Book 9 of 24
Book 9: The embassy to Achilles
Ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺςθεσπεσίη ἔχε φύζα, φόβου κρυόεντος ἑταίρη,πένθεϊ δ’ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.ὡς δ’ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα,Βορέης καὶ Ζέφυρος, τώ τε Θρήκηθεν ἄητον,ἐλθόντ’ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸνκορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·ὡς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.Ἀτρεΐδης δ’ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορφοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύωνκλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,μηδὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.ἴζον δ’ εἰν ἀγορῇ τετιηότες· ἂν δ’ Ἀγαμέμνωνἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος,ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·ὡς ὁ βαρὺ στενάχων ἔπε’ Ἀργείοισι μετηύδα·ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσενἼλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι,νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύειδυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηναἠδ’ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·Ἀτρεΐδη, σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ; σὺ δὲ μή τι χολωθῆς.ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι,φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάνταἴσασ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶνἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι,ἔρχεο· πάρ τοι δός, νῆες δέ τοι ἄγχι θαλάσσηςἑστᾶσ’, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.ἀλλ’ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶεἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶφευγόντων σὺν νηυσὶ φίλην ἐς πατοίδα γαῖαν·νῶϊ δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’ εἰς ὅ κε τέκμωρἸλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν,μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.τοῖσι δ’ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·Τυδεΐδη, πέρι μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται, ὅσσοι Ἀχαιοί,οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴηςὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζειςἈργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.ἀλλ’ ἄγ’ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοιμῦθον ἀτιμήσει’, οὐδὲ κρείων Ἀγαμέμνων.ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνοςὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃδόρπα τ’ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοιλεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.κούροισιν μὲν ταῦτ’ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα,Ἀτρεΐδη, σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶνἠμάτιαι Θρήκηθεν ἐπ’ εὐρέα πόντον ἄγουσι·πᾶσά τοί ἐσθ’ ὑποδεξίη, πολέεσσι δ’ ἀνάσσεις.πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστηνβουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺςἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶνκαίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;νὺξ δ’ ἥδ’ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο.ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντοἀμφί τε Νεστορίδην Θρασυμήδεα, ποιμένα λαῶν,ἠδ’ ἀμφ’ Ἀσκάλαφον καὶ Ἰάλμενον, υἷας Ἄρηος,ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,ἠδ’ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.ἕπτ’ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳκοῦροι ἅμα στεῖχον δολίχ’ ἔγχεα χερσὶν ἔχοντες·κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἴζον ἰόντες·ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶνἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν,Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι, οὕνεκα πολλῶνλαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξεσκῆπτρόν τ’ ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύῃσθα.τῷ σε χρὴ πέρι μὲν φάσθαι ἔπος ἠδ’ ἐπακοῦσαι,κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτ’ ἄν τινα θυμὸς ἀνώγῃεἰπεῖν εἰς ἀγαθόν· σέο δ’ ἕξεται ὅττι κεν ἄρχῃ.αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει,οἷον ἐγὼ νοέω, ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν,ἐξ ἔτι τοῦ ὅτε, διογενές, Βρισηΐδα κούρηνχωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούραςοὔ τι καθ’ ἡμέτερόν γε νόον; μάλα γάρ τοι ἔγωγεπόλλ’ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷεἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτεισαν,ἠτίμησας· ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ’ ἔτι καὶ νῦνφραζώμεσθ’ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμενδώροισίν τ’ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.Τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ὦ γέρον, οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶνλαῶν ἐστιν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,ὡς νῦν τοῦτον ἔτεισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.ἀλλ’ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ’ ἀπερείσι’ ἄποινα.ὑμῖν δ’ ἐν πάντεσσι περικλυτὰ δῶρ’ ὀνομήνω,ἕπτ’ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ ἵππουςπηγοὺς ἀθλοφόρους, οἱ ἀέθλια ποσσὶν ἄροντο.οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,ὅσσα μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.δώσω δ’ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας,Λεσβίδας, ἂς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸςἐξελόμην, αἱ κάλλει ἐνίκων φῦλα γυναικῶν.τὰς μέν οἱ δώσω, μετὰ δ’ ἔσσεται ἣν τότ’ ἀπηύρων,κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαιμή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,ἣ θέμις ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναικῶν.ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτεἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ’ ἀλαπάξαι,νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθωεἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ’ Ἀχαιοί,Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,αἵ κε μετ’ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.εἰ δέ κεν Ἄργος ἱκοίμεθ’ Ἀχαιϊκόν, οὖθαρ ἀρούρης,γαμβρός κέν μοι ἔοι· τείσω δέ μιν ἶσον Ὀρέστῃ,ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ,Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,τάων ἥν κ’ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθωπρὸς οἶκον Πηλῆος· ἐγὼ δ’ ἐπὶ μείλια δώσωπολλὰ μάλ’, ὅσσ’ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα,Καρδαμύλην Ἐνόπην τε καὶ ἱρὴν ποιήεσσαν,Φηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον,καλήν τ’ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.πᾶσαι δ’ ἐγγὺς ἁλός, νέαται Πύλου ἡμαθόεντος·ἐν δ’ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,οἵ κέ ἑ δωτίνῃσι θεὸν ὡς τιμήσουσικαί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.ταῦτά κέ οἱ τελέσαιμι μεταλλήξαντι χόλοιο.δμηθήτω—Ἀΐδης τοι ἀμείλιχος ἠδ’ ἀδάμαστος·τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων—καί μοι ὑποστήτω, ὅσσον βασιλεύτερός εἰμιἠδ’ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,δῶρα μὲν οὐκέτ’ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·ἀλλ’ ἄγετε, κλητοὺς ὀτρύνομεν, οἵ κε τάχισταἔλθωσ’ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.εἰ δ’ ἄγε, τοὺς ἂν ἐγὼ ἐπιόψομαι, οἱ δὲ πιθέσθων.Φοῖνιξ μὲν πρώτιστα Διὶ φίλος ἡγησάσθω,αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·κηρύκων δ’ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ’ ἑπέσθων.φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,ὄφρα Διὶ Κρονίδη ἀρησόμεθ’, αἴ κ’’ ἐλεήσῃ.Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός,ὡρμῶντ’ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.τοῖσι δὲ πόλλ’ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ,δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.Τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσηςπολλὰ μάλ’ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,τὸν δ’ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ,καλῇ δαιδαλέῃ, ἐπὶ δ’ ἀργύρεον ζυγὸν ἦεν,τὴν ἄρετ’ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσα·τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν.Πάτροκλος δέ οἱ οἷος ἐναντίος ἧστο σιωπῇ,δέγμενος Αἰακίδην, ὁπότε λήξειεν ἀείδων.τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,στὰν δὲ πρόσθ’ αὐτοῖο· ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺςαὐτῇ σὺν φόρμιγγι, λιπὼν ἕδος ἔνθα θάασσεν.ὡς δ’ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·χαίρετον· ἢ φίλοι ἄνδρες ἱκάνετον· ἦ τι μάλα χρεώ,οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.Ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,εἶσεν δ’ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.αἷψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·μείζονα δὴ κρητῆρα, Μενοιτίου υἱέ, καθίστα,ζωρότερον δὲ κέραιε, δέπας δ’ ἔντυνον ἑκάστῳ·οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ.αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,ἐν δ’ ἄρα νῶτον ἔθηκ’ ὄϊος καὶ πίονος αἰγός,ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.τῷ δ’ ἔχεν Αὐτομέδων, τάμνεν δ’ ἄρα δῖος Ἀχιλλεύς.καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειρε,πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα, ἰσόθεος φώς.αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,πάσσε δ’ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.αὐτὰρ ἐπεί ῥ’ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃκαλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.