Classica Labs

← The Iliad · Contents

Book 18 of 24

Book 18: The shield of Achilles

Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,Ἀντίλοχος δ’ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.τὸν δ’ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράωντὰ φρονέοντ’ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὦ μοι ἐγώ, τί τ’ ἄρ’ αὖτε κάρη κομόωντες Ἀχαιοὶνηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,ὥς ποτέ μοι μήτηρ διεπέφραδε, καί μοι ἔειπεΜυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖοχερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός,σχέτλιος· ἢ τ’ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρἃψ ἐπὶ νῆας ἴμεν, μηδ’ Ἕκτορι ἶφι μάχεσθαι.Ἥος ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,τόφρα οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱός,δάκρυα θερμὰ χέων, φάτο δ’ ἀγγελίην ἀλεγεινήν·ὦ μοι, Πηλέος υἱὲ δαΐφρονος, ἦ μάλα λυγρῆςπεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονταιγυμνοῦ· ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Εἰκτωρ.Ὣς φάτο, τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσανχεύατο κὰκ κεφαλῆς, χαρίεν δ’ ἤσχυνε πρόσωπον·νεκταρέῳ δὲ χιτῶνι μέλαιν’ ἀμφίζανε τέφρη.αὐτὸς δ’ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶςκεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ἤσχυνε δαΐζων.δμῳαὶ δ’ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τεθυμὸν ἀκηχέμεναι μεγάλ’ ἴαχον, ἐκ δὲ θύραζεἔδραμον ἀμφ’ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαιστήθεα πεπλήγοντο, λύθεν δ’ ὑπὸ γυῖα ἑκάστης.Ἀντίλοχος δ’ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων,χεῖρας ἔχων Ἀχιλῆος· ὁ δ’ ἔστενε κυδάλιμον κῆρ·δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.σμερδαλέον δ’ ᾥμωξεν’ ἄκουσε δὲ πότνια μήτηρἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,κώκυσέν τ’ ἄρ’ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο,πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.ἔνθ’ ἄρ’ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε,Νησαίη Σπειώ τε Θόη θ’ Ἀλίη τε βοῶπις,Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρειακαὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαύη,Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε,Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα,Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια,Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·ἔνθα δ’ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα,Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ’ Ἀμάθεια,ἄλλαι θ’ αἱ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἱ δ’ ἅμα πᾶσαιστήθεα πεπλήγοντο, Θέτις δ’ ἐξῆρχε γόοιο·κλῦτε, κασίγνηται Νηρηΐδες, ὄφρ’ ἐὺ πᾶσαιεἴδετ’ ἀκούουσαι ὅσ’ ἐμῷ ἔνι κήδεα θυμῷ.ὦ μοι ἐγὼ δειλή, ὦ μοι δυσαριστοτόκεια,ἡ τ’ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε,ἔξοχον ἡρώων· ὃ δ’ ἀνέδραμεν ἔρνεϊ ἶσος·τὸν μὲν ἐγὼ θρέψασα, φυτὸν ὡς γουνῷ ἀλωῆς,νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσωΤρωσὶ μαχησόμενον· τὸν δ’ οὐχ ὑποδέξομαι αὖτιςοἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιοἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.ἀλλ’ εἶμ’, ὄφρα ἴδωμι φίλον τέκος, ἠδ’ ἐπακούσωὅττι μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.Ὃς ἄρα φωνήσασα λίπε σπέος· αἱ δὲ σὺν αὐτῇδακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσηςῥήγνυτο· ταὶ δ’ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο,ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶΜυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ’ Ἀχιλῆα.τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσταιἐκ Διός, ὡς ἄρα δὴ πρίν γ’ εὔχεο χεῖρας ἀνασχών,πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶνσεῦ ἐπιδευομένους, παθέειν τ’ ἀεκήλια ἔργα.Τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ φίλος ὤλεθ’ ἑταῖρος,Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων,ἶσον ἐμῇ κεφαλῇ· τὸν ἀπώλεσα, τεύχεα δ’ Ἕκτωρδῃώσας ἀπέδυσε πελώρια, θαῦμα ἰδέσθαι,καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶραἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.αἴθ’ ὄφελες σὺ μὲν αὖθι μετ’ ἀθανάτῃς ἁλίῃσιναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.