Classica Labs

← The Iliad · Contents

Book 11 of 24

Book 11: The wounding of the chiefs

Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖοὄρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·Ζεὺς δ’ ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶνἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηὶ μελαίνῃ,ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,ἡμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαοἠδ’ ἐπ’ Ἀχιλλῆος, τοί ῥ’ ἔσχατα νῆας ἐΐσαςεἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν.ἔνθα στᾶσ’ ἤϋσε θεὰ μέγα τε δεινόν τεὄρθι’, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳκαρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαιἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.Ἀτρεΐδης δ’ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγενἈργείους· ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκεκαλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.πεύθετο γὰρ Κύπρονδε μέγα κλέος, οὕνεκ’ Ἀχαιοὶἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.τοῦ δ’ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴντρεῖς ἑκάτερθ’, ἴρισσιν ἐοικότες, ἅς τε Κρονίωνἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοιχρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦενἀργύρεον, χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.ἂν δ’ ἔλετ’ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν,καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,ἐν δέ οἵ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιολευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.τῇ δ’ ἐπὶ μὲν Τοργὼ βλοσυρῶπις ἐστεφάνωτοδεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος· τε.τῆς δ’ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπ’ αὐτοῦκυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαντρεῖς ἀμφιστρεφέες, ἑνὸς αὐχένος ἐκπεφυυῖαι.κρατὶ δ’ ἐπ’ ἀμφίφαλον κυνέην θέτο τετραφάληρονἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.εἵλετο δ’ ἄλκιμα δοῦρε δύω, κεκορυθμένα χαλκῷ,ὀξέα· τῆλε δὲ χαλκὸς ἀπ’ αὐτόφιν οὐρανὸν εἴσωλάμπ’· ἐπὶ δ’ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη,τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.Ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστοςἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπὶ τάφρῳ,αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντεςῥώοντ’· ἄσβεστος δὲ βοὴ γένετ’ ἠῶθι πρό.φθὰν δὲ μέγ’ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,ἱππῆες δ’ ὀλίγον μετεκίαθον’ ἐν δὲ κυδοιμὸνὦρσε κακὸν Κρονίδης, κατὰ δ’ ὑψόθεν ἧκεν ἐέρσαςαἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ’ ἔμελλεπολλὰς ἰφθίμους κεφαλὰς Αἴδι προϊάψειν.Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο,Ἕκτορά τ’ ἀμφὶ μέγαν καὶ ἀμύμονα ΠουλυδάμανταΑἰνείαν θ’, ὃς Τρωσὶ θεὸς ὡς τίετο δήμῳ,τρεῖς τ’ Ἀντηνορίδας, Πόλυβον καὶ Ἀγήνορα δῖονἠϊθεόν τ’ Ἀκάμαντ’, ἐπιείκελον ἀθανάτοισιν.Ἕκτωρ δ’ ἐν πρώτοισι φέρ’ ἀσπίδα πάντοσ’ ἐΐσην.οἷος δ’ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρπαμφαίνων, τοτὲ δ’ αὖτις ἔδυ νέφεα σκιόεντα,ὡς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,ἄλλοτε δ’ ἐν πυμάτοισι κελεύων· πᾶς δ’ ἄρα χαλκῷλάμφ’ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.Οἱ δ’, ὥς τ’ ἀμητῆρες ἐναντίοι ἀλλήλοισινὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ’ ἄρουρανπυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·ὡς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντεςδήουν, οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο.ἴσας δ’ ὑσμίνη κεφαλὰς ἔχεν, οἱ δὲ λύκοι ὡςθῦνον· Ἔρις δ’ ἄρα χαῖρε πολύστονος εἰσορόωσα·οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,οἱ δ’ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοισφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳδώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.πάντες δ’ ἠτιόωντο κελαινεφέα Κρονίωνα,οὕνεκ’ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.τῶν μὲν ἄρ’ οὐκ ἀλέγιζε πατήρ· ὁ δὲ νόσφι λιασθεςτῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων,εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶνχαλκοῦ τε στεροπήν, ὀλλύντας τ’ ὀλλυμένους τε.Ὄφρα μὲν ἠὼς ἣν καὶ ἀέξετο ἱερὸν ἦμαρ,τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός·ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνονοὔρεος ἐν βήσσῃσιν, ἐπεί τ’ ἐκορέσσατο χεῖραςτάμνων δένδρεα μάκρα, ἅδος τέ μιν ἵκετο θυμόν,σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας,κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δ’ Ἀγαμέμνωνπρῶτος ὄρουσ’, ἕλε δ’ ἄνδρα Βιήνορα, ποιμένα λαῶν,αὐτόν, ἔπειτα δ’ ἑταῖρον Ὀϊλῆα πλήξιππον.ἤτοι ὅ γ’ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·τὸν δ’ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶνύξ’, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,ἀλλὰ δι αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲἔνδον ἅπας πεπάλακτο’ δάμασσε δέ μιν μεμαῶτα.καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνωνστήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·αὐτὰρ ὁ βῆ ῥ’ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων,υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον, ἄμφωεἰν ἑνὶ δίφρῳ ἐόντας· ὁ μὲν νόθος ἡνιόχευεν,Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτ’ ἈχιλλεὺςἼδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,ποιμαίνοντ’ ἐπ’ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.