Classica Labs

← The Iliad · Contents

Book 12 of 24

Book 12: The wall is broken

Ὣς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸςἰᾶτ’ Εὐρύπυλον βεβλημένον· οἱ δ’ ἐμάχοντοἈργεῖοι καὶ Τρῷες ὁμιλαδόν· οὐδ’ ἄρ’ ἔμελλετάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθενεὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρονἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας,ὄφρα σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴνἐντὸς ἔχον ῥύοιτο’ θεῶν δ’ ἀέκητι τέτυκτοἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι’ Ἀχιλλεὺςκαὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίποντο,πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,Ἀργεῖοι δ’ ἐν νηυσὶ φίλην ἐς πατρίδ’ ἔβησαν,δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλωντεῖχος ἀμαλδῦναι, ποταμῶν μένος εἰσαγαγόντες.ὅσσοι ἀπ’ Ἰδαίων ὀρέων ἅλαδε προρέουσι,Ῥῆσός θ’ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τεΓρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδροςκαὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαικάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·τῶν πάντων ὁμόσε στόματ’ ἔτραπε Φοῖβος Ἀπόλλων,ἐννῆμαρ δ’ ἐς τεῖχος ἵει ῥόον· ὗε δ’ ἄρα Ζεὺςσυνεχές, ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη.αὐτὸς δ’ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαινανἡγεῖτ’, ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπεφιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,λεῖα δ’ ἐποίησεν παρ’ ἀγάρροον Ἑλλήσποντον,αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε,τεῖχος ἀμαλδύνας· ποταμοὺς δ’ ἔτρεψε νέεσθαικὰρ ῥόον, ἣ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.Ὣς ἄρ’ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλωνθησέμεναι· τότε δ’ ἀμφὶ μάχη ἐνοπή τε δεδήειτεῖχος ἐύδμητον, κανάχιζε δὲ δούρατα πύργωνβαλλόμεν’· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντεςνηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο,Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·αὐτὰρ ὅ γ’ ὡς τὸ πρόσθεν ἐμάρνατο ἴσος ἀέλλῃ·ὡς δ’ ὅτ’ ἃν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῆσικάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·οἱ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντεςἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰςαἰχμὰς ἐκ χειρῶν· τοῦ δ’ οὔ ποτε κυδάλιμον κῆρταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·ὅππῃ τ’ ἰθύσῃ, τῇ τ’ εἴκουσι στίχες ἀνδρῶν·ὡς Ἕκτωρ ἀν’ ὅμιλον ἰὼν ἐλίσσεθ’ ἑταίρουςτάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποιτόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ’ ἄκρῳχείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφροςεὐρεῖ’, οὔτ’ ἄρ’ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαιῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσανἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσινὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶνπυκνοὺς καὶ μεγάλους, δηΐων ἀνδρῶν ἀλεωρήν.ἔνθ’ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνωνἐσβαίη, πεζοὺ δὲ μενοίνεον εἰ τελέουσι.δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·Ἕκτορ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων,ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·ἡ δὲ μάλ’ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇὀξέες ἑστᾶσιν, ποτὶ δ’ αὐτοὺς τεῖχος Ἀχαιῶν.ἔνθ’ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαιἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζειΖεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετ’ ἀρήγειν,ἢ τ’ ἂν ἔγωγ’ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς·εἰ δέ χ’ ὑποστρέψωσι, παλίωξις δὲ γένηταιἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,οὐκέτ’ ἔπειτ’ ὀΐω οὐδ’ ἄγγελον ἀπονέεσθαιἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ’ Ἀχαιῶν.ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντεςἝκτορι πάντες ἑπώμεθ’ ἀολλέες· αὐτὰρ Ἀχαιοὶοὐ μενέουσ’, εἰ δή σφιν ὀλέθρου πείρατ’ ἐφῆπται.Ὣς φάτο Πουλυδάμας, ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων,αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἄλτο χαμᾶζε.οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ’ ἵππων ἠγερέθοντο,ἀλλ’ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστοςἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπὶ τάφρῳ·οἱ δὲ διαστάντες, σφέας αὐτοὺς ἀρτύναντες,πένταχα κοσμηθέντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο.Οἱ μὲν ἅμ’ Ἑκτορ’ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,οἱ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστατεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δ’ ἄρ’ ὄχεσφινἄλλον Κεβριόναο χερείονα κάλλιπεν Εἰκτωρ.τῶν δ’ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδής,υἷε δύω Πριάμοιο· τρίτος δ’ ἦν Ἄσιος ἥρως,Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποιαἴθωνες μεγάλοι, ποταμοῦ ἄπο Σελλήεντος.