Book 14 of 24
Book 14: Hera deceives Zeus
Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,ἀλλ’ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·φράζεο, δῖε Μαχᾶον, ὅπως ἔσται τάδε ἔργα·μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον,εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδηθερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.Ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο,κείμενον ἐν κλισίῃ, Θρασυμήδεος ἱπποδάμοιο,χαλκῷ παμφαῖνον· ὁ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο.εἵλετο δ’ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,στῆ δ’ ἐκτὸς κλισίης, τάχα δ’ εἴσιδεν ἔργον ἀεικές,τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε,Τρῷας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.ὡς δ’ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ,ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθααὔτως, οὐδ’ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,ὡς ὁ γέρων ὥρμαινε δαϊζόμενος κατὰ θυμὸνδιχθάδι’, ἢ μεθ’ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,ἦε μετ’ Ἀτρεΐδην Ἀγαμέμνονα, ποιμένα λαῶν.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,βῆναι ἐπ’ Ἀτρεΐδην. οἵ δ’ ἀλλήλους ἐνάριζονμαρνάμενοι· λάκε δέ σφι περὶ χροὶ χαλκὸς ἀτειρὴςνυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆεςπὰρ νηῶν ἀνιόντες, ὅσοι βεβλήατο χαλκῷ,·Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.πολλὸν γάρ ῥ’ ἀπάνευθε μάχης εἰρύατο νῆεςθῖν ἔφ’ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίονδεεἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.οὐδὲ γὰρ οὐδ’ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσαςαἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·τῷ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσηςἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.τῷ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιοἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφιθυμὸς ἐνὶ στήθεσσιν. ὁ δὲ ξύμβλητο γεραιός,Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ’ ἀφικάνεις;δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,ὥς ποτ’ ἐπηπείλησεν ἐνὶ ρώεσσ’ ἀγορεύων,μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι,πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.ὦ πόποι, ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶἐν θυμῷ βάλλονται ἐμοὶ χόλον, ὥς περ Ἀχιλλεύς,οὐδ’ ἐθέλουσι μάχεσθαι ἐπὶ πρύμνῃσι νέεσσι.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·ἦ δὴ ταῦτά γ’ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλωςΖεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμενἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἷλαρ ἔσεσθαι·οἱ δ’ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσινωλεμές· οὐδ’ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζωνὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ’ οὐρανὸν ἵκει.ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα,εἴ τι νόος ῥέξει’ πόλεμον δ’ οὐκ ἄμμε κελεύωδύμεναι· οὐ γάρ πως βεβλημένον ἔστι μάχεσθαι.Τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·Νέστορ, ἐπεὶ δὴ νηυσὶν ἔπι πρύμνῃσι μάχονται,τεῖχος δ’ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,ἣ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς.ἤδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσικυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼν εἴπω, πειθώμεθα πάντες.νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης,ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,ὕψι δ’ ἐπ’ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃνὺξ ἀβρότη, ἣν καὶ τῇ ἀπόσχωνται πολέμοιοΤρῷες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ’ ἀνὰ νύκτα.βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·Ἀτρεΐδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·οὐλόμεν’, αἴθ’ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλουσημαίνειν, μηδ’ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺςἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύεινἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιανκαλλείψειν, ἧς εἵνεκ’ ὀϊζύομεν κακὰ πολλά;σίγα, μή τίς τ’ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃμῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο,ὅς τις ἐπίσταιτο ἧσι φρεσὶν ἄρτια βάζεινσκηπτοῦχός τ’ εἴη, καί οἱ πειθοίατο λαοὶτοσσοίδ’ ὅσσοισιν σὺ μετ’ Ἀργείοισιν ἀνάσσεις·νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆςνῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν, ὄφρ’ ἔτι μᾶλλονΤρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,ἡμῖν δ’ αἰπὺς ὄλεθρος ἐπιρρέπῃη. οὐ γὰρ Ἀχαιοὶσχήσουσιν πόλεμον νηῶν ἅλαδ’ ἑλκομενάων,ἀλλ’ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.