Classica Labs

← The Iliad · Contents

Book 7 of 24

Book 7: Hector and Ajax

Ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,τῷ δ’ ἅμ’ Ἀλέξανδρος κί ἀδελφεός· ἐν δ’ ἄρα θυμῷἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.ὡς δὲ θεὸς ναύτησιν ἐελδομένοισιν ἔδωκενοὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστης ἐλάτῃσιπόντον ἐλαύνοντες, καμάτῳ δ’ ὑπὸ γυΐα λέλυνται,ὡς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.Ἔθ’ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος,Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτηςγείνατ’ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·Ἕκτωρ δ’ Ἠϊονῆα βάλ’ ἔγχεϊ ὀξυόεντιαὐχέν’ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς, Λυκίων ἀγὸς ἀνδρῶν,Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνηνΔεξιάδην, ἵππων ἐπιάλμενον ὠκειάων,ὤμον· ὁ δ’ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.Τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις ἈθήνηἈργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,βῆ ῥα κατ’ Οὐλύμποιο καρήνων ἀΐξασαἼλιον εἰς ἱερήν’ τῇ δ’ ἀντίος ὄρνυτ’ ἈπόλλωνΠεργάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·τίπτε σὺ δὴ αὖ μεμαυῖα, Διὸς θύγατερ μεγάλοιο,ἦλθες ἀπ’ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;ἢ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκηνδῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.ἀλλ’ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτασήμερον· ὕστερον αὖτε μαχήσοντ’, εἰς ὅ κε τέκμωρἸλίου εὕρωσιν, ἐπεὶ ὡς φίλον ἔπλετο θυμῷὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·ὧδ’ ἔστω, ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴἦλθον ἀπ’ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.ἀλλ’ ἄγε, πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;Τὴν δ’ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,ἦν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἷοςἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,οἱ δέ κ’ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶοἷον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.τῶν δ’ Ἕλενος, Πριάμοιο φίλος παῖς, σύνθετο θυμῷβουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·στῆ δὲ παρ’ Ἑκτορ’ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·Ἕκτορ, υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε,ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστοςἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·ὡς γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων.Ὡ̔Ὡς ἔφαθ’, Ἕκτωρ δ’ αὖτ’ ἐχάρη μέγα μῦθον ἀκούσας,καί ῥ’ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,μέσσου δουρὸς ἑλών· οἱ δ’ ἱδρύνθησαν ἅπαντες.κὰδ δ’ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·κὰδ δ’ ἄρ’ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλωνἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσιφηγῷ ἐφ’ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο,ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες ἥατο πυκναΐ,ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξὁ ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ’ αὐτῆς,τοῖαι ἄρα στίχες ἥατ’ Ἀχαιῶν τε Τρώων τεἐν πεδίῳ· Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν ἔειπε·κέκλυτέ μευ, Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί,ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν,εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε,ἢ αὐτοὶ παρὰ νηυσὶ δαμήετε ποντοπόροισιν.ὑμῖν δ’ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει,δεῦρ’ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἑκτορι δίῳ.ὧδε δὲ μυθέομαι, Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω·εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός μεΤρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.εἰ δέ κ’ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,ὄφρα ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,σῆμά τε οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.καί ποτέ τις εἴπησι καὶ ὀψιγόνων ἀνθρώπων,νηὶ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,ὅν ποτ’ ἀριστεύοντα κατέκτανε φαίδιμος Εἰκτωρ.ὥς ποτέ τις ἐρέει’ τὸ δ’ ἐμὸν κλέος οὔ ποτ’ ὀλεῖται.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ’ ὑποδέχθαι·ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπενείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·ὦ μοι, ἀπειλητῆρες, Ἀχαιΐδες, οὐκέτ’ Ἀχαιοί·ἦ μὲν δὴ λώβη τάδε γ’ ἔσσεται αἰνόθεν αἰνῶς,εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε,ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι, ἀκλεὲς αὔτως·τῷδε δ’ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθενίκης πείρατ’ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.