Book 10 of 24
Book 10: A night raid
Ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶνεὗδον παννύχιοι, μαλακῷ δεδμημένοι ὕπνῳ·ἀλλ’ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα, ποιμένα λαῶν,ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.ὡς δ’ ὅτ’ ἃν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο,τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζανἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,ὡς πυκίν’ ἐν στήθεσσιν ἀναστενάχιζ Ἀγαμέμνωννειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.ἦτοι ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,θαύμαζεν πυρὰ πολλά, τὰ καίετο Ἰλιόθι πρό,αὐλῶν συρίγγων τ’ ἐνοπὴν ὅμαδόν τ’ ἀνθρώπων.αὐτὰρ ὅτ’ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίταςὑψόθ’ ἐόντι Διί, μέγα δ’ ἔστενε κυδάλιμον κῆρ.ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,Νέστορ’ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,εἴ τινά οἵ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,ἣ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.ὀρθωθεὶς δ’ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,ἀμφὶ δ’ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντοςαἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ’ ἔγχος.Ὡς δ’ αὔτως Μενέλαον ἔχε τρόμος—οὐδὲ γὰρ αὐτῷὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε—μή τι πάθοιενἈργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ’ ὑγρὴνἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψεποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείραςθήκατο χαλκείην, δόρυ δ’ εἵλετο χειρὶ παχείῃ.βῆ δ’ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντωνἈργείων ἤνασσε, θεὸς δ’ ὡς τίετο δήμῳ.τὸν δ’ εὗρ’ ἀμφ’ ὤμοισι τιθήμενον ἔντεα καλὰνηὶ πάρα πρύμνῃ· τῷ δ’ ἀσπάσιος γένετ’ ἐλθών.τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·τίφθ’ οὕτως, ἠθεῖε, κορύσσεαι; ἢ τιν’ ἑταίρωνὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ’ αἰνῶςδείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον,ἄνδρας δυσμενέας σκοπιαζέμεν οἷος ἐπελθὼννύκτα δι’ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·χρεὼ βουλῆς ἐμὲ καὶ σέ, διοτρεφὲς ὦ Μενέλαε,κερδαλέης, ἣ τίς κεν ἐρύσσεται ἠδὲ σαώσειἈργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ’ ἱεροῖσιν·οὐ γάρ πω ἰδόμην, οὐδ’ ἔκλυον αὐδήσαντος,ἄνδρ’ ἕνα τοσσάδε μέρμερ’ ἐπ’ ἤματι μητίσασθαι,ὅσσ’ Ἕκτωρ ἔρρεξε Διὶ φίλος υἷας Ἀχαιῶν,αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.ἔργα δ’ ἔρεξ’ ὅσα φημὶ μελησέμεν Ἀργείοισιδηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατ’ Ἀχαιούς.ἀλλ’ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσονῥίμφα θέων παρὰ νῆας· ἐγὼ δ’ ἐπὶ Νέστορα δῖονεἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ’ ἐθέλῃσινἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ’ ἐπιτεῖλαι.κείνῳ γάρ κε μάλιστα πιθοίατο’ τοῖο γὰρ υἱὸςσημαίνει φυλάκεσσι, καὶ Ἰδομενῆος ὀπάωνΜηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;αὖθι μένω μετὰ τοῖσι, δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,ἦε θέω μετὰ σ’ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;Τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιινἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.φθέγγεο δ’ ἣ κεν ἴησθα, καὶ ἐγρήγορθαι ἄνωχθι,πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον,πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα’ ὧδέ που ἄμμιΖεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.Ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·αὐτὰρ ὁ βῆ ῥ’ ἰέναι μετὰ Νέστορα, ποιμένα λαῶν·τὸν δ’ εὗρεν παρά τε κλισίῃ καὶ νηὶ μελαίνῃεὐνῇ ἔνι μαλακῇ· παρὰ δ’ ἔντεα ποικίλ’ ἔκειτο,ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥ’ ὁ γεραιὸςζώννυθ’, ὅτ’ ἐς πόλεμον φθισήνορα θωρήσσοιτολαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος, κεφαλὴν ἐπαείρας,Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·τίς δ’ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἷοςνύκτα δι’ ὀρφναίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι,ἠέ τιν’ οὐρήων διζήμενος, ἤ τιν’ ἑταίρων;φθέγγεο, μηδ’ ἀκέων ἐπ’ ἔμ’ ἔρχεο· τίπτε δέ σε χρεώ;Τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντωνΖεὺς ἐνέηκε πόνοισι διαμπερές, εἰς ὅ κ’’ ἀϋτμὴἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ’ ὀρώρῃ.