τῶν δὲ τετάρτων ἦρχεν ἐὺς πάϊς Ἀγχίσαο,Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε,Ἀρχέλοχός τ’ Ἀκάμας τε, μάχης εὖ εἰδότε πάσης.Σαρπηδὼν δ’ ἡγήσατ’ ἀγακλειτῶν ἐπικούρων,πρὸς δ’ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον’·οἱ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοιτῶν ἄλλων μετά γ’ αὐτόν· ὃ δ’ ἔπρεπε καὶ διὰ πάντων.οἱ δ’ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῆσι βόεσσι,βάν ῥ’ ἰθὺς Δαναῶν λελιημένοι, οὐδ’ ἔτ’ ἔφαντοσχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.Ἔνθ’ ἄλλοι Τρῶες τηλεκλειτοί τ’ ἐπίκουροιβουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·ἀλλ’ οὐχ Ὑρτακίδης ἔθελ’ Ἄσιος, ὄρχαμος ἀνδρῶν,αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῆσι,νήπιος, οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξαςἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶνἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψενἔγχεϊ Ἰδομενῆος, ἀγαυοῦ Δευκαλίδαο.εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά, τῇ περ Ἀχαιοὶἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·τῇ ῥ’ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσινεὗρ’ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,ἀλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν’ ἑταίρωνἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.τῇ ῥ’ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ’ ἅμ’ ἕποντοὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκέτ’ Ἀχαιοὺςσχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι·νήπιοι, ἐν δὲ πύλῃσι δύ’ ἀνέρας εὗρον ἀρίστους,υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυποίτην,τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἴσον Ἄρηϊ.τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάωνἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,αἵ τ’ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα,ῥίζησιν μεγάλῃσι διηνεκέεσσ’ ἀραρυζῖαι·ὡς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφιμίμνον ἐπερχόμενον μέγαν ΓΆσιον οὐδὲ φέβοντο.οἱ δ’ ἰθὺς πρὸς τεῖχος ἐύδμητον βόας αὔαςὑψόσ’ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷἌσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ ὈρέστηνἈσιάδην τ’ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.οἱ δ’ ἦτοι ἧος μὲν ἐϋκνήμιδας Ἀχαιοὺςὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησανΤρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην,ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ’ ἐν ὄρεσσινἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,δοχμώ τ’ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕληνπρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντωνγίγνεται, εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·ὡς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸςἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο,λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.οἱ δ’ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργωνβάλλον, ἀμυνόμενοι σφῶν τ’ αὐτῶν καὶ κλισιάωννηῶν τ’ ὠκυπόρων· νιφάδες δ’ ὡς πῖπτον ἔραζε,ἅς τ’ ἄνεμος ζαής, νέφεα σκιόεντα δονήσας,ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·ὡς τῶν ἐκ χειρῶν βέλεα ῥέον, ἠμὲν Ἀχαιῶνἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δ’ ἀμφ’ αὖον ἀΰτευνβαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.δή ῥα τότ’ ᾥμωξέν τε καὶ ὦ πεπλήγετο μηρὼἌσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·Ζεῦ πάτερ, ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξοπάγχυ μάλ’· οὐ γὰρ ἔγωγ’ ἐφάμην ἥρωας Ἀχαιοὺςσχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.οἱ δ’, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαιοἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,οὐδ’ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντεςἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,ὡς οἵ γ’ οὐκ ἐθέλουσι πυλάων καὶ δύ’ ἐόντεχάσσασθαι πρίν γ’ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.Ὣς ἔφατ’, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ’ ἀγορεύων·Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.Ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·ἀργαλέον δέ με ταῦτα θεὸν ὡς πάντ’ ἀγορεῦσαι·πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρλάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃνηῶν ἠμύνοντο· θεοὶ δ’ ἀκαχήατο θυμὸνπάντες, ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.σὺν δ’ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.Ἔνθ’ αὖ Πειριθόου υἱός, κρατερὸς Πολυποίτης,δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρήου·οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διαπρὸαἰχμὴ χαλκείη ῥῆξ’ ὀστέον, ἐγκέφαλος δὲἔνδον ἅπας πεπάλακτο’ δάμασσε δέ μιν μεμαῶτα·αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.