Book 15 of 24
Book 15: The Trojans reach the ships
Αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησανφεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,οἱ μὲν δὴ παρ’ ὄχεσφιν ἐρητύοντο μένοντες,χλωροὶ ὑπαὶ δείους, πεφοβημένοι· ἔγρετο δὲ ΖεὺςἼδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,στῆ δ’ ἄρ’ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιούς,τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθενἈργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·Ἕκτορα δ’ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ’ ἑταῖροιἥαθ’, ὁ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι κῆρ ἀπινύσσων,αἷμ’ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν.τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,δεινὰ δ’ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·ἦ μάλα δὴ κακότεχνος, ἀμήχανε, σὸς δόλος, Ἥρη,Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.οὐ μὰν οἶδ’ εἰ αὖτε κακορραφίης ἀλεγεινῆςπρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖινἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλαχρύσεον ἄρρηκτον; σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσινἐκρέμω’ ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμιῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ’ ἂν ἵκηταιγῆν ὀλιγηπελέων· ἐμὲ δ’ οὐδ’ ὡς θυμὸν ἀνίειἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλαςπέμψας ἐπ’ ἀτρύγετον πόντον, κακὰ μητιόωσα,καί μιν ἔπειτα Κόωνδ’ ἐϋ ναιομένην ἀπένεικας.τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτιςἌργος ἐς ἱππόβοτον, καὶ πολλά περ ἀθλήσαντα.τῶν σ’ αὖτις μνήσω, ἵν’ ἀπολλήξης ἀπατάων,ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ’’ ἀπάτησας.Ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Πρη,καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεκαὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστοςὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,σή θ’ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶνκουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι’μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθωνπημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ’ ἀρήγει,ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,τειρομένους δ’ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμηντῇ ἴμεν ἣ κεν δὴ σύ, κελαινεφές, ἡγεμονεύῃς.Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·εἰ μὲν δὴ σύ γ’ ἔπειτα, βοῶπις πότνια Ἥρη,ἴσον ἐμοὶ φρονέουσα μετ’ ἀθανάτοισι καθίζοις,τῶ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,αἷψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.ἀλλ’ εἰ δή ῥ’ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσονἾρίν τ’ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,ὄφρ’ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνωνἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτιπαυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ’ ἱκέσθαι,Ἕκτορα δ’ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,αὖτις δ’ ἐμπνεύσησι μένος, λελάθῃ δ’ ὀδυνάωναἱ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺςαὖτις ἀποστρέψησιν ἀνάλκιδα φύζαν ἐνόρσας,φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσιΠηλεΐδεω Ἀχιλῆος· ὁ δ’ ἀνστήσει ὃν ἑταῖρονΠάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος ἝκτωρἸλίου προπάροιθε, πολέας ὀλέσαντ’ αἰζηοὺςτοὺς ἄλλους, μετὰ δ’ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.τοῦ δὲ χολωσάμενος κτενεῖ Ἑικτορα δῖος Ἀχιλλεύς.ἐκ τοῦ δ’ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶναἰὲν ἐγὼ τεύχοιμι διαμπερές, εἰς ὅ κ’’ ἈχαιοὶἼλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.τὸ πρὶν δ’ οὔτ’ ἄρ’ ἐγὼ παύω χόλον οὔτε τιν’ ἄλλονἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ’ ἐάσω,πρίν γε τὸ [Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ’ ἐπένευσα κάρητι,ἤματι τῷ ὅτ’ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τ’ ἐπὶ πολλὴνγαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ,ἔνθ’ εἴην, ἢ ἔνθα, μενοινήησί τε πολλά,ὡς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·ἵκετο δ’ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ’ ἐπῆλθενἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἱ δὲ ἰδόντεςπάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.ἡ δ’ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρήῳδέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·Ἥρη, τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·ἦ μάλα δή σε φόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.Τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ λευκώλενος Ἥρη·μή με, θεὰ Θέμι, ταῦτα διείρεο· οἶσθα καὶ αὐτή,οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.