δὴ τότε γ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωντὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ’ ἔβαλ’ ἵππων.σπερχόμενος δ’ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλά,γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσινεἶδεν, ὅτ’ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκναῥηϊδίως συνέαξε, λαβὼν κρατεροῖσιν ὀδοῦσιν,ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφ’ ἦτορ ἀπηύρα·ἡ δ’ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφιχραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·καρπαλίμως δ’ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕληνσπεύδουσ’ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ’ ὁρμῆς·ὡς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρονΤρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ’ Ἀργείοισι φέβοντο.Αὐτὰρ ὁ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην,υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλισταχρυσὸν Ἀλεξάνδροιο δεδεγμένος, ἀγλαὰ δῶρα,οὐκ εἴασχ’ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνωνεἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους·ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,τὼ δὲ κυκηθήτην· ὃ δ’ ἐναντίον ὦρτο λέων ὡςἈτρεΐδης· τὼ δ’ αὖτ’ ἐκ δίφρου γουναζέσθην·ζώγρει, Ἀτρέος υἱέ, σὺ δ’ ἄξια δέξαι ἄποινα·πολλὰ δ’ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται,χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα,εἰ νῶϊ ζωοὺς πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν.Ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆαμειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δ’ ὄπ’ ἄκουσαν·εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν,ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ,αὖθι κατακτεῖναι μηδ’ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τείσετε λώβην.Ἦ, καὶ Πείσανδρον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζεδουρὶ βαλὼν πρὸς στῆθος· ὁ δ’ ὕπτιος οὔδει ἐρείσθη.Ἱππόλοχος δ’ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε,χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ’ αὐχένα κόψας,ὅλμον δ’ ὡς ἔσσευε κυλίνδεσθαι δι’ ὁμίλου.τοὺς μὲν ἔασ’· ὁ δ’ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,τῇ ῥ’ ἐνόρουσ’, ἅμα δ’ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,ἱππεῖς δ’ ἱππήα—ὑπὸ δέ σφισιν ὦρτο κονίηἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων—χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνωναἰὲν ἀποκτείνων ἕπετ’ Ἀργείοισι κελεύων.ὡς δ’ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,πάντῃ τ’ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοιπρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·ὡς ἄρ’ ὑπ’ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηναΤρώων φευγόντων, πολλοὶ δ’ ἐριαύχενες ἵπποικείν’ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας,ἡνιόχους ποθέοντες ἀμύμονας· οἱ δ’ ἐπὶ γαίῃκείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίηςἔκ τ’ ἀνδροκτασίης ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ·Ἀτρεΐδης δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.οἱ δὲ παρ’ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαομέσσον κὰπ πεδίον παρ’ ἐρινεὸν ἐσσεύοντοἱέμενοι πόλιος· ὁ δὲ κεκληγὼς ἕπετ’ αἰεὶἈτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.ἀλλ’ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,ἔνθ’ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.οἱ δ’ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἁμολγῷπάσας· τῇ δέ τ’ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·τῆς δ’ ἐξ αὐχέν’ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιπρῶτον, ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·ὡς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων,αἰὲν ἀποκτείνων τὸν ὀπίστατον’ οἱ δὲ φέβοντο.πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππωνἈτρεΐδεω ὑπὸ χερσί· περιπρὸ γὰρ ἔγχεϊ θθεν.ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχοςἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τεἼδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης,οὐρανόθεν καταβάς· ἔχε δ’ ἀστεροπὴν μετὰ χερσίν.Ἶριν δ’ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·βάσκ’ ἴθι, Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·ὄφρ’ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα, ποιμένα λαῶν,θύνοντ’ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,τόφρ’ ἀναχωρείτω, τὸν δ’ ἄλλον λαὸν ἀνώχθωμάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷεἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξωκτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηταιδύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἐς Ἴλιον ἱρήν.εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος, Ἑκτορα δῖον,ἑσταότ’ ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·Ἕκτορ, υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε,Ζεύς με πατὴρ προέηκε τεὶν τάδε μυθήσασθαι.