υἱὸν δ’ Ἀντιμάχοιο Λεοντεύς, ὄζος Ἄρηος,Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.αὖτις δ’ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺἈντιφάτην μὲν πρῶτον, ἐπαΐξας δι’ ὁμίλου,πλῆξ’ αὐτοσχεδίην’ ὁ δ’ ἄρ’ ὕπτιος οὔδει ἐρείσθη·αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστηνπάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.Ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ’ ἔντεα μαρμαίροντα,τόφρ’ οἱ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,οἱ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστατεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,οἵ ῥ’ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν,αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργων,φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρονζωὸν ἔτ’ ἀσπαίροντα’ καὶ οὔ πω λήθετο χάρμης·κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴνἰδνωθεὶς ὀπίσω· ὁ δ’ ἀπὸ ἔθεν ἧκε χαμᾶζεἀλγήσας ὀδύνῃσι, μέσῳ δ’ ἐνὶ κάββαλ’ ὁμίλῳ,αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.Τρῷες δ’ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφινκείμενον ἐν μέσσοισι, Διὸς τέρας αἰγιόχοιο.δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·Ἕκτορ, ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσινἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεδῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτ’ ἐνὶ βουλῇοὔτε ποτ’ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·νῦν αὖτ’ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γεΤρωσὶν ὅδ’ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν,αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργων,φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρονζωόν· ἄφαρ δ’ ἀφέηκε πάρος φίλα οἰκί’ ἱκέσθαι,οὐδὲ τέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.ὡς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶνῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ’ Ἀχαιοί,οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ’ αὐτὰ κέλευθα·πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶχαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.ὧδέ χ’ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷεἰδείη τεράων καί οἱ πειθοίατο λαοί.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·Πουλυδάμα, σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις·οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαιβουλέων, ἃς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·τύνη δ’ οἰωνοῖσι τανυπτερύγεσσι κελεύειςπείθεσθαι, τῶν οὔ τι μετατρέπομ’ οὐδ’ ἀλεγίζω,εἴτ’ ἐπὶ δεξί’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε,εἴτ’ ἐπ’ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;εἴ περ γάρ τ’ ἄλλοι γε περὶ κτεινώμεθα πάντεςνηυσὶν ἐπ’ Ἀργείων, σοὶ δ’ οὐ δέος ἔστ’ ἀπολέσθαι·οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν’ ἄλλονπαρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,αὐτίκ’ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.Ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ ἅμ’ ἕποντοἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνοςὦρσεν ἀπ’ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,ἦ ῥ’ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶνθέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφιῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρ’ Ἀχαιοὶπρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.τὰς οἵ γ’ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶνῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζντο κελεύθου,ἀλλ’ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξειςβάλλον ἀπ’ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.Ἀμφοτέρω δ’ Αἴαντε κελευτιόωντ’ ἐπὶ πύργωνπάντοσε φοιτήτην, μένος ὀτρύνοντες Ἀχαιῶν.ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσινείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·ὦ φίλοι, Ἀργείων ὅς τ’ ἔξοχος ὅς τε μεσήειςὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοιἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·καὶ δ’ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσωτετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴςνεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.Ὣς τώ γε προβοῶντε μάχην ὤτρυνον Ἀχαιῶν,τῶν δ’, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶἤματι χειμερίῳ, ὅτε τ’ ὤρετο μητίετα Ζεὺςνιφέμεν, ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·κοιμήσας δ’ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρουςκαὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,καί τ’ ἐφ’ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλα τε πάνταεἴλυται καθύπερθ’, ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβρος·ὡς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,αἱ μὲν ἄρ’ ἐς Τρῶας, αἱ δ’ ἐκ Τρώων ἐς Ἀχαιούς,βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.