Book 20 of 24
Book 20: The gods take sides
Ὃς οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντοἀμφὶ σέ, Πηλέος υἱέ, μάχης ἀκόρητον Ἀχαιοί,Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσσαικρατὸς ἀπ’ Οὐλύμποιο πολυπτύχου· ἡ δ’ ἄρα πάντῃφοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.οὔτε τις οὖν ποταμῶν ἀπέην, νόσφ’ Ὠκεανοῖο,οὔτ’ ἄρα νυμφάων, αἵ τ’ ἄλσεα καλὰ νέμονταικαὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.ἐλθόντες δ’ ἐς δῶμα Διὸς νεφεληγερέταοξεστῆς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶἭφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.Ὣς οἱ μὲν Διὸς ἔνδον ἀγηγέρατ’· οὐδ’ ἐνοσίχθωννηκούστησε θεᾶς, ἀλλ’ ἐξ ἁλὸς ἦλθε μετ’ αὐτούς,ἴζε δ’ ἄρ’ ἐν μέσσοισι, Διὸς δ’ ἐξείρετο βουλήν·τίπτ’ αὖτ’, ἀργικέραυνε, θεοὺς ἀγορήνδε κάλεσσας;ἢ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.Τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·ἔγνως, ἐννοσίγαιε, ἐμὴν ἐν στήθεσι βουλήν,ὧν ἕνεκα ξυνάγειρα’ μέλουσί μοι ὀλλύμενοί περ.ἀλλ’ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιοἥμενος, ἔνθ’ ὁρόων φρένα τέρψομαι’ οἱ δὲ δὴ ἄλλοιἔρχεσθ’ ὄφρ’ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,ἀμφοτέροισι δ’ ἀρήγεθ’, ὅπῃ νόος ἐστὶν ἑκάστου.εἰ γὰρ Ἀχιλλεὺς οἷος ἐπὶ Τρώεσσι μαχεῖται,οὐδὲ μίνυνθ’ ἕξουσι ποδώκεα Πηλεΐωνα.καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·νῦν δ’ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς,δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξη.Ὣς ἔφατο Κρονίδης, πόλεμον δ’ ἀλίαστον ἔγειρε.βὰν δ’ ἴμεναι πόλεμόνδε θεοί, δίχα θυμὸν ἔχοντες·Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνηἠδὲ Ποσειδάων γαιήοχος ἠδ’ ἐριούνηςἙρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·Ἥφαιστος δ’ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων,χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμ’ αὐτῷΦοῖβος ἀκερσεκόμης ἠδ’ Ἄρτεμις ἰοχέαιραΛητώ τε Ξάνθος τε φιλομμειδής τ’ Ἀφροδίτη.Ἧος μέν ῥ’ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,τῆος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ’ Ἀχιλλεὺςἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς·Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,δειδιότας, ὅθ’ ὁρῶντο ποδώκεα [Πηλεΐωνατεύχεσι λαμπόμενον, βροτολοιγῷ ἴσον Ἄρηϊ.αὐτὰρ ἐπεὶ μεθ’ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,ὦρτο δ’ Ἔρις κρατερὴ λαοσσόος, αὖε δ’ Ἀθήνη,στᾶσ’ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,ἄλλοτ’ ἐπ’ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.αὖε δ’ Ἄρης ἑτέρωθεν, ἐρεμνῇ λαίλαπι ἧσος,ὀξὺ κατ’ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.Ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντεςσύμβαλον, ἐν δ’ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τεὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξεγαῖαν ἀπειρεσίην ὀρέων τ’ αἰπεινὰ κάρηνα.πάντες δ’ ἐσσείοντο πόδες πολυπίδακος Ἴδηςκαὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.ἔδεισεν δ’ ὑπένερθεν ἄναξ ἐνέρων Ἀἰδωνεύς,δείσας δ’ ἐκ θρόνου ἄλτο καὶ ἴαχε, μή οἱ ὕπερθεγαῖαν ἀναρρήξειε [Ποσειδάων ἐνοσίχθων,οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείησμερδαλέ’ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτοςἵστατ’ Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα,ἄντα δ’ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινὴἌρτεμις ἰοχέαιρα, κασιγνήτη ἑκάτοιο·Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.Ὣς οἱ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ ἈχιλλεὺςἝκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλονΠριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγειαἵματος ἄσαι Ἄρηα ταλαύρινον πολεμιστήν.Αἰνείαν δ’ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλωνἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΐ·υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·Αἰνεία, Τρώων βουληφόρε, ποῦ τοι ἀπειλαί,ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων,Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;Τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμειβόμενος προσέειπε·Πριαμίδη, τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις,ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ’ Ἀχιλῆοςστήσομαι, ἀλλ’ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησενἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺςεἰρύσαθ’, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.