ἀλλὰ σύ γ’ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν,οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημιπᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσινοὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.Ἡ μὲν ἄρ’ ὡς εἰποῦσα καθέζετο πότνια Ἥρη, τοῦὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοί· ἡ δὲ γέλασσεχείλεσιν, οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσινἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·νήπιοι, οἱ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·ἢ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἄσσον ἰόντεςἢ ἔπει ἠὲ βίῃ· ὁ δ’ ἀφήμενος οὐκ ἀλεγίζειοὐδ’ ὄθεται’ φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσικάρτεΐ τε σθένεϊ τε διακριδὸν εἶναι ἄριστος.τῶ ἔχεθ’ ὅττι κεν ὕμμι κακὸν πέμπῃσιν ἑκάστῳ.ἤδη γὰρ νῦν ἔλπομ’ Ἀρηϊΐϊ γε πῆμα τετύχθαι·υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι, φίλτατος ἀνδρῶν,Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.Ὣς ἔφατ’, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼχερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα·μὴ νῦν μοι νεμεσήσετ’, Ὀλύμπια δώματ’ ἔχοντες,τείσασθαι φόνον υἷος ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷκεῖσθαι ὁμοῦ νεκύεσσι μεθ’ αἵματι καὶ κονίησιν.Ὣς φάτο, καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον τεζευγνύμεν, αὐτὸς δ’ ἔντε’ ἐδύσετο παμφανόωντα.ἔνθα κ’ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλοςπὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσινὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,τοῦ δ’ ἀπὸ μὲν κεφαλῆς κόρυθ’ εἵλετο καὶ σάκος ὤμων,ἔγχος δ’ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσαχάλκεον· ἡ δ’ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·μαινόμενε, φρένας ἠλέ, διέφθορας· ἦ νύ τοι αὔτωςοὔατ’ ἀκουέμεν ἐστί, νόος δ’ ἀπόλωλε καὶ αἰδώς.οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη,ἦ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;ἡ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰἂψ ἴμεν Οὔλυμπόνδε καὶ ἀχνύμενός περ ἀνάγκῃ,αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺςλείψει, ὁ δ’ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,μάρψει δ’ ἑξείης ὅς τ’ αἴτιος ὅς τε καὶ οὐκί.τῷ σ’ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνωνἢ πέφατ’, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲπάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.Ὣς εἰποῦσ’ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.Ἥρη δ’ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸςἾριν θ’, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,καί σφεας φωνήσασ’ ἔπεα πτερόεντα προσηΐδα·Ζεὺς σφὼ εἰς Ἴδην κέλετ’ ἐλθέμεν ὅττι τάχιστα·αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ’ εἰς ὦπα ἴδησθε,ἔρδειν ὅττι κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.Ἡ μὲν ἄρ’ ὡς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,ἕζετο δ’ εἰνὶ θρόνῳ· τὼ δ’ ἀΐξαντε πετέσθην.Ἴδην δ’ ἵκανον πολυπίδακα, μητέρα θηρῶν,εὗρον δ’ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.τὼ δὲ πάροιθ’ ἐλθόντε Διὸς νεφεληγερέταοστήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,ὅττι οἱ κ’ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·βάσκ’ ἴθι, Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτιπάντα τάδ’ ἀγγεῖλαι, μηδὲ ψευδάγγελος εἶναι.παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιοἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.εἰ δέ μοι οὐκ ἐπέεσσ’ ἐπιπείσεται, ἀλλ’ ἀλογήσει,φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,μή μ’ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃμεῖναι, ἐπεί ἑο φημὶ βίη πολὺ φέρτερος εἶναικαὶ γενεῇ πρότερος· τοῦ δ’ οὐκ ὄθεται φίλον ἦτορἴσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἐς Ἴλιον ἱρήν.ὡς δ’ ὅτ’ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζαψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,ὡς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,ἀγχοῦ δ’ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·ἀγγελίην τινά τοι, γαιήοχε κυανοχαῖτα,ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.παυσάμενόν σε κέλευσε μάχης ἠδὲ πτολέμοιοἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.εἰ δέ οἱ οὐκ ἐπέεσσ’ ἐπιπείσεαι, ἀλλ’ ἀλογήσεις,ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξωνἐνθάδ’ ἐλεύσεσθαι· σὲ δ’ ὑπεξαλέασθαι ἄνωγεχεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναικαὶ γενεῇ πρότερος· σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·ὦ πόποι, ἦ ῥ’ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν,εἴ μ’ ὁμότιμον ἐόντα βίη ἀέκοντα καθέξει.