Book 13 of 24
Book 13: The fight at the ships
Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ’ ἐχέμεν καὶ ὀϊζὺννωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ,νόσφιν ἐφ’ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶανΜυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶνγλακτοφάγων, Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.ἐς Τροίην δ’ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·οὐ γὰρ ὅ γ’ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸνἐλθόντ’ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.Οὐδ’ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·καὶ γὰρ ὁ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τεὑψοῦ ἐπ’ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσηςΘρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν ἤδη,φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.ἔνθ’ ἄρ’ ὅ γ’ ἐξ ἁλὸς ἕζε’ ἰών, ἐλέαιρε δ’ ἈχαιοὺςΤρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.Αὐτίκα δ’ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντοςκραιπνὰ ποσὶ προβιβάς· τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕληποσσὶν ὑπ’ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.τρὶς μὲν ὀρέξατ’ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ,Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνηςχρύσεα μαρμαίροντα τετεύχαται, ἄφθιτα αἰεί.ἔνθ’ ἐλθὼν ὑπ’ ὄχεσφι τιτύσκετο χαλκόποδ’ ἵππω,ὠκυπέτα, χρυσέησιν ἐθείρῃσιν κομόωντε,χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ’ ἱμάσθληνχρυσείην εὔτυκτον, ἑοῦ δ’ ἐπιβήσετο δίφρου,βῆ δ’ ἐλάαν ἐπὶ κύματ’· ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦπάντοθεν ἐκ κευθμῶν, οὐδ’ ἠγνοίησεν ἄνακτα·γηθοσύνῃ δὲ θάλασσα διίστατο’ τοὶ δὲ πέτοντοῥίμφα μάλ’, οὐδ’ ὑπένερθε διαίνετο χάλκεος ἄξων·τὸν δ’ ἐς Ἀχαιῶν νῆας ἐΐσκαρθμοι φέρον ἵπποι.Ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης,μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·ἔνθ’ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθωνλύσας ἐξ ὀχέων, παρὰ δ’ ἀμβρόσιον βάλεν εἶδαρἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας,ἀρρήκτους ἀλύτους, ὄφρ’ ἔμπεδον αὖθι μένοιεννοστήσαντα ἄνακτα· ὁ δ’ ἐς στρατὸν ᾧχετ’ Ἀχαιῶν.Τρῶες δὲ φλογὶ ἴσοι ἀολλέες ἠὲ θυέλλῃἝκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο,ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶναἱρήσειν, κτενέειν δὲ παρ’ αὐτόθι πάντας ἀρίστους.ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιοςἈργείους ὤτρυνε, βαθείης ἐξ ἁλὸς ἐλθών,εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·Αἴαντε πρώτω προσέφη, μεμαῶτε καὶ αὐτώ·Αἴαντε, σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶνἀλκῆς μνησαμένω, μηδὲ κρυεροῖο φόβοιο.ἄλλῃ μὲν γὰρ ἔγωγ’ οὐ δείδια χεῖρας ἀάπτουςΤρώων, οἷ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,ἦ ῥ’ ὅ γ’ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει,Ἕκτωρ, ὃς Διὸς εὔχετ’ ἐρισθενέος πάϊς εἶναι.σφῶϊν δ’ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεναὐτώ θ’ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·τῷ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ’ ἀπὸ νηῶνὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.Ἦ, καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιοςἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο,γυῖα δὲ θῆκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.αὐτὸς δ’ ὥς τ’ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,ὅς ῥά τ’ ἀπ’ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶςὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,ὡς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.τοῖιν δ’ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,αἶψα δ’ ἄρ’ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·Αἶαν, ἐπεί τις νῶϊ θεῶν, οἱ [Ὄλυμπον ἔχουσι,μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,οὐδ’ ὅ γε Κάλχας ἐστί, θεοπρόπος οἰωνιστής·ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάωνῥεῖ’ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·καὶ δ’ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισιμᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,μαιμώωσι δ’ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.Τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοιμαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶνἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἷοςἝκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,οἱ παρὰ νηυσὶ θοῆσιν ἀνέψυχον φίλον ἦτορ.τῶν ῥ’ ἅμα τ’ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισιΤρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.τοὺς οἵ γ’ εἰσορόωντες ὑπ’ ὀφρύσι δάκρυα λεῖβον·οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπὲκ κακοῦ· ἀλλ’ ἐνοσίχθωνῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύωνΠηνέλεών θ’ ἥρωα Θόαντά τε Δηΐπυρόν τεΜηριόνην τε καὶ Ἀντίλοχον, μήστωρας ἀϋτῆς·τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·αἰδώς, Ἀργεῖοι, κοῦροι νέοι· ὕμμιν ἔγωγεμαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·εἰ δ’ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.