Book 8 of 24
Book 8: Zeus turns the battle
Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν.Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνοςἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·αὐτὸς δέ σφ’ ἀγόρευε, θεοὶ δ’ ὑπὸ πάντες ἄκουον·κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.μήτε τις οὖν θήλεια θεὸς τό γε μήτε τις ἄρσηνπειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ’ ἅμα πάντεςαἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.ὃν δ’ ἃν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσωἐλθόντ’ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι,πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπόνδε·ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα,τῆλε μάλ’, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,τόσσον ἔνερθ’ Ἀἴδεω ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης·γνώσετ’ ἔπειθ’ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.εἰ δ’ ἄγε πειρήσασθε, θεοί, ἵνα εἴδετε πάντες·σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντεςπάντες τ’ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·ἀλλ’ οὐκ ἂν ἐρύσαιτ’ ἐξ οὐρανόθεν πεδίονδεΖῆν’ ὕπατον μήστωρ’, οὐδ’ εἰ μάλα πολλὰ κάμοιτε.ἀλλ’ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ·σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιοδησαίμην, τὰ δέ κ’ αὖτε μετήορα πάντα γένοιτο.τόσσον ἐγὼ περί τ’ εἰμὶ θεῶν περί τ’ εἴμ’ ἀνθρώπων.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇμῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων,οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’, ὡς σὺ κελεύεις·βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’, ἢ τις ὀνήσει,ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.Τὴν δ’ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·θάρσει, Τριτογένεια, φίλον τέκος· οὔ νύ τι θυμῷπρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.Ὃς εἰπὼν ὑπ’ ὄχεσφι τιτύσκετο χαλκόποδ’ ἵππω,ὠκυπέτα, χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ’ ἱμάσθληνχρυσείην εὔτυκτον, ἑοῦ δ’ ἐπιβήσετο δίφρου,μάστιξεν δ’ ἐλάαν τὼ δ’ οὐκ ἀέκοντε πετέσθηνμεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.Ἴδην δ’ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,Τάργαρον, ἔνθα τέ οἱ τέμενος βωμός τε θυήεις.ὄνθ’ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τελύσας ἐξ ὀχέων, κατὰ δ’ ἠέρα πουλὺν ἔχευεν.αὐτὸς δ’ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων,εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.Οἱ δ’ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶῥίμφα κατὰ κλισίας, ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο.Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο,παυρότεροι· μέμασαν δὲ καὶ ὡς ὑσμῖνι μάχεσθαι,χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.πᾶσαι δ’ ὠΐγνυντο πύλαι, ἐκ δ’ ἔσσυτο λαός,πεζοί θ’ Ἱππῆές τε· πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.Οἱ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,σύν ῥ’ ἔβαλαν ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶνχαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαιἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶνὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’ αἵματι γαῖα.Ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός.ἥμος δ’ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·ἐν δὲ τίθει δύο κῆρε τανηλεγέος θανάτοιο,Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν.αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃἑζσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·αὐτὸς δ’ ἐξ Ἴδης μεγάλ’ ἔκτυπε, δαιόμενον δὲἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἱ δὲ ἰδόντεςθάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.Ἔθ’ οὔτ’ Ἰδομενεὺς τλῆ μίμνειν οὔτ’ Ἀγαμέμνων,οὔτε δύ’ Αἴαντες μενέτην, θεράποντες Ἄρηος·Νέστωρ οἷος ἔμιμνε Γερήνιος, οὖρος Ἀχαιῶν,οὔ τι ἑκών, ἀλλ’ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷδῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππωνκρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.ἀλγήσας δ’ ἀνέπαλτο, βέλος δ’ εἰς ἐγκέφαλον δῦ,σὺν δ’ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.ὄφρ’ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνεφασγάνῳ ἀΐσσων, τόφρ’ Ἕκτορος ὠκέες ἵπποιἦλθον ἀν’ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντεςἝκτορα· καί νύ κεν ἔνθ’ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσενεἰ μὴ ἄρ’ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·σμερδαλέον δ’ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὡς ἐν ὁμίλῳ;μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ.ἀλλὰ μέν, ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.Ὣς ἔφατ’, οὐδ’ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.Τυδείδης δ’ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,στῆ δὲ πρόσθ’ ἵππων Νηληϊάδαο γέροντος,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαιοἷοι Γρώϊοι ἵπποι, ἐπιστάμενοι πεδίοιοκραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,οὕς ποτ’ ἀπ’ Αἰνείαν ἑλόμην, μήστωρε φόβοιο.τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊΤρωσὶν ἐφ’ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρεἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.