πλάζομαι ὧδ’, ἐπεὶ οὔ μοι ἐπ’ ὄμμασι νήδυμος ὕπνοςἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε’ Ἀχαιῶν.αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξωστηθέων ἐκθρῴσκει, τρομέει δ’ ὑπὸ φαίδιμα γυῖα.ἀλλ’ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ’ ὕπνος ἱκάνει,δεῦρ’ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν,μὴ τοὶ μὲν καμάτῳ ἁδηκότες ἠδὲ καὶ ὕπνῳκοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.δυσμενέες δ’ ἄνδρες σχεδὸν ἥαται· οὐδέ τι ἴδμενμή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺςἐκτελέει, ὅσα πού νυν ἐέλπεται’ ἀλλά μιν οἴωκήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺςἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.σοι δὲ μάλ’ ἕψομ’ ἐγώ· ποτὶ δ’ αὖ καὶ ἐγείρομεν ἄλλους,ἠμὲν Τυδείδην δουρικλυτὸν ἠδ’ Ὀδυσῆαἠδ’ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.ἀλλ’ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν,ἀντίθεόν τ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ’ ἐγγύς.ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαοννεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ’ ἐπικεύσω,ὡς εὕδει, σοὶ δ’ οἴῳ ἐπέτρεψεν πονέεσθαι.νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαιλισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός.Τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ὦ γέρον, ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι,οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο,ἀλλ’ ἐμέ τ’ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.νῦν δ’ ἐμέο πρότερος μάλ’ ἐπέγρετο καί μοι ἐπέστη·τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὗς σὺ μεταλλᾷς.ἀλλ’ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάωνἐν φυλάκεσσ’, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ’ ἀπιθήσειἈργείων, ὅτε κέν τιν’ ἐποτρύνῃ καὶ ἀνώγῃ.Ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,ἀμφὶ δ’ ἄρα χλαῖναν περονήσατο φοινικόεσσανδιπλῆν ἐκταδίην, οὔλη δ’ ἐπενήνοθε λάχνη.εἵλετο δ’ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,βῆ δ’ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.πρῶτον ἔπειτ’ Ὀδυσῆα, Διὶ μῆτιν ἀτάλαντον,ἐξ ὕπνου ἀνέγειρε Τερήνιος ἱππότα Νέστωρφθεγξάμενος· τὸν δ’ αἶψα περὶ φρένας ἤλυθ’ ἰωή,ἐκ δ’ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·τίφθ’ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἷοι ἀλᾶσθενύκτα δι’ ἀμβροσίην, ὃ τι δὴ χρειὼ τόσον ἵκει;Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,μὴ νεμέσα’ τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.ἀλλ’ ἕπε’, ὄφρα καὶ ἄλλον ἐγείρομεν, ὅν τ’ ἐπέοικεβουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.Ὣς φάθ’, ὁ δὲ κλισίηνδε κιὼν πολύμητις Ὀδυσσεὺςποικίλον ἀμφ’ ὤμοισι σάκος θέτο, βῆ δὲ μετ’ αὐτούς.βὰν δ’ ἐπὶ Τυδείδην Διομήδεα· τὸν δ’ ἐκίχανονἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ’ ἑταῖροιεὗδον, ὑπὸ κρασὶν δ’ ἔχον ἀσπίδας· ἔγχεα δέ σφινὄρθ’ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸςλάμφ’ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γ’ ἥρωςεὗδ’, ὑπὸ δ’ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ’ ἄντην·ἔγρεο, Τυδέος υἱέ τί πάννυχον ὕπνον ἀωτεῖς;οὐκ ἀΐεις ὡς Γρῷες ἐπὶ θρωσμῷ πεδίοιοἥαται ἄγχι νεῶν, ὀλίγος δ’ ἔτι χῶρος ἐρύκει;Ὣς φάθ’, ὁ δ’ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·σχέτλιός ἐσσι, γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.οὔ νυ καὶ ἄλλοι ἔασι, νεώτεροι υἷες Ἀχαιῶν,οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήωνπαντῃ ἐποιχόμενοι; σὺ δ’ ἀμήχανός ἐσσι, γεραιέ.Τὸν δ’ αὔτε προσέειπε Τερήνιος ἱππότα Νέστωρ·ναὶ δὴ ταῦτά γε πάντα, φίλος, κατὰ μοῖραν ἔειπες.εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶκαὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆςἦ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.ἀλλ’ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸνἄνστησον—σὺ γάρ ἐσσι νεώτερος—εἴ μ’ ἐλεαίρεις.