ἢ κε δάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,ἢ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ’ ἐκέλευενἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.τῶ οὐκ ἔστ’ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·αἰεὶ γὰρ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει.καὶ δ’ ἄλλως τοῦ γ’ ἰθὺ βέλος πέτετ’, οὐδ’ ἀπολήγειπρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέανικήσει’, οὐδ’ εἰ παγχάλκεος εὔχεται εἶναι.Τὸν δ’ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·ἥρως, ἀλλ’ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτησινεὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτηςἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστιν·ἡ μὲν γὰρ Διός ἐσθ’, ἡ δ’ ἐξ ἁλίοιο γέροντος.ἀλλ’ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπανλευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.Ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.οὐδ’ ἔλαθ’ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρηνἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·ἣ δ’ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·φράζεσθον δὴ σφῶϊ, Ποσείδαον καὶ Ἀθήνη.ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.Αἰνείας ὅδ’ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.ἀλλ’ ἄγεθ’, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσωαὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊπαρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷδευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοιἀθανάτων, οἱ δ’ αὖτ’ ἀνεμώλιοι οἱ τὸ πάρος περΤρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.πάντες δ’ Οὐλύμποιο κατήλθομεν ἀντιόωντεςτῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθησισήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ Αἶσαγιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ.εἰ δ’ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς,δείσετ’ ἔπειθ’, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.Τὴν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων·Ἥρη, μὴ χαλέπαινε παρὲκ νόον· οὐδέ τί σε χρή.οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαιἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·ἀλλ’ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντεςἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ’ ἄνδρεσσι μελήσει.εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,ἢ Ἀχιλῆ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,αὐτίκ’ ἔπειτα καὶ ἄμμι παρ’ αὐτόθι νεῖκος ὀρεῖταιφυλόπιδος· μάλα δ’ ὦκα διακρινθέντας ὀΐωἂψ ἴμεν Οὔλυμπόνδε θεῶν μεθ’ ὁμήγυριν ἄλλων,ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.Ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτηςτεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο,ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνηποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,ὁππότε μιν σεύαιτο ἀπ’ ἠϊόνος πεδίονδε.ἔνθα Ποσειδάων κατ’ ἄρ’ ἕζετο καὶ θεοὶ ἄλλοι,ἀμφὶ δ’ ἄρ’ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·οἱ δ’ ἑτέρωσε καθῖζον ἐπ’ ὀφρύσι Καλλικολώνηςἀμφὶ σέ, ἤϊε Φοῖβε, καὶ Ἄρηα πτολίπορθον.Ὣς οἱ μέν ῥ’ ἑκάτερθε καθήατο μητιόωντεςβουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιοὄκνεον ἀμφότεροι, Ζεὺς δ’ ἥμενος ὕψι κέλευε.Τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ,ἀνδρῶν ἠδ’ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσινὀρνυμένων ἄμυδις. δύο δ’ ἀνέρες ἔξοχ’ ἄριστοιἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι,Αἰνείας τ’ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει,νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦρινπρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.