νῦν δ’ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴηπαιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτιςοἴκαδε νοστήσαντ’, ἐπεὶ οὐδ’ ἐμὲ θυμὸς ἄνωγεζύειν οὐδ’ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρπρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,Πατρόκλοιο δ’ ἕλωρα Μενοιτιάδεω ἀποτείσῃ.Τὸν δ’ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷ’ ἀγορεύεις·αὐτίκα γάρ τοι ἔπειτα μεθ’ Ἕκτορα πότμος ἑτοῖμος.Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἑταίρῳκτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρηςἔφθιτ’, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδ’ ἑτάροισιτοῖς ἄλλοις, οἱ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,ἀλλ’ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνωνἐν πολέμῳ· ἀγορῇ δέ τ’ ἀμείνονές εἰσι καὶ ἄλλοι.ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο,καὶ χόλος, ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιοἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.ἀλλὰ τὰ μὲν προτετύχθα· ἐάσομεν ἀχνύμενοί περ,θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·νῦν δ’ εἶμ’, ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω,Ἕκτορα· κῆρα δ’ ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴΖεὺς ἐθέλῃ τελέσαι ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι.οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.ὡς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,κείσομ’ ἐπεί κε θάνω’ νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπωνἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάωνδάκρυ’ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,γνοῖεν δ’ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·μηδέ μ’ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·ναὶ δὴ ταῦτά γε, τέκνον, ἐτήτυμον οὐ κακόν ἐστι,τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται,χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Εἰκτωραὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημιδηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος,πρίν γ’ ἐμὲ δεῦρ’ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·ἠῶθεν γὰρ νεῦμαι ἅμ’ ἠελίῳ ἀνιόντιτεύχεα καλὰ φέρουσα παρ’ Ἡφαίστοιο ἄνακτος.Ἃς ἄρα φωνήσασα πάλιν τράπεθ’ υἷος ἑοῖο,καὶ στρεφθεῖσ’ ἁλίῃσι κασιγνήτησι μετηύδα·ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον,ὀψόμεναί τε γέρονθ’ ἅλιον καὶ δώματα πατρός,καί οἱ πάντ’ ἀγορεύσατ’· ἐγὼ δ’ ἐς μακρὸν Ὀλυμπονεἶμι παρ’ Ἥφαιστον κλυτοτέχνην, αἴ κ’ ἐθέλῃσινυἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.Ὣς ἔφαθ’, αἱ δ’ ὑπὸ κῦμα θαλάσσης αὐτίκ’ ἔδυσαν·ἡ δ’ αὖτ’ Οὔλυμπόνδε θεὰ Θέτις ἀργυρόπεζαἤϊεν, ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε’ ἐνείκαι.Τὴν μὲν ἄρ’ Οὔλυμπόνδε πόδες φέρον· αὐτὰρ Ἀχαιοὶθεσπεσίῳ ἀλαλητῷ ὑφ’ Ἕκτορος ἀνδροφόνοιοφεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶἐκ βελέων ἐρύσαντο νέκυν, θεράποντ’ Ἀχιλῆος·αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποιἝκτωρ τε Πριάμοιο πάϊς, φλογὶ εἴκελος ἀλκήν.τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·τρὶς δὲ δύ’ Αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν,νεκροῦ ἀπεστυφέλιξαν· ὁ δ’ ἔμπεδον ἀλκὶ πεποιθὼςἄλλοτ’ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ’ αὖτεστάσκε μέγα ἰάχων· ὀπίσω δ’ οὐ χάζετο πάμπαν.ὡς δ’ ἀπὸ σώματος οὔ τι λέοντ’ αἴθωνα δύνανταιποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰἝκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶριςἄγγελος ἦλθε θέουσ’ ἀπ’ Ὀλύμπου θωρήσσεσθαι,κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·ὄρσεο, Πηλεΐδη, πάντων ἐκπαγλότατ’ ἀνδρῶν·Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴἕστηκε πρὸ νεῶν· οἱ δ’ ἀλλήλους ὀλέκουσινοἱ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,οἱ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσανΤρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἑκτωρἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγεπῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ’ ἁπαλῆς ἀπὸ δειρῆς.ἀλλ’ ἄνα, μηδ’ ἔτι κεῖσο’ σέβας δέ οἐ θυμὸν ἱκέσθωΠάτροκλον Τρφῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·σοὶ λώβη, αἴ κέν τι νέκυς ἠσχυμμένος ἔλθῃ.