ὄφρ’ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα, ποιμένα λαῶν,θύνοντ’ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,τόφρ’ ὑπόεικε μάχης, τὸν δ’ ἄλλον λαὸν ἄνωχθιμάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷεἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξεικτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαιδύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.Ἡ μὲν ἄρ’ ὡς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις,Ἕκτωρ δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἄλτο χαμᾶζε,πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾥχετο πάντῃ,ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.οἱ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.ἀρτύνθη δὲ μάχη, στὰν δ’ ἀντίοι· ἐν δ’ Ἀγαμέμνωνπρῶτος ὄρουσ’, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.Ἔσπετε νῦν μοι, Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι,ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθενἢ αὐτῶν Τρώων ἠὲ κλειτῷν ἐπικούρων.Ἰφιδάμας Ἀντηνορίδης, ἠΐς τε μέγας τε,ὃς τράφη ἐν Θρήκῃ ἐριβώλακι, μητέρι μήλων·Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόνταμητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·αὐτὰρ ἐπεί ῥ’ ἥβης ἐρικυδέος ἵκετο μέτρον,αὐτοῦ μιν κατέρυκε, δίδου δ’ ὅ γε θυγατέρα ἣν·γήμας δ’ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ’ Ἀχαιῶνσὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.τὰς μὲν ἔπειτ’ ἐν ΠΙερκώτῃ λίπε νῆας ἐΐσας,αὐτὰρ ὁ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·ὅς ῥα τότ’ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ’ ἔγχος,Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθενύξ’, ἐπὶ δ’ αὐτὸς ἔρεισε, βαρείῃ χειρὶ πιθήσας·οὐδ’ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶνἀργύρῳ ἀντομένη μόλιβος ὡς ἐτράπετ’ αἰχμή.καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνωνἕλκ’ ἐπὶ οἵ μεμαὼς ὥς τε λίς, ἐκ δ’ ἄρα χειρὸςσπάσσατο· τὸν δ’ ἄορι πλῆξ’ αὐχένα, λῦσε δὲ γυῖα.ὡς ὁ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνονοἰκτρός, ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δ’ ἔδωκε·πρῶθ’ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι ὑπέστη,αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.δὴ τότε γ’ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,βῆ δὲ φέρων ἀν’ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.Τὸν δ’ ὡς οὖν ἐνόησε Κόων, ἀριδείκετος ἀνδρῶν,πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθοςὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.ῥίγησέν τ’ ἄρ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ἀλλ’ οὐδ’ ὡς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,ἀλλ’ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.ἤτοι ὁ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρονἕλκε ποδὸς μεμαώς, καὶ ἀΐτει πάντας ἀρίστους·τὸν δ’ ἕλκοντ’ ἀν’ ὅμιλον ὑπ’ ἀσπίδος ὀμφαλοέσσηςοὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·τοῖο δ’ ἐπ’ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.ἔνθ’ Ἀντήνορος υἷες ὑπ’ Ἀτρεΐδῃ βασιλῆϊπότμον ἀναπλήσαντες ἔδυν δόμον Αἴδος εἴσω.Αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶνἔγχεϊ τ’ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ αἷμα,ὀξεῖαι δ’ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.ὡς δ’ ὅτ’ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα,δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι,Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,ὡς ὁξ’ ἃ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.ἐς δίφρον δ’ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλενηυσὶ ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.ἤσσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισιφύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺςεἴασε Τρώεσσι πανημέριον πολεμίζειν.Ὣς ἔφαθ’, ἡνίοχος δ’ ἵμασεν καλλίτριχας ἵππουςνῆας ἔπι γλαφυράς· τὼ δ’ οὐκ ἀέκοντε πετέσθην·ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ,τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.Ἕκτωρ δ’ ὡς ἐνόησ’ Ἀγαμέμνονα νόσφι κιόντα,Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΐσας·Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταΐ,ἀνέρες ἔστε, φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.οἴχετ’ ἀνὴρ ὥριστος, ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκεΖεὺς Κρονίδης· ἀλλ’ ἰθὺς ἐλαύνετε μώνυχας ἵππουςἰφθίμων Δαναῶν, ἵν’ ὑπέρτερον εὖχος ἄρησθε.Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.ὡς δ’ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδονταςσεύῃ ἐπ’ ἀγροτέρῳ συὶ καπρίῳ ἠὲ λέοντι,ὡς ἐπ’ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμουςἝκτωρ Πριαμίδης, βροτολοιγῷ ἴσος Ἄρηϊ.αὐτὸς δ’ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,ἐν δ’ ἔπεσ’ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,ἢ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.Ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἐξενάριξενἝκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην,καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ’ Ἀγέλαον,Αἴσυμνόν τ’ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.τοὺς ἄρ’ ὅ γ’ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειταπληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξηἀργεστᾶο Νότοιο, βαθείῃ λαίλαπι τύπτων·τς πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ’ ἄχνησκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·ὡς ἄρα πυκνὰ καρήαθ’ ὑφ’ Ἕκτορι δάμνατο λαῶν.