Πηλεΐδης δ’ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὥς,σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασινἀγρόμενοι πᾶς δῆμος· ὁ δὲ πρῶτον μὲν ἀτίζωνἔρχεται, ἀλλ’ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶνδουρὶ βάλῃ, ἐάλη τε χανών, περί τ’ ἀφρὸς ὀδόνταςγίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθενμαστίεται, ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι,γλαυκιόων δ’ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·ὡς Ἀχιλῆ’ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·Αἰνεία, τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼνἔστης; ἢ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγειἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισιτιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμ’ ἐξεναρίξης,οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·εἰσὶν γάρ οἱ παῖδες, ὁ δ’ ἔμπεδος οὐδ’ ἀεσίφρων.ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων,καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι,αἵ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σ’ ἔολπα τὸ ῥέξειν.ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.ἢ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντασεῦα κατ’ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσικαρπαλίμως; τότε δ’ οὔ τι μετατροπαλίζεο φεύγων.ἔνθεν δ’ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴνπέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούραςἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.ἀλλ’ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷβάλλεαι· ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύωἐς πληθὺν ἰέναι, μηδ’ ἀντίος ἵστασ’ ἐμεῖο,πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.Τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμείβετο φώνησέν τε·Πηλεΐδη, μὴ δὴ ἐπέεσσί με νηπύτιον ὡςἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸςἡμὲν κερτομίας ἠδ’ αἴσυλα μυθήσασθαι.ἴδμεν δ’ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας,πρόκλυτ’ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·ὄψει δ’ οὔτ’ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ’ ἄρ’ ἐγὼ σούς.φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,μητρὸς δ’ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαοεὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ’ Ἀφροδίτη·τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονταισήμερον· οὐ γάρ φημ’ ἐπέεσσί γε νηπυτίοισινὧδε διακρινθέντε μάχης ἐξ ἀπονέεσθαι.εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ’ ἐὺ εἰδῆςἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων,ἀλλ’ ἔθ’ ὑπωρείας ᾥκεον πολυπίδακος Ἰ̓́δης.Δάρδανος αὖ τέκεθ’ υἱὸν Ἐριχθόνιον βασιλῆα,ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντοθήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῆσι.τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,ἵππῳ δ’ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·αἱ δ’ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.αἱ δ’ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,ἄκρον ἐπ’ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·ἀλλ’ ὅτε δὴ σκιρτῷεν ἐπ’ εὐρέα νῶτα θαλάσσης,ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.Τρῶα δ’ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·Τρωὸς δ’ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,Ἶλός τ’ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύεινκάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη.Ἶλος δ’ αὖ τέκεθ’ υἱὸν ἀμύμονα Λαομέδοντα·Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τεΛάμπον τε Κλυτίον θ’ Ἱκετάονά τ’, ὄζον Ἄρηος·Ἀσσάρακος δὲ Κάπυν, ὁ δ’ ἄρ’ Ἀγχίσην τέκε παῖδα·αὐτὰρ ἔμ’ Ἀγχίσης, Πρίαμος δὲ τέχ’ Ἕκτορα δῖον.ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.Ζεὺς δ’ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε,ὅππως κεν ἐθέλησιν· ὁ γὰρ κάρτιστος ἁπάντων.ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὥς,ἑσταότ’ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαιπολλὰ μάλ’, οὐδ’ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.στρεπτὴ δὲ γλῶσσ’ ἐστὶ βροτῶν, πολέες δ’ ἔνι μῦθοιπαντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.ὁπποῖόν κ’ εἴπησθα ἔπος, τοῖόν κ’ ἐπακούσαις.