ὦ πόποι, ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι,δεινόν, ὃ οὔ ποτ’ ἔγωγε τελευτήσεσθαι ἔφασκον,Τρῶας ἐφ’ ἡμετέρας ἰέναι νέας, οἱ τὸ πάρος περφυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ’ ὕληνθώων παρδαλίων τε λύκων τ’ ἤϊα πέλονταιαὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδ’ ἔπι χάρμη·ὡς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶνμίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδ’ ἠβαιόν·νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονταιἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,οἱ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσινηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν’ αὐτάς.ἀλλ’ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν.ἥρως Ἀτρεΐδης, εὐρὺ κρείων Ἀγαμέμνων,οὕνεκ’ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,ἡμέας γ’ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.ἀλλ’ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.ὑμεῖς δ’ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆςπάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ’ ἂν ἔγωγεἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείηλυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.ὦ πέπονες, τάχα δή τι κακὸν ποιήσετε μεῖζον·τῆδε μεθημοσύνῃ· ἀλλ’ ἐν φρεσὶ θέσθε ἕκαστοςαἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζεικαρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.Ὣς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.ἀμφὶ δ’ ἄρ’ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγεςκαρτεραί, ἃς οὔτ’ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼνοὔτε κ’ Ἀθηναίη λαοσσόος· οἷ γὰρ ἄριστοικρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ·ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισινευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·ἔγχεα δὲ πτύσσοντο θρασειάων ἀπὸ χειρῶνσειόμεν’· οἱ δ’ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ’ ἄρ’ Ἑκτωρἀντικρὺ· μεμαώς, ὀλοοίτροχος ὡς ἀπὸ πέτρης,ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ,ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·ὕψι δ’ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θ’ ὑπ’ αὐτοῦὕλη· ὁ δ’ ἀσφαλέως θέει ἔμπεδον, ἧος ἵκηταιἰσόπεδον, τότε δ’ οὔ τι κυλίνδεται ἐσσύμενός περ·ὡς Ἕκτωρ ἧος μὲν ἀπείλει μέχρι θαλάσσηςῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶνκτείνων· ἀλλ’ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξιστῆ ῥα μάλ’ ἐγχριμφθείς· οἱ δ’ ἀντίοι υἷες Ἀχαιῶννύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισινὦσαν ἀπὸ σφείων’ ὁ δὲ χασσάμενος πελεμίχθη.ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταΐ,παρμένετ’· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοί,καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,ἀλλ’, ὀΐω, χάσσονται ὑπ’ ἔγχεος, εἰ ἐτεόν μεὦρσε θεῶν ὥριστος, ἐρίγδουπος πόσις Ἥρης.Ὃς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.Δηΐφοβος δ’ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκειΠριαμίδης, πρόσθεν δ’ ἔχεν ἀσπίδα πάντοσ’ ἐΐσην,κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.Μηριόνης δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,καὶ βάλεν, οὐδ’ ἀφάμαρτε, κατ’ ἀσπίδα πάντοσ’ ἐΐσηνταυρείην’ τῆς δ’ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶνἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲἀσπίδα ταυρείην σχέθ’ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γ’ ἥρωςἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ’ αἰνῶςἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶνοἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.Οἱ δ’ ἄλλοι μάρναντο, βοὴ δ’ ἄσβεστος ὀρώρει.Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα,Ἴμβριον αἰχμητήν, πολυΐππου Μέντορος υἱόν·ναῖε δὲ Πήδαιον, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,ναῖε δὲ πὰρ Πριάμῳ· ὁ δέ μιν τίεν ἶσα τέκεσσι.τόν ῥ’ υἱὸς Τελαμῶνος ὑπ’ οὔατος ἔγχεϊ μακρῷνύξ’, ἐκ δ’ ἔσπασεν ἔγχος· ὁ δ’ αὖτ’ ἔπεσεν μελίη ὥς,ἥ τ’ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιοχαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·ὡς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.Τεῦκρος δ’ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·Ἕκτωρ δ’ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχοςτυτθόν’ ὁ δ’ Ἀμφίμαχον, Κτεάτου υἷ’ Ἀκτορίωνος,νισόμενον πόλεμόνδε κατὰ στῆθος βάλε δουρί·δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.Ἕκτωρ δ’ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖανκρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·Αἴας δ’ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷἝκτορος· ἀλλ’ οὔ πῃ χροὸς εἴσατο, πᾶς δ’ ἄρα χαλκῷσμερδαλέῳ κεκάλυφθ’· ὁ δ’ ἄρ’ ἀσπίδος ὀμφαλὸν οὖτα,ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὁ δὲ χάσσατ’ ὀπίσσωνεκρῶν ἀμφοτέρων, τοὺς δ’ ἐξείρυσσαν Ἀχαιοί.Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεύς,ἀρχοὶ Ἀθηναίων, κόμισαν μετὰ λαὸν Ἀχαιῶν· ἶἼμβριον αὖτ’. Αἴαντε, μεμαότε θούριδος ἀλκῆς,ὥς τε δύ’ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντωνἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνά,ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰτεύχεα συλήτην· κεφαλὴν δ’ ἁπαλῆς ἀπὸ δειρῆςκόψεν Ὀἰλιάδης, κεχολωμένος Ἀμφιμάχοιο,ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι’ ὁμίλου·Ἕκτορι δὲ προπάροιθε ποδῶν. πέσεν ἐν κονίῃσι.Καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθηυἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶνὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδε’ ἔτευχεν.Ἰδομενεὺς δ’ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν,ἐρχόμενος παρ’ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο.ἦλθε κατ’ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δ’ ἰητροῖς ἐπιτείλαςἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίναἀντιάαν’ τὸν δὲ προσέφη κρείων ἐνοσίχθων,εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷξ Θόαντι,ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ ΚαλυδῶνιΑἰτωλοῖσιν ἄνασσε, θεὸς δ’ ὡς τίετο δήμῳ·Ἰδομενεῦ, Κρητῶν βουληφόρε, ποῦ τοι ἀπειλαὶοἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; ὁΤὸν δ’ αὖτ’ Ἰδομενεύς, Κρητῶν ἀγός, ἀντίον ηὔδα·ὦ Θόαν, οὔ τις ἀνὴρ νῦν γ’ αἴτιος, ὅσσον ἔγωγεγιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.οὔτε τινὰ δέος ἴσχει ἀκήριον οὔτε τις ὄκνῳεἴκων ἀνδύεται πόλεμον κακόν ἀλλά που οὕτωμέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι,νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς.ἀλλά, Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,ὀτρύνεις δὲ καὶ ἄλλον, ὅθι μεθιέντα ἴδηαι·τῶ νῦν μήτ’ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων·Ἰδομενεῦ, μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειενἐκ Τροίης, ἀλλ’ αὖθι κυνῶν μέλπηθρα γένοιτο,ὅς τις ἐπ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.ἀλλ’ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δ’ ἅμα χρὴσπεύδειν, αἴ κ’’ ὄφελός τι γενώμεθα καὶ δύ’ ἐόντε.συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶννῶϊ δὲ καί κ’ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.Ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·Ἰδομενεὺς δ’ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανεδύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,βῆ δ’ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίωνχειρὶ λαβὼν ἐτίναξεν ἀπ’ αἰγλήεντος Ὀλύμπου,δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·ὡς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.Μηριόνης δ’ ἄρα οἱ θεράπων ἐὺς ἀντεβόλησενἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ἤειοἰσόμενος’ τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·Μηριόνη, Μόλου υἱέ, πόδας ταχύ, φίλταθ’ ἑταίρων,τίπτ’ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,ἦέ τευ ἀγγελίης μετ’ ἔμ’ ἤλυθες; οὐδέ τοι αὐτὸςἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.Τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,ἔρχομαι, εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται,οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον,ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.Τὸν δ’ αὖτ’ Ἰδομενεύς, Κρητῶν ἀγός, ἀντίον ηὔδα·δούρατα δ’, αἴ κ’ ἐθέλῃσθα, καὶ ἕν καὶ εἴκοσι δήειςἑσταότ’ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα,Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐωἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.τῷ μοι δούρατά τ’ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι,καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.Τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηὶ μελαίνῃπόλλ’ ἔναρα Τρώων· ἀλλ’ οὐ σχεδόν ἐστιν ἑλέσθαι.οὐδὲ γὰρ οὐδ’ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειρανἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.ἄλλον πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνωνλήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.Τὸν δ’ αὖτ’ Ἰδομενεύς, Κρητῶν ἀγός, ἀντίον ηὔδα·οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοιἐς λόχον, ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρῶν,ἔνθ’ ὅ τε δειλὸς ἀνὴρ ὅς τ’ ἄλκιμος ἐξεφαάνθη·τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ’ ἐν φρεσὶ θυμός,ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει,ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσεικῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ’ ὀδόντων·τοῦ δ’ ἀγαθοῦ οὔτ’ ἃρ τρέπεται χρὼς οὔτε τι λίηνταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαὶ λυγρῇ·οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης,οὐκ ἂν ἐν αὐχέν’ ὄπισθε πέσοι βέλος οὐδ’ ἐνὶ νώτῳ.ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειεπρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.ἀλλ’ ἄγε, μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὡςἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·ἀλλὰ σύ γε κλισίηνδε κιὼν ἕλευ ὄβριμον ἔγχος.Ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊκαρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,βῆ δὲ μετ’ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμόνδε μέτεισι,τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴςἕσπετο, ὅς τ’ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·τὼ μὲν ἄρ’ ἐκ Θρήκης Ἐφύρους μέτα θωρήσσεσθον,ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδ’ ἄρα τώ γεἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·τοῖοι Μηριόνης τε καὶ Ἰδομενεύς, ἀγοὶ ἀνδρῶν,ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·Δευκαλίδη, πῇ τ’ ἂρ μέμονας καταδῦναι ὅμιλον;ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἢ ἀνὰ μέσσους,ἢ ἐπ’ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτωδεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.