αὐτὸς δ’ ἀντίον ἵζεν Ὀδυσσῆος θείοιοτοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγειΠάτροκλον, ὃν ἑταῖρον· ὁ δ’ ἐν πυρὶ βάλλε θυηλάς.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,νεῦσ’ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτ’ Ἀχιλῆα·χαῖρ’, Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖςἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαοἠδὲ καὶ ἐνθάδε νῦν· πάρα γὰρ μενοεικέα πολλὰδαίνυσθ’· ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,ἀλλὰ λίην μέγα πῆμα, διοτρεφές, εἰσορόωντεςδείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαινῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντοΤρῶες ὑπέρθυμοι τηλεκλειτοί τ’ ἐπίκουροι,κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδ’ ἔτι φασὶσχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνωνἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνωνμαίνεται ἐκπάγλως, πίσυνος Διί, οὐδέ τι τίειἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβααὐτάς τ’ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺςδῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.ταῦτ’ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰςἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴηφθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.ἀλλ’ ἄνα, εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶντειρομένους ἐρύεσθαι. ὑπὸ Γρώων ὀρυμαγδοῦ.αὐτῷ τοι μετόπισθ’ ἄχος ἔσσεται, οὐδέ τι μῆχοςῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶνφράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἥμαρ.ὦ πέπον, ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺςἤματι τῷ ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·τέκνον ἐμόν, κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρηδώσουσ’, αἴ κ’ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸνἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·ληγέμεναι δ’ ἔριδος κακομηχάνου, ὄφρα σε μᾶλλοντίωσ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.ὡς ἐπέτελλ’ ὁ γέρων, σὺ δὲ λήθεαι· ἀλλ’ ἔτι καὶ νῦνπαύε’, ἔα δὲ χόλον θυμαλγέα’ σοὶ δ’ Ἀγαμέμνωνἄξια δῶρα δίδωσι μεταλλήξαντι χόλοιο.εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξωὅσσα τοι ἐν κλισίησιν ὑπέσχετο δῶρ’ Ἀγαμέμνων·ἕπτ’ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ ἵππουςπηγοὺς ἀθλοφόρους, οἱ ἀέθλια ποσσὶν ἄροντο.οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,ὅσσ’ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.δώσει δ’ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας,Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸςἐξέλεθ’, αἱ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.τὰς μέν τοι δώσει, μετὰ δ’ ἔσσεται ἣν τότ’ ἀπηύρα,κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖταιμή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,ἣ θέμις ἐστίν, ἄναξ, ἢ τ’ ἀνδρῶν ἤ τε γυναικῶν.ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτεἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ’ ἀλαπάξαι,νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαιεἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ’ Ἀχαιοί,Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,αἵ κε μετ’ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.εἰ δέ κεν Ἄργος ἱκοίμεθ’ Ἀχαιϊκόν, οὖθαρ ἀρούρης,γαμβρός κέν οἱ ἔοις· τείσει δέ σε ἶσον Ὀρέστῃ,ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ,Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,τάων ἥν κ’ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαιπρὸς οἶκον [Πηλῆος· ὁ δ’ αὖτ’ ἐπὶ μείλια δώσειπολλὰ μάλ’, ὅσσ’ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα,Καρδαμύλην Ἐνόπην τε καὶ ἱρὴν ποιήεσσανΦηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον,καλήν τ’ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.πᾶσαι δ’ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·ἐν δ’ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,οἵ κέ σε δωτίνῃσι θεὸν ὡς τιμήσουσικαί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.ταῦτά κέ τοι τελέσειε μεταλλήξαντι χόλοιο.εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον,αὐτὸς καὶ τοῦ δῶρα, σὺ δ’ ἄλλους περ Παναχαιοὺςτειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὡςτείσουσ’ ἢ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο.νῦν γάρ χ’ Ἕκτορ’ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοιλύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖονοἵ ἔμεναι Δαναῶν, οὗς ἐνθάδε νῆες ἔνεικαν.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,ἢ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀἴδαο πύλῃσινὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·οὔτ’ ἔμεγ’ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴωοὔτ’ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦενμάρνασθαι δηΐοισιν ἐπ’ ἀνδράσι νωλεμὲς αἰεί.ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι·ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·κάτθαν’ ὁμῶς ὅ τ’ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ,αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.ὡς δ’ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσιμάστακ’, ἐπεί κε λάβῃσι, κακῶς δ’ ἄρα οἱ πέλει αὐτῇ,ὡς καὶ ἐγὼ πολλὰς μὲν ἀΐπνους νύκτας ἴαυον,ἤματα δ’ αἱματόεντα διέπρησσον πολεμίζων,ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ’ ἀνθρώπων,πεζὸς δ’ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκονἈτρεΐδῃ· ὁ δ’ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσιδεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ’ ἔχεσκεν.ἄλλα δ’ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι,τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶνεἵλετ’, ἔχει δ’ ἄλοχον θυμαρέα’ τῇ παριαύωντερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι ΤρώεσσινἈργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ ἀγείραςἈτρεΐδης; ἢ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο;ἢ μοῦνοι φιλέουσ’ ἀλόχους μερόπων ἀνθρώπωνἈτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρωντὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴνἐκ θυμοῦ φίλεον, δουρικτητήν περ ἐοῦσαν.νῦν δ’ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ’ ἀπάτησε,μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.ἀλλ’, Ὀδυσεῦ, σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσιφραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ’ αὐτῷεὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·ἀλλ’ οὐδ’ ὡς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιοἴσχειν· ὄφρα δ’ ἐγὼ μετ’ Ἀχαιοῖσιν πολέμιζονοὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἑκτωρ,ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·ἔνθα ποτ’ οἷον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἑκτορι δίῳ,αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι,νηήσας εὖ νῆας, ἐπὴν ὅλαδε προερύσσω,ὄψεαι, αἴ κ’ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,ἦρι μάλ’ Ἑλλήσποντον ἐπ’ ἰχθυόεντα πλεούσαςνῆας ἐμάς, ἐν δ’ ἄνδρας ἐρεσσέμεναι μεμαῶτα·εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος,ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·ἄλλον δ’ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸνἠδὲ γυναῖκας ἐυὐζώνους πολιόν τε σίδηρονἄξομαι, ἅσσ’ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,αὖτις ἐφυβρίζων ἕλετο κρείων ἈγαμέμνωνἈτρεΐδης· τῷ πάντ’ ἀγορευέμεν, ὡς ἐπιτέλλω,ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοί,εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν,αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδ’ ἂν ἔμοιγετετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·ἐκ γὰρ δή μ’ ἀπάτησε καὶ ἤλιτεν· οὐδ’ ἂν ἔτ’ αὖτιςἐξαπάφοιτ’ ἐπέεσσιν· ἅλις δέ οἵ· ἀλλὰ ἕκηλοςἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.οὐδ’ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίηὅσσα τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,οὐδ’ ὅσ’ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδ’ ὅσα ΘήβαςΑἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,αἵ θ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάσταςἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·οὐδ’ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει’ Ἀγαμέμνων,πρίν γ’ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,ἔργα δ’ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·οὐδέ μιν ὧς γαμέω’ ὁ δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω,ὅς τις οἷ τ’ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.ἣν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι,Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν’ Ἑλλάδα τε Φθίην τε,κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,τάων ἣν κ’ ἐθέλωμι φίλην ποιήσομ’ ἄκοιτιν.ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωργήμαντα μνηστὴν ἄλοχον, ἐϊκυῖαν ἄκοιτιν,κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ’ ὅσα φασὶνἼλιον ἐκτῆσθαι, εὖ ναιόμενον πτολίεθρον,τὸ πρὶν ἐπ’ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει,Φοίβου Ἀπόλλωνος, Πυθοῖ ἔνι πετρηέσσῃ.ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα·ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴοὔθ’ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζαδιχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοσδε.εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·εἰ δέ κεν οἴκαδ’ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼνἔσσεται, οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη.καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμηνοἴκαδ’ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρἸλίου αἰπεινῆς· μάλα γάρ ἔθεν εὐρύοπα Ζεὺςχεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.ἀλλ’ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶνἀγγελίην ἀπόφασθε—τὸ γὰρ γέρας ἐστὶ γερόντων—ὄφρ’ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶννηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδε γ’ ἑτοίδη,ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·Φοῖνιξ δ’ αὖθι παρ’ ἄμμι μένων κατακοιμηθήτω,ὄφρα μοι ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηταιαὔριον, ἣν ἐθέλῃσιν· ἀνάγκῃ δ’ οὔ τί μιν ἄξω.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇμῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξδάκρυ’ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·εἰ μὲν δὴ νόστον γε μετὰ φρεσί, φαίδιμ’ Ἀχιλλεῦ,βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσιπῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος, αὖθι λιποίμηνοἷος; σοὶ δέ μ’ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺςἤματι τῷ ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπενήπιον, οὔ πω εἰδόθ’ ὁμοιΐου πολέμοιο,οὐδ’ ἀγορέων, ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέθουσι.τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων.ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος, οὐκ ἐθέλοιμιλείπεσθ’, οὐδ’ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸςγῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,οἷον ὅτε πρῶτον λίπον Ἐλλάδα καλλιγύναικα,φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ’ ἄκοιτιν,μητέρ’ ἐμήν· ἡ δ’ αἰὲν ἐμὲ λισσέσκετο γούνωνπαλλακίδι, προμιγῆναι, ἵν’ ἐχθήρειε γέροντα.τῇ πιθόμην καὶ ἔρεξα’ πατὴρ δ’ ἐμὸς αὐτίκ’ ὀϊσθεὶςπολλὰ κατηρᾶτο, στυγερὰς δ’ ἐπεκέκλετ’ Ἐρινῦς,μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸνἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δ’ ἐτέλειον ἐπαράς,Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.ἔνθ’ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ’ ἐν φρεσὶ θυμὸςπατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντεςαὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦςἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇεὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,πολλὸν δ’ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.εἰνάνυχες δέ μοι ἀμφ’ αὐτῷ παρὰ νύκτας ἴαυον·οἱ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ’ ἔσβηπῦρ, ἕτερον μὲν ὑπ’ αἰθούσῃ εὐερκέος αὐλῆς,ἄλλο δ’ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.ἀλλ’ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,καὶ τότ’ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίαςῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆςῥεῖα, λαθὼν φύλακάς τ’ ἄνδρας δμῳάς τε γυναῖκας.φεῦγον ἔπειτ’ ἀπάνευθε δι’ Ἑλλάδος εὐρυχόροιο,Φθίην δ’ ἐξικόμην ἐριβώλακα, μητέρα μήλων,ἐς Πηλῆα ἄναχθ’· ὁ δέ με πρόφρων ὑπέδεκτο,και μ’ ἐφίλησ’ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃμοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,καί μ’ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·ναῖον δ’ ἐσχατιὴν Φθίης, Δολόπεσσιν ἀνάσσων.καί σε τοσοῦτον ἔθηκα, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ’ ἄλλῳοὔτ’ ἐς δαῖτ’ ἰέναι οὔτ’ ἐν μεγάροισι πάσασθαι,πρίν γ’ ὅτε δή σ’ ἐπ’ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσαςὄψου τ’ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶναοἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.ὡς ἐπὶ σοὶ μάλα πόλλ’ ἔπαθον καὶ πόλλ’ ἐμόγησα,τὰ φρονέων, ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειονἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,ποιεύμην, ἵνα μοί ποτ’ ἀεικέα λοιγὸν ἀμύνῃς.ἀλλ’, Ἀχιλεῦ, δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴνηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσιλοιβῇ τε κνίσῃ τε παρατρωπῶσ’ ἄνθρωποιλισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.καὶ γάρ τε Λιταί εἶσι Διὸς κοῦραι μεγάλοιο,χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ,αἵ ῥά τε καὶ μετόπισθ’ Ἄτης ἀλέγουσι κιοῦσαι.ἡ δ’ Ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσαςπολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ’ αἶανβλάπτουσ’ ἀνθρώπους· αἱ δ’ ἐξακέονται ὀπίσσω.ὃς μέν τ’ αἰδέσεται κούρας Διὸς ἄσσον ἰούσας,τὸν δὲ μέγ’ ὤνησαν καί τ’ ἔκλυον εὐχομένοιο·ὃς δέ κ’ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,λίσσονται δ’ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαιτῷ Ἄτην ἅμ’ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτείσῃ.ἀλλ’, Ἀχιλεῦ, πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαιτιμήν, ἥ τ’ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.