Book 21 of 24
Book 21: The river
Ἀλλ’ ὅτε δὴ πόρον ἴξον ἐυὐρρεῖος ποταμοῖο,Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,ἔνθα διατμήξας τοὺς μὲν πεδίονδε δίωκεπρὸς πόλιν, ἣ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντοἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Εἰ κτωρ·τῇ ῥ’ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ’ Ἥρηπίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν’ ἡμίσεες δὲἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,ἐν δ’ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ’ αἰπὰ ῥέεθρα,ὄχθαι δ’ ἀμφὶ περὶ μεγάλ’ ἴαχον· οἱ δ’ ἀλαλητῷἔννεον ἔνθα καὶ ἔνθα, ἑλισσόμενοι περὶ δίνας.ὡς δ’ ὅθ’ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονταιφευγέμεναι ποταμόνδε· τὸ δὲ φλέγει ἀκάματον πῦρὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ’ ὕδωρ·ὡς ὑπ’ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντοςπλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.Αὐτὰρ ὁ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ’ ὄχθῃκεκλιμένον μυρίκῃσιν, ὁ δ’ ἔσθορε δαίμονι ἶσος,φάσγανον οἷον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,τύπτε δ’ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ’ ἀεικὴςἄορι θεινομένων, ἐρυθαίνετο δ’ αἵματι ὕδωρ.ὡς δ’ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοιφεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου,δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·ὡς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθραπτῶσσον ὑπὸ κρημνούς. ὁ δ’ ἐπεὶ κάμε χεῖρας ἐναίρων,ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους,ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος.τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,δῆσε δ’ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,δῶκε δ’ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.αὐτὰρ ὁ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.Ἔθ’ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαοἐκ ποταμοῦ φεύγοντι, Λυκάονι, τόν ῥά ποτ’ αὐτὸςἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα,ἐννύχιος προμολών· ὃ δ’ ἐρινεὸν ὀξέϊ χαλκῷτάμνε νέους ὄρπηκας, ἵν’ ἅρματος ἄντυγες εἶεν·τῷ δ’ ἄρ’ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσενηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο, πολλὰ δ’ ἔδωκεν,ἵμβριος Ἠετίων, πέμψεν δ’ ἐς δῖαν Ἀρίσβην·ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.ἕνδεκα δ’ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισινἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτιςχερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλεπέμψειν εἰς Ἀἴδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.τὸν δ’ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺςγυμνόν, ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ’ ἔχεν ἔγχος,ἀλλὰ τὰ μέν ῥ’ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼςφεύγοντ’ ἐκ ποταμοῦ, κάματος δ’ ὑπὸ γούνατ’ ἐδάμνα·ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ᾧ πόποι, ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·ἦ μάλα δὴ Τρῶες μεγαλήτορες, οὕς περ ἔπεφνον,αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,οἷον δὴ καὶ ὅδ’ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ,Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχεπόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.ἀλλ’ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιογεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείωἦ ἄρ’ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξειγῆ φυσίζος, ἢ τε κατὰ κρατερόν περ ἐρύκει.Ὣς ὥρμαινε μένων· ὁ δέ οἱ σχεδὸν ἦλθε τεθηπώς,γούνων ἅψασθαι μεμαώς, περὶ δ’ ἤθελε θυμῷἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.ἤτοι ὁ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺςοὐτάμεναι μεμαώς, ὃ δ’ ὑπέδραμε καὶ λάβε γούνωνκύψας· ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃἔστη, ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.αὐτὰρ ὁ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,τῇ δ’ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·γουνοῦμαί σ’, Ἀχιλεῦ· σὺ δέ μ’ αἴδεο καί μ’ ἐλέησον·ἀντί τοί εἰμ’ ἱκέταο, διοτρεφές, αἰδοίοιο·πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτήν,ἤματι τῷ ὅτε μ’ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,καί με πέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τεΛῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.