Τὴν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·Ἶρι θεά, τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;Τὸν δ’ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·Ἥρη με προέηκε, Διὸς κυδρὴ παράκοιτις·οὐδ’ οἷδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλοςἀθανάτων, οἱ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·πῶς τ’ ἄρ’ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεα κεῖνοι·μήτηρ δ’ οὔ με φίλη πρίν γ’ εἴα θωρήσσεσθαι,πρίν γ’ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεν ἔντεα καλά.ἄλλου δ’ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.ἀλλὰ καὶ αὐτὸς ὅ, ἔλπομ’, ἐνὶ πρώτοισιν ὁμιλεῖ,ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.Τὸν δ’ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχε’ ἔχονται·ἀλλ’ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,αἴ κέ σ’ ὑποδείσαντες ἀπόσχωνται πολέμοιοΤρῶες, ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶντειρόμενοι· ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο.Ἡ μὲν ἄρ’ ὡς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις,αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διὶ φίλος· ἀμφὶ δ’ Ἀθήνηὤμοις ἰφθίμοισι βάλ’ αἰγίδα θυσσανόεσσαν,ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάωνχρύσεον, ἐκ δ’ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.ὡς δ’ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ’ ἵκηται,τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊἄστεος ἐκ σφετέρου’ ἅμα δ’ ἠελίῳ καταδύντιπυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ’ αὐγὴγίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·ὡς ἀπ’ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ’ ἵκανε·στῆ δ’ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδ’ ἐς Ἀχαιοὺςμίσγετο’ μητρὸς γὰρ πυκινὴν ὠπίζε’ ἐφετμήν.ἔνθα στὰς ἤϋσ’, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνηφθέγξατ’· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.ὡς δ’ ὅτ’ ἀριζήλη φωνή, ὅτε τ’ ἴαχε σάλπιγξἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,ὡς τότ’ ἀριζήλη φωνὴ γένετ’ Αἰακίδαο.οἱ δ’ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποιἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.ἡνίοχοι δ’ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρδεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνοςδαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ’ ἴαχε δῖος Ἀχιλλεύς,τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τ’ ἐπίκουροι.ἔνθα δὲ καὶ τότ’ ὄλοντο δυώδεκα φῶτες ἄριστοιἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶἀσπασίως Πάτροκλον ὑπὲκ βελέων ἐρύσαντεςκάτθεσαν ἐν λεχέεσσι· φίλοι δ’ ἀμφέσταν ἑταῖροιμυρόμενοι’ μετὰ δέ σφι ποδώκης εἵπετ’ Ἀχιλλεὺςδάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρονκείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,τόν ῥ’ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφινἐς πόλεμον, οὐδ’ αὖτις ἐδέξατο νοστήσαντα.Ἠέλιον δ’ ἀκάμαντα βοῶπις πότνια Ἥρηπέμψεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶφυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνηςχωρήσαντες ἔλυσαν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,ἐς δ’ ἀγορὴν ἀγέροντο, πάρος δόρποιο μέδεσθαι.ὀρθῶν δ’ ἑσταότων ἀγορὴ γένετ’, οὐδέ τις ἔτληἔζσθαι’ πάντας γὰρ ἔχε τρόμος, οὕνεκ’ Ἀχιλλεὺςἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς.τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ’ ἀγορεύεινΠανθοΐδης· ὁ γὰρ οἷος ὅρα πρόσσω καὶ ὀπίσσω·Ἕκτορι δ’ ἦεν ἑταῖρος, ἰῇ δ’ ἐν νυκτὶ γένοντο,ἀλλ’ ὁ μὲν ἂρ μύθοισιν, ὃ δ’ ἔγχεϊ πολλὸν ἐνίκα·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·ἀμφὶ μάλα φράζεσθε, φίλοι· κέλομαι γὰρ ἔγωγεἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖανἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δ’ ἀπὸ τείχεός εἰμεν.ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ,τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύωνἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.νῦν δ’ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσειμίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.