τρεῖς γάρ τ’ ἐκ Κρόνου εἰμὲν ἀδελφεοί, οὗς τέκετο Ῥέα,Ζεὺς καὶ ἐγώ, τρίτατος δ’ Ἀἴδης, ἐνέροισιν ἀνάσσων.τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ’ ἔμμορε τιμῆς·ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶπαλλομένων, Ἀἴδης δ’ ἔλαχε ζόφον ἠερόεντα,Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.τῷ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλοςκαὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὡς δειδισσέσθω·θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴηἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν, οὗς τέκεν αὐτός,οἵ ἐθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.Τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·οὕτω γὰρ δή τοι, γαιήοχε κυανοχαῖτα,τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.οἷσθ’ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.Τὴν δ’ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·Ἶρι θεά, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ’ ἄγγελος αἴσιμα εἰδῇ.ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,ὁππότ’ ἃν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃνεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.ἀλλ’ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης,Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος,Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ’ ἐθελήσειἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,ἴστω τοῦθ’, ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.Ὃς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,δῦνε δὲ πόντον ἰών, πόθεσαν δ’ ἥρωες Ἀχαιοί.καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·ἡ ἔρχεο νῦν, φίλε Φοῖβε, μεθ’ Ἕκτορα χαλκοκορυστήν·ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιοςοἴχεται εἰς ἅλα δῖαν, ἀλευάμενος χόλον αἰπὺνἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,οἵ περ ἐνέρτεροί εἰσι θεοί, Κρόνον ἀμφὶς ἐόντες.ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξεχεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γε τελέσθη.ἀλλὰ σύ γ’ ἐν χείρεσσι λάβ’ αἰγίδα θυσσανόεσσαν,τῇ μάλ’ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·σοὶ δ’ αὐτῷ μελέτω, ἑκατηβόλε, φαίδιμος Εἰκτωρ·τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ’ ἂν Ἀχαιοὶφεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.κεῖθεν δ’ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.Ὣς ἔφατ’, οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,βῆ δὲ κατ’ Ἰδαίων ὀρέων, ἴρηκι ἐοικὼςὠκέϊ φασσοφόνῳ, ὅς τ’ ὤκιστος πετεηνῶν.εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον,ἥμενον, οὐδ’ ἔτι κεῖτο, νέον δ’ ἐσαγείρετο θυμόν,ἀμφὶ ἑ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼςπαύετ’, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.ἀγχοῦ δ’ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·Ἕκτορ, υἱὲ Πριάμοιο, τίη δὲ σὺ νόσφιν ἀπ’ ἄλλωνἦσ’ ὀλιγηπελέων; ἢ πού τί σε κῆδος ἱκάνει;Τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Εἰκτωρ·τίς δὲ σύ ἐσσι φέριστε θεῶν, ὅς μ’ εἴρεαι ἄντην;οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρύμνῃσιν Ἀχαιῶνοὓς ἑτάρευς ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴαςχερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;καὶ δὴ ἔγωγ’ ἐφάμην νέκυας καὶ δῶμ’ Ἀἴδαοἤματι τῷδ’ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.Τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίωνἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν,Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περῥύομ’, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.ἀλλ’ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσινηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθονπᾶσαν λειανέω, τρέψω δ’ ἥρωας Ἀχαιούς.Ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.ὡς δ’ ὅτε τις στατὸς ἵππος, ἀκοστήσας ἐπὶ φάτνῃ,δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων,εἰωθὼς λούεσθαι ἐὑὐρρεῖος ποταμοῖο,κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖταιὄμοις ἀΐσσονται’ ὁ δ’ ἀγλαΐηφι πεποιθώς,ῥίμφα ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵππων·ὡς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμαὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.οἱ δ’ ὥς τ’ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγαἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·τὸν μέν τ’ ἠλίβατος πέτρη καὶ δάσκιος ὕληεἰρύσατ’, οὐδ’ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·τῶν δέ θ’ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειοςεἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτα·ὡς Δαναοὶ ἧος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο,νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·αὐτὰρ ἐπεὶ ἴδον Ἑκτορ’ ἐποιχόμενον στίχας ἀνδρῶν,τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.