Ὣς φάθ’, ὁ δ’ ἀμφ’ ὤμοισιν ἑέσσατο δέρμα λέοντοςαἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ’ ἔγχος.βῆ δ’ ἰέναι, τοὺς δ’ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.Οἱ δ’ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,ἀλλ’ ἐγρηγορτὶ σὺν τεύχεσιν ἥατο πάντες.ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇθηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ’ ὕληνἔρχηται δι’ ὄρεσφι· πολὺς δ’ ὀρυμαγδὸς ἐπ’ αὐτῷἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·ὡς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλεινύκτα φυλασσομένοισι κακήν’ πεδίονδε γὰρ αἰεὶτετράφαθ’, ὁππότ’ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.τοὺς δ’ ὁ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳκαί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·οὕτω νῦν, φίλα τέκνα, φυλάσσετε· μηδέ τιν’ ὕπνοςαἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.Ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δ’ ἅμ’ ἕποντοἈργείων βασιλῆες, ὅσοι κεκλήατο βουλήν.τοῖς δ’ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸςἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.τάφρον δ’ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντοἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶροςπιπτόντων· ὅθεν αὖτις ἀπετράπετ’ ὄβριμος Ἑἰκτωρὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.ἔνθα καθεζόμενοι ἔπε’ ἀλλήλοισι πίφαυσκον·τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·ὦ φίλοι, οὐκ ἂν δή τις ἀνήρ πεπίθοιθ’ ἑῷ αὐτοῦθυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμουςἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,ἢ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,ἅσσα τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιναὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλινδεἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ’ Ἀχαιούς.ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοιἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴηπάντας ἐπ’ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι,τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαινανθῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,αἰεὶ δ’ ἐν δαίτησι καὶ εἰλαπίνῃσι παρέσται.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·Νέστορ, ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων,Τρώων· ἀλλ’ εἴ τίς μοι ἀνὴρ ἅμ’ ἕποιτο καὶ ἄλλος,μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.σύν τε δύ’ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόησενὅππως κέρδος ἔῃ· μοῦνος δ’ εἴ πέρ τε νοήσῃ,ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.Ὣς ἔφαθ’, οἱ δ’ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.ἠθελέτην Αἴαντε δύω, θεράποντες Ἄρηος,ἤθελε Μηριόνης, μάλα δ’ ἤθελε Νέστορος υἱός,ἤθελε δ’ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,ἤθελε δ’ ὃ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλονΤρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·Τυδεΐδη Διόμηδες, ἐμῷ κεχαρισμένε θυμῷ,τὸν μὲν δὴ ἕταρόν γ’ αἱρήσεαι, ὅν κ’ ἐθέλῃσθα,φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.μηδὲ σύ γ’ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείωκαλλείπειν, σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων,ἐς γενεὴν ὁρόων, μηδ’ εἰ βασιλεύτερός ἐστιν.Ὣς ἔφατ’, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.τοῖς δ’ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’ αὐτὸν ἑλέσθαι,πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.τούτου γ’ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιοἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.Τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·Τυδεΐδη, μήτ’ ἄρ με μάλ’ αἴνεε μήτε τι νείκει·εἰδόσι γάρ τοι ταῦτα μετ’ Ἀργείοις ἀγορεύεις.ἀλλ’ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ’ ἠώς,ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξτῶν δύο μοιράων, τριτάτη δ’ ἔτι μοῖρα λέλειπται.δῷς εἰπόνθ’ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδηςφάσγανον ἄμφηκες—τὸ δ’ ἑὸν παρὰ νηὶ λέλειπτο—καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκεταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξκέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.