Νεστορέας μὲν ἔπειθ’ ἵππους θεράποντε κομείτηνἴφθιμοι, Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.τὼ δ’ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·Νέστωρ δ’ ἐν χείρεσσι λάβ’ ἡνία σιγαλόεντα,μάστιξεν δ’ ἵππους· τάχα δ’ Ἕκτορος ἄγχι γένοντο.τοῦ δ’ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·καὶ τοῦ μέν ῥ’ ἀφάμαρτεν, ὁ δ’ ἡνίοχον θεράποντα,υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα,ἵππων ἡνί’ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποιὠκύποδες· τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε.Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·τὸν μὲν ἔπειτ’ εἴασε, καὶ ἀχνύμενός περ ἑταίρου,κεῖσθαι, ὃ δ’ ἡνίοχον μέθεπε θρασύν’ οὐδ’ ἄρ’ ἔτι δὴνἵππω δευέσθην σημάντορος· αἷψα γὰρ εὗρενἸφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ’ ἵππωνὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.Ἔνθα κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,καί. νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·βροντήσας δ’ ἄρα δεινὸν ἀφῆκ’ ἀργῆτα κεραυνόν,κὰδ δὲ πρόσθ’ ἵππων Διομήδεος ἧκε χαμᾶζε·δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,τὼ δ’ ἵππω δείσαντε καταπτήτην ὑπ’ ὄχεσφι·Νέστορα δ’ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,δεῖσε δ’ ὅ γ’ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·Τυδεΐδη, ἄγε δὴ αὖτε φόβονδ’ ἔχε μώνυχας ἵππους.ἡ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ’ ἀλκή;νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζεισήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ’ ἐθέλῃσι,δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτοοὐδὲ μάλ’ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες·ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ’ ἀγορεύων·Τυδεΐδης ὑπ’ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.ὥς ποτ’ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρὦ μοι, Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.εἴ περ γάρ σ’ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,ἀλλ’ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνεςκαὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.Ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππουςαὖτις ἀν’ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Εἰκτωρ·Τυδεΐδη, περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοιἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·νῦν δέ σ’ ἀτιμήσουσι’ γυναικὸς ἄρ’ ἀντὶ τέτυξο.ἔρρε, κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖοπύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκαςἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.Ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν,ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,τρὶς δ’ ἄρ’ ἀπ’ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺςσῆμα τιθεὶς Τρώεσσι, μάχης ἑτεραλκέα νίκην.Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΐσας·Γρῷες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταΐ,ἀνέρες ἔστε, φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.γιγνώσκω δ’ ὅτι μοι πρόφρων κατένευσε Κρονίωννίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·νήπιοι, οἱ ἄρα δὴ τάδε τείχεα μηχανόωντοἀβλήχρ’ οὐδενόσωρα’ τὰ δ’ οὐ μένος ἁμὸν ἐρύξει·ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.ἀλλ’ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺςἈργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.Ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·Ξάνθε τε καὶ σύ, Πόδαργε, καὶ Αἴθων Λάμπε τε δῖε,νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴνἈνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνοςὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκενοἷνόν τ’ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον, ὄφρα λάβωμενἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκειπᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,αὐτὰρ ἀπ’ ὤμοιιν Διομήδεος ἱπποδάμοιοδαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺςαὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.Ὣς ἔφατ’ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·ὦ πόποι, ἐννοσίγαι’ εὐρυσθενές, οὐδέ νυ σοί περὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσιπολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.εἴ περ γάρ κ’ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο καθήμενος οἷος ἐν Ἴδῃ.Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·Ἥρη ἀπτοεπές, ποῖον τὸν μῦθον ἔειπες.οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαιἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·τῶν δ’, ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε,πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάωνεἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος ἌρηϊἝκτωρ Πριαμίδης, ὅτε οἵ Ζεὺς κῦδος ἔδωκε.καί νύ κ’ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρηαὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶνπορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηὶ μελαίνῃ,ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,ἡμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαοἠδ’ ἐπ’ Ἀχιλλῆος, τοί ῥ’ ἔσχατα νῆας ἐΐσαςεἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·ἡῦσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·αἰδώς, Ἀργεῖοι, κάκ’ ἐλέγχεα, εἶδος ἀγητοί·πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,ἃς ὁπότ’ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων,πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,Τρώων ἄνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστοςστήσεσθ’ ἐν πολέμῳ· νῦν δ’ οὐδ’ ἑνὸς ἄξιοί εἰμενἝκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.