ἀλλ’ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωναἀμβροσίη· εἰ δ’ ἄμμε κιχήσεται ἐνθάδ’ ἐόνταςαὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸνγνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴνὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονταιΤρώων· αἱ γὰρ δή μοι ἀπ’ οὔατος ὧδε γένοιτο.εἰ δ’ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοιὑψηλαί τε πύλαι σανίδες τ’ ἐπὶ τῆς ἀραρυῖαιμακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντεςστησόμεθ’ ἂμ πύργους· τῷ δ’ ἄλγιον, αἴ κ’ ἐθέλῃσινἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.ἂψ πάλιν εἶσ’ ἐπὶ νῆας, ἐπεί κ’ ἐριαύχενας ἵππουςπαντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·εἴσω δ’ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,οὐδέ ποτ’ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Εἰκτωρ·Πουλυδάμα, σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις,ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποιπάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴνκτήματα περνάμεν’ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.νῦν δ’ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεωκῦδος ἀρέσθ’ ἐπὶ νηυσί, θαλάσσῃ τ’ ἔλσαι Ἀχαιούς,νήπιε, μηκέτι ταῦτα νοήματα φαῖν’ ἐνὶ δήμῳ·οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.νῦν μὲν δόρπον ἔλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·Τρώων δ’ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἢ περ Ἀχαιούς.πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντεςνηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.εἰ δ’ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,ἄλγιον, αἴ κ’ ἐθέλῃσι, τῷ ἔσσεται· οὔ μιν ἔγωγεφεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ’ ἄντηνστήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.Ὣς Ἕκτωρ ἀγόρευ’, ἐπὶ δὲ Τρῶες κελάδησαν,νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.Ἕκτορι μὲν γὰρ ἐπήνησαν κακὰ μητιόωντι,Πουλυδάμαντι δ’ ἄρ’ οὔ τις, ὃς ἐσθλὴν φράζετο βουλήν.δόρπον ἔπειθ’ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶπαννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο,χεῖρας ἐπ’ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου,πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,ᾧ ῥά θ’ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρὕλης ἐκ πυκινῆς· ὁ δέ τ’ ἄχνυται ὕστερος ἐλθών,πολλὰ δέ τ’ ἄγκε’ ἐπῆλθε μετ’ ἀνέρος ἴχνι’ ἐρευνῶν,εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·ὡς ὁ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·ὦ πόποι, ἦ ῥ’ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳθαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξεινἼλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.ἀλλ’ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαιαὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδ’ ἐμὲ νοστήσανταδέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺςοὐδὲ Θέτις μήτηρ, ἀλλ’ αὐτοῦ γαῖα καθέξει.νῦν δ’ ἐπεὶ οὖν, Πάτροκλε, σεῦ ὕστερος εἶμ’ ὑπὸ γαῖαν,οὔ σε πρὶν κτεριῷ, πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαιτεύχεα καὶ κεφαλήν, μεγαθύμου σοῖο φονῆος·δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσωΤρώων ἀγλαὰ τέκνα, σέθεν κταμένοιο χολωθείς.τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποικλαύσονται νύκτας τε καὶ ἤματα δάκρυ χέουσαι,τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ,πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.Ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺςἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχισταΠάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.οἱ δὲ λοετροχόον τρίποδ’ ἵστασαν ἐν πυρὶ κηλέῳ,ἐν δ’ ἄρ’ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ’ ὕδωρ·αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ’ ἐλαίῳ,ἐν δ’ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψανἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ’ ἈχιλῆαΜυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·Ζεὺς δ’ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·ἔπρηξας καὶ ἔπειτα, βοῶπις πότνια Ἥρη,ἀνστήσασ’ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖοἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες.καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,ὅς περ θνητός τ’ ἐστὶ καὶ οὐ τόσα μήδεα οἷδε·πῶς δὴ ἔγωγ’, ἥ φημι θεάων ἔμμεν ἀρίστη,ἀμφότερον, γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτιςκέκλημαι, σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις,ὀὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι; ἢὫς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·Ἡφαίστου δ’ ἵκανε δόμον Θέτις ἀργυρόπεζαἄφθιτον ἀστερόεντα, μεταπρεπέ’ ἀθανάτοισι,χάλκεον, ὅν ῥ’ αὐτὸς ποιήσατο κυλλοποδίων.τὸν δ’ εὗρ’ ἱδρώοντα ἑλισσόμενον περὶ φύσαςσπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχενἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,χρύσεα δέ σφ’ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,ὄφρα οἱ αὐτόματοι θεῖον δυσαίατ’ ἀγῶναἠδ’ αὖτις πρὸς δῶμα νεοίατο, θαῦμα ἰδέσθαι.οἱ δ’ ἦτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ’ οὔ πωδαιδάλεα προσέκειτο· τά ῥ’ ἤρτυε, κόπτε δὲ δεσμούς.ὄφρ’ ὅ γε ταῦτα πονεῖτο ἰδυίῃσι πραπίδεσσι,τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνοςκαλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·τίπτε, Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶαἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.ἀλλ’ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.Ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλουκαλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·κέκλετο δ’ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·Ἥφαιστε, πρόμολ’ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.τὴν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,ἥ μ’ ἐσάωσ’, ὅτε μ’ ἄλγος ἀφίκετο τῆλε πεσόνταμητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἣ μ’ ἐθέλησεκρύψαι χωλὸν ἐόντα· τότ’ ἂν πάθον ἄλγεα θυμῷ,εἰ μή μ’ Εὐρυνόμη τε Θέτις θ’ ὑπεδέξατο κόλπῳ,Εὐρυνόμη, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.τῇσι παρ’ εἰνάετες χάλκευον δαίδαλα πολλά,πόρπας τε γναμπτάς θ’ ἕλικας κάλυκάς τε καὶ ὅρμουςἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖοἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλοςἤδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μ’ ἐσάωσαν.ἣ νῦν ἡμέτερον δόμον ἵκει· τῶ με μάλα χρεὼπάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,ὄφρ’ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλα τε πάντα.Ἦ, καὶ ἀπ’ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστηχωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.φύσας μέν ῥ’ ἀπάνευθε τίθει πυρός, ὅπλα τε πάνταλάρνακ’ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·σπόγγῳ δ’ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ’ ἀπομόργνυαὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,δῦ δὲ χιτῶν’, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζεχωλεύων· ὑπὸ δ’ ἀμφίπολοι ῥώοντο ἄνακτιχρύσειαι, ζωῇσι νεήνισιν εἰοικυῖαι.τῆς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴκαὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.αἱ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον’ αὐτὰρ ὁ ἔρρωνπλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἴζε φαεινοῦ,ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·τίπτε, Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶαἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·Ἥφαιστ’, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσ’ ἐν Ὀλύμπῳ,τοσσάδ’ ἐνὶ φρεσὶν ἧσιν ἀνέσχετο κήδεα λυγρά,ὅσσ’ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν;ἐκ μέν μ’ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν,Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴνπολλὰ μάλ’ οὐκ ἐθέλουσα. ὁ μὲν δὴ γήραϊ λυγρῷκεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·υἱὸν ἐπεί μοι δῶκε γενέσθαι τε τραφέμεν τε,ἔξοχον ἡρώων· ὁ δ’ ἀνέδραμεν ἔρνεϊ ἶσος·τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὡς γουνῷ ἀλωῆς,νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσωΤρωσὶ μαχησόμενον· τὸν δ’ οὐχ ὑποδέξομαι αὖτιςοἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.ἦτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν’ αὐτὰρ ἈχαιοὺςΤρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζεεἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντεςἈργείων, καὶ πολλὰ περικλυτὰ δῶρ’ ὀνόμαζον.