εἰ μὲν γὰρ μὴ δῶρα φέροι, τὰ δ’ ὄπισθ’ ὀνομάζοιἈτρεΐδης, ἀλλ’ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμηνἈργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·νῦν δ’ ἅμα τ’ αὐτίκα πολλὰ διδοῖ, τὰ δ’ ὄπισθεν ὑπέστη·ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστουςκρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷφίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξηςμηδὲ πόδας· πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶνἡρώων, ὅτε κέν τιν’ ἐπιζάφελος χόλος ἵκοι·δωρητοί τε πέλοντο παράρρητοί τ’ ἐπέεσσι.μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔ τι νέον γε,ὡς ἦν· ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.Κουρῆτές τε μάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαιἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε,χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆςΟἰνεὺς ῥέξ’· ἄλλοι δὲ θεοὶ δαίνυνθ’ ἑκατόμβας,οἴῃ δ’ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.ἡ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιραὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,ὃς κακὰ πόλλ’ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·πολλὰ δ’ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰαὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.τὸν δ’ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος,πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείραςκαὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησ’ ἀλεγεινῆς.ἡ δ’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτήν,ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.ὄφρα μὲν οὖν Μελέαγρος ἀρηΐφιλος πολέμιζε,τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδ’ ἐδύναντοτείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·ἀλλ’ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλωνοἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,ἤτοι ὁ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρκεῖτο παρὰ μνηστῇ ἀλόχῳ, καλῇ Κλεοπάτρῃ,κούρῃ Μαρπήσσης καλλισφύρου ΕὐηνίνηςἸδεώ θ’, ὃς κάρτιστος ἐπιχθονίων γένετ’ ἀνδρῶντῶν τότε—καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξονΦοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης·τὴν δὲ τότ’ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρἈλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ’ ἄρ’ αὐτῆςμήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσακλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων—τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων,ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσιπόλλ’ ἀχέουσ’ ἠρᾶτο κασιγνήτοιο φόνοιο,πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοίακικλήσκουσ’ Ἀἴδην καὶ ἐπαινὴν Περσεφόνειαν,πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,παιδὶ δόμεν θάνατον· τῆς δ’ ἠεροφοῖτις Ἐρινὺςἔκλυεν ἐξ Ἐρέβεσφιν, ἀμείλιχον ἦτορ ἔχουσα.τῶν δὲ τάχ’ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρειπύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντεςΑἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,ἐξελθεῖν καὶ ἀμῦναι, ὑποσχόμενοι μέγα δῶρον·ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,ἔνθα μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαιπεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺςοὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο,σείων κολλητὰς σανίδας, γουνούμενος υἱόν·πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρἐλλίσσονθ’· ὁ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δ’ ἑταῖροι,οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·ἀλλ’ οὐδ’ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,πρίν γ’ ὅτε δὴ θάλαμος πύκ’ ἐβάλλετο, τοὶ δ’ ἐπὶ πύργωνβαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.καὶ τότε δὴ Μελέαγρον ἐΐζωνος παράκοιτιςλίσσετ’ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντακήδε’, ὅσ’ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.τοῦ δ’ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,βῆ δ’ ἰέναι, χροὶ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα.ὡς ὁ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρεἴξας ᾧ θυμῷ· τῷ δ’ οὐκέτι δῶρ’ ἐτέλεσσανπολλά τε καὶ χαρίεντα, κακὸν δ’ ἤμυνε καὶ αὔτως.ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μηδέ σε δαίμωνἐνταῦθα τρέψειε, φίλος· κάκιον δέ κεν εἴηνηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλ’ ἐπὶ δώρωνἔρχεο· ἶσον γάρ σε θεῷ τείσουσιν Ἀχαιοί.εἰ δέ κ’ ἄτερ δώρων πόλεμον φθισήνορα δύης,οὐκέθ’ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Φοῖνιξ, ἄττα γεραιέ, διοτρεφές, οὔ τί με ταύτηςχρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,ἢ υἱ ἕξει παρὰ νηυσὶ κορωνίσιν, εἰς ὅ κ’ ἀϋτμὴἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ’ ὀρώρῃ.