Μηριόνης δ’ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρηνκαὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκεῥινοῦ ποιητήν· πολέσιν δ’ ἔντοσθεν ἱμᾶσινἐντέτατο στερεῶς ἔκτοσθε δὲ λευκοὶ ὀδόντεςἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθαεὖ καὶ ἐπισταμένως· μέσσῃ δ’ ἐνὶ πῖλος ἀρήρει.τήν ῥά ποτ’ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαοἐξέλετ’ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,Σκάνδειαν δ’ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,αὐτὰρ ὁ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·δὴ τότ’ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.Τὼ δ’ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,βάν ῥ’ ἰέναι, λιπέτην δὲ κατ’ αὐτόθι πάντας ἀρίστους.τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιὸν ἐγγὺς ὁδοῖοΠαλλὰς Ἀθηναίη· τοὶ δ’ οὐκ ἴδον ὀφθαλμοῖσινύκτα δι’ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς, ἠρᾶτο δ’ Ἀθήνῃ·κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἣ τέ μοι αἰεὶἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθωκινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι, Ἀθήνη,δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι,ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.Δεύτερος αὖτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·κέκλυθι νῦν καὶ ἐμεῖο, Διὸς τέκος, Ἀτρυτώνη·σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ’ ἕσπεο Τυδέϊ δίῳἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ἤει.τοὺς δ’ ἄρ’ ἐπ’ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,αὐτὰρ ὁ μειλίχιον μῦθον φέρε Καδμείοισικεῖσ’· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργασὺν σοί, δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.ὡς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.σοὶ δ’ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον,ἀδμήτην, ἣν οὔ πω ὑπὸ ὡγὸν ἤγαγεν ἀνήρ·τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.Ὣς ἔφαν εὐχόμενοι, τῶν δ’ ἔκλυε Παλλὰς Ἀθήνη.οἱ δ’ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,βάν ῥ’ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν,ἂμ φόνον, ἂν νέκυας, διά τ’ ἔντεα καὶ μέλαν αἷμα.Οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρεὕδειν, ἀλλ’ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειεδώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.δώσω γὰρ δίφρον τε δύω τ’ ἐριαύχενας ἵππους,οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν,ὅς τίς κε τλαίη, οἵ τ’ αὐτῷ κῦδος ἄροιτο,νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαιἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,ἢ ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντεςφύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ’ ἐθέλουσινύκτα φυλασσέμεναι, καμάτῳ ἁδηκότες αἰνῷ.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.ἣν δέ τις ἐν Τρώεσσι Δόλων, Εὐμήδεος υἱὸςκήρυκος θείοιο, πολύχρυσος πολύχαλκος,ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·αὐτὰρ ὁ μοῦνος ἔην μετὰ πέντε κασιγνήτησιν.ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·Ἕκτορ, ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρνηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.ἀλλ’ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσονἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷδωσέμεν, οἱ φορέουσιν ἀμύμονα Πηλεΐωνα,σοὶ δ’ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ’ ἀπὸ δόξης·τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, ὄφρ’ ἂν ἵκωμαινῆ’ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοιβουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.Ὣς φάθ’, ὁ δ’ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·ἴστω νῦν Ζεὺς αὐτός, ἐρίγδουπος πόσις Ἥρης,μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλοςΤρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.