ἔνθα κε σὴ βουλὴ δηλήσεται, ὄρχαμε λαῶν.Τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγανῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν υἷας Ἀχαιῶν.νῦν δ’ εἴη ὃς τῆσδέ γ’ ἀμείνονα μῆτιν ἐνίσποι,ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.Τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·ἐγγὺς ἀνήρ, οὐ δηθὰ ματεύσομεν, αἴ κ’ ἐθέλητεπείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστοςοὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ’ ὑμῖν·πατρὸς δ’ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι,Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,οἴκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι,ἔλγριος ἠδὲ Μέλας, τρίτατος δ’ ἦν ἱππότα Οἰνεύς,πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δ’ ἣν ἔξοχος αὐτῶν.ἀλλ’ ὁ μὲν αὐτόθι μεῖνε, πατὴρ δ’ ἐμὸς Ἀργεὶ νάσθηπλαγχθείς· ὧς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.Ἀδρήστοιο δ’ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμαἀφνειὸν βιότοιο, ἅλις δέ οἵ ἦσαν ἄρουραιπυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,πολλὰ δέ οἱ πρόβατ’ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺςἐγχείῃ· τὰ δὲ μέλλετ’ ἀκουέμεν, εἰ ἐτεόν περ.τῷ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντεςμῦθον ἀτιμήσαιτε πεφασμένον, ὅν κ’ ἐὺ εἴπω.δεῦτ’ ἴομεν πόλεμόνδε καὶ οὐτάμενοί περ ἀνάγκῃ.ἔνθα δ’ ἔπειτ’ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτοςἐκ βελέων, μή πού τις ἐφ’ ἕλκεϊ ἕλκος ἄρηται·ἄλλους δ’ ὀτρύνοντες ἐνήσομεν, οἱ τὸ πάρος περθυμῷ ἦρα φέροντες ἀφεστᾶσ’ οὐδὲ μάχονται.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο·βὰν δ’ ἴμεν, ἦρχε δ’ ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.Οὐδ’ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,ἀλλὰ μετ’ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,δεξιτερὴν δ’ ἕλε χεῖρ’ Ἀγαμέμνονος Ἀτρεΐδαο,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Ἀτρεΐδη, νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆργηθεῖ ἐνὶ στήθεσσι, φόνον καὶ φύζαν Ἀχαιῶνδερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες, οὐδ’ ἠβαιαί.ἀλλ’ ὁ μὲν ὡς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·σοὶ δ’ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,ἀλλ’ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντεςεὐρὺ κονίσουσιν πεδίον, σὺ δ’ ἐπόψεαι αὐτὸςφεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.Ὣς εἰπὼν μέγ’ ἄϋσεν, ἐπεσσύμενος πεδίοιο.ὅσσον τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοιἀνέρες ἐν πολέμῳ, ἔριδα ξυνάγοντες Ἄρηος,τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθωνἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳκαρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.Ἥρη δ’ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσιστᾶσ’ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου’ αὐτίκα δ’ ἔγνωτὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραναὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·Ζῆνα δ’ ἐπ’ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδηςἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.μερμήριξε δ’ ἔπειτα βοῶπις πότνια Ἥρηὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἕ αὐτήν,εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητιἧ χροιῇ, τῷ δ’ ὕπνον ἀπήμονά τε λιαρόν τεχεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.βῆ δ’ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξενἭφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεκληῖδι κρυπτῇ, τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷγεν·ἔνθ’ ἢ γ’ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντοςλύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ ἐλαίῳἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀϋτμή.τῷ ῥ’ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίταςπεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺςκαλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.ἀμφὶ δ’ ἄρ’ ἀμβρόσιον ἑανὸν ἕσαθ’, ὅν οἱ Ἀθήνηἔξυσ’ ἀσκήσασα, τίθει δ’ ἐνὶ δαίδαλα πολλά·χρυσείῃς δ’ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,ἐν δ’ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσιτρίγληνα μορόεντα’ χάρις δ’ ἀπελάμπετο πολλή.κρηδέμνῳ δ’ ἐφύπερθε καλύψατο δῖα θεάωνκαλῷ νηγατέῳ’ λευκὸν δ’ ἦν ἠέλιος ὥς·ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροὶ θήκατο κόσμον,βῆ ῥ’ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ’ Ἀφροδίτηντῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος, ὅττι κεν εἴπω,ἦέ κεν ἀρνήσαιο, κοτεσσαμένη τό γε θυμῷ,οὕνεκ’ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;Τὴν δ’ ἡμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·Ἥρη, πρέσβα θεά, θύγατερ μεγάλοιο Κρόνοιο,αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.Τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάνταςδαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν,οἵ με σφοῖσι δόμοισιν ἐὺ τρέφον ἠδ’ ἀτίταλλον,δεξάμενοι ἹῬείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺςγαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·τοὺς εἶμ’ ὀψομένη, καί σφ’ ἄκριτα νείκεα λύσω·ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονταιεὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.εἰ κείνω γ’ ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρεἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.Τὴν δ’ αὖτε προσέειπε φιλομμειδὴς Ἀφροδίτη·οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.Ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάνταποικίλον, ἔνθα τέ οἱ θελκτήρια πάντα τέτυκτο·ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστὺςπάρφασις, ἣ τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων.τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·τῇ νῦν, τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ,ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημιἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.Ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,μειδήσασα δ’ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.Ἡ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,Ἥρη δ’ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,Πιερίην δ’ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴνσεύατ’ ἐφ’ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα,ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,Λῆμνον δ’ εἰσαφίκανε, πόλιν θείοιο Θόαντος.ἔνθ’ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο,ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Ὕπνε, ἄναξ πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων,ἡμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες, ἠδ’ ἔτι καὶ νῦνπείθευ’ ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.κοίμησόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ὄσσε φαεινώ,αὐτίκ’ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.δῶρα δέ τοι δώσω καλὸν θρόνον, ἄφθιτον αἰεί,χρύσεον· Ἥφαιστος δέ κ’ ἐμὸς πάϊς ἀμφιγυήειςτεύξει’ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.Τὴν δ’ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·Ἥρη, πρέσβα θεά, θύγατερ μεγάλοιο Κρόνοιο,ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάωνῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθραὨκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος ἄσσον ἱκοίμην,οὐδὲ κατευνήσαιμ’, ὅτε μὴ αὐτός γε κελεύοι.ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμή,ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸςἔπλεεν Ἰλιόθεν, Τρώων πόλιν ἐξαλαπάξας.ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιονήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ,ὄρσασ’ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,καί μιν ἔπειτα Κόωνδ’ εὖ ναιομένην ἀπένεικας,νόσφι φίλων πάντων. ὁ δ’ ἐπεγρόμενος χαλέπαινε,ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ’ ἔξοχα πάντωνζήτει· καί κέ μ’ ἄϊστον ἀπ’ αἰθέρος ἔμβαλε πόντῳ,εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·τὴν ἱκόμην φεύγων, ὁ δὲ παύσατο χωόμενός περ.ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.νῦν αὖ τοῦτό μ’ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.