Τὸν δ’ αὖτ’ Ἰδομενεύς, Κρητῶν ἀγός, ἀντίον ηὔδα·νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι,Αἴαντές τε δύω Τεῦκρός θ’, ὃς ἄριστος Ἀχαιῶντοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο,Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαικείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτουςνῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίωνἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῆσιν.ἀνδρὶ δέ κ’ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,ὃς θνητός τ’ εἴη καὶ ἔδοι Δημήτερος ἀκτήν,χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.οὐδ’ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειενἔν γ’ αὐτοσταδίῃ· ποσὶ δ’ οὔ πως ἔστιν ἐρίζειν.νῶϊν δ’ ὧδ’ ἐπ’ ἀριστέρ’ ἔχε στρατοῦ, ὄφρα τάχισταεἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.Ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊἦρχ’ ἴμεν, ὄφρ’ ἀφίκοντο κατὰ στρατόν, ἡ μιν ἀνώγει.Οἱ δ’ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκήν,αὐτὸν καὶ θεράποντα, σὺν ἔντεσι δαιδαλέοισι,κεκλόμενοι καθ’ ὅμιλον ἐπ’ αὐτῷ πάντες ἔβησαν·τῶν δ’ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρύμνῃσι νέεσσιν.ὡς δ’ ὅθ’ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαιἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,οἵ τ’ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,ὡς ἄρα τῶν ὁμόσ’ ἦλθε μάχη, μέμασαν δ’ ἐνὶ θυμῷἀλλήλους καθ’ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσιμακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δ’ ἄμερδεναὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάωνθωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶνἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴηὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ’ ἀκάχοιτο.Τὼ δ’ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην,κυδαίνων Ἀχιλῆα πόδας ταχύν’ οὐδέ τι πάμπανἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθών,λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥαΤρωσὶν δαμναμένους, Διὲ δὲ κρατερῶς ἐνεμέσσα.ἢ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ’ ἴα πάτρη,ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ἤδη.τῷ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,λάθρῃ δ’ αἰὲν ἔγειρε κατὰ στρατόν, ἀνδρὶ ἐοικώς.τοὶ δ’ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιοπεῖραρ ἐπαλλάξαντες ἐπ’ ἀμφοτέροισι τάνυσσαν,ἄρρηκτόν τ’ ἄλυτόν τε, τὸ πολλῶν γούνατ’ ἔλυσεν.Ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσαςἸδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,ἤτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην,Κασσάνδρην, ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.τῷ δ’ ὁ γέρων Πρίαμος ὑπό τ’ ἔσχετο καὶ κατένευσεδωσέμεναι· ὁ δὲ μάρναθ’ ὑποσχεσίῃσι πιθήσας.Ἰδομενεὺς δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδ’ ἤρκεσε θώρηξχάλκεος, ὃν φορέεσκε, μέσῃ δ’ ἐν γαστέρι πῆξε.δούπησεν δὲ πεσών· ὁ δ’ ἐπεύξατο φώνησέν τε·Ὀθρυονεῦ, περὶ δή σε βροτῶν αἰνίζομ’ ἁπάντων,εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ’ ὑπέστηςΔαρδανίδῃ Πριάμῳ· ὁ δ’ ὑπέσχετο θυγατέρα ἥν.καί κέ τοι ἡμεῖς ταῦτά γ’ ὑποσχόμενοι τελέσαιμεν,δοῖμεν δ’ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην,Ἄργεος ἐξαγαγόντες, ὀπυιέμεν, εἴ κε σὺν ἄμμινἸλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.ἀλλ’ ἕπε’, ὄφρ’ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισινἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.Ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνηνἥρως Ἰδομενεύς· τῷ δ’ Ἄσιος ἦλθ’ ἐπαμύντωρπεζὸς πρόσθ’ ἵππων· τὼ δὲ πνείοντε κατ’ ὤμωναἰὲν ἔχ’ ἡνίοχος θεράπων· ὁ δὲ ἵετο θυμῷἸδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶλαιμὸν ὑπ’ ἀνθερεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν.ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωΐς,ἠὲ πίτυς βλωθρή, τήν τ’ οὔρεσι τέκτονες ἄνδρεςἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·ὡς ὃ πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς,βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης.ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας, ἃς πάρος εἶχεν;οὐδ’ ὅ γ’ ἐτόλμησεν, δηΐων ὑπὸ χεῖρας ἀλύξας,ἂψ ἵππους στρέψαι, τὸν δ’ Ἀντίλοχος μενεχάρμηςδουρὶ μέσον περόνησε τυχών· οὐδ’ ἤρκεσε θώρηξχάλκεος, ὃν φορέεσκε, μέσῃ δ’ ἐν γαστέρι πῆξεν.αὐτὰρ ὁ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,ἵππους δ’ Ἀντίλοχος, μεγαθύμου Νέστορος υἱός,ἐξέλασε Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς.Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος,Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχοςἸδομενεύς· κρύφθη γὰρ ὑπ’ ἀσπίδι πάντοσ’ ἐΐσῃ,τὴν ἄρ’ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷδινωτὴν φορέεσκε, δύω κανόνεσσ’ ἀραρυῖαν·τῇ ὕπο πᾶς ἐάλη, τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχος,καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσενἔγχεος· οὐδ’ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,ἀλλ’ ἔβαλ’ Ἱππασίδην Ὑψήνορα, ποιμένα λαῶν,ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσε.Δηΐφοβος δ’ ἔκπαγλον ἐπεύξατο, μακρὸν ἀΐσας·οὐ μὰν αὖτ’ ἄτιτος κεῖτ’ Ἄσιος, ἀλλά ἕ φημιεἰς Αἰδός περ ἰόντα πυλάρταο κρατεροῖογηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.