Ὣς φάτο καί ῥ’ ἐπίορκον ἐπώμοσε, τὸν δ’ ὀρόθυνεν·αὐτίκα δ’ ἀμφ’ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,ἕσσατο δ’ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,κρατὶ δ’ ἐπὶ κτιδέην κυνέην, ἕλε δ’ ὀξὺν ἄκοντα,βῆ δ’ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδ’ ἄρ’ ἔμελλενἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.ἀλλ’ ὅτε δή ῥ’ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ’ ὅμιλον,βῆ ῥ’ ἀν’ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόνταδιογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·οὗτός τις, Διόμηδες, ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,οὐκ οἷδ’ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,ἢ τινα συλήσων νεκύων κατατεθνηώτων.ἀλλ’ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιοτυτθόν· ἔπειτα δέ κ’ αὐτὸν ἐπαΐξαντες ἕλοιμενκαρπαλίμως· εἰ δ’ ἄμμε παραφθαίησι πόδεσσιν,αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν,ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.Ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσικλινθήτην· ὁ δ’ ἄρ’ ὦκα παρέδραμεν ἀφραδίῃσιν.ἀλλ’ ὅτε δή ῥ’ ἀπέην ὅσσον τ’ ἐπὶ οὖρα πέλονταιἡμιόνων—οαἱ γάρ τε βοῶν προφερέστεραί εἰσινἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον—τὼ μὲν ἐπεδραμέτην, ὁ δ’ ἄρ’ ἔστη δοῦπον ἀκούσας.ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρουςἐκ Τρώων ἰέναι, πάλιν Ἕκτορος ὀτρύναντος.ἀλλ’ ὅτε δή ῥ’ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσυν,γνῷ ῥ’ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ’ ἐνώμαφευγέμεναι· τοὶ δ’ αἶψα διώκειν ὁρμήθησαν.ὡς δ’ ὅτε καρχαρόδοντε δύω κύνε, εἰδότε θήρης,ἢ κεμάδ’ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶχῶρον ἀν’ ὑλήενθ’, ὁ δέ τε προθέῃσι μεμηκώς,ὡς τὸν Τυδείδης ἠδ’ ὃ πτολίπορθος Ὀδυσσεὺςλαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλε μιγήσεσθαι φυλάκεσσιφεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ’ ἈθήνηΤυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνωνφθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.δουρὶ δ’ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·ἠὲ μέν’, ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημιδηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.Ἦ ῥα, καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ’ ἡμάρτανε φωτός·δεξιτερὸν δ’ ὑπὲρ ὤμον ἐΐξου δουρὸς ἀκωκὴἐν γαίῃ ἐπάγη· ὁ δ’ ἄρ’ ἔστη τάρβησέν τεβαμβαίνων—ἄραβος δὲ διὰ στόμα γίγνετ’ ὀδόντων—χλωρὸς ὑπαὶ δείους· τὼ δ’ ἀσθμαίνοντε κιχήτην,χειρῶν δ’ ἁψάσθην’ ὁ δὲ δακρύσας ἔπος ηὔδα·ζωγρεῖτ’, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδονχαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,τῶν κ’ ὕμμιν χαρίσαιτο πατὴρ ἀπερείσι ἄποινα,εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷοςνύκτα δι’ ὀρφναίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι;ἦ τινα συλήσων νεκύων κατατεθνηώτων;ἢ σ’ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστανῆας ἔπι γλαφυράς; ἢ σ’ αὐτὸν θυμὸς ἀνῆκε;Τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων, ὑπὸ δ’ ἔτρεμε γυῖα·πολλῇσίν μ’ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἑίκτωρ,ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππουςδωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,ἠνώγει δέ μ’ ἰόντα θοὴν διὰ νύκτα μέλαινανἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πύθεσθαιἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,ἢ ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντεςφύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ’ ἐθέλουσινύκτα φυλασσέμεναι, καμάτῳ ἁδηκότες αἰνῷ.Τὸν δ’ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός,ἵππων Αἰακίδαο δαΐφρονος· οἱ δ’ ἀλεγεινοὶἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ ὀχέεσθαι,ἄλλῳ γ’ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα, ποιμένα λαῶν;ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;πῶς δ’ αἱ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;ἅσσα τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιναὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἠὲ πόλινδεἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ’ Ἀχαιούς.Τὸν δ’ αὖτε προσέειπε Δόλων, Εὐμήδεος υἱός·τοιγὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως καταλέξω.Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴϊλου,νόσφιν ἀπὸ φλοίσβου’ φυλακὰς δ’ ἃς εἴρεαι, ἥρως,οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη,οἱ δ’ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονταιἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροιεὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·οὐ γάρ σφιν παῖδες σχεδὸν ἥαται οὐδὲ γυναῖκες.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·πῶς γὰρ νῦν, Τρώεσσι μεμιγμένοι ἱπποδάμοισινεὕδουσ’, ἢ ἀπάνευθε; δίειπέ μοι, ὄφρα δαείω.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων, Εὐμήδεος υἱός·τοιγὰρ ἐγὼ καὶ ταῦτα μάλ’ ἀτρεκέως καταλέξω.πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοικαὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,πρὸς Θύμβρης δ’ ἔλαχον Λύκιοι Μυσοί τ’ ἀγέρωχοικαὶ Φρύγες ἱππόμαχοι καὶ Μήονες ἱπποκορυσταί.ἀλλὰ τίη ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον,Θρήϊκες οἵδ’ ἀπάνευθε νεήλυδες, ἔσχατοι ἄλλων·ἐν δέ σφιν Ῥῆσος βασιλεύς, πάϊς Ἠϊονῆος.τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·λευκότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι·ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·τεύχεα δὲ χρύσεια πελώρια, θαῦμα ἰδέσθαι,ἤλυθ’ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικενἄνδρεσσιν φορέειν, ἀλλ’ ἀθανάτοισι θεοῖσιν.ἀλλ’ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,ἠέ με δήσαντες λίπετ’ αὐτόθι νηλέϊ δεσμῷ,ὄφρα κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο,ἠὲ κατ’ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·μὴ δή μοι φύξιν γε, Δόλων, ἐμβάλλεο θυμῷ,ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,ἢ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν,ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·εἰ δέ κ’’ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,οὐκέτ’ ἔπειτα σὺ πῆμά ποτ’ ἔσσεαι Ἀργείοισιν.Ἦ, καὶ ὁ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃἁψάμενος λίσσεσθαι, ὁ δ’ αὐχένα μέσσον ἔλασσεφασγάνῳ ἀΐξας, ἀπὸ δ’ ἄμφω κέρσε τένοντε·φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.τοῦ δ’ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντοκαὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·καὶ τά γ’ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺςὑψόσ’ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·χαῖρε, θεά, τοίσδεσσι’ σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳπάντων ἀθανάτων ἐπιδωσόμεθ’· ἀλλὰ καὶ αὖτιςπέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.Ὣς ἄρ’ ἐφώνησεν, καὶ ἀπὸ ἔθεν ὑψόσ’ ἀείραςθῆκεν ἀνὰ μυρίκην’ δέελον δ’ ἐπὶ σῆμά τ’ ἔθηκε,συμμάρψας δόνακας μυρίκης τ’ ἐριθηλέας ὄζους,μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.τὼ δὲ βάτην προτέρω διά τ’ ἔντεα καὶ μέλαν αἷμα,αἶψα δ’ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἴξον ἰόντες.οἱ δ’ εὗδον καμάτῳ ἁδηκότες, ἔντεα δέ σφινκαλὰ παρ’ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμοντριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζγες ἵπποι.Ῥῆσος δ’ ἐν μέσῳ εὗδε, παρ’ αὐτῷ δ’ ὠκέες ἵπποιἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.τὸν δ’ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·οὗτός τοι, Διόμηδες, ἀνήρ, οὗτοι δέ τοι ἵπποι,οὓς νῶϊν πίφαυσκε Δόλων, ὃν ἐπέφνομεν ἡμεῖς.ἀλλ’ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ’ ἵππους·ἠὲ σύ γ’ ἄνδρας ἔναιρε, μελήσουσιν δ’ ἐμοὶ ἵπποι.Ὣς φάτο, τῷ δ’ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,κτεῖνε δ’ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ’ ἀεικὴςἄορι θεινομένων, ἐρυθαίνετο δ’ αἵματι γαῖα.ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθών,αἴγεσιν ἢ ὀΐεσσι, κακὰ φρονέων ἐνορούσῃ,ὡς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱός,ὄφρα δυώδεκ’ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεύς,ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστάς,τὸν δ’ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,τὰ φρονέων κατὰ θυμόν, ὅπως καλλίτριχες ἵπποιῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷνεκροῖς ἐμβαίνοντες· ἀήθεσσον γὰρ ἔτ’ αὐτῶν.