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι·μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων,Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴτὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ’ ἐμὲ κήδῃ·ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.οὗτοι δ’ ἀγγελέουσι, σὺ δ’ αὐτόθι λέξεο μίμνωνεὐνῇ ἔνι μαλακῇ· ἅμα δ’ ἠοῖ φαινομένηφιφρασσόμεθ’ ἤ κε νεώμεθ’ ἐφ’ ἡμέτερ’ ἢ κε μένωμεν.Ἦ,, καὶ Πατρόκλῳ ὅ γ’ ἐπ’ ὀφρύσι νεῦσε σιωπῇΦοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχισταἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δ’ ἄρ’ Αἴαςἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴτῇδέ γ’ ὁδῷ κρανέεσθαι’ ἀπαγγεῖλαι· δὲ τάχισταχρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα,οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτὰρ Ἀχιλλεὺςἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν,σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρωντῆς ἦ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων,νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆοςποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·καί ῥ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτείσας,τοῦ δέ τ’ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρποινὴν δεξαμένῳ· σοὶ δ’ ἄλληκτόν τε κακόν τεθυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρηςοἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ’ ἀρίστας,ἄλλα τε πόλλ’ ἐπὶ τῇσι· σὺ δ’ ἵλαον ἔνθεο θυμόν,αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμενπληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλωνκήδιστοί τ’ ἔμεναι καὶ φίλτατοι, ὅσσοι Ἀχαιοί.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Αἷαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,πάντα τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότε κείνωνμνήσομαι, ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξενἈτρεΐδης, ὡς εἴ τιν’ ἀτίμητον μετανάστην.ἀλλ’ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος,πρίν γ’ υἱὸν Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον,Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαικτείνοντ’ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηὶ μελαίνῃἝκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.Ὣς ἔφαθ’, οἱ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλονσπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δ’ Ὀδυσσεύς.Πάτροκλος δ’ ἑτάροισιν ἰδὲ ὁμῳῆσι κέλευσεΦοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.αἱ δ’ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε,κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.ἔνθ’ ὁ γέρων κατέλεκτο καὶ Ἠῷ δῖαν ἔμιμνεν.αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·τῷ δ’ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,Φόρβαντος θυγάτηρ, Διομήδη καλλιπάρῃος.Πάτροκλος δ’ ἑτέρωθεν ἐλέξατο’ πὰρ δ’ ἄρα καὶ τῷἾφις ἐύζωνος, τήν οἱ πόρε δῖος ἈχιλλεὺςΣκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον.Οἱ δ’ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶνδειδέχατ’ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ’ ἐρέοντο·πρῶτος δ’ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·εἴπ’ ἄγε μ’, ὦ πολύαιν’ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,ἦ ῥ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,ἦ ἀπέειπε, χόλος δ’ ἔτ’ ἔχει μεγαλήτορα θυμόν;Τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,κεῖνός γ’ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ’ ἔτι μᾶλλονπιμπλάνεται μένεος, σὲ δ’ ἀναίνεται ἠδὲ σὰ δῶρα.αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγενὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·αὐτὸς δ’ ἠπείλησεν ἅμ’ ἠοῖ φαινομένηφινῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν ἀμφιελίσσας.καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαιοἴκαδ’ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρἸλίου αἰπεινῆς· μάλα γάρ ἕθεν εὐρύοπα Ζεὺςχεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.ὡς ἔφατ’· εἰσὶ καὶ οἵδε τάδ’ εἰπέμεν, οἵ μοι ἕποντο,Αἴας καὶ κήρυκε δύω, πεπνυμένω ἄμφω.Φοῖνιξ δ’ αὖθ’ ὁ γέρων κατελέξατο, ᾧς γὰρ ἀνώγει,ὄφρα οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηταιαὔριον, ἣν ἐθέλῃσιν· ἀνάγκῃ δ’ οὔ τί μιν ἄξει.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇμῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα,μυρία δῶρα διδούς· ὁ δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.ἀλλ’ ἤτοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἴησιν,ἤ κε μένῃ· τότε δ’ αὖτε μαχήσεται, ὁππότε κέν μινθυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορσίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππουςὀτρύνων, καὶ δ’ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπήνησαν βασιλῆες,μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίηνδε ἕκαστος,ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.