νῦν δὲ λύμην τρὶς τόσσα πορών’ ἠὼς δέ μοί ἐστινἥδε δυωδεκάτη, ὅτ’ ἐς Ἴλιον εἰλήλουθαπολλὰ παθών· νῦν αὖ με τεῆς ἐν χερσὶν ἔθηκεμοῖρ’ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηργείνατο Λαοθόη, θυγάτηρ Ἄλταο γέροντος,Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισι· ἀνάσσει,Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.τοῦ δ’ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·τῆς δὲ δύω γενόμεσθα, σὺ δ’ ἄμφω δειροτομήσεις.ἦτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας,ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·νῦν δὲ δὴ ἐνθάδ’ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐωσὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι·μή με κτεῖν’, ἐπεὶ οὐχ ὁμογάστριος Εἰκτορός εἰμι,ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.Ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸςλισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ’ ὄπ’ ἄκουσε·νήπιε, μή μοι ἄποινα πιφαύσκεο μηδ’ ἀγόρευε·πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ,τόφρα τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦενΤρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδὲ πέρασσα·νῦν δ’ οὐκ ἔσθ’ ὅς τις θάνατον φύγῃ, ὅν κε θεός γεἸλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι,καὶ πάντων Τρώων, πέρι δ’ αὖ Πριάμοιό γε παίδων.ἀλλά, φίλος, θάνε καὶ σύ· τίη ὀλοφύρεαι οὕτως;κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;πατρὸς δ’ εἴμ’ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·ἀλλ’ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ,ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται,ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.Ὣς φάτο, τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·ἔγχος μέν ῥ’ ἀφέηκεν, ὁ δ’ ἕζετο χεῖρε πετάσσαςἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺτύψε κατὰ κληῖδα παρ’ αὐχένα, πᾶν δέ οἱ εἴσωδῦ ξίφος ἄμφηκες· ὁ δ’ ἄρα πρηνὴς ἐπὶ γαίῃκεῖτο ταθείς, ἐκ δ’ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.τὸν δ’ Ἀχιλεὺς ποταμόνδε λαβὼν ποδὸς ἧκε φέρεσθαι,καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ’ ἀγόρευεν·ἐνταυθοῖ νῦν κεῖσο μετ’ ἰχθύσιν, οἵ σ’ ὠτειλὴναἷμ’ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδροςοἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον.θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαΐξειἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.φθείρεσθ’, εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς,ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ’ ὄπιθεν κεραΐζων.οὐδ’ ὑμῖν ποταμός περ ἐΐρροος ἀργυροδίνηςἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,ζωοὺς δ’ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.ἀλλὰ καὶ ὡς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντεςτείσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.Ὣς ἄρ’ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,ὅρμηνεν δ’ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιοδῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχοςἈστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων,υἱέϊ ἸΤηλεγόνος· τὸν δ’ Ἀξιὸς εὐρυρέεθροςγείνατο καὶ Περίβοια, Ἀκεσσαμενοῖο θυγατρῶνπρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.τῷ ῥ’ Ἀχιλεὺς ἐπόρουσεν, ὁ δ’ ἀντίος ἐκ ποταμοῖοἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκεΞάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ’ ἐλέαιρεν.οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·τίς πόθεν εἰς ἀνδρῶν, ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.Τὸν δ’ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·Πηλεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;εἴμ’ ἐκ Παιονίης ἐριβώλου, τηλόθ’ ἐούσης,Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦνἠὼς ἑνδεκάτη, ὅτε Ἴλιον εἰλήλουθα.αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος,Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δ’ ἐμέ φασιγείνασθαι· νῦν αὖτε μαχώμεθα, φαίδιμ’ Ἀχιλλεῦ.Ὣς φάτ’ ἀπειλήσας, ὁ δ’ ἀνέσχετο δῖος ἈχιλλεὺςΠηλιάδα μελίην· ὃ δ’ ἁμαρτῇ δούρασιν ἀμφὶςἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.καί ῥ’ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διαπρὸῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·τῷ δ’ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸςδεξιτερῆς, σύτο δ’ αἷμα κελαινεφές· ἣ δ’ ὑπὲρ αὐτοῦγαίῃ ἐνεστήρικτο, λιλαιομένη χροὸς ἄσαι.