ἀλλὰ τίη ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκηνεικεῖν ἀλλήλοισιν ἐναντίον, ὥς τε γυναῖκας,αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιονεικεῦσ’ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι,πόλλ’ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.ἀλκῆς δ’ οὔ μ’ ἐπέεσσιν ἀποτρέψεις μεμαῶταπρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλ’ ἄγε θᾶσσονγευσόμεθ’ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.Ἦ ῥα, καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος,σμερδαλέῳ’ μέγα δ’ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχοςῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο,νήπιος, οὐδ’ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸνὡς οὐ ῥηΐδι’ ἐστὶ θεῶν ἐρικυδέα δῶραἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ’ ὑποείκειν.οὐδὲ τότ’ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχοςῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἱ δ’ ἄρ’ ἔτι τρεῖςἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,τὰς δύο χαλκείας, δύο δ’ ἔνδοθι κασσιτέροιο,τὴν δὲ μίαν χρυσέην, τῇ ῥ’ ἔσχετο μείλινον ἔγχος.Δεύτερος αὖτ’ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν Αἰνείαο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην,ἄντυγ’ ὕπο πρώτην, ἧ λεπτότατος θέε χαλκός,λεπτοτάτη δ’ ἐπέην ῥινὸς βοός· ἡ δὲ διαπρὸΠηλιὰς ἤϊξεν μελίη, λάκε δ’ ἀσπὶς ὑπ’ αὐτῆς.Αἰνείας δ’ ἐάλη καὶ ἀπὸ ἔθεν ἀσπίδ’ ἀνέσχεδείσας· ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃἔστη ἱεμένη, διὰ δ’ ἀμφοτέρους ἕλε κύκλουςἀσπίδος ἀμφιβρότης· ὁ δ’ ἀλευάμενος δόρυ μακρὸνἔστη, κὰδ δ’ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺςἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξύ,σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρὶΑἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γ’ ἄνδρε φέροιεν,οἷοι νῦν βροτοί εἰσ’· ὁ δέ μιν ῥέα πάλλε καὶ οἷος.ἔνθα κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳἢ κόρυθ’ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,εἰ μὴ ἄρ’ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·αὐτίκα δ’ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·ὦ πόποι, ἢ μοι ἄχος μεγαλήτορος Αἰνείαο,ὃς τάχα Πηλεΐωνι δαμεὶς Αἰϊδόσδε κάτεισι,πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο,νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.ἀλλὰ τίη νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει,μὰψ ἕνεκ’ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ’ αἰεὶδῶρα θεοῖσι δίδωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;ἀλλ’ ἄγεθ’ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺςτόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστ’ ἀλέασθαι,ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληταιΔαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων,οἱ ἔθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων·νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξεικαὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·ἐννοσίγαι’, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησονΑἰνείαν, ἤ κέν μιν ἐρύσσεαι, ἢ κεν ἐάσῃςΠηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.ἦτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκουςπᾶσι μετ’ ἀθανάτοισιν, ἐγὼ καὶ Παλλὰς Ἀθήνη,μή ποτ’ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,μηδ’ ὁπότ’ ἃν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηταικαιομένη, καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν.Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε Ποσειδάων ἐνοσίχθων,βῆ ῥ’ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,ἷξε δ’ ὅθ’ Αἰνείας ἠδ’ ὁ κλυτὸς ἦεν Ἀχιλλεύς.αὐτίκα τῷ μὲν ἔπειτα κατ’ ὀφθαλμῶν χέεν ἀχλύν,[Πηλεΐδῃ Ἀχιλῆϊ· ὁ δὲ μελίην εὔχαλκονἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,Αἰνείαν δ’ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ’ ἀείρας.πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππωνΑἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,ἷξε δ’ ἐπ’ ἐσχατιὴν πολυάϊκος πολέμοιο,ἔνθα τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.τῷ δὲ μάλ’ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Αἰνεία, τίς σ’ ὧδε θεῶν ἀτέοντα κελεύειἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;ἀλλ’ ἀναχωρῆσαι, ὅτε κεν συμβλήσεαι αὐτῷ,μὴ καὶ ὑπὲρ μοῖραν δόμον Αἴδος εἰσαφίκηαι.