Classica Labs

← The Iliad · Contents

Book 17 of 24

Book 17: The fight over Patroclus

Οὐδ’’ ἔλαθ’ Ἀτρέος υἱόν, ἀρηΐφιλον Μενέλαον,Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖν’ ὥς τις περὶ πόρτακι μήτηρπρωτοτόκος κινυρή, οὐ πρὶν εἰδυῖα τόκοιο·ὡς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντοσ’ ἐΐσην,τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ ἀντίος ἔλθοι.οὐδ’ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησεΠατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δ’ ἄρ’ αὐτοῦἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ’ ἔναρα βροτόεντα·οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ’ ἐπικούρωνΠάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·τῷ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.Τὸν δὲ μέγ’ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·Ζεῦ πάτερ, οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.οὔτ’ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντοςοὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστοςθυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιοἧς ἥβης ἀπόνηθ’, ὅτε μ’ ὤνατο καί μ’ ὑπέμεινεκαί μ’ ἔφατ’ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴνἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόνταεὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος, εἴ κέ μευ ἄνταστήῃς’· ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύωἐς πληθὺν ἰέναι, μηδ’ ἀντίος ἵστασ’ ἐμεῖο,πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.Ὣς φάτο, τὸν δ’ οὐ πεῖθεν’ ἀμειβόμενος δὲ προσηύδα·νῦν μὲν δή, Μενέλαε διοτρεφές, ἦ μάλα τείσειςγνωτὸν ἐμόν, τὸν ἔπεφνες, ἐπευχόμενος δ’ ἀγορεύεις,χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.ἢ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην,εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε’ ἐνείκαςΠάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.ἀλλ’ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσταιοὐδ’ ἔτ’ ἀδήριτος ἤ τ’ ἀλκῆς ἤ τε φόβοιο.Ὣς εἰπὼν οὔτησε κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην·οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴἀσπίδ’ ἐνὶ κρατερῇ· ὁ δὲ δεύτερος ὄρνυτο χαλκῷἈτρεΐδης Μενέλαος, ἐπευξάμενος Διὶ πατρί·ἂψ δ’ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλανύξ’, ἐπὶ δ’ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή,δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαιπλοχμοί θ’, οἱ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίηςχώρῳ ἐν οἰοπόλῳ, ὅθ’ ἅλις ἀναβέβροχεν ὕδωρ,καλὸν τηλεθάον’ τὸ δέ τε πνοιαὶ δονέουσιπαντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·ἐλθὼν δ’ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇβόθρου τ’ ἐξέστρεψε καὶ ἐξετάνυσσ’ ἐπὶ γαίῃ·τοῖον Πάνθου υἱὸν ἐϋμμελίην ΕὔφορβονἈτρεΐδης Μενέλαος ἐπεὶ κτάνε, τεύχε’ ἐσύλα.Ὡς δ’ ὅτε τίς τε λέων ὀρεσίτροφος, ἀλκὶ πεποιθώς,βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἣ τις ἀρίστη·τῆς δ’ ἐξ αὐχέν’ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιπρῶτον, ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσειδῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τ’ ἄνδρες τε νομῆεςπολλὰ μάλ’ ἰύζουσιν ἀπόπροθεν οὐδ’ ἐθέλουσινἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·ὡς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμαἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.ἔνθα κε ῥεῖα φέροι κλυτὰ τεύχεα ΠανθοΐδαοἈτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,ὅς ῥά οἱ Ἑκτορ’ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ,ἀνέρι εἰσάμενος, Κικόνων ἡγήτορι Μέντῃ·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Ἕκτορ, νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκωνἵππους Αἰακίδαο δαΐφρονος· οἱ δ’ ἀλεγεινοὶἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ ὀχέεσθαι,ἄλλῳ γ’ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.τόφρα δέ τοι Μενέλαος, ἀρήϊος Ἀτρέος υἱός,Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε,Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.Ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·πάπτηνεν δ’ ἄρ’ ἔπειτα κατὰ στίχας, αὐτίκα δ’ ἔγνωτὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ’ ἐπὶ γαίῃκείμενον· ἔρρει δ’ αἷμα κατ’ οὐταμένην ὠτειλήν.βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,ὀξέα κεκληγώς, φλογὶ εἴκελος Ἡφαίστοιοἀσβέστῳ· οὐδ’ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ᾧ μοι ἐγών, εἰ μέν κε λίπω κάτα τεύχεα καλὰΠάτροκλόν θ’, ὃς κεῖται ἐμῆς ἕνεκ’ ἐνθάδε τιμῆς,μή τίς μοι Δαναῶν νεμεσήσεται, ὅς κεν ἴδηται.εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαιαἰδεσθείς, μή πώς με περιστήωσ’ ἕνα πολλοί·Τρῶας δ’ ἐνθάδε πάντας ἄγει κορυθαίολος Εἰκτωρ.ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαιὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.τῷ μ’ οὔ τις Δαναῶν νεμεσήσεται, ὅς κεν ἴδηταιἝκτορι χωρήσαντ’, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,ἄμφω κ’ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμηςκαὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸνΠηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.Ἧς ὁ ταῦθ’ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δ’ ἄρ’ Ἑκτωρ.αὐτὰρ ὅ γ’ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρόν,ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνταιἔγχεσι καὶ φωνῇ· τοῦ δ’ ἐν φρεσὶν ἄλκιμον ἦτορπαχνοῦται, ἀέκων δέ τ’ ἔβη ἀπὸ μεσσαύλοιο·ὡς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων,παπταίνων Αἴαντα μέγαν, Τελαμώνιον υἱόν.τὸν δὲ μάλ’ αἷψ’ ἐνόησε μάχης ἐπ’ ἀριστερὰ πάσηςθαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.Αἶαν, δεῦρο, πέπον, περὶ Πατρόκλοιο θανόντοςσπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμενγυμνόν· ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Εἰκτωρ.Ὣς ἔφατ’, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα,ἕλχ’, ἵν’ ἀπ’ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·Ἕκτωρ δ’ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ’ ἑταίρων,ἐς δίφρον δ’ ἀνόρουσε· δίδου δ’ ὅ γε τεύχεα καλὰΤρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.Αἴας δ’ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψαςἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,ᾧ ῥά τε νήπι’ ἄγοντι συναντήσωνται ἐν ὕλῃἄνδρες ἐπακτῆρες· ὁ δέ τε σθένεϊ βλεμεαίνει,πᾶν δέ τ’ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·ὡς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.Ἀτρεΐδης δ’ ἑτέρωθεν, ἀρηΐφιλος Μενέλαος,ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς, Λυκίων ἀγὸς ἀνδρῶν,Ἕκτορ’ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·Ἕκτορ, εἶδος ἄριστε, μάχης ἄρα πολλὸν ἐδεύεο.ἦ σ’ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃςοἷος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσινεἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦενμάρνασθαι δηΐοισιν ἐπ’ ἀνδράσι νωλεμὲς αἰεί.πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ’ ὅμιλον,σχέτλι’, ἐπεὶ Σαρπηδόν’ ἅμα ξεῖνον καὶ ἑταῖρονκάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,ὅς τοι πόλλ’ ὄφελος γένετο, πτόλεΐ τε καὶ αὐτῷ,ζωὸς ἐών· νῦν δ’ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.τῷ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶνοἴκαδ’ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη,ἄτρομον, οἷόν τ’ ἄνδρας ἐσέρχεται οἱ περὶ πάτρηςἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.εἰ δ’ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτοςἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰλύσειαν, καί κ’ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·τοίου γὰρ θεράπων πέφατ’ ἀνέρος, ὃς μέγ’ ἄριστοςἈργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.ἀλλὰ σύ γ’ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσαςστήμεναι ἄντα κατ’ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,οὐδ’ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἑκτωρ·Γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;ὦ πόποι, ἢ τ’ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων,τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες,ὅς τέ με φὴς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκηνῥηϊδίως, ὁτὲ δ’ αὐτὸς ἐποτρύνει μαχέσασθαι.ἀλλ’ ἄγε δεῦρο, πέπον, παρ’ ἔμ’ ἵστασο καὶ ἴδε ἔργον,ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτασχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.Ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΐσας·Τρῷες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταΐ,ἀνέρες ἔστε, φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,ὄφρ’ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύωκαλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.Ἃς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἑκτωρδηΐου ἐκ πολέμοιο· θέων δ’ ἐκίχανεν ἑταίρουςὦκα μάλ’, οὔ πω τῆλε, ποσὶ κραιπνοῖσι μετασπών,οἱ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα [Πηλεΐωνος.στὰς δ’ ἀπάνευθε μάχης πολυδακρύου ἔντε’ ἄμειβεν·ἤτοι ὁ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴνΤρωσὶ φιλοπτολέμοισιν, ὁ δ’ ἄμβροτα τεύχεα δῦνεΠηλεΐδεω Ἀχιλῆος, ἅ οἱ θεοὶ Οὐρανίωνεςπατρὶ φίλῳ ἔπορον· ὁ δ’ ἄρα ᾧ παιδὶ ὄπασσεγηράς· ἀλλ’ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.