Τὸν δ’ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·Ὕπνε, τίη δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;ἢ φὴς ὡς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆνὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;ἀλλ’ ἴθ’, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράωνδώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.Ὣς φάτο, χήρατο δ’ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,τῇ δ’ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντεςμάρτυροι ὧσ’ οἱ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων,Πασιθέην, ἧς τ’ αὐτὸς ἐέλδομαι ἤματα πάντα.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,ὄμνυε δ’ ὡς ἐκέλευε, θεοὺς δ’ ὀνόμηνεν ἅπανταςτοὺς ὑποταρταρίους, οἱ Τιτῆνες καλέονται.αὐτὰρ ἐπεί ῥ’ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε,ἠέρα ἑσσαμένω, ῥίμφα πρήσσοντε κέλευθον.Ἴδην δ’ ἱκέσθην πολυπίδακα, μητέρα θηρῶν,Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα’ τὼ δ’ ἐπὶ χέρσουβήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.ἔνθ’ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι,εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ’ ἐν Ἴδημακροτάτη πεφυυῖα δι’ ἠέρος αἰθέρ’ ἵκανεν·ἔνθ’ ἧστ’ ὄζισιν πεπυκασμένος εἰλατίνοισιν,ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἣν τ’ ἐν ὄρεσσιχαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρονἼδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.ὡς δ’ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι,εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.στῆ δ’ αὐτῆς προπάροιθεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Ἥρη, πῇ μεμαυῖα κατ’ Οὐλύμπου τόδ’ ἱκάνεις;ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα, τῶν κ’ ἐπιβαίης.Τὸν δὲ δολοφρονέουσα προσηΐδα πότνια Ἥρη·ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν,οἵ με σφοῖσι δόμοισιν ἐὺ τρέφον ἠδ’ ἀτίταλλον·τοὺς εἶμ’ ὀψομένη, καί σφ’ ἄκριτα νείκεα λύσω·ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονταιεὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.ἵπποι δ’ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδηςἑστᾶσ’, οἵ μ’ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ’ Οὐλύμπου τόδ’ ἱκάνω,μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇοἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·Ἥρη, κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,νῶϊ δ’ ἄγ’ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.οὐ γάρ πώ ποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸςθυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,οὐδ’ ὁπότ’ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,ἣ τέκε Πειρίθοον, θεόφιν μήστωρ’ ἀτάλαντον·οὐδ’ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,ἣ τέκε Περσῆα, πάντων ἀριδείκετον ἀνδρῶν·οὐδ’ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·οὐδ’ ὅτε περ Σεμέλης οὐδ’ Ἀλκμήνης ἐνὶ Θήβη,ἥ ῥ’ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·ἡ δὲ Διώνυσον Σεμέλη τέκε, χάρμα βροτοῖσιν·οὐδ’ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,οὐδ’ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἡρη·αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες.εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναιἼδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·πῶς κ’ ἔοι, εἴ τις νῶϊ θεῶν αἰειγενετάωνεὕδοντ’ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼνπεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμηνἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.ἀλλ’ εἰ δή ῥ’ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξενἭφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·ἔνθ’ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·Ἥρη, μήτε θεῶν τό γε δείδιθι μήτε τιν’ ἀνδρῶνὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψωχρύσεον· οὐδ’ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.Ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,λωτόν θ’ ἑρσήεντα ἰδὲ κρόκον ἠδ’ ὑάκινθονπυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ’ ἔεργε.τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντοκαλὴν χρυσείην· στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι.Ὣς ὁ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ’ ἀγκὰς ἄκοιτιν·βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνοςἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·πρόφρων νῦν Δαναοῖσι, Ποσείδαον, ἐπάμυνε,καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ’ ἔτι εὕδειΖεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα·Ἥρη δ’ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.Ὣς εἰπὼν ὁ μὲν ᾧχετ’ ἐπὶ κλυτὰ φῦλ’ ἀνθρώπων,τὸν δ’ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.αὐτίκα δ’ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·Ἀργεῖοι, καὶ δὴ αὖτε μεθίεμεν Ἕκτορι νίκηνΠριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;ἀλλ’ ὁ μὲν οὕτω φησὶ καὶ εὔχεται, οὕνεκ’ Ἀχιλλεὺςνηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἥτορ·κείνου δ’ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἱ ἄλλοιἡμεῖς ὀτρυνώμεθ’ ἀμυνέμεν ἀλλήλοισιν.ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼν εἴπω, πειθώμεθα πάντες·ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισταιἑσσάμενοι, κεφαλὰς δὲ παναίθησιν κορύθεσσικρύψαντες, χερσίν τε τὰ μακρότατ’ ἔγχε’ ἑλόντες,ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ’ ἔτι φημὶἝκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, ἔχει δ’ ὀλίγον σάκος ὤμῳ,χείρονι φωτὶ δότω, ὁ δ’ ἐν ἀσπίδι μείζονι δύτω.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ,Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·οἰχόμενοι δ’ ἐπὶ πάντας ἀρήϊα τεύχε’ ἄμειβον·ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκον.αὐτὰρ ἐπεί ῥ’ ἕσσαντο περὶ χροὶ νώροπα χαλκόν,βάν ῥ’ ἴμεν· ἦρχε δ’ ἄρα σφι Ποσειδάων ἐνοσίχθων,δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ,εἴκελον ἀστεροπῇ’ τῷ δ’ οὐ θέμις ἐστὶ μιγῆναιἐν δαὶ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.Τρῶας δ’ αὖθ’ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἑκτωρ.δή ῥα τότ’ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσανκυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,ἦτοι ὁ μὲν Τρώεσσιν, ὃ δ’ Ἀργείοισιν ἀρήγων.ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τεἈργείων οἱ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον,ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·οὔτε πυρὸς τόσσος γε ποτὶ βρόμος αἰθομένοιοοὔρεος ἐν βήσσῃς, ὅτε τ’ ὤρετο καιέμεν ὕλην·οὔτ’ ἄνεμος τόσσον γε περὶ δρυσὶν ὑψικόμοισιἡπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴδεινὸν ἀυὐσάντων, ὅτ’ ἐπ’ ἀλλήλοισιν ὄρουσαν.Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Εἰκτωρἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ’ ἀφάμαρτε,τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,ἤτοι ὁ μὲν σάκεος, ὁ δὲ φασγάνου ἀργυροήλου·τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ’ Ἕκτωρ,ὅττι ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.τὸν μὲν ἔπειτ’ ἀπιόντα μέγας Τελαμώνιος Αἴαςχερμαδίῳ, τά ῥα πολλά, θοάων ἔχματα νηῶν,πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἕν ἀείραςστῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,στρόμβον δ’ ὡς ἔσσευε βαλών, περὶ δ’ ἔδραμε πάντῃ.ὡς δ’ ὅθ’ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦςπρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴἐξ αὐτῆς, τὸν δ’ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηταιἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,ὡς ἔπεσ’ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·χειρὸς δ’ ἔκβαλεν ἔγχος, ἐπ’ αὐτῷ δ’ ἀσπὶς ἑάφθηκαὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν,ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰςαἰχμάς· ἀλλ’ οὔ τις ἐδυνήσατο ποιμένα λαῶνοὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι,Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος ἈγήνωρΣαρπηδών τ’, ἀρχὸς Λυκίων, καὶ Γλαῦκος ἀμύμων.τῶν δ’ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθενἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ’ ἄρ’ ἑταῖροιχερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρ’ ἵκεθ’ ἵππουςὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιοἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ’ ἔχοντες·οἱ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.Ἀλλ’ ὅτε δὴ πόρον ἵξον ἐυρρεῖος ποταμοῖο,Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,ἔνθα μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρχεῦαν· ὁ δ’ ἐμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,ἑζόμενος δ’ ἐπὶ γοῦνα κελαινεφὲς αἷμ’ ἀπέμεσσεν·αὖτις δ’ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσενὺξ ἐκάλυψε μέλαινα· βέλος δ’ ἔτι θυμὸν ἐδάμνα.