δεύτερος αὖτ’ Ἀχιλεὺς μελίην ἰθυπτίωναἈστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.καὶ τοῦ μέν ῥ’ ἀφάμαρτεν, ὁ δ’ ὑψηλὴν βάλεν ὄχθην,μεσσοπαγὲς δ’ ἄρ’ ἔθηκε κατ’ ὄχθης μείλινον ἔγχος.Πηλεΐδης δ’ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἀλτ’ ἐπί οἱ μεμαώς· ὁ δ’ ἄρα μελίην Ἀχιλῆοςοὐ δύνατ’ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷἄξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.γαστέρα γάρ μιν τύψε παρ’ ὀμφαλόν, ἐκ δ’ ἄρα πᾶσαιχύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψενἀσθμαίνοντ’· Ἀχιλεὺς δ’ ἄρ’ ἐνὶ στήθεσσιν ὀρούσαςτεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·κεῖσ’ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνοςπαισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.τίκτε μ’ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι,Πηλεὺς Αἰακίδης· ὁ δ’ ἄρ’ Αἰακὸς ἐκ Διὸς ἦεν.τῷ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τιχραισμεῖν· ἀλλ’ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα·καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸνδεινήν τε βροντήν, ὅτ’ ἀπ’ οὐρανόθεν σμαραγήσῃ.Ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,τὸν δὲ κατ’ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.τὸν μὲν ἄρ’ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο,δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·αὐτὰρ ὁ βῆ ῥ’ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,οἵ ῥ’ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃχέρσ’ ὕπο [Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.ἔνθ’ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τεΜνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδ’ Ὀφελέστην·καί νύ κ’ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης,ἀνέρι εἰσάμενος, βαθέης δ’ ἐκ φθέγξατο δίνης·ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δ’ αἴσυλα ῥέζειςἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,ἐξ ἐμέθεν γ’ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖανστεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.ἀλλ’ ἄγε δὴ καὶ ἔασον· ἄγη μ’ ἔχει, ὄρχαμε λαῶν.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·ἔσται ταῦτα, Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.Τρῶας δ’ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναιἀντιβίην, ἢ κέν με δαμάσσεται, ἡ κεν ἐγὼ τόν.Ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἴσος·καὶ τότ’ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·ᾧ πόποι, ἀργυρότοξε, Διὸς τέκος, οὐ σύ γε βουλὰςεἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλ’ ἐπέτελλεΤρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃδείελος ὀψὲ δύων, σκιάσῃ δ’ ἐρίβωλον ἄρουραν.Ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳκρημνοῦ ἀπαΐξας· ὁ δ’ ἐπέσσυτο οἴδματι θύων,πάντα δ’ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺςπολλούς, οἵ ῥα κατ’ αὐτὸν ἅλις ἔσαν, οὗς κτάν’ Ἀχιλλεύς·τοὺς ἔκβαλλε θύραζε, μεμυκὼς ἠΰτε ταῦρος,χέρσονδε· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,κρύπτων ἐν δίνησι βαθείῃσιν μεγάλῃσι.δεινὸν δ’ ἀμφ’ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,ὦθει δ’ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσινεἶχε στηρίξασθαι· ὁ δὲ πτελέην ἕλε χερσὶνεὐφυέα μεγάλην· ἡ δ’ ἐκ ῥιζίων ἐριποῦσακρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθραὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸνεἴσω πᾶσ’ ἐριποῦσ’· ὁ δ’ ἄρ’ ἐκ δίνης ἀνορούσαςἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι,δείσας· οὐδέ τ’ ἔληγε θεὸς μέγας, ὦρτο δ’ ἐπ’ αὐτῷἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιοδῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.Πηλεΐδης δ’ ἀπόρουσεν ὅσον τ’ ἐπὶ δουρὸς ἐρωή,αἰετοῦ οἴματ’ ἔχων μέλανος, τοῦ θηρητῆρος,ὅς θ’ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸςσμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶςφεῦγ’, ὁ δ’ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρουἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃχερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαιὀχλεῦνται· τὸ δέ τ’’ ὦκα κατειβόμενον κελαρύζειχώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·ὡς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιοκαὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.