ἀλλ’ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύραἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστητὴν νύκτ’, Οἰνείδαο πάϊς, διὰ μῆτιν Ἀθήνης.τόφρα δ’ ἄρ’ ὁ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,σὺν δ’ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλουτόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴνποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·ῥοίζησεν δ’ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.Αὐτὰρ ὁ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχα κεῖτο,ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσ’ ἀείρας,ἢ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.ἧος ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα, τόφρα δ’ Ἀθήνηἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·νόστου δὴ μνῆσαι, μεγαθύμου Τυδέος υἱέ,νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.Ὣς φάθ’, ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,καρπαλίμως δ’ ἵππων ἐπεβήσετο’ κόψε δ’ Ὀδυσσεὺςτόξῳ· τοὶ δ’ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.Οὐδ’ ἀλαοσκοπιὴν εἶχ’ ἀργυρότοξος Ἀπόλλων,ὡς ἴδ’ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα,Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὁ δ’ ἐξ ὕπνου ἀνορούσας,ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ’ ἕστασαν ὠκέες ἵπποι,ἄνδρας τ’ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,ᾥμωξέν τ’ ἄρ’ ἔπειτα φίλον τ’ ὀνόμηνεν ἑταῖρον.Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸςθυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα,ὅσσ’ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.Οἱ δ’ ὅτε δή ῥ’ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,ἔνθ’ Ὀδυσεὺς μὲν ἔρυξε Διὲ φίλος ὠκέας ἵππους,Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόενταἐν χείρεσσ’ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ’ ἵππων·μάστιξεν δ’ ἵππους, τὼ δ’ οὐκ ἀέκοντε πετέσθηννῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,ψεύσομαι, ἢ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.ἵππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὁ κρατερὸς Διομήδηςὧδ’ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·ἀλλ’ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσινἈργείων οἱ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.Οὔ πω πᾶν εἴρητο ἔπος ὅτ’ ἄρ’ ἤλυθον αὐτοί.καί ῥ’ οἱ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντεςδεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·πρῶτος δ’ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·εἴπ’ ἄγε μ’, ὦ πολύαιν’ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,ὅππως τούσδ’ ἵππους λάβετον, καταδύντες ὅμιλονΤρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.αἰεὶ μὲν Τρώεσσ’ ἐπιμίσγομαι, οὐδέ τί φημιμιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·ἀλλ’ οὔ πω τοίους ἵππους ἴδον οὐδ’ ἐνόησα.ἀλλά τιν’ ὕμμ’ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺςκούρη τ’ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,ῥεῖα θεός γ’ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδεἵππους δωρήσαιτ’, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.ἵπποι δ’ οἵδε, γεραιέ, νεήλυδες, οὃς ἐρεείνεις,Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτ’ ἀγαθὸς Διομήδηςἔκτανε, πὰρ δ’ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιοἝκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.Ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππουςκαγχαλόων’ ἅμα δ’ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.οἱ δ’ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσιφάτνῃ ἐφ’ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποιἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·νηὶ δ’ ἐνὶ πρύμνῃ ἔναρα βροτόεντα Δόλωνοςθῆκ’ Ὀδυσεύς, ὄφρ’ ἱρὸν ἑτοιμασσαίατ’ Ἀθήνῃ.αὐτοὶ δ’ ἱδρῶ πολλὸν ἀπονίζοντο θαλάσσῃἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸννίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,ἔς ῥ’ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ’ ἐλαίῳδείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃπλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.