Ζεῦ πάτερ, ἦ ῥά τιν’ ἤδη ὑπερμενέων βασιλήωντῇδ’ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸννηὶ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,ἀλλ’ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί’ ἔκηα,ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.ἀλλά, Ζεῦ, τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,μηδ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.Ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ’ ἀπολέσθαι.αὐτίκα δ’ αἰετὸν ἧκε, τελειότατον πετεηνῶν,νεβρὸν ἔχοντ’ ὀνύχεσσι, τέκος ἐλάφοιο ταχείης·πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.οἱ δ’ ὡς οὖν εἴδονθ’ ὅ τ’ ἄρ’ ἐκ Διὸς ἤλυθεν ὄρνις,μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.Ἔνθ’ οὔ τις πρότερος Δαναῶν, πολλῶν περ ἐόντων,εὔξατο Τυδείδαο πάρος σχέμεν ὠκέας ἵππουςτάφρου τ’ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστήν,Φραδμονίδην Ἀγέλαον· ὁ μὲν φύγαδ’ ἔτραπεν ἵππους·τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξενὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·ἤριπε δ’ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.Τὸν δὲ μετ’ Ἀτρεΐδαι, Ἀγαμέμνων καὶ Μενέλαος,τοῖσι δ’ ἐπ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,τοῖσι δ’ ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων ἸδομενῆοςΜηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,τοῖσι δ’ ἐπ’ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός·Τεῦκρος δ’ εἴνατος ἦλθε, παλίντονα τόξα τιταίνων,στῆ δ’ ἄρ’ ὑπ’ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.ἔνθ’ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γ’ ἥρωςπαπτήνας, ἐπεὶ ἄρ τιν’ ὀϊστεύσας ἐν ὁμίλῳβεβλήκοι, ὁ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,αὐτὰρ ὁ αὖτις ἰὼν πάϊς ὡς ὑπὸ μητέρα δύσκενεἰς Αἴανθ’· ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.Ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ’ ὈφελέστηνΔαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντηνκαὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον.πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·στῆ δὲ παρ’ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν,βάλλ’ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαιπατρί τε σῷ Τελαμῶνι, ὅ σ’ ἔτρεφε τυτθὸν ἐόντα,καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἑνὶ οἴκῳ·τὸν καὶ τηλόθ’ ἐόντα ἐϋκλείης ἐπίβησον.σοὶ δ’ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·αἴ κέν μοι δώῃ Ζεύς τ’ αἰγίοχος καὶ ἈθήνηἸλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,πρώτῳ τοι μετ’ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,ἢ τρίποδ’ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφινἠὲ γυναῖχ’, ἣ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.Τὸν δ’ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·Ἀτρεΐδη κύδιστε, τί με σπεύδοντα καὶ αὐτὸνὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστιπαύομαι, ἀλλ’ ἐξ οὗ προτὶ Γϊλιον ὠσάμεθ’ αὐτούς,ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,πάντες δ’ ἐν χροὶ πῆχθεν ἀρηϊθόων αἰζηῶν·τοῦτον δ’ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.Ἦ ῥα, καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλενἝκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·καὶ τοῦ μέν ῥ’ ἀφάμαρθ’, ὁ δ’ ἀμύμονα Γοργυθίωναυἱὸν ἐὺν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,τόν ῥ’ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρκαλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.μήκων δ’ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ’ ἐνὶ κήπῳ,καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,ὡς ἑτέρωσ’ ἤμυσε κάρη πήληκι βαρυνθέν.Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλενἝκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτε’ παρέσφηλεν γὰρ Ἀπόλλων·ἀλλ’ Ἀρχεπτόλεμον, θρασὺν Ἕκτορος ἡνιοχῆα,ἱέμενον πόλεμόνδε βάλε στῆθος παρὰ μαζόν·ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποιὠκύποδες· τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε.Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,Κεβριόνην δ’ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόνταἵππων ἡνί’ ἑλεῖν· ὁ δ’ ἄρ’ οὐκ ἀπίθησεν ἀκούσας.αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντοςσμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρί,βῆ δ’ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.ἤτοι ὁ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,θῆκε δ’ ἐπὶ νευρῇ· τὸν δ’ αὖ κορυθαίολος Ἕκτωραὐερύοντα παρ’ ὤμον, ὅθι κληὶς ἀποέργειαὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,τῇ ῥ’ ἐπὶ οἵ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,ῥῆξε δέ οἱ νευρήν’ νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.Αἴας δ’ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.τὸν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι,Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.