ὁσσάκι δ’ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺςστῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντεςἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖοπλάζ’ ὤμους καθύπερθεν· ὁ δ’ ὑψόσε ποσσὶν ἐπήδαθυμῷ ἀνιάζων· ποταμὸς δ’ ὑπὸ γούνατ’ ἐδάμναλάβρος ὕπαιθα ῥέων, κονίην δ’ ὑπέρεπτε ποδοῖιν.Πηλεΐδης δ’ ᾥμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·Ζεῦ πάτερ, ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστηἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.ἄλλος δ’ οὔ τίς μοι τόσον αἴτιος Οὐρανιώνων,ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·ἢ μ’ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάωνλαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.ὡς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι, ὃς ἐνθάδε γ’ ἔτραφ’ ἄριστος·τῶ κ’ ἀγαθὸς μὲν ἔπεφν’, ἀγαθὸν δέ κεν ἐξενάριξε·νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναιἐρχθέντ’ ἐν μεγάλῳ ποταμῷ, ὡς παῖδα συφορβόν,ὅν ῥά τ’ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.Ὣς φάτο, τῷ δὲ μάλ’ ὦκα Ποσειδάων καὶ Ἀθήνηστήτην ἐγγὺς ἰόντε, δέμας δ’ ἄνδρεσσιν ἐΐκτην,χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ’ ἐπέεσσι.τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·Πηλεΐδη, μήτ’ ἄρ τι λίην τρέε μήτε τι τάρβει·τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμέν,Ζηνὸς ἐπαινήσαντος, ἐγὼ καὶ Παλλὰς Ἀθήνη·ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,ἀλλ’ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ’, αἴ κε πίθηαι·μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο,πρὶν κατὰ ᾿ἰἱλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαιΤρωϊκόν, ὅς κε φύγῃσι’ σὺ δ’ Ἕκτορι θυμὸν ἀπούραςἃψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.Τὼ μὲν ἄρ’ ὡς εἰπόντε μετ’ ἀθανάτους ἀπεβήτην·αὐτὰρ ὁ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθ’ ὕδατος ἐκχυμένοιο,πολλὰ δὲ τεύχεα καλὰ δαϊκταμένων αἰζηῶνπλῶον καὶ νέκυες· τοῦ δ’ ὑψόσε γούνατ’ ἐπήδαπρὸς ῥόον ἀΐσσοντος ἀν’ ἰθύν, οὐδέ μιν ἴσχενεὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλ’ Ἀθήνη.οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ’ ἔτι μᾶλλονχώετο [Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιοὑψόσ’ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετ’ ἀΐσας·φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περσχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτοςἐκπέρσει, Τρῷες δὲ κατὰ μόθον οὐ μενέουσιν.ἀλλ’ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθραὕδατος ἐκ πηγέων, πάντας δ’ ὀρόθυνον ἐναύλους,ἵστη δὲ μέγα κῦμα, πολὺν δ’ ὀρυμαγδὸν ὄρινεφιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα,ὃς δὴ νῦν κρατέει, μέμονεν δ’ ὅ γε ἴσα θεοῖσι.φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτε τι εἶδος,οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνηςκείσεθ’ ὑπ’ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸνεἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύαςμυρίον, οὐδέ οἱ ὀστέ’ ἐπιστήσονται Ἀχαιοὶἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.Ἦ, καὶ ἐπῶρτ’ Ἀχιλῆϊ κυκώμενος, ὑψόσε θύων,μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.πορφύρεον δ’ ἄρα κῦμα διιπετέος ποταμοῖοἵστατ’ ἀειρόμενον, κατὰ δ’ ἥρεε Πηλεΐωνα·Ἥρη δὲ μέγ’ ἄϋσε περιδείσασ’ Ἀχιλῆϊ,μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,αὐτίκα δ’ Ἥφαιστον προσεφώνεεν, ὃν φίλον υἱόν·ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος· ἄντα σέθεν γὰρΞάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·ἀλλ’ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιοεἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,ἢ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι,φλέγμα κακὸν φορέουσα’ σὺ δὲ Ξάνθοιο παρ’ ὄχθαςδένδρεα καῖ’, ἐν δ’ αὐτὸν ἵει πυρί· μηδέ σε πάμπανμειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·μηδὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ’ ὁπότ’ ἂν δὴφθέγξομ’ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.Ὣς ἔφαθ’, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ,πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺςπολλούς, οἵ ῥα κατ’ αὐτὸν ἅλις ἔσαν, οὗς κτάν’ Ἀχιλλεύς·πᾶν δ’ ἐξηράνθη πεδίον, σχέτο δ’ ἀγλαὸν ὕδωρ.ὡς δ’ ὅτ’ ὀπωρινὸς Βορέης νεοαρδέ’ ἀλωὴναἶψ’ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·ὡς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ’ ἄρα νεκροὺςκῆεν· ὁ δ’ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες οἱ κατὰ δίνας,οἱ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθαπνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.