Τὸν δ’ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺςτεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·ἃ δείλ’, οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν,ὃς δή τοι σχεδὸν εἶσι· σὺ δ’ ἄμβροτα τεύχεα δύνειςἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,τεύχεα δ’ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμωνεἵλευ’ ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκ νοστήσαντιδέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.Ἦ, καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων.Ἕκτορι δ’ ἥρμοσε τεύχε’ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρηςδεινὸς ἐνυάλιος, πλῆσθεν δ’ ἄρα οἱ μέλε’ ἐντὸςἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρουςβῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσιτεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι,Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε,Ἀστεροπαῖόν τε Δεισήνορά θ’ Ἱππόθοόν τε,Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·κέκλυτε, μυρία φῦλα περικτιόνων ἐπικούρων·οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζωνἐνθάδ’ ἀφ’ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,ἀλλ’ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκναπροφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ’ Ἀχαιῶν.τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇλαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.τῶ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθωἦε σαωθήτω· ἡ γὰρ πολέμου ὀαριστύς.ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπηςΤρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ’ αὐτὸςἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.Ὣς ἔφαθ’, οἱ δ’ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν,δούρατ’ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸςνεκρὸν ὑπ’ Αἴαντος ἐρύειν Τελαμωνιάδαο,νήπιοι· ἢ τε πολέσσιν ἐπ’ αὐτῷ θυμὸν ἀπηύρα.καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·ὦ πέπον, ὦ Μενέλαε διοτρεφές, οὐκέτι νῶϊἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ’ οἰωνούς,ὅσσον ἐμῇ κεφαλῇ περιδείδια, μή τι πάθησι,καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει,Ἕκτωρ, ἡμῖν δ’ αὖτ’ ἀναφαίνεται αἰπὺς ὄλεθρος.ἀλλ’ ἄγ’ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,ἤυσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,οἵ τε παρ’ Ἀτρεΐδῃς, Ἀγαμέμνονι καὶ Μενελάῳ,δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστοςλαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστονἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ’ ἐνὶ θυμῷΠάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.Ὣς ἔφατ’, ὀξὺ δ’ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·πρῶτος δ’ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,τὸν δὲ μετ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος,Μηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.τῶν δ’ ἄλλων τίς κεν ἧσι φρεσὶν οὐνόματ’ εἴποι,ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δ’ ἄρ’ Ἕκτωρ.ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖοβέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ’ ἄκραιἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες,φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δ’ ἄρα σφιλαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴνχεῦ’, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε πάρος γε,ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·μίσησεν δ’ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαιΓρῳῇσιν· τῷ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.Ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν’ αὐτῶνΤρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,ἀλλὰ νέκυν ἐρύοντο’ μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶμέλλον ἀπέσσεσθαι’ μάλα γάρ σφεας ὧκ’ ἐλέλιξενΑἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ’ ἔργα τέτυκτοτῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλεΐωνα.ἴθυσεν δὲ διὰ προμάχων συὶ εἴκελος ἀλκὴνκαπρίῳ, ὅς τ’ ἐν ὄρεσσι κύνας θαλερούς τ’ αἰζηοὺςῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσα·ὡς υἱὸς Τελαμῶνος ἀγαυοῦ, φαίδιμος Αἴας,ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας,οἱ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλισταἄστυ πότι σφέτερον ἐρύειν και κῦδος ἀρέσθαι.Ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱός,Ἱππόθοος, ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην,δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας;Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ’ αὐτῷἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.