ἔνθ’ αὐτὸς μὲν ἔπειτ’ ἠναίνετο λοιγὸν ἀμῦναι,αὐτὰρ ὁ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,πέμπε δέ μιν πόλεμόνδε, πολὺν δ’ ἅμα λαὸν ὄπασσε.πᾶν δ’ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλωνπολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸνἔκταν’ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.τοὔνεκα νῦν τὰ σὰ γούναθ’ ἱκάνομαι, αἴ κ’ ἐθέλῃσθαυἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειανκαὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας,καὶ θώρηχ’· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖροςΤρωσὶ δαμείς· ὁ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.Τὴν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμηννόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτεἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.Ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ’ ἐπὶ φύσας·τὰς δ’ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.φῦσαι δ’ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων,παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ’ αὖτε,ὅππως Ἥφαιστός τ’ ἐθέλοι καὶ ἔργον ἄνοιτο.χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τεκαὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειταθῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.Ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τεπάντοσε δαιδάλλων, περὶ δ’ ἄντυγα βάλλε φαεινὴντρίπλακα μαρμαρέην, ἐκ δ’ ἀργύρεον τελαμῶνα.πέντε δ’ ἄρ’ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.Ἔν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν,ἠέλιόν τ’ ἀκάμαντα σελήνην τε πλήθουσαν,ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται,Πληϊάδας θ’ Ὑάδας τε τό τε σθένος ὨρίωνοςἌρκτον θ’, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δοκεύει,οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.Ἔν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπωνκαλάς. ἐν τῇ μέν ῥα γάμοι τ’ ἔσαν εἰλαπίναι τε,νύμφας δ’ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάωνἡγίνεον ἀνὰ ἄστυ, πολὺς δ’ ὑμέναιος ὀρώρει·κοῦροι δ’ ὀρχηστῆρες ἐδίνεον, ἐν δ’ ἄρα τοῖσιναὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἷ δὲ γυναῖκεςἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.λαοὶ δ’ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκοςὠρώρει, δύο δ’ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆςἀνδρὸς ἀποφθιμένου· ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναιδήμῳ πιφαύσκων, ὁ δ’ ἀναίνετο μηδὲν ἑλέσθαι·ἄμφω δ’ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον, ἀμφὶς ἀρωγοί·κήρυκες δ’ ἄρα λαὸν ἐρήτυον’ οἱ δὲ γέροντεςἥατ’ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,σκῆπτρα δὲ κηρύκων ἐν χέρσ’ ἔχον ἠεροφώνων·τοῖσιν ἔπειτ’ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.Τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶντεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι,κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·οἱ δ’ οὔ πω πείθοντο, λόχῳ δ’ ὑπεθωρήσσοντο.τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκναῥύατ’ ἐφεσταότες, μετὰ δ’ ἀνέρες οὗς ἔχε γῆρας·οἱ δ’ ἴσαν· ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη,ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περἀμφὶς ἀριζήλω· λαοὶ δ’ ὑπολίζνες ἦσαν.οἱ δ’ ὅτε δή ῥ’ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι,ἐν ποταμῷ, ὅθι τ’ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,ἔνθ’ ἄρα τοί γ’ ἵζοντ’ εἰλυμένοι αἴθοπι χαλκῷ.τοῖσι δ’ ἔπειτ’ ἀπάνευθε δύω σκοποὶ ἥατο λαῶν,δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.οἱ δὲ τάχα προγένοντο, δύω δ’ ἅμ’ ἕποντο νομῆεςτερπόμενοι σύριγξι· δόλον δ’ οὔ τι προνόησαν.οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ’ ἔπειτατάμνοντ’ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰἀργεννέων οἰῶν, κτεῖνον δ’ ἐπὶ μηλοβοτῆρας.οἱ δ’ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶνεἰράων προπάροιθε καθήμενοι, αὐτίκ’ ἐφ’ ἵππωνβάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ’ ἵκοντο.στησάμενοι δ’ ἐμάχοντο μάχην ποταμοῖο παρ’ ὄχθας,βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.