Ὣς ἔφατ’, Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο,Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·ἀλλ’ οὐδ’ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.τὸν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι,Μηκιστεύς, Ἐχίοιο πάϊς, καὶ δῖος Ἀλάστωρ,νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.Ἰδομενεὺς δ’ οὐ λῆγε μένος μέγα, ἵετο δ’ αἰεὶἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι,ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.ἔνθ’ Αἰσυήταο διοτρεφέος φίλον υἱόν,ἥρω’ Ἀλκάθοον, γαμβρὸς δ’ ἦν Ἀγχίσαο,πρεσβυτάτην δ’ ὤπυιε θυγατρῶν, Ἱπποδάμειαν,τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστοκάλλεὶ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μινγῆμεν ἀνὴρ ὥριστος ἐνὶ Τροίῃ εὐρείῃ·τὸν τόθ’ ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσεθέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ’ οὔτ’ ἀλέασθαι,ἀλλ’ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλονἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶναχάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·δὴ τότε γ’ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.δούπησεν δὲ πεσών, δόρυ δ’ ἐν κραδίῃ ἐπεπήγει,ἣ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζενἔγχεος· ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης·Ἰδομενεὺς δ’ ἔκπαγλον ἐπεύξατο, μακρὸν ἀΐσας·Δηΐϊφοβ’, ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναιτρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω·δαιμόνι’, ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ’ ἐμεῖο,ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ’ ἱκάνω,ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·Μίνως δ’ αὖ τέκεθ’ υἱὸν ἀμύμονα Δευκαλίωνα,Δευκαλίων δ’ ἐμὲ τίκτε πολέσσ’ ἄνδρεσσιν ἄνακταΚρήτῃ ἐν εὐρείῃ· νῦν δ’ ἐνθάδε νῆες ἔνεικανσοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.Ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν,ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμωνἂψ ἀναχωρήσας, ἢ πειρήσαιτο καὶ οἷος.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,βῆναι ἐπ’ Αἰνείαν· τὸν δ’ ὕστατον εὗρεν ὁμίλουἑσταότ’· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ,οὕνεκ’ ἄρ’ ἐσθλὸν ἐόντα μετ’ ἀνδράσιν οὔ τι τίεσκεν.ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·Αἰνεία, Τρώων βουληφόρε, νῦν σε μάλα χρὴγαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.ἀλλ’ ἕπευ, Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γεγαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.Ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,βῆ δὲ μετ’ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.ἀλλ’ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,ἀλλ’ ἔμεν’, ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶνχώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·ὀφθαλμὼ δ’ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόνταςθήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·ὡς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ’ ὑπεχώρει,Αἰνείαν ἐπιόντα βοηθόον’ αὖε δ’ ἑταίρους,Ἀσκάλαφόν τ’ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τεΜηριόνην τε καὶ Ἀντίλοχον, μήστωρας ἀϋτῆς·τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·δεῦτε, φίλοι, καί μ’ οἴῳ ἀμύνετε’ δείδια δ’ αἰνῶςΑἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·καὶ δ’ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ’ ἐπὶ θυμῷ,αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντεςπλησίοι ἔστησαν, σάκε’ ὤμοισι κλίναντες.Αἰνείας δ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι,Δηϊφοβόν τε Πάριν τ’ ἐσορῶν καὶ Ἀγήνορα δῖον,οἵ οἱ ἅμ’ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειταλαοὶ ἕπονθ’, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλαπιόμεν’ ἐκ βοτάνης· γάνυται δ’ ἄρα τε φρένα ποιμήν·ὡς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει,ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.Οἱ δ’ ἀμφ’ Ἀλκαθόῳ αὐτοσχεδὸν ὡρμήθησανμακροῖσι ξυστοῖσι’ περὶ στήθεσσι δὲ χαλκὸςσμερδαλέον κονάβιζε τιτυσκομένων καθ’ ὅμιλονἀλλήλων· δύο δ’ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων,Αἰνείας τε καὶ Ἰδομενεύς, ἀτάλαντοι Ἄρηϊ,ἵεντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,αἰχμὴ δ’ Αἰνείαο κραδαινομένη κατὰ γαίηςᾧχετ’, ἐπεί ῥ’ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.Ἰδομενεὺς δ’ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ’ ἔντερα χαλκὸςἤφυσ’· ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.Ἰδομενεὺς δ’ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχοςἐσπάσατ’, οὐδ’ ἄρ’ ἔτ’ ἄλλα δυνήσατο τεύχεα καλὰὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα ποδῶν ἣν ὁρμηθέντι,οὔτ’ ἄρ’ ἐπαΐξαι μεθ’ ἑὸν βέλος οὔτ’ ἀλέασθαι.τῷ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,τρέσσαι δ’ οὐκέτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷΔηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτεν, ὁ δ’ Ἀσκάλαφον βάλε δουρί,υἱὸν Ἐνυαλίοιο· δι’ ὤμου δ’ ὄβριμον ἔγχοςἔσχεν· ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.οὐδ’ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρηςυἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,ἀλλ’ ὅ γ’ ἄρ’ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσινἧστο, Διὸς βουλῇσιν ἐελμένος, ἔνθα περ ἄλλοιἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.