τὸν δ’ υἱὸς Τελαμῶνος ἐπαΐξας δι’ ὁμίλουπλῆξ’ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρήου·ἤρικε δ’ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ,πληγεῖσ’ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,ἐγκέφαλος δὲ παρ’ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆςαἱματόεις· τοῦ δ’ αὖθι λύθη μένος, ἐκ δ’ ἄρα χειρῶνΠατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζεκεῖσθαι· ὁ δ’ ἄγχ’ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ,τῆλ’ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσιθρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼνἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέστι.Ἕκτωρ δ’ αὖτ’ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχοςτυτθόν· ὁ δὲ Σχεδίον, μεγαθύμου Ἰφίτου υἱόν,Φωκήων ὄχ’ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊοἰκία ναιετάασκε πολέσσ’ ἄνδρεσσιν ἀνάσσων,τὸν βάλ’ ὑπὸ κληῖδα μέσην· διὰ δ’ ἀμπερὲς ἄκρηαἰχμὴ χαλκείη παρὰ νείατον ὤμον ἀνέσχε·δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.Αἴας δ’ αὖ Φόρκυνα, δαΐφρονα Φαίνοπος υἱόν,Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ’ ἔντερα χαλκὸςἤφυσ’· ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἑκτωρ·Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,Φόρκυν θ’ Ἱππόθοόν τε, λύοντο δὲ τεύχε’ ἀπ’ ὤμων.Ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ ἈχαιῶνἼλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσανκάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλ’ αὐτὸς ἈπόλλωνΑἰνείαν ὄτρυνε, δέμας Περίφαντι ἐοικώς,κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντικηρύσσων γήρασκε, φίλα φρεσὶ μήδεα εἰδώς·τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·Αἰνεία, πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθεἼλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλουςκάρτεϊ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τεπλήθεΐ τε σφετέρῳ, καὶ ὑπερδέα δῆμον ἔχοντας·ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσινίκην· ἀλλ’ αὐτοὶ τρεῖτ’ ἄσπετον οὐδὲ μάχεσθε.Ὣς ἔφατ’, Αἰνείας δ’ ἑκατηβόλον Ἀπόλλωναἔγνω ἐσάντα ἰδών, μέγα δ’ Ἕκτορα εἶπε βοήσας·Ἕκτορ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων,αἰδὼς μὲν νῦν ἥδε γ’ ἀρηϊφίλων ὑπ’ ἈχαιῶνἼλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.ἀλλ’ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰςΖῆν’ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·τῷ ῥ’ ἰθὺς Δαναῶν ἴομεν, μηδ’ οἵ γε ἕκηλοιΠάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.Ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·οἱ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.ἔνθ’ αὖτ’ Αἰνείας Λειώκριτον οὔτασε δουρί,υἱὸν Ἀρίσβαντος, Λυκομήδεος ἐσθλὸν ἑταῖρον.τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,καὶ βάλεν Ἱππασίδην Ἀπισάονα, ποιμένα λαῶν,ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσεν,ὅς ῥ’ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,καὶ δὲ μετ’ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.Τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,ἴθυσεν δὲ καὶ ὁ πρόφρων Δαναοῖσι μάχεσθαι·ἀλλ’ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατ’ ἔχοντο.Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·οὔτε τιν’ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγειοὔτε τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,ἀλλὰ μάλ’ ἀμφ’ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.ὡς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼνδεύετο πορφυρέῳ, τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτοννεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρωνκαὶ Δαναῶν· οὐδ’ οἱ γὰρ ἀναιμωτί γε μάχοντο,παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶἀλλήλοις ἀν’ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.Ὣς οἱ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίηςοὔτε ποτ’ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ’ ὅσσον ἄριστοιἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.οἱ δ’ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶεὔκηλοι πολέμιζον ὑπ’ αἰθέρι, πέπτατο δ’ αὐγὴἠελίου ὀξεῖα, νέφος δ’ οὐ φαίνετο πάσηςγαίης οὐδ’ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο;ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα,πολλὸν ἀφεσταότες. τοὶ δ’ ἐν μέσῳ ἄλγε’ ἔπασχονἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷὅσσοι ἄριστοι ἔσαν· δύο δ’ οὔ πω φῶτε πεπύσθην,ἀνέρε κυδαλίμω, Θρασυμήδης Ἀντίλοχός τε,Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ’ ἔτ’ ἔφαντοζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.τὼ δ’ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρωννόσφιν ἐμαρνάσθην, ἐπεὶ ὡς ἐπετέλλετο Νέστωρ,ὀτρύνων πόλεμόνδε μελαινάων ἀπὸ νηῶν.Τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρειἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶγούνατά τε κνῆμαί τε πόδες θ’ ὑπένερθεν ἑκάστουχεῖρές τ’ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιινἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.