Ἔνθα κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,εἰ μὴ Τυδείδη Διομήδεϊ κέκλετ’ Ὀδυσσεύς·Τυδεΐδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;ἀλλ’ ἄγε δεῦρο, πέπον, παρ’ ἔμ’ ἵσταο· δὴ γὰρ ἔλεγχοςἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Εἰκτωρ.Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθαἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα ΖεὺςΤρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.Ἦ,, καὶ Θυμβραῖον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε,δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺςἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.τοὺς μὲν ἔπειτ’ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·τὼ δ’ ἀν’ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρωἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·ὡς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.Ἔνθ’ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω,υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντωνἤδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκεστείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τιπειθέσθην’ κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδηςθυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε’ ἀπηύρα·Ἱππόδαμον δ’ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.Ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίωνἐξ Ἴδης καθορῶν· τοὶ δ’ ἀλλήλους ἐνάριζον.ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶΠαιονίδην ἥρωα κατ’ ἰσχίον· οὐ δέ οἱ ἵπποιἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ’ ἔχεν, αὐτὰρ ὁ πεζὸςθῦνε διὰ προμάχων, ἧος φίλον ὤλεσε θυμόν.Ἕκτωρ δ’ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ’ ἐπ’ αὐτοὺςκεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,αἶψα δ’ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·νῶϊν δὴ τόδε πῆμα κυλίνδεται, ὄβριμος Εἰκτωρ·ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν, οὐδ’ ἀφάμαρτε, τιτυσκόμενος κεφαλῆφιν,ἄκρην κὰκ κόρυθα· πλάγχθη δ’ ἀπὸ χαλκόφι χαλκός,οὐδ’ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλειατρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.Ἕκτωρ δ’ ὦκ’ ἀπέλεθρον ἀνέδραμε, μίκτο δ’ ὁμίλῳ,στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃγαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾧχετ’ ἐρωὴντῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης,τόφρ’ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσαςἐξέλασ’ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.δουρὶ δ’ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον· ἢ τέ τοι ἄγχιἦλθε κακόν· νῦν αὖτέ σ’ ἐρύσατο Φοῖβος Ἀπόλλων,ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.ἢ θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.Ἦ, καὶ Παιονίδην δουρικλυτὸν ἐξενάριζεν.αὐτὰρ Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,Τυδεΐδῃ ἔπι τόξα τιταίνετο, ποιμένι λαῶν,στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳἼλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιοαἴνυτ’ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ’ ὤμωνκαὶ κόρυθα βριαρήν· ὁ δὲ τόξου πῆχυν ἄνελκεκαι βάλεν, οὐδ’ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,ταρσὸν δεξιτεροῖο ποδός· διὰ δ’ ἀμπερὲς ἰὸςἐν γαίῃ κατέπηκτο· ὁ δὲ μάλα ἡδὺ γελάσσαςἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·βέβληαι, οὐδ’ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόννείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαι κακότητος,οἵ τέ σε πεφρίκασι λέονθ’ ὡς μηκάδες αἶγες.Τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·τοξότα, λωβητήρ, κέρᾳ ἀγλαέ, παρθενοπῖπα,εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.ἡ τ’ ἄλλως ὑπ’ ἐμεῖο, καὶ εἴ κ’ ὀλίγον περ ἐπαύρῃ,ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.τοῦ δὲ γυναικὸς μέν τ’ ἀμφίδρυφοί εἶσι παρειαΐ,παῖδες δ’ ὀρφανικοί· ὁ δέ θ’ αἵματι γαῖαν ἐρεύθωνπύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.Ὣς φάτο, τοῦ δ’ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼνἔστη πρόσθ’· ὃ δ’ ὄπισθε καθεζόμενος βέλος ὠκὺἐκ ποδὸς ἕλκ’, ὀδύνη δὲ διὰ χροὸς ἦλθ’ ἀλεγεινή.ἐς δίφρον δ’ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλενηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.Οἰώθη δ’ Ὀδυσεὺς δουρικλυτός, οὐδέ τις αὐτῷἈργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ᾧ μοι ἐγώ, τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαιπληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώωμοῦνος· τοὺς δ’ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,ὃς δέ κ’ ἀριστεύῃσι μάχῃ ἔνι, τὸν δὲ μάλα χρεὼἑστάμεναι κρατερῶς, ἤ τ’ ἔβλητ’ ἤ τ’ ἔβαλ’ ἄλλον.Ἧος ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,τόφρα δ’ ἐπὶ Γρώων στίχες ἤλυθον ἀσπιστάων,ἔλσαν δ’ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.ὡς δ’ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ’ αἰζηοὶσεύωνται, ὁ δέ τ’ εἶσι βαθείης ἐκ ξυλόχοιοθήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,ἀμφὶ δέ τ’ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντωνγίγνεται, οἱ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα Διὶ φίλον ἐσσεύοντοΤρῶες· ὁ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτηνοὔτασεν ὤμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.