αὐτὰρ ἐπεί κ’ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·οὐ μὲν γάρ τίς σ’ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.Ὣς εἰπὼν λίπεν αὐτόθ’, ἐπεὶ διεπέφραδε πάντα.αἶψα δ’ ἔπειτ’ Ἀχιλῆος ἀπ’ ὀφθαλμῶν σκέδασ’ ἀχλὺνθεσπεσίην· ὁ δ’ ἔπειτα μέγ’ ἔξιδεν ὀφθαλμοῖσιν,ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὦ πόποι, ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶταλεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσινἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.ἐρρέτω’ οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναιἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.ἀλλ’ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσαςτῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.Ἢ, καὶ ἐπὶ στίχας ἄλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε, δῖοι Ἀχαιοί,ἀλλ’ ἄγ’ ἀνὴρ ἄντ’ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντιτόσσουσδ’ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·οὐδέ κ’ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κ’ Ἀθήνητόσσησδ’ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·ἀλλ’ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τεκαὶ σθένει, οὔ μ’ ἔτι φημὶ μεθησέμεν οὐδ’ ἠβαιόν,ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τιν’ οἴωΤρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.Ὣς φάτ’ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρκέκλεθ’ ὁμοκλήσας, φάτο δ’ ἴμμεναι ἄντ’ Ἀχιλῆος·Τρῶες ὑπέρθυμοι, μὴ δείδιτε Πηλεΐωνα.καί κεν ἐγὼν ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην·ἔγχεϊ δ’ ἀργαλέον, ἐπεὶ ἡ πολὺ φέρτεροί εἰσιν.οὐδ’ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ’ αἴθωνι σιδήρῳ.Ὣς φάτ’ ἐποτρύνων, οἱ δ’ ἀντίοι ἔγχε’ ἄειρανΤρῶες· τῶν δ’ ἄμυδις μίχθη μένος, ὦρτο δ’ ἀϋτή.καὶ τότ’ ἄρ’ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·Ἕκτορ, μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,μή πώς σ’ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.Ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶνταρβήσας, ὅτ’ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.ἐν δ’ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκήν,σμερδαλέα ἰάχων, πρῶτον δ’ ἕλεν Ἰφιτίωνα,ἐσθλὸν Ὀτρυντεΐδην, πολέων ἡγήτορα λαῶν,ὃν νύμφη τέκε νηὶς Ὀτρυντῆϊ πτολιπόρθῳὙμώλῳ ὕπο νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ·τὸν δ’ ἰθὺς μεμαῶτα βάλ’ ἔγχεϊ δῖος Ἀχιλλεὺςμέσσην κὰκ κεφαλήν· ἡ δ’ ἄνδιχα πᾶσα κεάσθη,δούπησεν δὲ πεσών, ὃ δ’ ἐπεύξατο δῖος Ἀχιλλεύς·κεῖσαι, Ὀτρυντεΐδη, πάντων ἐκπαγλότατ’ ἀνδρῶν·ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστ’ ἐπὶ λίμνῃΓυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν,Ὕλλῳ ἐπ’ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.Ὣς ἔφατ’ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντοπρώτῃ ἐν ὑσμίνῃ· ὁ δ’ ἐπ’ αὐτῷ Δημολέοντα,ἐσθλὸν ἀλεξητῆρα μάχης, Ἀντήνορος υἱόν,νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῇου.οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι’ αὐτῆςαἰχμὴ ἱεμένη ῥῆξ’ ὀστέον, ἐγκέφαλος δὲἔνδον ἅπας πεπάλακτο’ δάμασσε δέ μιν μεμαῶτα.Ἱπποδάμαντα δ’ ἔπειτα καθ’ ἵππων ἀΐξαντα,πρόσθεν ἔθεν φεύγοντα, μετάφρενον οὔτασε δουρί.αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦροςἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτακούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·ὡς ἄρα τόν γ’ ἐρυγόντα λίπ’ ὀστέα θυμὸς ἀγήνωρ·αὐτὰρ ὁ βῆ σὺν δουρὶ μετ’ ἀντίθεον ΠολύδωρονΠριαμίδην. τὸν δ’ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,καί οἵ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα·δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνωνθῦνε διὰ προμάχων, ἧος φίλον ὤλεσε θυμόν.τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺςνῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆεςχρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·ἀντικρὺ δὲ διέσχε παρ’ ὀμφαλὸν ἔγχεος αἰχμή,γνὺξ δ’ ἔριπ’ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψεκυανέη, προτὶ οἷ δὲ λάβ’ ἔντερα χερσὶ λιασθείς.