ὡς δ’ ὅτ’ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείηνλαοῖσιν δώῃ τανύειν, μεθύουσαν ἀλοιφῇ·δεξάμενοι δ’ ἄρα τοί γε διαστάντες τανύουσικυκλόσ’, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ’ ἀλοιφὴπολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διαπρό·ὡς οἵ γ’ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃεἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμός,Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖςνῆας ἔπι γλαφυράς· περὶ δ’ αὐτοῦ μῶλος ὀρώρειἄγριος· οὐδέ κ’ Ἄρης λαοσσόος οὐδέ κ’ Ἀθήνητόν γε ἰδοῦσ’ ὀνόσαιτ’, οὐδ’ εἰ μάλα μιν χόλος ἵκοι·τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππωνἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδ’ ἄρα πώ τιἤδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·πολλὸν γάρ ῥ’ ἀπάνευθε νεῶν μάρναντο θοάων,τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷτεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσινἃψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν,ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,ἣ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.δὴ τότε γ’ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθημήτηρ, ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος.Οἱ δ’ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ’ ἔχοντεςνωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·ὦ φίλοι, οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαινῆας ἔπι γλαφυράς, ἀλλ’ αὐτοῦ γαῖα μέλαιναπᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη,εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισινἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.Ὡς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·ὦ φίλοι, εἰ καὶ μοῖρα παρ’ ἀνέρι τῷδε δαμῆναιπάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.Ὣς ἄρα τις εἴπεσκε, μένος δ’ ὄρσασκεν ἑκάστου.ὡς οἱ μὲν μάρναντο, σιδήρειος δ’ ὀρυμαγδὸςχάλκεον οὐρανὸν ἵκε δι’ αἰθέρος ἀτρυγέτοιο·ἵπποι δ’ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντεςκλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιοἐν κονίῃσι πεσόντος ὑφ’ Ἕκτορος ἀνδροφόνοιο.ἦ μὰν Αὐτομέδων, Διώρεος ἄλκιμος υἱός,πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ’ ἀρειῇ·τὼ δ’ οὔτ’ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντονἠθελέτην ἰέναι οὔτ’ ἐς πόλεμον μετ’ Ἀχαιούς,ἀλλ’ ὥς τε στήλη μένει ἔμπεδον, ἣ τ’ ἐπὶ τύμβῳἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,ὡς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες,οὔδει ἐνισκίμψαντε καρήατα’ δάκρυα δέ σφιθερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισινἡνιόχοιο πόθῳ· θαλερὴ δ’ ἐμιαίνετο χαίτηζυύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.Μυρομένω δ’ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·ἃ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτιθνητῷ, ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε;ἦ ἵνα δυστήνοισι μετ’ ἀνδράσιν ἄλγε’ ἔχητον;οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸςπάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.ἀλλ’ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισινἝκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.ἡ οὐχ ἅλις ὡς καὶ τεύχε’ ἔχει καὶ ἐπεύχεται αὔτως;σφῶϊν δ’ ἐν γούνεσσι βαλῶ μένος ἠδ’ ἐνὶ θυμῷ,ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιονῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω,κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνταιδύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.Ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΐ.τὼ δ’ ἀπὸ χαιτάων κονίην οὐδάσδε βαλόντεῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.τοῖσι δ’ ἐπ’ Αὐτομέδων μάχετ’ ἀχνύμενός περ ἑταίρου,ἵπποις ἀΐσσων ὥς τ’ αἰγυπιὸς μετὰ χῆνας·ῥέα μὲν γὰρ φεύγεσκεν ὑπὲκ Τρώων ὀρυμαγδοῦ,ῥεῖα δ’ ἐπαΐξασκε πολὺν καθ’ ὅμιλον ὀπάζων.ἀλλ’ οὐχ ἥρει φῶτας, ὅτε σεύαιτο διώκειν·οὐ γάρ πως ἦν οἷον ἐόνθ’ ἱερῷ ἐνὶ δίφρῳἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσινἈλκιμέδων, υἱὸς Λαέρκεος Αἱμονίδαο·στῆ δ’ ὄπιθεν δίφροιο, καὶ Αὐτομέδοντα προσηύδα·Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴνἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳμοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ’ Εἰκτωραὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.Τὸν δ’ αὖτ’ Αὐτομέδων προσέφη, Διώρεος υἱός·Ἀλκίμεδον, τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖοςἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,εἰ μὴ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόενταδέξαι, ἐγὼ δ’ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.