Τοῖσι δ’ ἔπειτ’ ἀγόρευε Θόας, Ἀνδραίμονος υἱός,Αἰτωλῶν ὄχ’ ἄριστος, ἐπιστάμενος μὲν ἄκοντι,ἐσθλὸς δ’ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶννίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·ᾧ πόποι, ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι,οἷον δὴ αὖτ’ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξαςἝκτωρ· ἢ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστουχερσὶν ὑπ’ Αἴαντος θανέειν Γελαμωνιάδαο.ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσενἝκτορ’, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ’ ἔλυσεν,ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γεΖηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼν εἴπω, πειθώμεθα πάντες.πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·αὐτοὶ δ’, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ’ εἶναι,στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες,δούρατ’ ἀνασχόμενοι· τὸν δ’ οἴω καὶ μεμαῶταθυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο·οἱ μὲν ἄρ’ ἀμφ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα,Τεῦκρον Μηριόνην τε Μέγην τ’, ἀτάλαντον Δρηϊ,ὑσμίνην ἤρτυνον, ἀριστῆας καλέσαντες,Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσωἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ’ ἄρ’ Ἕκτωρμακρὰ βιβάς· πρόσθεν δὲ κί’ αὐτοῦ Φοῖβος Ἀπόλλωνεἱμένος ὤμοιιν νεφέλην, ἔχε δ’ αἰγίδα θοῦριν,δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ’, ἣν ἄρα χαλκεὺςἭφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·τὴν ἄρ’ ὅ γ’ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες, ὦρτο δ’ ἀϋτὴὀξεῖ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ’ ὀϊστοὶθρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶνἄλλα μὲν ἐν χροὶ πήγνυτ’ ἀρηϊθόων αἰζηῶν,πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖνἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς σαι.ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων,τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός.αὐτὰρ ἐπεὶ κατ’ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλωνσεῖσ’, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸνἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.οἱ δ’ ὥς τ’ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ’ οἰῶνθῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ,ἐλθόντ’ ἐξαπίνης σημάντορος οὐ παρεόντος,ὡς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλωνἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.Ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιοἔσκε Μέδων, Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιενἐν Φυλάκῃ γαίης ἄπο πατρίδος, ἄνδρα κατακτάς,γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ’ Ὀϊλεύς·Ἴασος αὖτ’ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.Μηκιστῆ δ’ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτηςπρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ’ ἕλε δῖος Ἀγήνωρ.Δηΐοχον δὲ Πάρις βάλε νείατον ὤμον ὄπισθεφεύγοντ’ ἐν προμάχοισι, διαπρὸ δὲ χαλκὸν ἔλασσεν.Ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ’ ἔντεα, τόφρα δ’ Ἀχαιοὶτάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΐσας·νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ’ ἔναρα βροτόεντα·ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γεγνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.Ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους,κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἱ δὲ σὺν αὐτῷπάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππουςἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλωνῥεῖ’ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπωνἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθονμακρὴν ἠδ’ εὐρεῖαν, ὅσον τ’ ἐπὶ δουρὸς ἐρωὴγίγνεται, ὁππότ’ ἀνὴρ σθένεος πειρώμενος ἧσι.τῇ ῥ’ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ’ Ἀπόλλωναἰγίδ’ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶνῥεῖα μάλ’, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,ὅς τ’ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν,ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.ὥς ῥα σύ, ἤϊε Φοῖβε, πολὺν κάματον καὶ ὀϊζὺνσύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.