Ὃς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.ἔνθα κέ τοι, Μενέλαε, φάνη βιότοιο τελευτὴἝκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,αὐτός τ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνδεξιτερῆς ἕλε χειρὸς ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·ἀφραίνεις, Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι,Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.καὶ δ’ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃἔρριγ’ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.εἴ περ ἀδειής τ’ ἐστὶ καὶ εἰ μόθου ἔστ’ ἀκόρητος,φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσιδηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.Ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρωςαἴσιμα παρειπών, ὁ δ’ ἐπείθετο’ τοῦ μὲν ἔπειταγηθόσυνοι θεράποντες ἀπ’ ὤμων τεύχε’ ἕλοντο·Νέστωρ δ’ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.ἢ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα [Πηλεύς,ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ’ ἀγορητής,ὅς ποτέ μ’ εἰρόμενος μέγ’ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ,πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.τοὺς νῦν εἰ πτώσσοντας ὑφ’ Ἕκτορι πάντας ἀκούσαι,πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι,θυμὸν ἀπὸ μελέων δῦναι δόμον Αἴδος εἴσω.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,ἡβῷμ’ ὡς ὅτ’ ἐπ’ ὠκυρόῳ Κελάδοντι μάχοντοἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι,Φειᾶς πὰρ τείχεσσιν, Ἰαρδάνου ἀμφὶ ῥέεθρα.τοῖσι δ’ Ἐρευθαλίων πρόμος ἵστατο, ἰσόθεος φώς,τεύχε’ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος,δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτηνἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες,οὕνεκ’ ἄρ’ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,στεινωπῷ ἐν ὁδῷ, ὅθ’ ἄρ’ οὐ κορύνη οἱ ὄλεθρονχραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰςδουρὶ μέσον περόνησεν, ὁ δ’ ὕπτιος οὔδει ἐρείσθη·τεύχεα δ’ ἐξενάριξε, τά οἵ πόρε χάλκεος Ἄρης.καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,δῶκε δ’ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·τοῦ ὅ γε τεύχε’ ἔχων προκαλίζετο πάντας ἀρίστους.οἱ δὲ μάλ’ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·ἀλλ’ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζεινθάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.εἴθ’ ὃς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·τῷ κε τάχ’ ἀντήσειε μάχης κορυθαίολος Εἰκτωρ.ὑμέων δ’ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν,οὐδ’ οἱ προφρονέως μέμαθ’ Ἕκτορος ἀντίον ἐλθεῖν.Ὣς νείκεσσ’ ὁ γέρων, οἱ δ’ ἐννέα πάντες ἀνέσταν.ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,τῷ δ’ ἐπὶ Τυδείδης ὦρτο κρατερὸς Διομήδης,τοῖσι δ’ ἐπ’ Αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν,τοῖσι δ’ ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος,Μηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,τοῖσι δ’ ἐπ’ Εὐρύπυλος, Ἐϑαίμονος ἀγλαὸς υἱός,ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·πάντες ἄρ’ οἵ γ’ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.τοῖς δ’ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·κλήρῳ νῦν πεπάλασθε διαμπερές, ὅς κε λάχῃσιν·οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,καὶ δ’ αὐτὸς ὃν θυμὸν ὀνήσεται, αἴ κε φύγῃσιδηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.Ὣς ἔφαθ’, οἱ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,ἐν δ’ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.λαοὶ δ’ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.Ὣς ἄρ’ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,ἐκ δ’ ἔθορε κλῆρος κυνέης, ὃν ἄρ’ ἤθελον αὐτοί,Αἴαντος· κῆρυξ δὲ φέρων ἀν’ ὅμιλον ἁπάντῃδεῖξ’ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.οἱ δ’ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.ἀλλ’ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν’ ὅμιλον ἁπάντῃ,ὅς μιν ἐπιγράψας κυνέῃ βάλε, φαίδιμος Αἴας,ἦτοι ὑπέσχεθε χεῖρ’, ὁ δ’ ἄρ’ ἔμβαλεν ἄγχι παραστάς,γνῷ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.τὸν μὲν πὰρ πόδ’ ἑὸν χαμάδις βάλε φώνησέν τε·ὦ φίλοι, ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸςθυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.