ἐν δ’ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ’ ὀλοὴ Κήρ,ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·εἷμα δ’ ἔχ’ ἀμφ’ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.ὡμίλευν δ’ ὥς τε ζωοὶ βροτοὶ ἠδ’ ἐμάχοντο,νεκρούς τ’ ἀλλήλων ἔρυον κατατεθνηῶτας.Ἔν δ’ ἐτίθει νειὸν μαλακήν, πίειραν ἄρουραν,εὐρεῖαν τρίπολον· πολλοὶ δ’ ἀροτῆρες ἐν αὐτῇζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.οἱ δ’ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,τοῖσι δ’ ἔπειτ’ ἐν χερσὶ δέπας μελιηδέος οἴνουδόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀν’ ὄγμους,ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.ἡ δὲ μελαίνετ’ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.Ἔν δ’ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δ’ ἔριθοιἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.δράγματα δ’ ἄλλα μετ’ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,ἄλλα δ’ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.τρεῖς δ’ ἄρ’ ἀμαλλοδετῆρες ἐφέστασαν’ αὐτὰρ ὄπισθεπαῖδες δραγμεύοντες, ἐν ἀγκαλίδεσσι φέροντες,ἀσπερχὲς πάρεχον’ βασιλεὺς δ’ ἐν τοῖσι σιωπῇσκῆπτρον ἔχων ἑστήκει ἐπ’ ὄγμου γηθόσυνος κῆρ.κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυὶ δαῖτα πένοντο,βοῦν δ’ ἱερεύσαντες μέγαν ἄμφεπον· αἱ δὲ γυναῖκεςδεῖπνον ἐρίθοισιν λεύκ’ ἄλφιτα πολλὰ πάλυνον.Ἔν δὲ τίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴνκαλὴν χρυσείην· μέλανες δ’ ἀνὰ βότρυες ἦσαν,ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ’ ἕρκος ἔλασσεκασσιτέρου’ μία δ’ οἴη ἀταρπιτὸς ἦεν ἐπ’ αὐτήν,τῇ νίσοντο φορῆες, ὅτε τρυγόῳφεν ἀλωήν.παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντεςπλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.τοῖσιν δ’ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃἱμερόεν κιθάριζε, λίνον δ’ ὑπὸ καλὸν ἄειδελεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇμολπῇ τ’ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.Ἔν δ’ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,μυκηθμῷ δ’ ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδεπὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.χρύσειοι δὲ νομῆες ἅμ’ ἐστιχόωντο βόεσσιτέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.σμερδαλέω δὲ λέοντε δύ’ ἐν πρώτῃσι βόεσσιταῦρον ἐρύγμηλον ἐχέτην· ὁ δὲ μακρὰ μεμυκὼςἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδ’ αἰζηοί.τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείηνἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἱ δὲ νομῆεςαὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.οἱ δ’ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,ἱστάμενοι δὲ μάλ’ ἐγγὺς ὑλάκτεον ἔκ τ’ ἀλέοντο.Ἔν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήειςἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.Ἔν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,τῷ ἴκελον οἷόν ποτ’ ἐνὶ Κνωσῷ εὐρείῃΔαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαιὠρχεῦντ’, ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.τῶν δ’ αἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ χιτῶναςεἴατ’ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·καί ῥ’ αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίραςεἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.οἱ δ’ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσιῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσινἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·ἄλλοτε δ’ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλοςτερπόμενοι· δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺςμολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.Ἔν δὲ τίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖοἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.Αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,τεῦξ’ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν,καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,τεῦξε δέ οἱ κνημῖδας ἑωνοῦ κασσιτέροιο.Αὐτὰρ ἐπεὶ πάνθ’ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.ἡ δ’ ἴρηξ ὡς ἄλτο κατ’ Οὐλύμπου νιφόεντος,τεύχεα μαρμαίροντα παρ’ Ἡφαίστοιο φέρουσα.

↑ Top