Οἱ δ’ ἀμφ’ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·Δηΐφοβος μὲν ἀπ’ Ἀσκαλάφου πήληκα φαεινὴνἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊδουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δ’ ἄρα χειρὸςαὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.Μηριόνης δ’ ἐξαῦτις ἐπάλμενος, αἰγυπιὸς ὥς,ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτηςαὐτοκασίγνητος, περὶ μέσσῳ χεῖρε τιτήνας,ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρ’ ἵκεθ’ ἵππουςὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιοἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ’ ἔχοντες·οἱ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντατειρόμενον· κατὰ δ’ αἷμα νεουτάτου ἔρρεε χειρός.Οἱ δ’ ἄλλοι μάρναντο, βοὴ δ’ ἄσβεστος ὀρώρει.ἔνθ’ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσαςλαιμὸν τύψ’ ἐπὶ οἵ τετραμμένον ὀξέϊ δουρί·ἐκλίνθη δ’ ἑτέρωσε κάρη, ἐπὶ δ’ ἀσπὶς ἑάφθηκαὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσαςοὔτασ’ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,ἥ τ’ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν’ ἱκάνει·τὴν ἀπὸ πᾶσαν ἔκερσεν’ ὁ δ’ ὕπτιος ἐν κονίῃσικάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.Ἀντίλοχος δ’ ἐπόρουσε, καὶ αἴνυτο τεύχε’ ἀπ’ ὤμωνπαπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλοςοὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντοεἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷἈντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθωνΝέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.οὐ μὲν γάρ ποτ’ ἄνευ δηΐων ἡ, ἀλλὰ κατ’ αὐτοὺςστρωφᾶτ’· οὐδέ οἱ ἔγχος ἔχ’ ἀτρέμας, ἀλλὰ μάλ’ αἰεὶσειόμενον ἐλέλικτο’ τιτύσκετο δὲ φρεσὶν ἧσινἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.Ἀλλ’ οὐ λῆθ’ Ἀδάμαντα τιτυσκόμενος καθ’ ὅμιλον,Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴνκυανοχαῖτα Ποσειδάων, βιότοιο μεγήρας.καὶ τὸ μὲν αὐτοῦ μεῖν’ ὥς τε σκῶλος πυρίκαυστος,ἐν σάκει Ἀντιλόχοιο, τὸ δ’ ἥμισυ κεῖτ’ ἐπὶ γαίης·ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων·Μηριόνης δ’ ἀπιόντα μετασπόμενος βάλε δουρὶαἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλισταγίγνετ’ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.ἔνθα οἱ ἔγχος ἔπηξεν· ὁ δ’ ἑσπόμενος περὶ δουρὶἤσπαιρ’ ὡς ὅτε βοῦς, τόν τ’ οὔρεσι βουκόλοι ἄνδρεςἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·ὡς ὁ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,ὄφρα οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν ἐλθὼνἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.Δηΐπυρον δ’ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσηνΘρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.ἡ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶνμαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.Ἀτρεΐδην δ’ ἄχος εἷλε, βοὴν ἀγαθὸν Μενέλαον·βῆ δ’ ἐπαπειλήσας Ἐλένῳ ἥρωϊ ἄνακτι,ὀξὺ δόρυ κραδάων’ ὁ δὲ τόξου πῆχυν ἄνελκε.τὼ δ’ ἄρ’ ὁμαρτήδην ὁ μὲν ἔγχεϊ ὀξυόεντιἵετ’ ἀκοντίσσαι, ὁ δ’ ἀπὸ νευρῆφιν ὀϊστῷ.Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷθώρηκος γύαλον, ἀπὸ δ’ ἔπτατο πικρὸς ὀϊστός.ὡς δ’ ὅτ’ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ’ ἀλωὴνθρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι,πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,ὡς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιοπολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.Ἀτρεΐδης δ’ ἄρα χεῖρα, βοὴν ἀγαθὸς Μενέλαος,τὴν βάλεν ἣ ῥ’ ἔχε τόξον ἐΰξοον· ἐν δ’ ἄρα τόξῳἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων,χεῖρα παρακρεμάσας· τὸ δ’ ἐφέλκετο μείλινον ἔγχος.καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ,σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.Πείσανδρος δ’ ἰθὺς Μενελάου κυδαλίμοιοἤϊε· τὸν δ’ ἄγε μοῖρα κακὴ θανάτοιο τέλοσδε,σοί, Μενέλαε, δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ’ ἔγχος,Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιοοὔτασεν, οὐδὲ διαπρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δ’ ἐνὶ καυλῷἔγχος· ὁ δὲ φρεσὶν ἧσι χάρη καὶ ἐέλπετο νίκην.Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλονἄλτ’ ἐπὶ Πεισάνδρῳ· ὁ δ’ ὑπ’ ἀσπίδος εἵλετο καλὴνἀξίνην εὔχαλκον, ἐλαΐνῳ ἀμφὶ πελέκκῳ,μακρῷ ἐϋξέστῳ· ἅμα δ’ ἀλλήλων ἐφίκοντο.ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείηςἄκρον ὑπὸ λόφον αὐτόν, ὁ δὲ προσιόντα μέτωπονῥινὸς ὕπερ πυμάτης· λάκε δ’ ὀστέα, τὼ δέ οἱ ὄσσεπὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,ἰδνώθη δὲ πεσών· ὁ δὲ λὰξ ἐν στήθεσι βαίνωντεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων,Τρῶες ὑπερφίαλοι, δεινῆς ἀκόρητοι ἀϋτῆς,ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς,ἣν ἐμὲ λωβήσασθε, κακαὶ κύνες, οὐδέ τι θυμῷΖηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνινξεινίου, ὅς τέ ποτ’ ὕμμι διαφθέρσει πόλιν αἰπήν·οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰμὰψ οἴχεσθ’ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ’ αὐτῇ·νῦν αὖτ’ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισιπῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ’ ἥρωας Ἀχαιούς.ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.