Ὣς οἱ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσιχεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος·Νέστιυρ αὖτε μάλιστα Γερήνιος, οὖρος Ἀχαιῶν,εὔχετο, χεῖρ’ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·Ζεῦ πάτερ, εἴ ποτέ τίς τοι ἐν Ἀργεΐ περ πολυπύρῳἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίωνεὔχετο νοστῆσαι, σὺ δ’ ὑπέσχεο καὶ κατένευσας,τῶν μνῆσαι καὶ ἄμυνον, Ὀλύμπιε, νηλεὲς ἦμαρ,μηδ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.Ὣς ἔφατ’ εὐχόμενος, μέγα δ’ ἔκτυπε μητίετα Ζεύς,ἀράων ἀΐων Νηληϊάδαο γέροντος.Τρῶες δ’ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,μᾶλλον ἐπ’ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.οἱ δ’ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιονηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ’ ἐπείγῃὃς ἀνέμου· ἧ γάρ τε μάλιστά γε κύματ’ ὀφέλλει·ὡς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,ἵππους δ’ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντοἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἱ μὲν ἀφ’ ἵππων,οἱ δ’ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντεςμακροῖσι ξυστοῖσι, τά ῥά σφ’ ἐπὶ νηυσὶν ἔκειτοναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.Πάτροκλος δ’ ἧος μὲν Ἀχαιοί τε Τρῶές τετείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,τόφρ’ ὅ γ’ ἐνὶ κλισίῃ ἀγαπήνορος Εἱὐρυπύλοιοἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ’ ἕλκεϊ λυγρῷφάρμακ’ ἀκέσματ’ ἔπασσε μελαινάων ὀδυνάων.αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησεΤρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,ᾥμωξέν τ’ ἄρ’ ἔπειτα καὶ ὦ πεπλήγετο μηρὼχερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα·Ἐὐρύπυλ’, οὐκέτι τοι δύναμαι χατέοντί περ’ ἔμπηςἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγεσπεύσομαι εἰς Ἀχιλῆα, ἵν’ ὀτρύνω πολεμίζειν.τίς δ’ οἷδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνωπαρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.Τὸν μὲν ἄρ’ ὡς εἰπόντα πόδες φέρον· αὐτὰρ ἈχαιοὶΤρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδὲ δύναντοπαυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγαςῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.ἀλλ’ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνειτέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσηςεὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,ὡς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,Ἕκτωρ δ’ ἄντ’ Αἴαντος ἐείσατο κυδαλίμοιο.τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντοοὔθ’ ὁ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆαοὔθ’ ὁ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων.ἔνθ’ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας,πῦρ ἐς νῆα φέροντα, κατὰ στῆθος βάλε δουρί·δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.Ἕκτωρ δ’ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσινἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΐσας’Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,ἀλλ’ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶτεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.Ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.τοῦ μὲν ἅμαρθ’, ὁ δ’ ἔπειτα Λυκόφρονα, Μάστορος υἱόν,Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ’ αὐτῷναῖ’, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,τόν ῥ’ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ,ἑσταότ’ ἄγχ’ Αἴαντος· ὁ δ’ ὕπτιος ἐν κονίῃσινηὸς ἄπο πρύμνης χαμάδις πέσε, λύντο δὲ γυῖα.Αἴας δὲ ῥίγησε, κασίγνητον δὲ προσηύδα·Τεῦκρε πέπον, δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖροςΜαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόνταἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι.τὸν δ’ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰὺὠκύμοροι καὶ τόξον, ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;Ὣς φάθ’, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρηνἰοδόκον· μάλα δ’ ὦκα βέλεα Τρώεσσιν ἐφίει.καί ῥ’ ἔβαλε Κλεῖτον, Πεισήνορος ἀγλαὸν υἱόν,Πουλυδάμαντος ἑταῖρον, ἀγαυοῦ Πανθοΐδαο,ἡνία χερσὶν ἔχοντα’ ὃ μὲν πεπόνητο καθ’ ἵππους·τῇ γὰρ ἔχ’ ἧ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες,Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ’ αὐτῷἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποικείν’ ὄχεα κροτέοντες·. ἄναξ δ’ ἐνόησε τάχισταΠουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.τοὺς μὲν ὅ γ’ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,πολλὰ δ’ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωνταἵππους· αὐτὸς δ’ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἐφ’ Ἕκτορι χαλκοκορυστῇαἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.ἀλλ’ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ’ ἐφύλασσενἝκτορ’, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳῥῆξ’ ἐπὶ τῷ ἐρύοντι’ παρεπλάγχθη δέ οἱ ἄλλῃἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.