Ὣς ἔφατ’, Ἀλκιμέδων δὲ βοηθόον ἅρμ’ ἐπορούσαςκαρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,Αὐτομέδων δ’ ἀπόρουσε’ νόησε δὲ φαίδιμος Ἑίκτωρ,αὐτίκα δ’ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·Αἰνεία, Τρώων βουληφόρε χαλκοχιτώνων,ἵππω τώὠδ’ ἐνόησα ποδώκεος Αἰακίδαοἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷσῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊτλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν ἐὺς πάϊς Ἀγχίσαο.τὼ δ’ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμουςαὔῃσι στερεῇσι’ πολὺς δ’ ἐπελήλατο χαλκός.τοῖσι δ’ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴςἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸςαὐτώ τε κτενέειν ἐλάαν τ’ ἐριαύχενας ἵππους·νήπιοι, οὐδ’ ἄρ’ ἔμελλον ἀναιμωτί γε νέεσθαιαὖτις ἀπ’ Αὐτομέδοντος. ὁ δ’ εὐξάμενος Διὶ πατρὶἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·αὐτίκα δ’ Ἀλκιμέδοντα προσηύδα, πιστὸν ἑταῖρον·Ἀλκίμεδον, μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,ἀλλὰ μάλ’ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγεἝκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,πρίν γ’ ἐπ’ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππωνῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶνἈργείων, ἤ κ’ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.Ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·Αἴαντ’, Ἀργείων ἡγήτορε, καὶ Μενέλαε,ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ’ οἵ περ ἄριστοι,ἀμφ’ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόενταἝκτωρ Αἰνείας θ’, οἱ Τρώων εἰσὶν ἄριστοι.ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν Ἀρήτοιο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην·ἡ δ’ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.ὡς δ’ ὅτ’ ἃν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνήρ,κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο,ἵνα τάμῃ διὰ πᾶσαν, ὁ δὲ προθορὼν ἐρίπῃσιν,ὡς ἄρ’ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχοςνηδυίοισι μάλ’ ὀξὺ κραδαινόμενον λύε γυῖα.Ἕκτωρ δ’ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·πρόσσω γὰρ κατέκυψε, τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸνοὔδει ἐνισκίμφθη, ἐπὶ δ’ οὐρίαχος πελεμίχθηἔγχεος· ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης.καί νύ κε δὴ ξιφέεσσ’ αὐτοσχεδὸν ὁρμηθήτηνεἰ μή σφω’ Αἴαντε διέκριναν μεμαῶτε,οἵ ῥ’ ἦλθον καθ’ ὅμιλον ἑταίρου κικλήσκοντος·τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτιςἝκτωρ Αἰνείας τ’ ἠδὲ Χρομίος θεοειδής,Ἄρητον δὲ κατ’ αὖθι λίπον δεδαϊγμένον ἦτορ,κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊτεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντοςκῆρ ἄχεος μεθέηκα χερείονά περ καταπεφνών.Ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόενταθῆκ’, ἂν δ’ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεναἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.Ἂψ δ’ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνηἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνηοὐρανόθεν καταβᾶσα’ προῆκε γὰρ εὐρύοπα Ζεὺςὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετ’ αὐτοῦ.ἠΰτε πορφυρέην ἴριν θνητοῖσι τανύσσῃΖεὺς ἐξ οὐρανόθεν, τέρας ἔμμεναι ἢ πολέμοιο,ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργωνἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,ὡς ἡ πορφυρέῃ νεφέλῃ πυκάσασα αὐτὴνδύσετ’ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.πρῶτον δ’ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα,ἴφθιμον Μενέλαον—.ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν—εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·σοὶ μὲν δή, Μενέλαε, κατηφείη καὶ ὄνειδοςἔσσεται, εἴ κ’ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖροντείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.ἀλλ’ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.Τὴν δ’ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·Φοῖνιξ, ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνηδοίη κάρτος ἐμοί, βελέων δ’ ἀπερύκοι ἐρωήν·τῷ κεν ἔγωγ’ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνεινΠατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.ἀλλ’ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδ’ ἀπολήγειχαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.Ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιοἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ’ ἀνθρώπου·τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,βῆ δ’ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.ἔσκε δ’ ἐνὶ Τρώεσσι Ποδῆς, υἱὸς Ἠετίωνος,ἀφνειός τ’ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἑκτωρδήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαοςἀΐξαντα φόβονδε, διαπρὸ δὲ χαλκὸν ἔλασσε·δούπησεν δὲ πεσών’ ἀτὰρ Ἀτρεΐδης Μενέλαοςνεκρὸν ὑπὲκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.