καίετο δ’ ὃς ποταμοῖο ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Ἥφαιστ’, οὔ τις σοί γε θεῶν δύνατ’ ἀντιφερίζειν,οὐδ’ ἂν ἐγὼ σοί γ’ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.λῆγ’ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺςἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;Φῇ πυρὶ καιόμενος, ἀνὰ δ’ ἔφλυε καλὰ ῥέεθρα.ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ,κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο,πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,ὡς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ’ ὕδωρ·οὐδ’ ἔθελε προρέειν, ἀλλ’ ἴσχετο· τεῖρε δ’ ἀϋτμὴἩφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γ’ Ἥρηνπολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·Ἥρη, τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδεινἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι,ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.ἀλλ’ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι, εἰ σὺ κελεύεις,παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δ’ ἐπὶ καὶ τόδ’ ὀμοῦμαι,μή ποτ’ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,μηδ’ ὁπότ’ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηταικαιομένη, καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν.Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε θεὰ λευκώλενος Ἥρη,αὐτίκ’ ἄρ’ Ἥφαιστον προσεφώνεεν, ὃν φίλον υἱόν·Ἥφαιστε, σχέο, τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικενἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.Ὣς ἔφαθ’, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,ἄψορρον δ’ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.Αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἱ μὲν ἔπειταπαυσάσθην’ Ἥρη γὰρ ἐρύκακε χωομένη περ·ἐν δ’ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖαἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·σὺν δ’ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ’ εὐρεῖα χθών,ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺςἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτοργηθοσύνῃ, ὅθ’ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.ἔνθ’ οἵ γ’ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρηςῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσεχάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·τίπτ’ αὖτ’, ὦ κυνάμυια, θεοὺς ἔριδι ξυνελαύνειςθάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;ἢ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδε’ ἀνῆκαςοὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσαἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;τῶ σ’ αὖ νῦν ὀΐω ἀποτεισέμεν ὅσσα ἔοργας.Ἂς εἰπὼν οὔτησε κατ’ αἰγίδα θυσσανόεσσανσμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.ἡ δ’ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃκείμενον ἐν πεδίῳ μέλανα, τρηχύν τε μέγαν τε,τόν ῥ’ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·τῷ βάλε θοῦρον Ἄρηα κατ’ αὐχένα, λῦσε δὲ γυῖα.ἑπτὰ δ’ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,τεύχεά τ’ ἀμφαράβησε’ γέλασσε δὲ Παλλὰς Ἀθήνη,καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·νηπύτι’, οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείωνεὔχομ’ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,ἥ τοι χωομένη κακὰ μήδεται, οὕνεκ’ Ἀχαιοὺςκάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.Ἃς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·τὸν δ’ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτηπυκνὰ μάλα στενάχοντα· μόγις δ’ ἐσαγείρετο θυμόν.τὴν δ’ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·ὦ πόποι, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,καὶ δὴ αὖθ’ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηαδηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.Ὣς φάτ’, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,καί ῥ’ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃἤλασε’ τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἧτορ.τὼ μὲν ἄρ’ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,ἡ δ’ ἄρ’ ἐπευχομένη ἔπεα πτερόεντ’ ἀγόρευε·τοιοῦτοι νῦν πάντες, ὅσοι Τρώεσσιν ἀρωγοΐ,εἶεν, ὅτ’ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτηἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·τῷ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο,Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.Ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἡρη.αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·Φοῖβε, τίη δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικενἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον, αἴ κ’ ἀμαχητὶἴομεν Οὔλυμπόνδε Διὸς ποτὶ χαλκοβατὲς δῶ.ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγεκαλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.νηπύτι’, ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περμέμνηαι, ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶμοῦνοι νῶϊ θεῶν, ὅτ’ ἀγήνορι Λαομέδοντιπὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸνμισθῷ ἔπι ῥητῷ· ὁ δὲ σημαίνων ἐπέτελλεν.ἦτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμαεὐρύ τε καὶ μάλα καλόν, ἵν’ ἄρρηκτος πόλις εἴη·Φοῖβε, σὺ δ’ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκεςἼδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.ἀλλ’ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραιἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπανταΛαομέδων ἔκπαγλος, ἀπειλήσας δ’ ἀπέπεμπε.σὺν μὲν ὅ γ’ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθεδήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·στεῦτο δ’ ὅ γ’ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ·νῶϊ δέ τ’ ἄψορροι κίομεν κεκοτηότι θυμῷ,μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ’ ἡμέωνπειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνταιπρόχνυ κακῶς, σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι.Τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·ἐννοσίγαι’, οὐκ ἄν με σαόφρονα μυθήσαιοἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξωδειλῶν, οἱ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τεζαφλεγέες τελέθουσιν, ἀρούρης καρπὸν ἔδοντες,ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχισταπαυώμεσθα μάχης· οἱ δ’ αὐτοὶ δηριαάσθων.Ἃς ἄρα φωνήσας πάλιν ἐτράπετ’· αἴδετο γάρ ῥαπατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.τὸν δὲ κασιγνήτη μάλα νείκεσε, πότνια θηρῶν,Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·φεύγεις δή, ἑκάεργε, Ποσειδάωνι δὲ νίκηνπᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·νηπύτιε, τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσωεὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.Ὣς φάτο, τὴν δ’ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτιςνείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·πῶς δὲ σὺ νῦν μέμονας, κύον ἀδεές, ἀντί’ ἐμεῖοστήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαιτοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶΖεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἣν κ’ ἐθέλῃσθα.ἦτοι βέλτερόν ἐστι κατ’ οὔρεα θῆρας ἐναίρεινἀγροτέρας τ’ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.εἰ δ’ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρ’ ἐὺ εἰδῇςὅσσον φερτέρη εἴμ’, ὅτι μοι μένος ἀντιφερίζεις.Ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτεσκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ἀπ’ ὤμων αἴνυτο τόξα,αὐτοῖσιν δ’ ἄρ’ ἔθεινε παρ’ οὔατα μειδιόωσαἐντροπαλιζομένην’ ταχέες δ’ ἔκπιπτον ὀϊστοί.δακρυόεσσα δ’ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,ἥ ῥά θ’ ὑπ’ ἴρηκος κοίλην εἰσέπτατο πέτρην,χηραμόν’ οὐδ’ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·ὡς ἡ δακρυόεσσα φύγεν, λίπε δ’ αὐτόθι τόξα.Λητὼ δὲ προσέειπε διάκτορος Ἀργειφόντης·Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲπληκτίζεσθ’ ἀλόχοισι Διὸς νεφεληγερέταο·ἀλλὰ μάλα πρόφρασσα μετ’ ἀθανάτοισι θεοῖσινεὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.Ἃς ἄρ’ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξαπεπτεῶτ’ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.ἡ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·ἡ δ’ ἄρ’ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,ἀμφὶ δ’ ἄρ’ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἵεἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·τίς νύ σε τοιάδ’ ἔρεξε, φίλον τέκος, Οὐρανιώνωνμαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;Τὸν δ’ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·σή μ’ ἄλοχος στυφέλιξε, πάτερ, λευκώλενος Ἥρη,ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος,μὴ Δαναοὶ πέρσειαν ὑπέρμορον ἤματι κείνῳ.