ἀλλ’ ἄγετ’, ὄφρ’ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,τοφρ’ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι,σιγῇ ἐφ’ ὑμείων, ἵνα μὴ Τρῶές γε πύθωνται,ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται,οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδ’ ἐμὲ νήϊδά γ’ οὕτωςἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.Ὣς ἔφαθ’, οἱ δ’ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε,δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·εἰ δὲ καὶ Ἑκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.Ὣς ἄρ’ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροὶ ἕσσατο τεύχεα,σεύατ’ ἔπειθ’ οἷός τε πελώριος ἔρχεται Ἄρης,ὅς τ’ εἶσιν πόλεμόνδε μετ’ ἀνέρας, οὕς τε Κρονίωνθυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.τοῖος ἄρ’ Αἴας ὦρτο πελώριος, ἕρκος Ἀχαιῶν,μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶνἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,Ἕκτορί τ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·ἀλλ’ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ’ ἀναδῦναιἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων,σκυτοτόμων ὄχ’ ἄριστος, Ὕλῃ ἔνι οἰκία ναίων,ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειονταύρων ζατρεφέων, ἐπὶ δ’ ὄγδοον ἤλασε χαλκόν.τὸ ποόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴαςστῆ ῥα μάλ’ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·Ἕκτορ, νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἷοςοἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι,καὶ μετ’ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.ἀλλ’ ὁ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισικεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι, ποιμένι λαῶν·ἡμεῖς δ’ εἰμὲν τοῖοι οἱ ἂν σέθεν ἀντιάσαιμενκαὶ πολέες· ἀλλ’ ἄρχε μάχης ἠδὲ πτολέμοιο.Τὸν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Εἰκτωρ·Αἴαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε,ἠὲ γυναικός, ἣ οὐκ οἷδεν πολεμήϊα ἔργα.αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ’ ἀνδροκτασίας τε·οἶδ’ ἐπὶ δεξιά, οἷδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶνἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·οἶδα δ’ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·οἶδα δ’ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.ἀλλ’ οὐ γάρ σ’ ἐθέλω βαλέειν τοιοῦτον ἐόνταλάθρῃ ὀπιπεύσας, ἀλλ’ ἀμφαδόν, αἴ κε τύχωμι.Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειονἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ’ αὐτῷ.ἕξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,ἐν τῇ δ’ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτεΑἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην.διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·;ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶναἔγχος· ὁ δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.τὼ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα χερσὶν ἅμ’ ἄμφωσύν ῥ’ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν,ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.Αἴας δ’ ἀσπίδα νύξεν ἐπάλμενος· ἡ δὲ διαπρὸ.ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,τμήδην δ’ αὐχέν’ ἐπῆλθε, μέλαν δ’ ἀνεκήκιεν αἷμα.ἀλλ’ οὐδ’ ὡς ἀπέληγε μάχης κορυθαίολος Εἰκτωρ,ἀλλ’ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃκείμενον ἐν πεδίῳ, μέλανα, τρηχύν τε μέγαν τε·τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειονμέσσον ἐπομφάλιον· περιήχησεν δ’ ἄρα χαλκός.δεύτερος αὖτ’ Αἴας πολὺ μείζονα λᾶαν ἀείραςἧκ ἐπιδινήσας, ἐπέρεισε δὲ ἵν’ ἀπέλεθρον,εἴσω δ’ ἀσπίδ’ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,βλάψε δέ οἱ φίλα γούναθ’· ὃ δ’ ὕπτιος ἐξετανύσθηἀσπίδι ἐγχριμφθείς· τὸν δ’ αἷψ’ ὤρθωσεν Ἀπόλλων.καί νύ κε δὴ ξιφέεσσ’ αὐτοσχεδὸν οὐτάζοντο,εἰ μὴ κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,ἦλθον, ὃ μὲν Τρώων, ὁ δ’ Ἀχαιῶν χαλκοχιτώνων,Ταλθύβιός τε καὶ Ἰδαῖος, πεπνυμένω ἄμφω·μέσσῳ δ’ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθονκῆρυξ Ἰδαῖος, πεπνυμένα μήδεα εἰδώς·μηκέτι, παῖδε φίλω, πολεμίζετε μηδὲ μάχεσθον·ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,ἄμφω δ’ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.Τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·Ἰδαῖ’, Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ἣ περ ἂν οὗτος.Τὸν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Εἰκτωρ·Αἴαν, ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τεκαὶ πινυτήν, περὶ δ’ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,νῦν· μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτοςσήμερον· ὕστερον αὖτε μαχησόμεθ’, εἰς ὅ κε δαίμωνἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην.νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,ὡς σύ τ’ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτοςΤρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.δῶρα δ’ ἄγ’ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,ὄφρα τις ὧδ’ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·ἡμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,ἠδ’ αὖτ’ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε. ἢὫς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον,σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.τὼ δὲ διακρινθέντε ὁ μὲν μετὰ λαὸν Ἀχαιῶνἤν, ὁ δ’ ἐς Τρώων ὅμαδον κίε· τοὶ δ’ ἐχάρησαν,ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·καί ῥ’ ἦγον προτὶ ἄστυ, ἀελπτέοντες σόον εἶναι.Αἴαντ’ αὖθ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶεἰς Ἀγαμέμνονα δῖον ἄγον, κεχαρηότα νίκῃ.Οἱ δ’ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωνἄρσενα πανταέτηρον ὑπερμενέϊ Κρονίωνι.τὸν δέρον ἀμφί θ’ ἕπον, καί μιν διέχευαν ἅπαντα,μίστυλλόν τ’ ἄρ’ ἐπισταμένως πεῖράν τ’ ὀβελοῖσιν,ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·νώτοισιν δ’ Αἴαντα διηνεκέεσσι γέραιρενἥρως Ἀτρεΐδης, εὐρὺ κρείων Ἀγαμέμνων.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτινΝέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,τῶν νῦν αἷμα κελαινὸν ἐύρροον ἀμφὶ Σκάμανδρονἐσκέδασ’ ὀξὺς Ἄρης, ψυχαὶ δ’ Αἰδόσδε κατῆλθον·τῷ σε χρὴ πόλεμον μὲν ἅμ’ ἠοῖ παῦσαι Ἀχαιῶν,αὐτοὶ δ’ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺςβουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺςτυτθὸν ἀποπρὸ νεῶν, ὥς κ’ ὀστέα παισὶν ἕκαστοςοἴκαδ’ ἄγῃ, ὅτ’ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντεςἄκριτον ἐκ πεδίου· ποτὶ δ’ αὐτὸν δείμομεν ὦκαπύργους ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.ἐν δ’ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,ὄφρα δι’ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,ἥ χ’ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,μή ποτ’ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπήνησαν βασιλῆες.Τρώων αὖτ’ ἀγορὴ γένετ’ Ἰλίου ἐν πόλει ἄκρῃ,δεινὴ τετρηχυΐα, παρὰ Πριάμοιο θύρῃσι·τοῖσιν δ’ Ἀντήνωρ πεπνυμένος ἦρχ’ ἀγορεύειν·κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι,ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.δεῦτ’ ἄγετ’, Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇδώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δ’ ὅρκια πιστὰψευσάμενοι μαχόμεσθα· τῶ οὔ νύ τι κέρδιον ἡμῖνἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.Ἤτοι ὅ γ’ ὡς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστηδῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·Ἀντῆνορ, σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις·οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.αὐτὰρ ἐγὼ Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω·ἀντικρὺ δ’ ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω·κτήματα δ’ ὅσσ’ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶπάντ’ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι.Ἤτοι ὅ γ’ ὡς εἰπὼν κατ’ ἄρ’ ἕζετο’ τοῖσι δ’ ἀνέστηΔαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι,ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν, ὡς τὸ πάρος περ,καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·ἠῶθεν δ’ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆαςεἰπέμεν Ἀτρεΐδῃς, Ἀγαμέμνονι καὶ Μενελάῳ,μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·καὶ δὲ τόδ’ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ’ ἐθέλωσιπαύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺςκήομεν· ὕστερον αὖτε μαχησόμεθ’, εἰς ὅ κε δαίμωνἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο,δόρπον ἔπειθ’ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·ἠῶθεν δ’ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·τοὺς δ’ εὗρ’ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηοςνηὶ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὁ τοῖσιστὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶεἰπεῖν, αἴ κέ περ ὕμμι φίλον καὶ ἡδὺ γένοιτο,μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·κτήματα μὲν ὅσ’ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶνἠγάγετο Τροίηνδ’.. ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι—.