Ζεῦ πάτερ, ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων,ἀνδρῶν ἠδὲ θεῶν· σέο δ’ ἐκ τάδε πάντα πέλονται·οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι,Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανταιφυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.πάντων μὲν κόρος ἐστί, καὶ ὕπνου καὶ φιλότητοςμολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἶναιἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.Ὃς εἰπὼν τὰ μὲν ἔντε’ ἀπὸ χροὸς αἱματόεντασυλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,αὐτὸς δ’ αὖτ’ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη.Ἔνθα οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος,Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξωνἐς Τροίην, οὐδ’ αὖτις ἀφίκετο πατρίδα γαῖαν·ὅς ῥα τότ’ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶἐγγύθεν, οὐδὲ διαπρὸ δυνήσατο χαλκὸν ἐλάσσαι,ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων,πάντοσε παπταίνων, μή τις χρόα χαλκῷ ἐπαύρῃ.Μηριόνης δ’ ἀπιόντος ἵει χαλκήρε’ ὀϊστόν,καί ῥ’ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸςἀντικρὺ κατὰ κύστιν ὑπ’ ὀστέον ἐξεπέρησεν.ἑζόμενος δὲ κατ’ αὖθι φίλων ἐν χερσὶν ἑταίρωνθυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃκεῖτο ταθείς· ἐκ δ’ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,ἐς δίφρον δ’ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴνἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,ποινὴ δ’ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.Τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε’ ὀϊστόν.ἣν δέ τις Εὐχήνωρ, Πολυΐδου μάντιος υἱός,ἀφνειός τ’ ἀγαθός τε, Κορινθόθι οἰκία ναίων,ὅς ῥ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδοςνούσῳ ὑπ’ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·τῷ ῥ’ ἅμα τ’ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶννοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸςᾧχετ’ ἀπὸ μελέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλε.Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·Ἕκτωρ δ’ οὐκ ἐπέπυστο Διὶ φίλος, οὐδέ τι ἤδηὅττι ῥά οἱ νηῶν ἐπ’ ἀριστερὰ δηϊόωντολαοὶ ὑπ’ Ἀργείων. τάχα δ’ ἂν καὶ κῦδος Ἀχαιῶνἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιοςὄτρυν’ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·ἀλλ’ ἔχεν ἣ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο,ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,ἔνθ’ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάουθῖν ἔφ’ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθετεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλισταζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.Ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες,Λοκροι καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί,σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντοὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον,οἱ μὲν Ἀθηναίων προλελεγμένοι’ ἐν δ’ ἄρα τοῖσινἦρχ’ υἱὸς Πετεῶο Μενεσθεύς, οἱ δ’ ἅμ’ ἕποντοΦείδας τε Στιχίος τε Βίας τ’ ἐΐς· αὐτὰρ ἘπειῶνΦυλείδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιοἔσκε Μέδων, Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιενἐν Φυλάκῃ, γαίης ἄπο πατρίδος, ἄνδρα κατακτάς,γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ’ Ὀἰλεύς·αὐτὰρ ὁ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.οἱ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντεςναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·Αἴας δ’ οὐκέτι πάμπαν, Ὀϊλῆος ταχὺς υἱός,ἵστατ’ ἀπ’ Αἴαντος Τελαμωνίου οὐδ’ ἠβαιόν,ἀλλ’ ὥς τ’ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρονἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δ’ ἄρα σφιπρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·τὼ μέν τε ὡγὸν οἷον ἐΰξοον ἀμφὶς ἐέργειἱεμένω κατὰ ὦλκα’ τέμει δέ τε τέλσον ἀρούρης·ὡς τὼ παρβεβαῶτε μάλ’ ἕστασαν ἀλλήλοιιν.ἀλλ’ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶλαοὶ ἕπονθ’ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο,ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ’ ἵκοιτο.οὐδ’ ἄρ’ Ὀἰλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,οὐδ’ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,ἀλλ’ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἷος ἀώτῳἼλιον εἰς ἅμ’ ἕποντο πεποιθότες, οἷσιν ἔπειταταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·δή ῥα τόθ’ οἱ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισιμάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,οἱ δ’ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμηςΤρῶες μιμνήσκοντο’ συνεκλόνεον γὰρ ὀϊστοί.Ἔνθα κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάωνΤρῶες ἐχώρησαν προτὶ ἴλιον ἠνεμόεσσαν,εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·Ἕκτορ, ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα,τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·ἀλλ’ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.ἄλλῳ μὲν γὰρ δῶκε θεὸς πολεμήϊα ἔργα,ἄλλῳ δ’ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,ἄλλῳ δ’ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺςἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ’ ἄνθρωποι,καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·Τρῶες δὲ μεγάθυμοι, ἐπεὶ κατὰ τεῖχος ἔβησαν,οἱ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἱ δὲ μάχονταιπαυρότεροι πλεόνεσσι, κεδασθέντες κατὰ νῆας.