Τεῦκρος δ’ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·ὦ πόποι, ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρειδαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,νευρὴν δ’ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησαπρώϊον, ὄφρ’ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.Τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας·ὦ πέπον, ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺςκεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳμάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεννῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.Ὣς φάθ’, ὁ δ’ αὖ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισι σάκος θέτο τετραθέλυμνον,κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκενἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·εἵλετο δ’ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,βῆ δ’ ἰέναι, μάλα δ’ ὦκα θέων Αἴαντι παρέστη.Ἕκτωρ δ’ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΐσας·Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,ἀνέρες ἔστε, φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆςνῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσινἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.ῥεῖα δ’ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,ἡμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,ἠδ’ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ’ ἀρήγει.ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέωνβλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ,τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρηςτεθνάμεν· ἀλλ’ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶοἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.Ὃς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.Αἴας δ’ αὖθ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·αἰδώς, Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαιἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.ἡ ἔλπεσθ’, ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ,ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;ἢ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπανταἝκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;οὐ μὰν ἔς γε χορὸν κέλετ’ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.ἡμῖν δ’ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων,ἢ αὐτοσχεδίῃ μεῖξαι χεῖράς τε μένος τε.βέλτερον, ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι,ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτιὧδ’ αὔτως παρὰ νηυσὶν ὑπ’ ἀνδράσι χειροτέροισιν.Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον, Περιμήδεος υἱόν,ἀρχὸν Φωκήων, Αἴας δ’ ἕλε Λαοδάμανταἡγεμόνα πρυλέων, Ἀντήνορος ἀγλαὸν υἱόν·Πουλυδάμας δ’ Ὦτον Κυλλήνιον ἐξενάριξε,Φυλείδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὁ δ’ ὕπαιθα λιάσθηΠουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλωνεἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.δούπησεν δὲ πεσών ὁ δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα.τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ, αἰχμῆς ἐὺ εἰδώς,Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱόν,Λαομεδοντιάδης, εὖ εἰδότα θούριδος ἀλκῆς,ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,τόν ῥ’ ἐφόρει γυάλοισιν ἀρηρότα’ τόν ποτε Φυλεὺςἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Ἐὐφήτηςἐς πόλεμον φορέειν, δηΐων ἀνδρῶν ἀλεωρήν·ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ’ ὄλεθρον.τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείηςκύμβαχον ἀκρότατον νύξ’ ἔγχεϊ ὀξυόεντι,ῥῆξε δ’ ἀφ’ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζεκάππεσεν ἐν κονίῃσι, νέον φοίνικι φαεινός.ἧος ὁ τῷ πολέμιζε μένων, ἔτι δ’ ἔλπετο νίκην,τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ’ ὤμον ὄπισθεν·αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα,πρόσσω ἱεμένη· ὁ δ’ ἄρα πρηνὴς ἐλιάσθη.τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε ἀπ’ ὤμωνσυλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσεπᾶσι μάλα, πρῶτον δ’ Ἱκεταονίδην ἐνένιπεν,ἴφθιμον Μελάνιππον. ὁ δ’ ὄφρα μὲν εἰλίποδας βοῦςβόσκ’ ἐν Περκώτῃ, δηΐων ἀπονόσφιν ἐόντων·αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,ναῖε δὲ πὰρ Πριάμῳ, ὁ δέ μιν τίεν ἶσα τέκεσσι·τόν ῥ’ Ἕκτωρ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·οὕτω δή, Μελάνιππε, μεθήσομεν; οὐδέ νυ σοί περἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε’ ἕπουσιν;ἀλλ’ ἔπευ· οὐ γὰρ ἔτ’ ἔστιν ἀποσταδὸν Ἀργείοισιμάρνασθαι, πρίν γ’ ἠὲ κατακτάμεν ἠὲ κατ’ ἄκρηςἼλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.