οἱ δ’ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,οἱ μὲν χωόμενοι, οἱ δὲ μέγα κυδιόωντες·κὰδ δ’ ἴζν παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ ἈχιλλεὺξςΤρῷας ὁμῶς αὐτούς τ’ ὄλεκεν καὶ μώνυχας ἵππους.ὡς δ’ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηταιἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,πᾶσι δ’ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε’ ἐφῆκεν,ὡς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε’ ἔθηκεν.Ἑστήκει δ’ ὁ γέρων Πρίαμος θείου ἐπὶ πύργου,ἐς δ’ ἐνόησ’ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπ’ αὐτοῦΤρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴγίγνεθ’. ὁ δ’ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε,ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·πεπταμένας ἐν χερσὶ πύλας ἔχετ’, εἰς ὅ κε λαοὶἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἢ γὰρ Ἀχιλλεὺςἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγι’ ἔσεσθαι.αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.Ὣς ἔφαθ’, οἱ δ’ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·αἱ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλωνἀντίος ἐξέθορε, Τρώων ἵνα λοιγὸν ἀλάλκοι.οἱ δ’ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο,δίψη καρχαλέοι, κεκονιμένοι ἐκ πεδίοιοφεῦγον· ὁ δὲ σφεδανὸν ἔφεπ’ ἔγχεϊ, λύσσα δέ οἱ κῆραἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.Ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε,φῶτ’ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸςἔστη, ὅπως θανάτοιο βαρείας κῆρας ἀλάλκοι,φηγῷ κεκλιμένος· κεκάλυπτο δ’ ἄρ’ ἠέρι πολλῇ.αὐτὰρ ὅ γ’ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον,ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὦ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆοςφεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.εἰ δ’ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσωΠηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δ’ ἀπὸ τείχεος ἄλλῃφεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρ’ ἂν ἵκωμαιἼδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·ἑσπέριος δ’ ἃν ἔπειτα λοεσσάμενος ποταμοῖοἱδρῷ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην—ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;μή μ’ ἀπαειρόμενον πόλιος πεδίονδε νοήσῃκαί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.οὐκέτ’ ἔπειτ’ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ’ ἀνθρώπων.εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασ’ ἄνθρωποιἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.Ὡ̔Ὡς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιοἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγειἀλκῆς, πρίν γ’ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·ὡς Ἀντήνορος υἱὸς ἀγαυοῦ, δῖος Ἀγήνωρ,οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ’ Ἀχιλῆος,ἀλλ’ ὅ γ’ ἄρ’ ἀσπίδα μὲν πρόσθ’ ἔσχετο πάντοσ’ ἐΐσην,ἐγχείῃ δ’ αὐτοῖο τιτύσκετο, καὶ μέγ’ ἀὕτει·ἦ δή που μάλ’ ἔολπας ἐνὶ φρεσί, φαίδιμ’ Ἀχιλλεῦ,ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων,νηπύτι’· ἢ τ’ ἔτι πολλὰ τετεύξεται ἄλγε’ ἐπ’ αὐτῇ.ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,οἱ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶνἼλιον εἰρυόμεσθα· σὺ δ’ ἐνθάδε πότμον ἐφέψεις,ὧδ’ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.Ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,καί ῥ’ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ’ ἀφάμαρτεν.ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιοσμερδαλέον κονάβησε’ πάλιν δ’ ἀπὸ χαλκὸς ὄρουσεβλημένου, οὐδ’ ἐπέρησε, θεοῦ δ’ ἠρύκακε δῶρα.Πηλεΐδης δ’ ὡρμήσατ’ Ἀγήνορος ἀντιθέοιοδεύτερος· οὐδ’ ἔτ’ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ,ἡσύχιον δ’ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.αὐτὰρ ὁ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼςἔστη πρόσθε ποδῶν, ὃ δ’ ἐπέσσυτο ποσσὶ διώκειν·ἧος ὁ τὸν πεδίοιο διώκετο πυροφόροιο,τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον,τυτθὸν ὑπεκπροθέοντα’ δόλῳ δ’ ἄρ’ ἔθελγεν Ἀπόλλων,ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·τόφρ’ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳἀσπάσιοι προτὶ ἄστυ, πόλις δ’ ἔμπλητο ἀλέντων.οὐδ’ ἄρα τοί γ’ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸςμεῖναι ἔτ’ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοιὅς τ’ ἔθαν’ ἐν πολέμῳ· ἀλλ’ ἐσσυμένως ἐσέχυντοἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.