Οὐδ’ ἄν πω τότε γε Τρῷες καὶ φαίδιμος Ἕκτωρτείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,εἰ μὴ ἄρ’ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺςὦρσεν ἐπ’ Ἀργείοισι, λέονθ’ ὡς βουσὶν ἕλιξιν.αὐτίκα δ’ ἀσπίδα μὲν πρόσθ’ ἔσχετο πάντοσ’ ἐΐσην,καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺςἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰςχρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.τὴν ἄρ’ ὅ γε πρόσθε σχόμενος, δύο δοῦρε τινάσσων,βῆ ῥ’ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τ’ ἐπιδευὴςδηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρμήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·εἴ περ γάρ χ’ εὕρῃσι παρ’ αὐτόφι βώτορας ἄνδραςσὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,οὔ ῥά τ’ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,ἀλλ’ ὅ γ’ ἄρ’ ἣ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸςἔβλητ’ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·ὥς ῥα τότ’ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκετεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.αὐτίκα δὲ Γλαῦκον προσέφη, παῖδ’ Ἱππολόχοιο·Γλαῦκε, τίη δὴ νῶϊ τετιμήμεσθα μάλισταἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσινἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὡς εἰσορόωσι,καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ’ ὄχ’ ἃς,καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;τῶ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόνταςἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,ὄφρα τις ὧδ’ εἴπῃ Λυκίων πύκα θωρηκτάων·οὐ. μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσινἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλαοἷνόν τ’ ἔξαιτον μελιηδέα· ἀλλ’ ἄρα καὶ ἃςἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντεαἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ’ ἀθανάτω τεἔσσεσθ’, οὔτε κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμηνοὔτε κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·νῦν δ’ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιομυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι,ἴομεν, ἦέ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν.Ὣς ἔφατ’, οὐδὲ Γλαῦκος ἀπετράπετ’ οὐδ’ ἀπίθησε·τὼ δ’ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.τοὺς δὲ ἰδὼν ῥίγησ’ υἱὸς Πετεῶο Μενεσθεύς·τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.πάπτηνεν δ’ ἀνὰ πύργον Ἀχαιῶν, εἴ τιν’ ἴδοιτοἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·ἐς δ’ ἐνόησ’ Αἴαντε δύω, πολέμου ἀκορήτω,ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα,ἐγγύθεν· ἀλλ’ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ’ οὐρανὸν ἵκε,βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶνκαὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ’ αὐτὰςἱστάμενοι πειρῦντο βίη ῥήξαντες ἐσελθεῖν.αἶψα δ’ ἐπ’ Αἴαντα προΐει κήρυκα Θοώτην·ἔρχεο, δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ’ ὄχ’ ἄριστον ἁπάντωνεἴη, ἐπεὶ τάχα τῆδε τετεύξεται αἰπὺς ὄλεθρος.ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἱ τὸ πάρος περζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,ἀλλά περ οἷος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐὶ εἰδώς.Ὣς ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,στῆ δὲ παρ’ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·Αἴαντ’, Ἀργείων ἡγήτορε χαλκοχιτώνων,ἠνώγει [Πετεῶο διοτρεφέος φίλος υἱὸςκεῖσ’ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον,ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ’ ὄχ’ ἄριστον ἁπάντωνεἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἱ τὸ πάρος περζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,ἀλλά περ οἷος ἴτω Γελαμώνιος ἄλκιμος Αἴας,καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐΐ εἰδώς.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.αὐτίκ’ Ὀἰλιάδην ἔπεα πτερόεντα προσηύδα·Αἶαν, σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,ἑσταότες Δαναοὺς ὀτρύνετον ἴφι μάχεσθαι·αὐτὰρ ἐγὼ κεῖσ’ εἶμι καὶ ἀντιόω πολέμοιο·αἷψα δ’ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.Ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,καί οἱ Τεῦκρος ἅμ’ ἦε κασίγνητος καὶ ὄπατρος·τοῖς δ’ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντοτείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ’ ἵκοντο,οἱ δ’ ἐπ’ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἴσοιἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·σὺν δ’ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ’ ἀϋτή.Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα,Σαρπήδοντος ἑταῖρον, Ἐπικλῆα μεγάθυμον,μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸςκεῖτο μέγας παρ’ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέαχείρεσσ’ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ’ ἡβῶν,οἷοι νῦν βροτοί εἰσ’. ὁ δ’ ἄρ’ ὑψόθεν ἔμβαλ’ ἀείρας,θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ’ ὀστέ’ ἄραξεπάντ’ ἄμυδις κεφαλῆς· ὁ δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼςκάππεσ’ ἀφ’ ὑψηλοῦ πύργου, λίπε δ’ ὀστέα θυμός.Τεῦκρος δὲ Γλαῦκον, κρατερὸν παῖδ’ Ἱππολόχοιο,ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,ἦ ῥ’ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.ἂψ δ’ ἀπὸ τείχεος ἄλτο λαθών, ἵνα μή τις Ἀχαιῶνβλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ’ ἐπέεσσι.Σαρπήδοντι δ’ ἄχος γένετο Γλαύκου ἀπιόντος,αὐτίκ’ ἐπεί τ’ ἐνόησεν· ὅμως δ’ οὐ λήθετο χάρμης,ἀλλ’ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσαςνύξ’, ἐκ δ’ ἔσπασεν ἔγχος· ὁ δ’ ἑσπόμενος πέσε δουρὶπρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.Σαρπηδὼν δ’ ἄρ’ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσινἕλχ’, ἡ δ’ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθετεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.Τὸν δ’ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ’ ὁ μὲν ἰῷβεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸνἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνεπαιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·Αἴας δ’ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διαπρὸἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.χώρησεν δ’ ἄρα τυτθὸν ἐπάλξιος· οὐδ’ ὅ γε πάμπανχάζετ’, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.κέκλετο δ’ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·ὦ Λύκιοι, τί τ’ ἄρ’ ὧδε μεθίετε θούριδος ἀλκῆς;ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντιμούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·ἀλλ’ ἐφομαρτεῖτε· πλεόνων δέ τε ἔργον ἄμεινον.Ὣς ἔφαθ’, οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴνμᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγαςτείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντοτεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,οὔτε ποτ’ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντοτείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.ἀλλ’ ὥς τ’ ἀμφ’ οὔροισι δύ’ ἀνέρε δηριάασθον,μέτρ’ ἐν χερσὶν ἔχοντες, ἐπιξύνῳ ἐν ἀρούρῃ,ὥ τ’ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,ὡς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἱ δ’ ὑπὲρ αὐτέωνδήουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείαςἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.πολλοὶ δ’ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείημαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶνἐρράδατ’ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.ἀλλ’ οὐδ’ ὡς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,ἀλλ’ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκειἰσάζουσ’, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·ὡς μὲν τῶν ἐπὶ ἴσα μάχη τέτατο πτόλεμός τε,πρίν γ’ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκεΠριαμίδη, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.ἤυσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·ὄρνυσθ’, ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχοςἈργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.Ὣς φάτ’ ἐποτρύνων, οἱ δ’ οὔασι πάντες ἄκουον,ἴθυσαν δ’ ἐπὶ τεῖχος ἀολλέες· οἱ μὲν ἔπειτακροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ’ ἔχοντες,Ἕκτωρ δ’ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάωνἑστήκει πρόσθε, πρυμνὸς παχύς, αὐτὰρ ὕπερθενὀξὺς ἔην· τὸν δ’ οὔ κε δύ’ ἀνέρε δήμου ἀρίστωῥηϊδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν,οἷοι νῦν βροτοί εἰσ’· ὁ δέ μιν ῥέα πάλλε καὶ οἷος.τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.ὡς δ’ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸςχειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,ὡς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας,δικλίδας ὑψηλάς· δοιοὶ δ’ ἔντοσθεν ὀχῆεςεἶχον ἐπημοιβοί, μία δὲ κληὺς ἐπαρήρει.στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας,εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,ῥῆξε δ’ ἀπ’ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσωβριθοσύνῃ, μέγα δ’ ἀμφὶ πύλαι μύκον, οὐδ’ ἄρ’ ὀχῆεςἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλληλᾶος ὑπὸ ῥιπῆς· ὁ δ’ ἄρ’ ἔσθορε φαίδιμος Εἰκτωρνυκτὶ θοῇ ἀτάλαντος ὑπώπια’ λάμπε δὲ χαλκῷσμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶδοῦρ’ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσαςνόσφι θεῶν, ὅτ’ ἐσᾶλτο πύλας· πυρὶ δ’ ὄσσε δεδήει.κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ’ ὅμιλοντεῖχος ὑπερβαίνειν· τοὶ δ’ ὀτρύνοντι πίθοντο.αὐτίκα δ’ οἱ μὲν τεῖχος ὑπέρβασαν, οἱ δὲ κατ’ αὐτὰςποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν’νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ’ ἀλίαστος ἐτύχθη.

↑ Top