Ἂψ δ’ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὥρσεν·οἱ δ’ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·Ἕκτωρ δ’ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.ὡς δ’ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντοςἅπτηται κατόπισθε, ποσὶν ταχέεσσι διώκων,ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,ὡς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,αἰὲν ἀποκτείνων τὸν ὀπίστατον’ οἱ δὲ φέβοντο.αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησανφεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,οἱ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσιχεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος·Ἕκτωρ δ’ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους,Γοργοῦς ὄμματ’ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.Τοὺς δὲ ἰδοῦσ’ ἐλέησε θεὰ λευκώλενος Ἥρη,αἷψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·ὦ πόποι, αἰγιόχοιο Διὸς τέκος, οὐκέτι νῶϊὀλλυμένων Δαναῶν κεκαδησόμεθ’ ὑστάτιόν περ;οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνταιἀνδρὸς ἑνὸς ῥιπῇ, ὁ δὲ μαίνεται οὐκέτ’ ἀνεκτῶςἝκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.Τὴν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·καὶ λίην οὗτός γε μένος θυμόν τ’ ὀλέσειε,χερσὶν ὑπ’ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι,σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸντειρόμενον σώεσκον ὑπ’ Εὐρυσθῆος ἀέθλων.ἤτοι ὁ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺςτῷ ἐπαλεξήσουσαν ἀπ’ οὐρανόθεν προΐαλλεν.εἰ γὰρ ἐγὼ τάδε ἤδε’ ἐνὶ φρεσὶ πευκαλίμῃσιν,εὖτέ μιν εἰς Ἀἴδαο πυλάρταο προὔπεμψενἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀἴδαο,οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.νῦν δ’ ἐμὲ μὲν στυγέει, Θέτιδος δ’ ἐξήνυσε βουλάς,ἢ οἱ γούνατ’ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.ἔσται μὰν ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,ὄφρ’ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιοτεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαιἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωργηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,ἢ τις καὶ Τρώων κορέει κύνας ἠδ’ οἰωνοὺςδημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.ἡ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππουςἭρη, πρέσβα θεά, θυγάτηρ μεγάλοιο Κρόνοιο·αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιοπέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδειποικίλον, ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,ἡ δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταοτεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ’ ἔγχοςβριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶνἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους·αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι,τῆς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε,ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι.τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ’ ἄρ’ αἰνῶς,Ἶριν δ’ ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν·βάσκ’ ἴθι, Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ’ ἔα ἄντηνἔρχεσθ’· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμόνδε.ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·γυιώσω μέν σφωϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,αὐτὰς δ’ ἐκ δίφρου βαλέω κατά θ’ ἅρματα ἄξω·οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺςἕλκε’ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·ὄφρα ἰδῇ γλαυκῶπις ὅτ’ ἂν ᾧ πατρὶ μάχηται.Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπω.Ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιοἀντομένη κατέρυκε, Διὸς δέ σφ’ ἔννεπε μῦθον·πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἤτορ;οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ἢ τελέει περ,γυιώσειν μὲν σφῶϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,αὐτὰς δ’ ἐκ δίφρου βαλέειν κατά θ’ ἅρματα ἄξειν·οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺςἕλκε’ ἀπαλθήσεσθον, ἅ κεν μάρπτησι κεραυνός·ὄφρα ἰδῇς, γλαυκῶπι, ὅτ’ ἂν σῷ πατρὶ μάχηαι.Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·ἀλλὰ σύ γ’ αἰνοτάτη, κύον ἀδεές, εἰ ἐτεόν γετολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.Ἡ μὲν ἄρ’ ὡς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις,αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·ὦ πόποι, αἰγιόχοιο Διὸς τέκος, οὐκέτ’ ἔγωγενῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷΤρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.ἑῶς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·τῇσιν δ’ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,καὶ τοὺς μὲν κατέδησαν ἐπ’ ἀμβροσίῃσι κάπησιν,ἅρματα δ’ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι καθῖζονμίγδ’ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.Ζεὺς δὲ πατὴρ ἤδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππουςΟὔλυμπόνδε δίωκε, θεῶν δ’ ἐξίκετο θώκους.τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,ἅρματα δ’ ἂμ βωμοῖσι τίθει, κατὰ λῖτα πετάσσας·αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺςἕζτο, τῷ δ’ ὑπὸ ποσσὶ μέγας πελεμίζετ’ Ὄλυμπος.αἱ δ’ οἷαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρηἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο·αὐτὰρ ὁ ἔγνω ἧσιν ἐνὶ φρεσὶ φώνησέν τε·τίφθ’ οὕτω τετίησθον, Ἀθηναίη τε καὶ Ἥρη;οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ.σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα,πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν’ ἀθανάτων ἕδος ἐστίν.Ὣς ἔφαθ’, αἱ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη;πλησίαι αἵ γ’ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.ἤτοι Ἀθηναίη ἀκέων ἣν οὐδέ τι εἶπε,σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ἥρει·Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες.εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων,οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’, εἰ σὺ κελεύεις·βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’, ἣ τις ὀνήσει,ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωναὄψεαι, αἴ κ’ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη,ὀλλύντ’ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ,πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,ἤματι τῷ ὅτ’ ἂν οἱ μὲν ἐπὶ πρύμνῃσι μάχωνταιστείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος,ὡς γὰρ θέσφατόν ἐστι· σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζωχωομένης, οὐδ’ εἴ κε τὰ νείατα πείραθ’ ἵκηαιγαίης καὶ πόντοιο, ἵν’ Ἰάπετός τε Κρόνος τεἥμενοι οὔτ’ αὐγῇς Ὑπερίονος Ἠελίοιοτέρποντ’ οὔτ’ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·οὐδ’ ἣν ἔνθ’ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγεσκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.Ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη λευκώλενος Ἥρη.ἐν δ’ ἔπεσ’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο,ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.Τρωσὶν μέν ῥ’ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖςἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.Τρώων αὖτ’ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ,νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.ἐξ ἵππων δ’ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον,τόν ῥ’ Ἕκτωρ ἀγόρευε Διὶ φίλος· ἐν δ’ ἄρα χειρὶἔγχος ἔχ’ ἑνδεκάπηχυ’ πάροιθε δὲ λάμπετο δουρὸςαἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,τῷ ὅ γ’ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι·νῦν ἐφάμην νῆάς τ’ ὀλέσας καὶ πάντας Ἀχαιοὺςἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλισταἈργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃδόρπα τ’ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππουςλύσαθ’ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ’ ἐδωδήν·ἐκ πόλιος δ’ ἄξεσθε βόας καὶ ἴφια μῆλακαρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθεσῖτόν τ’ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,ὥς κεν παννύχιοι μέσφ’ ἠοῦς ἠριγενείηςκαίωμεν πυρὰ πολλά, σέλας δ’ εἰς οὐρανὸν ἵκῃ,μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶφεύγειν ὁρμήσωνται ἐπ’ εὐρέα νῶτα θαλάσσης.μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,ἀλλ’ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ,βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντινηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλοςΤρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.κήρυκες δ’ ἀνὰ ἄστυ Διὶ φίλοι ἀγγελλόντωνπαῖδας πρωθήβας πολιοκροτάφους τε γέρονταςλέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστηπῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω,μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.ὧδ’ ἔστω, Τρῶες μεγαλήτορες, ὡς ἀγορεύω·μῦθος δ’ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,τὸν δ’ ἠοῦς Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω.εὔχομαι ἐλπόμενος Διί τ’ ἄλλοισίν τε θεοῖσινἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,οὗς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.ἀλλ’ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντεςνηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.εἴσομαι εἴ κέ μ’ ὁ Τυδείδης κρατερὸς Διομήδηςπὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἡ κεν ἐγὼ τὸνχαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ’ ἐμὸν ἔγχοςμείνῃ ἐπερχόμενον· ἀλλ’ ἐν πρώτοισιν, ὀΐω,κείσεται οὐτηθείς, πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι,ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὡςεἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων,ὡς νῦν ἡμέρη ἧδε κακὸν φέρει Ἀργείοισιν.Ὣς Ἕκτωρ ἀγόρευ, ἐπὶ δὲ Τρῶες κελάδησαν.οἱ δ’ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,δῆσαν δ’ ἱμάντεσσι παρ’ ἅρμασιν οἷσιν ἕκαστος·ἐκ πόλιος δ’ ἄξοντο βόας καὶ ἴφια μῆλακαρπαλίμως, οἷνον δὲ μελίφρονα οἰνίζοντο,σῖτόν τ’ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.κνίσην δ’ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.Οἱ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύραςἥατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνηνφαίνετ’ ἀριπρεπέα, ὅτε τ’ ἔπλετο νήνεμος αἰθήρ·ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροικαὶ νάπαι· οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ,πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάωνΤρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.χίλι ἄρ’ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳἥατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύραςἑσταότες παρ’ ὄχεσφιν ἐΐθρονον Ἠῶ μίμνον.