Χερσιδάμαντα δ’ ἔπειτα, καθ’ ἵππων ἀΐξαντα,δουρὶ κατὰ πρότμησιν ὑπ’ ἀσπίδος ὀμφαλοέσσηςνύξεν’ ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.τοὺς μὲν ἔασ’, ὁ δ’ ἄρ’ Ἱππασίδην Χάροπ’ οὔτασε δουρί,αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.τῷ δ’ ἐπαλεξήσων Σῶκος κίεν, ἰσόθεος φώς,στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπενὦ Ὀδυσεῦ πολύαινε, δόλων ἃτ’ ἠδὲ πόνοιο,σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι,τοιώδ’ ἄνδρε κατακτείνας καὶ τεύχε’ ἀπούρας,ἢ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.Ὣς εἰπὼν οὔτησε κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην.διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,πάντα δ’ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδ’ ἔτ’ ἔασεΠαλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.γνῷ δ’ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,ἂψ δ’ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·ἃ δείλ’, ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.ἤτοι μέν ῥ’ ἔμ’ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαινανἤματι τῷδ’ ἔσσεσθαι, ἐμῷ δ’ ὑπὸ δουρὶ δαμένταεὖχος ἐμοὶ δώσειν, ψυχὴν δ’ Αἴδι κλυτοπώλῳ.Ἦ, καὶ ὁ μὲν φύγαδ’ αὖτις ὑποστρέψας ἐβεβήκει,τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξενὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,δούπησεν δὲ πεσών· ὁ δ’ ἐπεύξατο δῖος Ὀδυσσεύς·ὦ Σῶχ’, Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο,φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ’ ὑπάλυξας.ἃ δείλ’, οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ’ οἰωνοὶὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.αὐτὰρ ἔμ’, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.Ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχοςἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·αἷμα δέ οἵ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ’ Ὀδυσῆος,κεκλόμενοι καθ’ ὅμιλον ἐπ’ αὐτῷ πάντες ἔβησαν.αὐτὰρ ὅ γ’ ἐξοπίσω ἀνεχάζετο, αὖε δ’ ἑταίρους.τρὶς μὲν ἔπειτ’ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,τρὶς δ’ ἄϊεν ἰάχοντος ἀρηΐφιλος Μενέλαος.αἶψα δ’ ἄρ’ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·Αἷαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,ἀμφί μ’ Ὀδυσσῆος ταλασίφρονος ἵκετ’ ἀϋτή,τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόνταΤρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.ἀλλ’ ἴομεν καθ’ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.δείδω μή τι πάθησιν ἐνὶ Τρώεσσι μονωθείς,ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.Ὣς εἰπὼν ὁ μὲν ἦρχ’, ὃ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς.εὗρον ἔπειτ’ Ὀδυσῆα Διὶ φίλον· ἀμφὶ δ’ ἄρ’ αὐτὸνΤρῶες ἕπονθ’ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφινἀμφ’ ἔλαφον κεραὸν βεβλημένον, ὅν τ’ ἔβαλ’ ἀνὴρἰῷ ἀπὸ νευρῆς· τὸν μέν τ’ ἤλυξε πόδεσσιφεύγων, ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ·αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,ὠμοφάγοι μιν θῷες ἐν οὔρεσι δαρδάπτουσινἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμωνσίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὁ δάπτει·ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα ποικιλομήτηνΤρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ’ ἥρωςἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,στῆ δὲ παρέξ’ Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ’ ὁμίλουχειρὸς ἔχων, ἧος θεράπων σχεδὸν ἤλασεν ἵππους.Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε ΔόρυκλονΠριαμίδην, νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.ὡς δ’ ὁπότε πλήθων ποταμὸς πεδίονδε κάτεισιχεϊμάρρους κατ’ ὄρεσφιν, ὀπαζόμενος Διὸς ὄμβρῳ,πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκαςἐσφέρεται, πολλὸν δέ τ’ ἀφυσγετὸν εἰς ἅλα βάλλει,ὡς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρπεύθετ’, ἐπεί ῥὰ μάχης ἐπ’ ἀριστερὰ μάρνατο πάσης,ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλισταἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ’ ἄσβεστος ὀρώρειΝέστορά τ’ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζωνἔγχεϊ θ’ ἱπποσύνῃ τε, νέων δ’ ἀλάπαζε φάλαγγας·οὐδ’ ἄν πω χάζντο κελεύθου δῖοι Ἀχαιοί,εἰ μὴ Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,παῦσεν ἀριστεύοντα Μαχάονα, ποιμένα λαῶν,ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὤμον.τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοί,μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.αὐτίκα δ’ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,ἄγρει, σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάωνβαινέτω, ἐς νῆας δὲ τάχιστ’ ἔχε μώνυχας ἵππους·ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλωνἰούς τ’’ ἐκτάμνειν ἐπί τ’ ἤπια φάρμακα πάσσειν.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.αὐτίκα δ’ ὧν ὀχέων ἐπιβήσετο, πὰρ δὲ Μαχάωνβαῖν’, Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·μάστιξεν δ’ ἵππους, τὼ δ’ οὐκ ἀέκοντε πετέσθηννῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησενἝκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·Ἕκτορ, νῶϊ μὲν ἐνθάδ’ ὁμιλέομεν Δαναοῖσινἐσχατιῇ πολέμοιο δυσηχέος· οἱ δὲ δὴ ἄλλοιΤρῶες ὀρίνονται ἐπιμίξ, ἵπποι τε καὶ αὐτοί.Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·εὐρὺ γὰρ ἀμφ’ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖςκεῖσ’ ἵππους τε καὶ ἅρμ’ ἰθύνομεν, ἔνθα μάλισταἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντεςἀλλήλους ὀλέκουσι, βοὴ δ’ ἄσβεστος ὄρωρεν.Ὃς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππουςμάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντεςῥίμφ’ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς,στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ’ ἄξωννέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἱ περὶ δίφρον,ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλοναἵ τ’ ἀπ’ ἐπισσώτρων. ὁ δὲ ἵετο δῦναι ὅμιλονἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸνἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶνἔγχεϊ τ’ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,Αἴαντος δ’ ἀλέεινε μάχην Τελαμωνιάδαο.Ζεὺς δὲ πατὴρ Αἴανθ’ ὑψίζυγος ἐν φόβον ὦρσε·στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,τρέσσε δὲ παπτήνας ἐφ’ ὁμίλου, θηρὶ ἐοικώς,ἐντροπαλιζόμενος, ὀλίγον γόνυ γουνὸς ἀμείβων.ὡς δ’ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιοἐσοεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαιπάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζωνἰθύει, ἀλλ’ οὐ τι πρήσσει· θαμέες γὰρ ἄκοντεςἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,καιομεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·ἠῶθεν δ’ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·ὡς Αἴας τότ’ ἀπὸ Τρώων τετιημένος ἦτορἤϊε πόλλ’ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.ὡς δ’ ὅτ’ ὄνος παρ’ ἄρουραν ἰὼν ἐβιήσατο παῖδαςνωϑθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ’ ἀμφὶς ἐάγῃ,κείρει τ’ εἰσελθὼν βαθὺ λήϊον· οἱ δέ τε παῖδεςτύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·σπουδῇ τ’ ἐξήλασσαν, ἐπεί τ’ ἐκορέσσατο φορβῆς·ὡς τότ’ ἔπειτ’ Αἴαντα μέγαν, Τελαμώνιον υἱόν,Τρῶες ὑπέρθυμοι πολυηγερέες τ’ ἐπίκουροινύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.Αἴας δ’ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆςαὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγαςΤρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶνἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἄσαι.Τὸν δ’ ὡς οὖν ἐνόησ’ Ἑϊαίμονος ἀγλαὸς υἱὸςΕὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,στῆ ῥα παρ’ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,καὶ βάλε Φαυσιάδην Ἀπισάονα, ποιμένα λαῶν,τς ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσεν·Εὐρύπυλος δ’ ἐπόρουσε καὶ αἴνυτο τεύχε’ ἀπ’ ὤμων.τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴςτεύχε’ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξονἕλκετ’ ἐπ’ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷδεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων,ἤυσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,στῆτ’ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρΑἴανθ’, ὃς βελέεσσι βιάζεται· οὐδέ ἕ φημιφεύξεσθ’ ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ’ ἄντηνἵστασθ’ ἀμφ’ Αἴαντα μέγαν, Τελαμώνιον υἱόν.Ὣς ἔφατ’ Εὐρύπυλος βεβλημένος· οἱ δὲ παρ’ αὐτὸνπλησίοι ἔστησαν, σάκε’ ὤμοισι κλίναντες,δούρατ’ ἀνασχόμενοι· τῶν δ’ ἀντίος ἤλυθεν Αἴας.στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·Νέστορα δ’ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποιἱδρῶσαι, ἦγον δὲ Μαχάονα, ποιμένα λαῶν.τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·ἑστήκει γὰρ ἐπὶ πρύμνῃ μεγακήτεϊ νηΐ,εἰσορόων πόνον αἰπὺν ἰῶκα τε δακρυόεσσαν.αἷψα δ’ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε,φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσαςἔκμολεν ἶσος Δρηϊ, κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή.τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·τίπτέ με κικλήσκεις, Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·δῖε Μενοιτιάδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ στήσεσθαι Ἀχαιοὺςλισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός.ἀλλ’ ἴθι νῦν, Πάτροκλε Διὶ φίλε, Νέστορ’ ἔρειοὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·ἤτοι μὲν τά γ’ ὄπισθε Μαχάονι πάντα ἔοικετῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ,βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.Οἱ δ’ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,αὐτοὶ μέν ῥ’ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,ἵππους δ’ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντοςἐξ ὀχέων· τοὶ δ’ ἱδρῶ ἀπεψύχοντο χιτώνων,στάντε ποτὶ πνοιὴν παρὰ θῖν ἁλός· αὐτὰρ ἔπειταἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.τοῖσι δὲ τεῦχε κυκειῷ ἐϋπλόκαμος Ἑκαμήδη,τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,θυγατέρ’ Ἀρσινόου μεγαλήτορος, ἣν οἱ Ἀχαιοὶἔξελον, οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.ἢ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζανκαλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπ’ αὐτῆςχάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,ἠδὲ μέλι χλωρόν, παρὰ δ’ ἀλφίτου ἱεροῦ ἀκτήν,πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός,χρυσείοις ἥλοισι πεπαρμένον’ οὔατα δ’ αὐτοῦτέσσαρ’ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστονχρύσειαι νεμέθοντο, δύω δ’ ὑπὸ πυθμένες ἦσαν.ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζηςπλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν.ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσινοἴνῳ Πραμνείῳ, ἐπὶ δ’ αἴγειον κνῆ τυρὸνκνήστι χαλκείῃ, ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνε,πινέμεναι δὲ κέλευσεν, ἐπεί ῥ’ ὤπλισσε κυκειῶ.τὼ δ’ ἐπεὶ οὖν πίνοντ’ ἀφέτην πολυκαγκέα δίψαν,μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο, ἰσόθεος φώς.τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,ἐς δ’ ἄγε χειρὸς ἑλών, κατὰ δ’ ἑδριάασθαι ἄνωγε.Πάτροκλος δ’ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·οὐχ ἕδος ἐστί, γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαιὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸςγιγνώσκω, ὁρόω δὲ Μαχάονα, ποιμένα λαῶν.νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ’ Ἀχιλῆϊ.εὖ δὲ σὺ οἶσθα, γεραιὲ διοτρεφές, οἷος ἐκεῖνοςδεινὸς ἀνήρ’ τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·τίπτε τ’ ἄρ’ ὧδ’ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἷδεπένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἱ γὰρ ἄριστοιἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.βέβληται μὲν ὁ Τυδεΐδης κρατερὸς Διομήδης,οὕτασται δ’ Ὀδυσεὺς δουρικλυτὸς ἠδ’ Ἀγαμέμνων·βέβληται δὲ καὶ Ἐὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·τοῦτον δ’ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιοἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺςἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ’ ἐλεαίρει.ἢ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσηςἈργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,αὐτοί τε κτεινώμεθ’ ἐπισχερώ;—οὐ γὰρ ἐμὴ ὃςἔσθ’ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.εἴθ’ ὃς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη,ὡς ὁπότ’ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθηἀμφὶ βοηλασίῃ, ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα,ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,ῥύσι’ ἐλαυνόμενος· ὁ δ’ ἀμύνων ἧσι βόεσσινἔβλητ’ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,κὰδ δ’ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.ληΐδα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλήν,πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,τόσσα συῶν συβόσια, τόσ’ αἰπόλια πλατέ’ αἰγῶν,ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα,πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσωἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμόνδε κιόντι.κήρυκες δὲ λίγαινον ἅμ’ ἠοῖ φαινομένηφιτοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ’ ἐν Ἤλιδι δίῃ·οἱ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρεςδαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·ἐλθὼν γάρ ῥ’ ἐκάκωσε βίη Ἡρακληείητῶν προτέρων ἐτέων, κατὰ δ’ ἔκταθεν ὅσσοι ἄριστοι·δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·τῶν οἷος λιπόμην, οἱ δ’ ἄλλοι πάντες ὄλοντο.ταῦθ’ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες,ἡμέας ὑβρίζντες, ἀτάσθαλα μηχανόωντο.ἐκ δ’ ὁ γέρων ἀγέλην τε βοῶν καὶ πϑὺ μέγ’ οἰῶνεἵλετο, κρινάμενος τριηκόσι’ ἠδὲ νομῆας.καὶ γὰρ τῷ χρεῖος μέγ’ ὀφείλετ’ ἐν Ἤλιδι δίῃ,τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν,ἐλθόντες μετ’ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλονθεύσεσθαι· τοὺς δ’ αὖθι ἄναξ ἀνδρῶν Αὐγείαςκάσχεθε, τὸν δ’ ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων.τῶν ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργωνἐξέλετ’ ἄσπετα πολλά· τὰ δ’ ἄλλ’ ἐς δῆμον ἔδωκεδαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυἕρδομεν ἱρὰ θεοῖς· οἱ δὲ τρίτῳ ἤματι πάντεςἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποιπανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντοπαῖδ’ ἔτ’ ἐόντ’, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,τηλοῦ ἐπ’ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.ἀλλ’ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ’ Ἀθήνηἄγγελος ἦλθε θέουσ’ ἀπ’ Ὀλύμπου θωρήσσεσθαιἔννυχος, οὐδ’ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν,ἀλλὰ μάλ’ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺςεἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·οὐ γάρ πώ τί μ’ ἔφη ἴδμεν πολεμήϊα ἔργα.ἀλλὰ καὶ ὡς ἱππεῦσι μετέπρεπον ἡμετέροισικαὶ πεζός περ ἐών, ἐπεὶ ὡς ἄγε νεῖκος Ἀθήνη.ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλωνἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖανἱππῆες Πυλίων, τὰ δ’ ἐπέρρεον ἔθνεα πεζῶν.ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντεςἔνδιοι ἱκόμεσθ’ ἱερὸν ῥόον Ἀλφειοῖο.ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,ταῦρον δ’ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,αὐτὰρ Ἀθηναίῃ γλαυκώπιδι βοῦν ἀγελαίην,δόρπον ἔπειθ’ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστοςἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶἀμφίσταντο δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,συμφερόμεσθα μάχῃ, Διί τ’ εὐχόμενοι καὶ Ἀθήνῃ.ἀλλ’ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,Μούλιον αἰχμητήν· γαμβρὸς δ’ ἣν Αὐγείαο,πρεσβυτάτην δὲ θύγατρ’ εἶχε ξανθὴν Ἀγαμήδην,ἣ τόσα φάρμακα ἤδη ὅσα τρέφει εὐρεῖα χθών.τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,ἤριπε δ’ ἐν κονίῃσιν· ἐγὼ δ’ ἐς δίφρον ὀρούσαςστῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόνταἡγεμόν’ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,πεντήκοντα δ’ ἕλον δίφρους, δύο δ’ ἀμφὶς ἕκαστονφῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ’ ἀλάπαξα,εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθωνἐκ πολέμου ἐσάωσε, καλύψας ἠέρι πολλῇ.ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο,κτείνοντές τ’ αὐτοὺς ἀνά τ’ ἔντεα καλὰ λέγοντες,ὄφρ’ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππουςπέτρης τ’ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνηκέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.ἔνθ’ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶἃψ ἀπὸ Βουπρασίοιο Πύλονδ’ ἔχον ὠκέας ἵππους,πάντες δ’ εὐχετόωντο θεῶν Διὶ Νέστορί τ’ ἀνδρῶν.ὡς ἔον, εἴ ποτ’ ἔον γε, μετ’ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺςοἷος τῆς ἀρετῆς ἀπονήσεται· ἢ τέ μιν οἴωπολλὰ μετακλαύσεσθαι, ἐπεί κ’ ἀπὸ λαὸς ὄληται.ὦ πέπον, ἦ μὲν σοί γε Μενοίτιος ὧδ’ ἐπέτελλενἤματι τῷ ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε.νῶϊ δὲ ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς,πάντα μάλ’ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.Πηλῆος δ’ ἱκόμεσθα δόμους εὖ ναιετάονταςλαὸν ἀγείροντες κατ’ Ἀχαιΐδα πουλυβότειραν.ἔνθα δ’ ἔπειθ’ ἥρωα Μενοίτιον εὕρομεν ἔνδονἠδὲ σέ, πὰρ δ’ Ἀχιλῆα· γέρων δ’ ἱππηλάτα [Πηλεὺςπίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳαὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον,σπένδων αἴθοπα οἷνον ἐπ’ αἰθομένοις ἱεροῖσι.σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ’ ἔπειταστῆμεν ἐνὶ προθύροισι· ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεύς,ἐς δ’ ἄγε χειρὸς ἑλών, κατὰ δ’ ἑδριάασθαι ἄνωγε,ξείνια τ’ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,ἦρχον ἐγὼ μύθοιο, κελεύων ὕμμ’ ἅμ’ ἕπεσθαι·σφὼ δὲ μάλ’ ἠθέλετον, τὼ δ’ ἄμφω πόλλ’ ἐπέτελλον.[Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ’ Ἀχιλῆϊαἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·σοὶ δ’ αὖθ’ ὧδ’ ἐπέτελλε Μενοίτιος, Ἄκτορος υἱός·τέκνον ἐμόν, γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,πρεσβύτερος δὲ σύ ἐσσι βίῃ δ’ ὅ γε πολλὸν ἀμείνων.ἀλλ’ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ’ ὑποθέσθαικαί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.ὡς ἐπέτελλ’ ὁ γέρων, σὺ δὲ λήθεαι· ἀλλ’ ἔτι καὶ νῦνταῦτ’ εἴποις Ἀχιλῆϊ δαΐφρονι, αἴ κε πίθηται.τίς δ’ οἵδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναιςπαρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.εἰ δέ τινα φρεσὶν ἧσι θεοπροπίην ἀλεείνεικαί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,ἀλλὰ σέ περ προέτω, ἅμα δ’ ἄλλος λαὸς ἑπέσθωΜυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·καί τοι τεύχεα καλὰ δότω πόλεμόνδε φέρεσθαι,αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιοΤρῶες, ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶντειρόμενοι· ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο.ῥεῖα δέ κ’ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.Ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,βῆ δὲ θέειν παρὰ νῆας ἐπ’ Αἰακίδην Ἀχιλῆα.ἀλλ’ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιοἷξε θέων Πάτροκλος, ἵνα σφ’ ἀγορή τε θέμις τεἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,ἔνθα οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησεδιογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ,σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼςὤμων καὶ κεφαλῆς, ἀπὸ δ’ ἕλκεος ἀργαλέοιοαἷμα μέλαν κελάρυζε’ νόος γε μὲν ἔμπεδος ἦεν.τὸν δὲ ἰδὼν ᾥκτειρε Μενοιτίου ἄλκιμος υἱός,καί ῥ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηΐδα·ἃ δειλοί, Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες,ὡς ἄρ’ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴηςἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.ἀλλ’ ἄγε μοι τόδε εἰπέ, διοτρεφὲς Εὐρύπυλ’ ἥρως,ἦ ῥ’ ἔτι που σχήσουσι πελώριον Ἑκτορ’ Ἀχαιοί,ἢ ἤδη φθίσονται ὑπ’ αὐτοῦ δουρὶ δαμέντες;Τὸν δ’ αὖτ’ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·οὐκέτι, διογενὲς Πατρόκλεες, ἄλκαρ Ἀχαιῶνἔσσεται, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.οἱ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τεχερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.ἀλλ’ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,μηροῦ δ’ ἔκταμ’ ὀϊστόν, ἀπ’ αὐτοῦ δ’ αἷμα κελαινὸννίζ ὕδατι λιαρῷ, ἐπὶ δ’ ἤπια φάρμακα πάσσεν,ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,ὃν Χείρων ἐδίδαξε, δικαιότατος Κενταύρων.ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων,τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα,χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος,κεῖσθαι· ὁ δ’ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Δρηα.Τὸν δ’ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·πῶς τ’ ἄρ’ ἔοι τάδε ἔργα; τί ῥέξομεν, Εὐρύπυλ’ ἥρως;ἔρχομαι, ὄφρ’ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω,ὃν Νέστωρ ἐπέτελλε Γερήνιος, οὖρος Ἀχαιῶν·ἀλλ’ οὐδ’ ὡς περ σεῖο μεθήσω τειρομένοιο.Ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶνἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.ἔνθα μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃὀξὺ βέλος περιπευκές, ἀπ’ αὐτοῦ δ’ αἷμα κελαινὸννίζ’ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴνχερσὶ διατρίψας, ὀδυνήφατον, ἥ οἱ ἁπάσαςἔσχ’ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ αἷμα.

↑ Top