ἀλλ’ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·ἔνθεν δ’ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλήν,ἦ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν,αἴ κ’ ἐθέλῃσι θεος δόμεναι κράτος, ἦ κεν ἔπειταπὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἢ γὰρ ἔγωγεδείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶχρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἅτος πολέμοιομίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.Ὣς φάτο Πουλυδάμας, ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων,αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἄλτο χαμᾶζεκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Πουλυδάμα, σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,αὐτὰρ ἐγὼ κεῖσ’ εἶμι καὶ ἀντιόω πολέμοιο·αἷψα δ’ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω.Ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικώς,κεκλήγων, διὰ δὲ Τρώων πέτετ’ ἠδ’ ἐπικούρων.οἱ δ’ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμανταπάντες ἐπεσσεύοντ’, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.αὐτὰρ ὁ Δηϊφοβόν τε βίην θ’ Ἑλένοιο ἄνακτοςἈσιάδην τ’ Ἀδάμαντα καὶ Ἄσιον, Ὑρτάκου υἱόν,φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι. γόοτοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν ἀπήμονας οὐδ’ ἀνολέθρους·ἀλλ’ οἱ μὲν δὴ νηυσὶν ἔπι πρύμνῃσιν Ἀχαιῶνχερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,οἱ δ’ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.τὸν δὲ τάχ’ εὗρε μάχης ἐπ’ ἀριστερὰ δακρυοέσσηςδῖον Ἀλέξανδρον, Ἑλένης πόσιν ἠϋκόμοιο,θαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,ἀγχοῦ δ’ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά,ποῦ τοι Δηΐφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτοςἈσιάδης τ’ Ἀδάμας ἠδ’ Ἄσιος, Ὑρτάκου υἱός;ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατ’ ἄκρηςἼλιος αἰπεινή’ νῦν τοι σῶς αἰπὺς ὄλεθρος.Τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·Ἕκτορ, ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιομέλλω, ἐπεὶ οὐδ’ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,ἐκ τοῦ δ’ ἐνθάδ’ ἐόντες ὁμιλέομεν Δαναοῖσινωλεμέως· ἕταροι δὲ κατέκταθεν, οὗς σὺ μεταλλᾷς.οἴω Δηϊφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτοςοἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσινἀμφοτέρω κατὰ χεῖρα’ φόνον δ’ ἤμυνε Κρονίων.νῦν δ’ ἄρχ’, ὅππῃ σε κραδίη θυμός τε κελεύει·ἡμεῖς δ’ ἐμμεμαῶτες ἅμ’ ἑψόμεθ’, οὐδέ τί φημιἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.Ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·βὰν δ’ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν,ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα,Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον ΠολυφήτηνΠάλμυν τ’ Ἀσκάνιόν τε Μόρυν θ’, υἷ’ Ἱπποτίωνος,οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.οἱ δ’ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,ἦ ῥά θ’ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδονδε,θεσπεσίῳ δ’ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰκύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης,κυρτὰ φαληριόωντα, πρὸ μέν τ’ ἄλλ’, αὐτὰρ ἐπ’ ἄλλα·ὡς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ’ ἄλλοι,χαλκῷ μαρμαίροντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο.Ἕκτωρ δ’ ἡγεῖτο, βροτολοιγῷ ἴσος Ἄρηϊ,Πριαμίδης· πρόσθεν δ’ ἔχεν ἀσπίδα πάντοσ’ ἐΐσην,ῥινοῖσιν πυκινήν, πολλὸς δ’ ἐπελήλατο χαλκός·ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.πάντῃ δ’ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·ἀλλ’ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.Αἴας δὲ πρῶτος προκαλέσσατο, μακρὰ βιβάσθων·δαιμόνιε, σχεδὸν ἐλθέ· τίη δειδίσσεοι αὔτωςἈργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἶμεν,ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειννῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.ἢ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴχερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.σοὶ δ’ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι, ὁππότε φεύγωνἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισιθάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,οἵ σε πόλινδ’ οἴσουσι κονίοντες πεδίοιο.Ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,αἰετὸς ὑψιπέτης· ἐπὶ δ’ ἴαχε λαὸς Ἀχαιῶνθάρσυνος οἰωνῷ· ὁ δ’ ἀμείβετο φαίδιμος Ἑκτωρ·Αἷαν ἁμαρτοεπές, βουγάϊε, ποῖον ἔειπες·εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιοεἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων,ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιπᾶσι μάλ’, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃςμεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόενταδάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδ’ οἰωνοὺςδημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.Ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δ’ ἅμ’ ἕποντοἠχῇ θεσπεσίῃ, ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθεν.Ἀργεῖοι δ’ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντοἀλκῆς, ἀλλ’ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς.