Book 19 of 24
Book 19: Achilles ends his anger
ὢς μὲν κροκόπεπλος ἀπ’ Ὠκεανοῖο ῥοάωνὅρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·ἡ δ’ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱόν,κλαίοντα λιγέως· πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροιμύρονθ’. ἡ δ’ ἐν τοῖσι παρίστατο δῖα θεάων,ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·τέκνον ἐμόν, τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περκεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·τύνη δ’ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο,καλὰ μάλ’, οἷ’ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.Ὣς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε’ ἔθηκεπρόσθεν Ἀχιλλῆος· τὰ δ’ ἀνέβραχε δαίδαλα πάντα.Μυρμιδόνας δ’ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτληἄντην εἰσιδέειν, ἀλλ’ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺςὡς εἶδ’, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἵ ὄσσεδεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·τέρπετο δ’ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.αὐτὰρ ἐπεὶ φρεσὶν ἧσι τετάρπετο δαίδαλα λεύσσων,αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηΐδα·μῆτερ ἐμή, τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ’ ἐπιεικὲςἔργ’ ἔμεν ἀθανατων, μηδὲ βροτὸν ἄνδρα τελέσσαι.νῦν δ’ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλ’ αἰνῶςδείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸνμυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰςεὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν—ἐκ δ’ αἰὼν πέφαται· κατὰ δὲ χρόα πάντα σαπήῃ.Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·τέκνον, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα,μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·ἦν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,αἰεὶ τῷ γ’ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.ἀλλὰ σύ γ’ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιούς,μῆνιν ἀποειπὼν Ἀγαμέμνονι, ποιμένι λαῶν,αἷψα μάλ’ ἐς πόλεμον θωρήσσεο, δύσεο δ’ ἀλκήν.Ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,Πατρόκλῳ δ’ αὖτ’ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸνστάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.Αὐτὰρ ὁ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺςσμερδαλέα ἰάχων, ὦρσεν δ’ ἥρωας Ἀχαιούς.καί ῥ’ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον,οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶνκαὶ ταμίαι παρὰ νηυσὶν ἔσαν, σίτοιο δοτῆρες,καὶ μὴν οἱ τότε γ’ εἰς ἀγορὴν ἴσαν, οὕνεκ’ Ἀχιλλεὺςἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς.τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε,Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεύς,ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.αὐτὰρ ὁ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃοὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἀτρεΐδη, ἢ ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειονἔπλετο, σοὶ καὶ ἐμοί, ὅ τε νῶϊ περ ἀχνυμένω κῆρθυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;τὴν ὄφελ’ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ,ἤματι τῷ ὅτ’ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·τῷ κ’ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδαςδυσμενέων ὑπὸ χερσίν, ἐμεῦ ἀπομηνίσαντος.Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺςδηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·νῦν δ’ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλ’ ἄγε θᾶσσονὄτρυνον πόλεμόνδε κάρη κομόωντας Ἀχαιούς,ὄφρ’ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθών,αἴ κ’ ἐθέλωσ’ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τιν’ οἴωἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσιδηΐου ἐκ πολέμοιο ὑπ’ ἔγχεος ἡμετέροιο.Ὣς ἔφαθ’, οἱ δ’ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶμῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωναὐτόθεν ἐξ ἕδρης, οὐδ’ ἐν μέσσοισιν ἀναστάς·ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος,ἐσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικενὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.ἀνδρῶν δ’ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαιἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοισύνθεσθ’ Ἀργεῖοι, μῦθόν τ’ εὖ γνῶτε ἕκαστος.πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον,καί τέ με νεικείεσκον’ ἐγὼ δ’ οὐκ αἴτιός εἰμι,ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,ἤματι τῷ ὅτ’ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,οὐλομένη· τῇ μέν θ’ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπ’ οὔδειπίλναται, ἀλλ’ ἄρα ἥ γε κατ’ ἀνδρῶν κράατα βαίνειβλάπτουσ’ ἀνθρώπους· κατὰ δ’ οὖν ἕτερόν γε πέδησε.καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστονἀνδρῶν ἠδὲ θεῶν φασ’ ἔμμεναι· ἀλλ’ ἄρα καὶ τὸνἭρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,ἤματι τῷ ὅτ’ ἔμελλε βίην ἩρακληείηνἈλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβη.ἤτοι ὅ γ’ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.σήμερον ἄνδρα φόωσδε μογοστόκος Εἰλείθυιαἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,τῶν ἀνδρῶν γενεῆς οἵ θ’ αἵματος ἐξ ἐμεῦ εἰσι.τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·ψευστήσεις, οὐδ’ αὖτε τέλος μύθῳ ἐπιθήσεις.εἰ δ’ ἄγε νῦν μοι ὄμοσσον, Ὀλύμπιε, καρτερὸν ὅρκον,ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν,ὅς κεν ἐπ’ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸςτῶν ἀνδρῶν οἱ σῆς ἐξ αἵματός εἰσι γενέθλης.ὡς ἔφατο· Ζεὺς δ’ οὔ τι δολοφροσύνην ἐνόησεν,ἀλλ’ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.Ἥρη δ’ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,καρπαλίμως δ’ ἵκετ’ Ἄργος Ἀχαιικόν, ἔνθ’ ἄρα ἤδηἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.ἡ δ’ ἐκύει φίλον υἱόν, ὁ δ’ ἕβδομος ἑστήκει μείς·ἐκ δ’ ἄγαγε πρὸ φόωσδε καὶ ἠλιτόμηνον ἐόντα,Ἀλκμήνης δ’ ἀπέπαυσε τόκον, σχέθε δ’ Εἰλειθυίας.αὐτὴ δ’ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·Ζεῦ πάτερ ἀργικέραυνε, ἔπος τί τοι ἐν φρεσὶ θήσω·ἤδη ἀνὴρ γέγον’ ἐσθλός, ὃς Ἀργείοισιν ἀνάξει,Εὐρυσθεύς, Σθενέλοιο πάϊς Περσηϊάδαο,σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.ὡς φάτο, τὸν δ’ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιοχωόμενος φρεσὶν ἧσι, καὶ ὤμοσε καρτερὸν ὅρκονμή ποτ’ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντααὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.ὡς εἰπὼν ἔρριψεν ἀπ’ οὐρανοῦ ἀστερόεντοςχειρὶ περιστρέψας· τάχα δ’ ἵκετο ἔργ’ ἀνθρώπων.τὴν αἰεὶ στενάχεσχ’, ὅθ’ ἑὸν φίλον υἱὸν ὁρῷτοἔργον ἀεικὲς ἔχοντα ὑπ’ Ἐὐρυσθῆος ἀέθλων.ὡς καὶ ἐγών, ὅτε δὴ αὖτε μέγας κορυθαίολος ἝκτωρἈργείους ὀλέκεσκεν ἐπὶ πρύμνῃσι νέεσσιν,οὐ δυνάμην λελαθέσθ’ Ἄτης, ἣ πρῶτον ἀάσθην.ἀλλ’ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ’ ἀπερείσι ἄποινα·ἀλλ’ ὄρσευ πόλεμόνδε, καὶ ἄλλους ὄρνυθι λαούς.δῶρα δ’ ἐγὼν ὅδε πάντα παρασχέμεν, ὅσσα τοι ἐλθὼν τάοχθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.εἰ δ’ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντεςοἴσουσ’, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,δῶρα μὲν αἴ κ’ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,ἦ τ’ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμηςαἶψα μάλ’· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ’ ἐόνταςοὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·ὥς κέ τις αὖτ’ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηταιἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·μὴ δὴ οὕτως ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ,νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας ἈχαιῶνΤρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσταιφύλοπις, εὖτ’ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγεςἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺςσίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.οὗ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνειδίψα τε καὶ λιμός, βλάβεται δέ τε γούνατ’ ἰόντι.ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆςἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖαπρὶν κάμνει, πρὶν πάντας ἐρωῆσαι πολέμοιο.ἀλλ’ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθιὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνωνοἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῆς.ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστάς,μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·ἣ θέμις ἐστίν, ἄναξ, ἢ τ’ ἀνδρῶν ἤ τε γυναικῶν·καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίης ἀρεσάσθωπιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.Ἀτρεΐδη, σὺ δ’ ἔπειτα δικαιότερος καὶ ἐπ’ ἄλλῳἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆαἄνδρ’ ἀπαρέσσασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.Τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·χαίρω σεῦ, Λαερτιάδη, τὸν μῦθον ἀκούσας·ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.ταῦτα δ’ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,οὐδ’ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺςμιμνέτω αὐτόθι τῆος ἐπειγόμενός περ Ἄρηος·μίμνετε δ’ ἄλλοι πάντες ἀολλέες, ὄφρα κε δῶραἐκ κλισίης ἔλθησι καὶ ὅρκια πιστὰ τάμωμεν.σοὶ δ’ αὐτῷ τόδ’ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·κρινάμενος κούρητας ἀριστῆας [Παναχαιῶνδῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσ’ Ἀχιλῆϊχθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶνκάπρον ἑτοιμασάτω, ταμέειν Διί τ’ Ἠελίῳ τε.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηταικαὶ μένος οὐ τόσον σιν ἐνὶ στήθεσσιν ἐμοῖσι.νῦν δ’ οἱ μὲν κέαται δεδαϊγμένοι, οὗς ἐδάμασσενἝκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,ὑμεῖς δ’ ἐς βρωτὺν ὀτρύνετον· ἢ τ’ ἂν ἔγωγενῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶννηστιας ἀκμήνους, ἅμα δ’ ἠελίῳ καταδύντιτεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.πρὶν δ’ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείηοὐ πόσις οὐδὲ βρῶσις, ἑταίρου τεθνηῶτος,ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷκεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ’ ἑταῖροιμύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ Ἀχιλεῦ, Πηλῆος υἱέ, μέγα φέρτατ’ Ἀχαιῶν,κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμηνπολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.τῶ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλανταΖεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάνταπίπτουσιν πότε κέν τις ἀναπνεύσειε πόνοιο;ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι,νηλέα θυμὸν ἔχοντας, ἐπ’ ἤματι δακρύσαντας·ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται,μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ’ ἔτι μᾶλλονἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεί,ἑσσάμενοι χροὶ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλληνλαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηταινηυσὶν ἐπ’ Ἀργείων· ἀλλ’ ἀθρόοι ὁρμηθέντεςΤρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.Ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο,Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τεκαὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·βὰν δ’ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.αὐτίκ’ ἔπειθ’ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ ἵππους·ἐκ δ’ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίαςἔπτ’, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλανταἦρχ’, ἅμα δ’ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δ’ Ἀγαμέμνωνἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴνκάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,κάπρου ἀπὸ τρίχας ἀρξάμενος, Διὶ χεῖρας ἀνασχὼνεὔχετο· τοὶ δ’ ἄρα πάντες ἐπ’ αὐτόφιν ἥατο σιγῇἈργεῖοι κατὰ μοῖραν, ἀκούοντες βασιλῆος.εὐξάμενος δ’ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θ’ ὑπὸ γαῖανἀνθρώπους τίνυνται, ὅτις κ’ ἐπίορκον ὀμόσσῃ,μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ’ ἐπένεικα,οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος οὔτε τευ ἄλλου.ἀλλ’ ἔμεν’ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.εἰ δέ τι τῶνδ’ ἐπίορκον, ἐμοὶ θεοὶ ἄλγεα δοῖενπολλὰ μάλ’, ὅσσα διδοῦσιν ὅτίς σφ’ ἀλίτηται ὀμόσσας.Ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμαῥῇ΄Ψ’ ἐπιδινήσας, βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺςἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·Ζεῦ πάτερ, ἢ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσινἈτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρηνἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺςἤθελ’ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.Ὣς ἄρ’ ἐφώνησεν, λῦσεν δ’ ἀγορὴν αἰψηρήν.οἱ μὲν ἄρ’ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,βὰν δ’ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,ἵππους δ’ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.Βρισηὶς δ’ ἄρ’ ἔπειτ’, ἰκέλη χρυσέῃ Ἀφροδίτῃ,ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,ἀμφ’ αὐτῷ χυμένη λίγ’ ἐκώκυε, χερσὶ δ’ ἄμυσσεστήθεά τ’ ἠδ’ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.εἶπε δ’ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῆσι·Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ,ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,νῦν δέ σε τεθνηῶτα κιχάνομαι, ὄρχαμε λαῶν,ἂψ ἀνιοῦσ’· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρεἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,κηδείους, οἱ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.οὐδὲ μὲν οὐδέ μ’ ἔασκες, ὅτ’ ἄνδρ’ ἐμὸν ὠκὺς Ἀχιλλεὺςἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,κλαίειν, ἀλλά μ’ ἔφασκες Ἀχιλλῆος θείοιοκουριδίην ἄλοχον θήσειν, ἄξειν τ’ ἐνὶ νηυσὶνἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.τῷ σ’ ἄμοτον κλαίω τεθνηότα, μείλιχον αἰεί.Ὣς ἔφατο κλαίουσ’, ἐπὶ δὲ στενάχοντο γυναῖκες,Πάτροκλον πρόφασιν, σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη.αὐτὸν δ’ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντολισσόμενοι δειπνῆσαι· ὁ δ’ ἠρνεῖτο στεναχίζων·λίσσομαι; εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ’ ἑταίρων,μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτοςἄσασθαι φίλον ἥτορ, ἐπεί μ’ ἄχος αἰνὸν ἱκάνει·δύντα δ’ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.Ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,δοιὼ δ’ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεύς,Νέστωρ Ἰδομενεύς τε γέρων θ’ ἱππηλάτα Φοῖνιξ,τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷτέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.μνησάμενος δ’ ἁδινῶς ἀνενείκατο φώνησέν τε·ἦ ῥά νύ μοί ποτε καὶ σύ, δυσάμμορε, φίλταθ’ ἑταίρων,αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκαςαἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ’ ἈχαιοὶΤρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων,σῇ ποθῆ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,οὐδ’ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβειχήτεϊ τοιοῦδ’ υἷος· ὁ δ’ ἀλλοδαπῷ ἐνὶ δήμῳεἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπειοἷον ἐμὲ φθίσεσθαι ἀπ’ Ἄργεος ἱπποβότοιοαὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίηνδε νέεσθαι,ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηὶ μελαίνῃΣκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα,κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.ἤδη γὰρ Πηλῆά γ’ ὀΐομαι ἢ κατὰ πάμπαντεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ’ ἀκάχησθαιγήραϊ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶλυγρὴν ἀγγελίην, ὅτ’ ἀποφθιμένοιο πύθηται.Ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·μυρομένους δ’ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,αἷψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ’ Ἀχιλλεύς;κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράωνἧσται ὀδυρόμενος ἕταρον φίλον· οἱ δὲ δὴ ἄλλοιοἴχονται μετὰ δεῖπνον, ὁ δ’ ἄκμηνος καὶ ἄπαστος.ἀλλ’ ἴθι οἱ νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴνστάξον ἐνὶ στήθεσσ’, ἵνα μή μιν λιμὸς ἵκηται.Ὣς εἰπὼν ὄρνυτο πάρος μεμαυῖαν Ἀθήνην·ἡ δ’ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳοὐρανοῦ ἐκ κατεπᾶλτο δι αἰθέρος. αὐτὰρ Ἀχαιοὶαὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἡ δ’ Ἀχιλῆϊνέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴνστάξ’, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ’ ἵκοιτο·αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶᾥχετο, τοὶ δ’ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.ὡς δ’ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται,ψυχραί, ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,ὡς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαινηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαιθώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.αἴγλη δ’ οὐρανὸν ἵκε, γέλασσε δὲ πᾶσα περὶ χθὼνχαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄτρυνε ποσσὶνἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσελαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἵ ἦτορδῦν’ ἄχος ἄτλητον· ὁ δ’ ἄρα Τρωσὶν μενεαίνωνδύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκεκαλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλονχάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τεεἵλετο, τοῦ δ’ ἀπάνευθε σέλας γένετ’ ἠΰτε μήνης.ὡς δ’ ὅτ’ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃκαιομένοιο πυρός, τό τε καίεται ὑψόθ’ ὄρεσφισταθμῷ ἐν οἰοπόλῳ· τοὺς δ’ οὐκ ἐθέλοντας ἄελλαιπόντον ἐπ’ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·ὡς ἀπ’ Ἀχιλλῆος σάκεος σέλας αἰθέρ’ ἵκανεκαλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείραςκρατὶ θέτο βριαρήν’ ἡ δ’ ἀστὴρ ὡς ἀπέλαμπενἵππουρις τρυφάλεια, περισσείοντο δ’ ἔθειραιχρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.πειρήθη δ’ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,εἰ οἵ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·τῷ δ’ εὖτε πτερὰ γίγνετ’, ἄειρε δὲ ποιμένα λαῶν.ἐκ δ’ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ’ ἔγχος,βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶνπάλλειν, ἀλλά μιν οἷος ἐπίστατο πῆλαι Ἀχιλλεύς,Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε ΧείρωνΠηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν·ἵππους δ’ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντεςζύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδν’ ἔσαν, ἐν δὲ χαλινοὺςγαμφηλῇς ἔβαλον, κατὰ δ’ ἡνία τεῖναν ὀπίσσωκολλητὸν ποτὶ δίφρον. ὁ δὲ μάστιγα φαεινὴνχειρὶ λαβὼν ἀραρυῖαν ἐφ’ ἵπποιιν ἀνόρουσεν,Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεύς,τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ Ὑπερίων,σμερδαλέον δ’ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·Ξάνθε τε καὶ Βαλίε, τηλεκλυτὰ τέκνα ]Ποδάργης,ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆαἂψ Δαναῶν ἐς ὅμιλον, ἐπεί χ’ ἕωμεν πολέμοιο,μηδ’ ὡς Πάτροκλον λίπετ’ αὐτόθι τεθνηῶτα.Τὸν δ’ ἄρ’ ὑπὸ ὡγόφι προσέφη πόδας αἰόλος ἵπποςΞάνθος, ἄφαρ δ’ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτηζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·αὐδήεντα δ’ ἔθηκε θεὰ λευκώλενος Ἥρη·καὶ λίην σ’ ἔτι νῦν γε σαώσομεν, ὄβριμ’ Ἀχιλλεῦ·ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖςαἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τεΤρῶες ἀπ’ ὤμοιιν Πατρόκλου τεύχε’ ἕλοντο·ἀλλὰ θεῶν ὥριστος, ὃν ἠΐκομος τέκε Λητώ,ἔκταν’ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,ἥν περ ἐλαφροτάτην φάσ’ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷμόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.Ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ξάνθε, τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδ’ ὀλέσθαι,νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπηςοὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.Ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.