ’ ἀπέσσυτο δώματος Εἰκτωρτὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ’ ἀγυιάς.εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυΣκαιάς, τῇ ἄρ’ ἔμελλε διεξίμεναι πεδίονδε,ἔνθ’ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσαἈνδρομάχη, θυγάτηρ μεγαλήτορος Ἠετίωνος,Ἠετίων, ὃς ἔναιεν ὑπὸ ΠΙλάκῳ ὑληέσσῃ,Θήβῃ Ὑποπλακίῃ, Κιλίκεσσ’ ἄνδρεσσιν ἀνάσσων·τοῦ περ δὴ θυγάτηρ ἔχεθ’ Ἕκτορι χαλκοκορυστῇ.ἢ οἱ ἔπειτ’ ἤντησ’, ἅμα δ’ ἀμφίπολος κίεν αὐτῇπαῖδ’ ἐπὶ κόλπῳ ἔχουσ’ ἀταλάφρονα, νήπιον αὔτως,Ἐκτορίδην ἀγαπητόν, ἀλίγκιον ἀστέρι καλῷ,τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοιἈστυάνακτ’· οἷος γὰρ ἐρύετο Ἴλιον Εἰκτωρ.ἦτοι ὁ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·δαιμόνιε, φθίσει σε τὸ σὸν μένος, οὐδ’ ἐλεαίρειςπαῖδά τε νηπίαχον καὶ ἔμ’ ἄμμορον, ἣ τάχα χήρησεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶπάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴησεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτ’ ἄλληἔσται θαλπωρή, ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς,ἀλλ’ ἄχε’· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.ἤτοι γὰρ πατέρ’ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν,Θήβην ὑψίπυλον· κατὰ δ’ ἔκτανεν Ἠετίωνα,οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,ἀλλ’ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισινἠδ’ ἐπὶ σῆμ’ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαννύμφαι ὀρεστιάδες, κοῦραι Διὸς αἰγιόχοιο.οἱ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν,οἱ μὲν πάντες ἰῷ κίον ἤματι Αἴδος εἴσω·πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺςβουσὶν ἐπ’ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.μητέρα δ’, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,τὴν ἐπεὶ ἂρ δεῦρ’ ἤγαγ’ ἅμ’ ἄλλοισι κτεάτεσσιν,ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι ἄποινα,πατρὸς δ’ ἐν μεγάροισι βάλ’ Ἄρτεμις ἰοχέαιρα.Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτη·ἀλλ’ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν’ ἐπὶ πύργῳ,μὴ παῖδ’ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·λαὸν δὲ στῆσον παρ’ ἐρινεόν, ἔνθα μάλισταἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.τρὶς γὰρ τῇ γ’ ἐλθόντες ἐπειρήσανθ’ οἱ ἄριστοιἀμφ’ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆαἠδ’ ἀμφ’ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·τς ἦ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐὺ εἰδώς,ἢ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.Τὴν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Εἰκτωρ·ἡ καὶ ἐμοὶ τάδε πάντα μέλει, γύναι· ἀλλὰ μάλ’ αἰνῶςαἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,αἴ κε κακὸς ὡς νόσφιν ἀλυσκάζω πολέμοιο·οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸςαἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι,ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ.εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ϊ̓́λιος ἱρὴκαὶ Πρίαμος καὶ λαὸς ἐϊμμελίω Πριάμοιο.ἀλλ’ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,οὔτ’ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτοςοὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶἐν κονίησι πέσοιεν ὑπ’ ἀνδράσι δυσμενέεσσιν,ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνωνδακρυόεσσαν ἄγηται, ἐλεύθερον ἦμαρ ἀπούρας·καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείηςπόλλ’ ἀεκαζομένη, κρατερὴ δ’ ἐπικείσετ’ ἀνάγκη·καί ποτέ τις εἴπησιν ἰδὼν κατὰ δάκρυ χέουσαν·Ἕκτορος ἥδε γυνή, ὃς ἀριστεύεσκε μάχεσθαιΤρώων ἱπποδάμων, ὅτε Ἴλιον ἀμφιμάχοντο.ὥς ποτέ τις ἐρέει· σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγοςχήτεϊ τοιοῦδ’ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι,πρίν γέ τι σῆς τε βοῆς σοῦ θ’ ἑλκηθμοῖο πυθέσθαι.Ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἑκτωρ·ἂψ δ’ ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνηςἐκλίνθη ἰάχων, πατρὸς φίλου ὄψιν ἀτυχθείς,ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,δεινὸν ἀπ’ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.ἐκ δὲ γέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ,καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·αὐτὰρ ὅ γ’ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσίν,εἶπε δ’ ἐπευξάμενος Διί τ’ ἄλλοισίν τε θεοῖσι·Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαιπαῖδ’ ἐμόν, ὡς καὶ ἐγώ περ, ἀριπρεπέα Τρώεσσιν,ὧδε βίην τ’ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·καί ποτέ τις εἴποι πατρός γ’ ὅδε πολλὸν ἀμείνωνἐκ πολέμου ἀνιόντα’ φέροι δ’ ἔναρα βροτόεντακτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.Ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκεπαῖδ’ ἑόν· ἡ δ’ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳδακρυόεν γελάσασα’ πόσις δ’ ἐλέησε νοήσας,χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἐκ τ’ ὀνόμαζε·δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ·οὐ γάρ τίς μ’ ὑπὲρ αἶσαν ἀνὴρ Αἴδι προϊάψει·μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε,ἱστόν τ’ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευεἔργον ἐποίχεσθαι· πόλεμος δ’ ἄνδρεσσι μελήσειπᾶσι, μάλιστα δ’ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.Ἃς ἄρα φωνήσας κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρἵππουριν· ἄλοχος δὲ φίλη οἵκόνδε βεβήκειἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.αἷψα δ’ ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάονταςἝκτορος ἀνδροφόνοιο, κιχήσατο δ’ ἔνδοθι πολλὰςἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.αἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·οὐ γάρ μιν ἔτ’ ἔφαντο ὑπότροπον ἐκ πολέμοιοἵξεσθαι, προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.Οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,ἀλλ’ ὅ γ’, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα, ποικίλα χαλκῷ,σεύατ’ ἔπειτ’ ἀνὰ ἄστυ, ποσὶ κραιπνοῖσι πεποιθώς.ὡς δ’ ὅτε τις στατὸς ἵππος, ἀκοστήσας ἐπὶ φάτνῃ,δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων,εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο,κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖταιὤμοις ἀΐσσονται· ὁ δ’ ἀγλαΐηφι πεποιθώς,ῥίμφα ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵππων·ὡς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρηςτεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ ἐβεβήκεικαγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δ’ ἔπειταἝκτορα δῖον ἔτετμεν ἀδελφεόν, εὖτ’ ἄρ’ ἔμελλεστρέψεσθ’ ἐκ χώρης ὅθι ἣ ὀάριζε γυναικί.τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·ἠθεῖ, ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκωδηθύνων, οὐδ’ ἦλθον ἐναίσιμον, ὡς ἐκέλευες;Τὸν δ’ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἑϊκτωρ·δαιμόνι’, οὐκ ἄν τίς τοι ἀνήρ, ὃς ἐναίσιμος εἴη,ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δ’ ἐμὸν κῆρἄχνυται ἐν θυμῷ, ὅθ’ ὑπὲρ σέθεν αἴσχε’ ἀκούωπρὸς Τρώων, οἱ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.ἀλλ’ ἴομεν· τὰ δ’ ὄπισθεν ἀρεσσόμεθ’, αἴ κέ ποθι Ζεὺςδώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτησικρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν,ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.