Ἕκτωρ δ’ ὡς ἐνόησε κασίγνητον Πολύδωρονἔντερα χερσὶν ἔχοντα, λιαζόμενον ποτὶ γαίῃ,κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ’ ἀχλύς· οὐδ’ ἄρ’ ἔτ’ ἔτληδηρὸν ἑκὰς στρωφᾶσθ’, ἀλλ’ ἀντίος ἦλθ’ Ἀχιλῆϊὀξὺ δόρυ κραδάων, φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺςὡς εἶδ’, ὡς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ’ ἐσεμάσσατο θυμόν,ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον’ οὐδ’ ἂν ἔτι δὴνἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.Ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·ἄσσον ἴθ’, ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι.Τὸν δ’ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἑκτωρ’Πηλεΐδη, μὴ δή μ’ ἐπέεσσί γε νηπύτιον ὡςἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸςἠμὲν κερτομίας ἠδ’ αἴσυλα μυθήσασθαι.οἶδα δ’ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.ἀλλ’ ἦτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαιδουρὶ βαλών, ἐπεὶ ἢ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γ’ Ἀθήνηπνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο,ἧκα μάλα ψύξασα· τὸ δ’ ἂψ ἵκεθ’ Ἑικτορα δῖον,αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺςἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,σμερδαλέα ἰάχων· τὸν δ’ ἐξήρπαξεν Ἀπόλλωνῥεῖα μάλ’ ὥς τε θεός, ἐκάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ.τρὶς μὲν ἔπειτ’ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺςἔγχεϊ χαλκείῳ, τρὶς δ’ ἠέρα τύψε βαθεῖαν.ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,δεινὰ δ’ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον· ἢ τέ τοι ἄγχιἦλθε κακόν· νῦν αὗτέ σ’ ἐρύσατο Φοῖβος Ἀπόλλων,ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.ἢ θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.Ὣς εἰπὼν Δρύοπ’ οὖτα κατ’ αὐχένα μέσσον ἄκοντι·ἤριπε δὲ προπάροιθε ποδῶν· ὁ δὲ τὸν μὲν ἔασε;Δημοῦχον δὲ Φιλητορίδην, ἠΐν τε μέγαν τε,κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειταοὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·αὐτὰρ ὁ Λαόγονον καὶ Δάρδανον, υἷε Βίαντος,ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.Τρῶα δ’ Ἀλαστορίδην,—ὁ μὲν ἀντίος ἤλυθε γούνων,εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη,μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,νήπιος, οὐδὲ τὸ ἤδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ’ ἀγανόφρων,ἀλλὰ μάλ’ ἐμμεμαώς· ὁ μὲν ἥπτετο χείρεσι γούνωνἱέμενος λίσσεσθ’, ὁ δὲ φασγάνῳ οὖτα καθ’ ἧπαρ·ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ’ αὐτοῦκόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψεθυμοῦ δευόμενον· ὁ δὲ Μούλιον οὖτα παραστὰςδουρὶ κατ’ οὖς· εἶθαρ δὲ δι’ οὔατος ἦλθ’ ἑτέροιοαἰχμὴ χαλκείη· ὁ δ’ Ἀγήνορος υἱὸν Ἔχεκλονμέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ’ ὄσσεἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.Δευκαλίωνα δ’ ἔπειθ’, ἵνα τε ξυνέχουσι τένοντεςἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεναἰχμῇ χαλκείῃ· ὁ δέ μιν μένε χεῖρα βαρυνθείς,πρόσθ’ ὁρόων θάνατον· ὁ δὲ φασγάνῳ αὐχένα θείναςτῆλ’ αὐτῇ πήληκι κάρη βάλε’ μυελὸς αὖτεσφονδυλίων ἔκπαλθ’, ὁ δ’ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.αὐτὰρ ὁ βῆ ῥ’ ἰέναι μετ’ ἀμύμονα [Πείρεω υἱόν,Ῥίψμον, ὃς ἐκ Θρήκης ἐριβώλακος εἰληλούθει·τὸν βάλε μέσσον ἄκοντι, πάγη δ’ ἐν νηδύϊ χαλκός,ἤριπε δ’ ἐξ ὀχέων· ὁ δ’ Ἀρηΐθοον θεράπονταἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶνύξ’, ἀπὸ δ’ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.Ὡς δ’ ἀναμαιμάει βαθέ’ ἄγκεα θεσπιδαὲς πῦροὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,ὡς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος,κτεινομένους ἐφέπων· ῥέε δ’ αἵματι γαῖα μέλαινα.ὡς δ’ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπουςτριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,ῥίμφα τε λέπτ’ ἐγένοντο βοῶν ὑπὸ πόσσ’ ἐριμύκων,ὡς ὑπ’ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποιστεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ’ ἄξωννέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἱ περὶ δίφρον,ἂς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλοναἵ τ’ ἀπ’ ἐπισσώτρων’ ὁ δὲ ἵετο κῦδος ἀρέσθαιΠηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.