πάντ’ ἐθέλει δόμεναι καὶ ἔτ’ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι·κουριδίην δ’ ἄλοχον Μενελάου κυδαλίμοιοοὔ φησιν δώσειν· ἢ μὴν Τρῶές γε κέλονται.καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔπος, αἴ κ’ ἐθέλητεπαύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺςκήομεν’ ὕστερον αὖτε μαχησόμεθ’, εἰς ὅ κε δαίμωνἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·μήτ’ ἄρ τις νῦν κτήματ’ Ἀλεξάνδροιο δεχέσθωμήθ’ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν,ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ’ ἐφῆπται.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν,μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·καὶ τότ’ ἄρ’ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·Ἰδαῖ’, ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις,ὥς τοι ὑποκρίνονται’ ἐμοὶ δ’ ἐπιανδάνει οὕτως.ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτωνγίγνετ’, ἐπεί κε θάνωσι, πυρὸς μειλισσέμεν ὦκα.ὅρκια δὲ Ζεὺς ἴστω, ἐρίγδουπος πόσις Ἥρης.Ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,ἄψορρον δ’ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.οἱ δ’ ἕατ’ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες,πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ’ ἄρ’ ἔλθοιἸδαῖος· ὁ δ’ ἄρ’ ἦλθε καὶ ἀγγελίην ἀπέειπεστὰς ἐν μέσσοισιν’ τοὶ δ’ ὁπλίζντο μάλ’ ὦκα,ἀμφότερον, νέκυάς τ’ ἀγέμεν, ἕτεροι δὲ μεθ’ ὕλην·Ἀργεῖοι δ’ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶνὀτρύνοντο νέκυς τ’ ἀγέμεν, ἕτεροι δὲ μεθ’ ὕλην.Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας,ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖοοὐρανὸν εἰσανιών’ οἱ δ’ ἤντεον ἀλλήλοισιν.ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·ἀλλ’ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα,δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.οὐδ’ εἴα κλαίειν Πρίαμος μέγας· οἱ δὲ σιωπῇνεκροὺς πυρκαϊῆς ἐπενήνεον ἀχνύμενοι κῆρ,ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.ὡς δ’ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶνεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.Ἦμος δ’ οὔτ’ ἄρ πω ἠώς, ἔτι δ’ ἀμφιλύκη νύξ,τῆμος ἄρ’ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,τύμβον δ’ ἀμφ’ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντεςἄκριτον ἐκ πεδίου, ποτὶ δ’ αὐτὸν τεῖχος ἔδειμανπύργους θ’ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.ἐν δ’ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,ὄφρα δι’ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·ἔκτοσθεν δὲ βαθεῖαν ἐπ’ αὐτῷ τάφρον ὄρυξαν,εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.Ὣς οἱ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇθηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ’ ἀπείρονα γαῖανὅς τις ἔτ’ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;οὐχ ὁράᾳς ὅτι δὴ αὖτε κάρη κομόωντες Ἀχαιοὶτεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρονἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;τοῦ δ’ ἤτοι κλέος ἔσται ὅσον τ’ ἐπικίδναται ἠώς·τοῦ δ’ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλωνἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.Τὸν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·ὦ πόποι, ἐννοσίγαι’ εὐρυσθενές, οἷον ἔειπες.ἄλλος κέν τις τοῦτο θεῶν δείσειε νόημα,ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·σὸν δ’ ἤτοι κλέος ἔσται ὅσον τ’ ἐπικίδναται ἠώς.ἄγρει μάν, ὅτ’ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶοἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν,τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,δύσετο δ’ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,βυυφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαιπολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,τόν ῥ’ ἔτεχ’ Ὑψιπύλη ὑπ’ Ἰήσονι, ποιμένι λαῶν.χωρὶς δ’ Ἀτρεΐδῃς, Ἀγαμέμνονι καὶ Μενελάῳ,δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ, χίλια μέτρα.ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ αἴθωνι σιδήρῳ,ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ’ αὐτῇσι βόεσσιν,ἄλλοι δ’ ἀνδραπόδεσσι’ τίθεντο δὲ δαῖτα θάλειαν.παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶδαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδ’ ἐπίκουροι·παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺςσμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ἥρει·οἷνον δ’ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτληπρὶν πιέειν, πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.κοιμήσαντ’ ἄρ’ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.

↑ Top