Ὣς εἰπὼν ὁ μὲν ἦρχ’, ὁ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς·Ἀργείους δ’ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·ὦ φίλοι, ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ,ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·φευγόντων δ’ οὔτ’ ἃρ κλέος ὄρνυται οὔτε τις ἀλκή.Ὣς ἔφαθ’, οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,ἐν θυμῷ δ’ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆαςἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.Ἀντίλοχον δ’ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·Ἀντίλοχ’, οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,οὔτε ποσὶν θάσσων οὔτ’ ἄλκιμος ὡς σὺ μάχεσθαι·εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.Ὣς εἰπὼν ὁ μὲν αὖτις ἀπέσσυτο, τὸν δ’ ὀρόθυνεν·ἐκ δ’ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷἀμφὶ ἕ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντοἀνδρὸς ἀκοντίσσαντος· ὁ δ’ οὐχ ἅλιον βέλος ἧκεν,ἀλλ’ Ἱκετάονος υἱόν, ὑπέρθυμον Μελάνιππον,νισόμενον πόλεμόνδε βάλε στῆθος παρὰ μαζόν.δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.Ἀντίλοχος δ’ ἐπόρουσε κύων ὥς, ὅς τ’ ἐπὶ νεβρῷβλημένῳ ἀΐξη, τόν τ’ ἐξ εὐνῆφι θορόνταθηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυΐα·ὡς ἐπὶ σοί, Μελάνιππε, θόρ’ Ἀντίλοχος μενεχάρμηςτεύχεα συλήσων· ἀλλ’ οὐ λάθεν Ἕκτορα δῖον,ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.Ἀντίλοχος δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,ἀλλ’ ὅ γ’ ἄρ’ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσιφεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·ὡς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισινηυσὶν ἐπεσσεύοντο, Διὸς δὲ τέλειον ἐφετμάς,ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸνἈργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ’ ὀρόθυνεν.Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαιΠριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρἐμβάλοι ἀκάματον, Θέτιδος δ’ ἐξαίσιον ἀρὴνπᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεύς,νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶνθησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρενἝκτορα Πριαμίδην, μάλα περ μεμαῶτα καὶ αὐτόν.μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦροὔρεσι μαίνηται, βαθέης ἐν τάρφεσιν ὕλης·ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσελαμπέσθην βλοσυρῇσιν ὑπ’ ὀφρύσιν, ἀμφὶ δὲ πήληξσμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιοἝκτορος· αὐτὸς γάρ οἱ ἀπ’ αἰθέρος ἦεν ἀμύντωρΖεύς, ὅς μιν πλεόνεσσι μετ’ ἀνδράσι μοῦνον ἐόντατίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλενἔσσεσθ’· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρΠαλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν,καί ῥ’ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,ἦ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε’ ἄριστα·ἀλλ’ οὐδ’ ὡς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρηἠλίβατος μεγάλη, πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθακύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·ὡς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.αὐτὰρ ὁ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ’ ὁμίλῳ,ἐν δ’ ἔπεσ’ ὡς ὅτε κῦμα θοῇ ἐν νηὶ πέσῃσιλάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἡ δέ τε πᾶσαἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτηςἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦταιδειδιότες· τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται·ὡς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.αὐτὰρ ὅ γ’ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,αἵ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονταιμυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼςθηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιναἰὲν ὁμοστιχάει, ὁ δέ τ’ ἐν μέσσῃσιν ὀρούσαςβοῦν ἔδει, αἱ δέ τε πᾶσαι ὑπέτρεσαν· ὡς τότ’ Ἀχαιοὶθεσπεσίως ἐφόβηθεν ὑφ’ Ἕκτορι καὶ Διὶ πατρὶπάντες, ὁ δ’ οἷοι· ἔπεφνε Μυκηναῖον Περιφήτην,Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτοςἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνωνπαντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·ὅς ῥα τόθ’ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,τὴν αὐτὸς φορέεσκε ποδηνεκέ’, ἕρκος ἀκόντων·τῇ ὅ γ’ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξσμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.Ἕκτωρ δ’ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,στήθεϊ δ’ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρωνκτεῖν’· οἱ δ’ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρουχραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἑικτορα δῖον.