Ἕκτορα δ’ ἐγγύθεν ἱστάμενος ὤτρυνεν Ἀπόλλων,Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντωνξείνων φίλτατος ἔσκεν, Ἀβυδόθι οἰκία ναίων·τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·Ἕκτορ, τίς κέ σ’ ἔτ’ ἄλλος Ἀχαιῶν ταρβήσειεν;οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γεμαλθακὸς αἰχμητής· νῦν δ’ οἴχεται οἷος ἀείραςνεκρὸν ὑπὲκ Τρώων, σὸν δ’ ἔκτανε πιστὸν ἑταῖρον,ἐσθλὸν ἐνὶ προμάχοισι, Ποδῆν, υἱὸν Ἠετίωνος.Ὣς φάτο, τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.καὶ τότ’ ἄρα Κρονίδης ἕλετ’ αἰγίδα θυσσανόεσσανμαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,ἀστράψας δὲ μάλα μεγάλ’ ἔκτυπε, τὴν δ’ ἐτίναξε,νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ’ Ἀχαιούς.Πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.βλῆτο γὰρ ὤμον δουρὶ πρόσω τετραμμένος αἰεὶἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχριςαἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥ’ ἔβαλε σχεδὸν ἐλθών.Λήϊτον αὖθ’ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ,υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.Ἕκτορα δ’ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθένταβεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·ἐν καυλῷ δ’ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησανΤρῶες· ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαοδίφρῳ ἐφεσταότος· τοῦ μέν ῥ’ ἀπὸ τυτθὸν ἅμαρτεν·αὐτὰρ ὁ Μηριόναο ὀπάονά θ’ ἡνίοχόν τε,Κοίρανον, ὅς ῥ’ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ’ αὐτῷ—πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσαςἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,αὐτὸς δ’ ὤλεσε θυμὸν ὑφ’ Ἕκτορος ἀνδροφόνοιο—τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ’ ἄρ’ ὀδόνταςὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.ἤριπε δ’ ἐξ ὀχέων, κατὰ δ’ ἡνία χεῦεν ἔραζε.καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσικύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·μάστιε νῦν, ἣδς κε θοὰς ἐπὶ νῆας ἵκηαι·γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τ’ οὐκέτι κάρτος Ἀχαιῶν.Ὣς ἔφατ’, Ἰδομενεὺς δ’ ἵμασεν καλλίτριχας ἵππουςνῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.Οὐδ’’ ἔλαθ’ Αἴαντα μεγαλήτορα καὶ ΜενέλαονΖεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·ᾧ πόποι, ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστιγνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.τῶν μὲν γὰρ πάντων βέλε’ ἅπτεται, ὅς τις ἀφήῃ,ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δ’ ἔμπης πάντ’ ἰθύνει·ἡμῖν δ’ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.ἀλλ’ ἄγετ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶχάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,οἵ που δεῦρ’ ὁρόωντες ἀκηχέδατ’, οὐδ’ ἔτι φασὶνἝκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτουςσχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.εἴη δ’ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχισταΠηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαιλυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὠὦλεθ’ ἑταῖρος.ἀλλ’ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέρος υἷας Ἀχαιῶν,ποίησον δ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖσιν ἰδέσθαι·ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.Ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,ἠέλιος δ’ ἐπέλαμψε, μάχη δ’ ἐπὶ πᾶσα φαἀάνθη·καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·σκέπτεο νῦν, Μενέλαε διοτρεφές, αἴ κεν ἴδηαιζωὸν ἔτ’ Ἀντίλοχον, μεγαθύμου Νέστορος υἱόν,ὄτρυνον δ’ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόνταεἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,βῆ δ’ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,ὅς τ’ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ’ ἄνδρας τ’ ἐρεθίζων,οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαιπάννυχοι ἐγρήσσοντες· ὁ δὲ κρειῶν ἐρατίζωνἰθύει, ἀλλ’ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντεςἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,καιόμεναί τε δεταί, τάς τε τρεὶ ἐσσύμενός περ·ἠῶθεν δ’ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·ὡς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαοςἤϊε πόλλ’ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ’ ἐπέτελλεν·Αἴαντ’, Ἀργείων ἡγήτορε, Μηριόνη τε,νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖομνησάσθω’ πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναιζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.Ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,πάντοσε παπταίνων ὥς τ’ αἰετός, ὅν ῥά τέ φασινὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,ὅν τε καὶ ὑψόθ’ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξθάμνῳ ὑπ’ ἀμφικόμῳ κατακείμενος, ἀλλά τ’ ἐπ’ αὐτῷἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.ὡς τότε σοί, Μενέλαε διοτρεφές, ὄσσε φαεινὼπάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.τὸν δὲ μάλ’ αἶψα νόησε μάχης ἐπ’ ἀριστερὰ πάσηςθαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,ἀγχοῦ δ’ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·Ἀντίλοχ’, εἰ δ’ ἄγε δεῦρο, διοτρεφές, ὄφρα πύθηακ.λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωνταγιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,νίκη δὲ Τρώων· πέφαται δ’ ὥριστος Ἀχαιῶν,Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.ἀλλὰ σύ γ’ αἷψ’ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶνεἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃγυμνόν· ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Εἰκτωρ.Ὣς ἔφατ’, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσεδακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.ἀλλ’ οὐδ’ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,βῆ δὲ θέειν, τὰ δὲ τεύχε’ ἀμύμονι δῶκεν ἑταίρῳ,Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.Τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο,Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.οὐδ’ ἄρα σοί, Μενέλαε διοτρεφές, ἤθελε θυμὸςτειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθενἈντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·ἀλλ’ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,αὐτὸς δ’ αὖτ’ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,στῆ δὲ παρ’ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν,ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴωνῦν ἰέναι μάλα περ κεχολωμένον Ἑκτορι δίῳ·οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.ἡμεῖς δ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,ἡμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶΤρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.Τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας·πάντα κατ’ αἶσαν ἔειπες, ἀγακλεὲς ὦ Μενέλαε·ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ’ ὦκανεκρὸν ἀείραντες φέρετ’ ἐκ πόνου· αὐτὰρ ὄπισθενῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ,ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἱ τὸ πάρος περμίμνομεν ὀξὺν Ἄρηα παρ’ ἀλλήλοισι μένοντες.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντοὕψι μάλα μεγάλως· ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθεΤρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ’ ἐπὶ κάπρῳβλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,ἀλλ’ ὅτε δή ῥ’ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,ἄψ τ’ ἀνεχώρησαν διά τ’ ἔτρεσαν ἄλλυδις ἄλλος.ὡς Τρῷες ἧος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο,νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·ἀλλ’ ὅτε δή ῥ’ Αἴαντε μεταστρεφθέντε κατ’ αὐτοὺςσταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτληπρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.Ὣς οἵ γ’ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιονῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφινἄγριος ἠΰτε πῦρ, τό τ’ ἐπεσσύμενον πόλιν ἀνδρῶνὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοιἐν σέλαϊ μεγάλῳ· τὸ δ’ ἐπιβρέμει ὃς ἀνέμοιο.ὡς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάωνἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·οἱ δ’ ὥς θ’ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντεςἕλκωσ’ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸνἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸςτείρεθ’ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·ὡς οἵ γ’ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθενΑἴαντ’ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρὑλήεις, πεδίοιο διαπρύσιον τετυχηκώς,ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθραἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίονδε τίθησιπλάζων’ οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·ὡς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσωΤρώων· οἱ δ’ ἅμ’ ἕποντο, δύω δ’ ἐν τοῖσι μάλιστα,Αἰνείας τ’ Ἀγχισιάδης καὶ φαίδιμος Εἰκτωρ.τῶν δ’ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν,οὗλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντακίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,ὡς ἄρ’ ὑπ’ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶνοὗλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ’ ἀμφί τε τάφρονφευγόντων Δαναῶν· πολέμου δ’ οὐ γίγνετ’ ἐρωή.

↑ Top