Ἀργεῖοι δ’ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα,μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς ΑἴαςΣάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντιἨνοπίδην, ὃν ἄρα νύμφη τέκε νηὶς ἀμύμωνἬνοπι βουκολέοντι παρ’ ὄχθας Σατνιόεντος.τὸν μὲν Ὀϊλιάδης δουρικλυτὸς ἐγγύθεν ἐλθὼνοὖτα κατὰ λαπάρην· ὁ δ’ ἀνετράπετ’, ἀμφὶ δ’ ἄρ’ αὐτῷΤρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.τῷ δ’ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρΠανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὤμον,υἱὸν Ἀρηϊλύκοιο, δι’ ὤμου δ’ ὄβριμον ἔγχοςἔσχεν, ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.Πουλυδάμας δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΐσας·οὐ μὰν αὖτ’ ὀΐω μεγαθύμου Πανθοΐδαοχειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐωαὐτῷ σκηπτόμενον κατίμεν δόμον Αἴδος εἴσω.Ὣς ἔφατ’, Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο·Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε,τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.καρπαλίμως δ’ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.Πουλυδάμας δ’ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαινανλικριφὶς ἀΐξας, κόμισεν δ’ Ἀντήνορος υἱὸςἈρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.τόν ῥ’ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,νείατον ἀστράγαλον, ἀπὸ δ’ ἄμφω κέρσε τένοντε·τοῦ δὲ πολὺ πρότερον κεφαλὴ στόμα τε ῥῖνές τεοὔδει πλῆντ’ ἦ περ κνῆμαι καὶ γοῦνα πεσόντος.Αἴας δ’ αὖτ’ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·φράζεο, Πουλυδάμα, καί μοι νημερτὲς ἐνίσπες,ἦ ῥ’ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαιἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο,ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.Ἦ ῥ’ εὖ γιγνώσκων, Τρῶας δ’ ἄχος ἔλλαβε θυμόν.ἔνθ’ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρί,ἀμφὶ κασιγνήτῳ βεβαώς· ὁ δ’ ὕφελκε ποδοῖιν.τῷ δ’ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΐσα·Ἀργεῖοι ἰόμωροι, ἀπειλάων ἀκόρητοι,οὔ θην οἴοισίν γε πόνος τ’ ἔσεται καὶ ὀϊζὺςἡμῖν, ἀλλά ποθ’ ὧδε κατακτενέεσθε καὶ ὕμμες.φράζεσθ’ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδειἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴδηρὸν ἄτιτος ἔῃ· τῶ καί τίς τ’ εὔχεται ἀνὴργνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.Ὣς ἔφατ’, Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο·Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·ὡρμήθη δ’ Ἀκάμαντος· ὃ δ’ οὐχ ὑπέμεινεν ἐρωὴνΠηνελέωο ἄνακτος· ὃ δ’ οὔτασεν Ἰλιονῆα,υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλισταἙρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·τῷ δ’ ἄρ’ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.τὸν τόθ’ ὑπ’ ὀφρύος οὖτα κατ’ ὀφθαλμοῖο θέμεθλα,ἐκ δ’ ὦσε γλήνην· δόρυ δ’ ὀφθαλμοῖο διαπρὸκαὶ διὰ ἰνίου ἦλθεν, ὁ δ’ ἕζετο χεῖρε πετάσσαςἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺαὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζεαὐτῇ σὺν πήληκι κάρη· ἔτι δ’ ὄβριμον ἔγχοςἦεν ἐν ὀφθαλμῷ· ὁ δὲ φὴ κώδειαν ἀνασχὼνπέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·εἰπέμεναί μοι, Τρῶες, ἀγαυοῦ Ἰλιονῆοςπατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·οὐδὲ γὰρ ἡ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαοἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.Ὣς φάτο, τοὺς δ’ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.Ἔσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι,ὅς τις δὴ πρῶτος βροτόεντ’ ἀνδράγρι’ Ἀχαιῶνἤρατ’, ἐπεί ῥ’ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖταΓυρτιάδην, Μυσῶν ἡγήτορα καρτεροθύμων·Φάλκην δ’ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,Τεῦκρος δὲ Προθόωνά τ’ ἐνήρατο καὶ Περιφήτην·Ἀτρεΐδης δ’ ἄρ’ ἔπειθ’ Ὑπερήνορα, ποιμένα λαῶν,οὖτα κατὰ λαπάρην, διὰ δ’ ἔντερα χαλκὸς ἄφυσσεδῃώσας· ψυχὴ δὲ κατ’ οὐταμένην ὠτειλὴνἔσσυτ’ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.πλείστους δ’ Αἴας εἷλεν, Ὀϊλῆος ταχὺς υἱός·οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦενἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.