Εἰσωποὶ δ’ ἐγένοντο νεῶν, περὶ δ’ ἔσχεθον ἄκραινῆες, ὅσαι πρῶται εἰρύατο· τοὶ δ’ ἐπέχυντο.Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃτῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμεινανἀθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼςκαὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.Νέστωρ αὖτε μάλιστα Γερήνιος, οὖρος Ἀχαιῶν,λίσσεθ’ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·ὦ φίλοι, ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστοςπαίδων ἠδ’ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·τῶν ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι οὐ παρεόντωνἑστάμεναι κρατερῶς, μηδὲ τρωπᾶσθε φόβονδε.Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνηθεσπέσιον· μάλα δέ σφι φόως γένετ’ ἀμφοτέρωθεν,ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,ἠδ’ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.Οὐδ’ ἄρ’ ἔτ’ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷἑστάμεν ἔνθα περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·ἀλλ’ ὅ γε νηῶν ἴκρι’ ἐπῴχετο μακρὰ βιβάσθων,νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι,κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ.ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι κελητίζειν ἐὶ εἰδώς,ὅς τ’ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηταιλαοφόρον καθ’ ὁδόν· πολέες τέ ἑ θηήσαντοἀνέρες ἠδὲ γυναῖκες· ὃ δ’ ἔμπεδον ἀσφαλὲς αἰεὶθρῴσκων ἄλλοτ’ ἐπ’ ἄλλον ἀμείβεται, οἱ δὲ πέτονται·ὡς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶνφοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρ’ ἵκανεν,αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευενηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἑκτωρμίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·ἀλλ’ ὥς τ’ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθωνἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων,χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,ὡς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιοἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθεχειρὶ μάλα μεγάλῃ, ὤτρυνε δὲ λαὸν ἅμ’ αὐτῷ.Αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισινἄντεσθ’ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.τοῖσι δὲ μαρναμένοισιν ὅδ’ ἦν νόος· ἤτοι Ἀχαιοὶοὐκ ἔφασαν φεύξεσθαι ὑπὲκ κακοῦ, ἀλλ’ ὀλέεσθαι,Τρωσὶν δ’ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστουνῆας ἐνιπρήσειν κτενέει θ’ ἥρωας Ἀχαιούς.οἱ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·Ἕκτωρ δὲ πρύμνης νεὸς ἥψατο ποντοπόροιο,καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικενἐς Τροίην, οὐδ’ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τεδήουν ἀλλήλους αὐτοσχεδόν· οὐδ’ ἄρα τοί γετόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ’ ἔτ’ ἀκόντων,ἀλλ’ οἵ γ’ ἐγγύθεν ἱστάμενοι, ἕνα θυμὸν ἔχοντες,ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνησι μάχοντοκαὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήενταἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ’ ἀπ’ ὤμωνἀνδρῶν μαρναμένων· ῥέε δ’ αἵματι γαῖα μέλαινα.Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει,ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευε·οἴσετε πῦρ, ἅμα δ’ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀϋτήν·νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἥμαρ ἔδωκε,νῆας ἑλεῖν, αἱ δεῦρο θεῶν ἀέκητι μολοῦσαιἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,οἵ μ’ ἐθέλοντα μάχεσθαι ἐπὶ πρύμνῃσι νέεσσιναὐτόν τ’ ἰσχανάασκον ἐρητύοντό τε λαόν·ἀλλ’ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺςἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα μᾶλλον ἐπ’ Ἀργείοισιν ὄρουσαν.Αἴας δ’ οὐκέτ’ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·ἀλλ’ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι,θρῆνυν ἐφ’ ἑπταπόδην, λίπε δ’ ἴκρια νηὸς ἐΐσης.ἔνθ’ ἄρ’ ὅ γ’ ἑστήκει δεδοκημένος, ἔγχεϊ δ’ αἰεὶΤρῷας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος,ἀνέρες ἔστε, φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,ἦέ τι τεῖχος ἄρειον, ὅ κ’ ἀνδράσι λοιγὸν ἀμύναι;οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,ἢ κ’ ἀπαμυναίμεσθ’ ἑτεραλκέα δῆμον ἔχοντες·ἀλλ’ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάωνπόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·τῷ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.Ἦ, καὶ μαιμώων ἔφεπ’ ἔγχεϊ ὀξυόεντι.ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτοσὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,τὸν δ’ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.