Classica Labs

← The Iliad · Contents

Book 22 of 24

Book 22: The death of Hector

Ὣς οἱ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶἱδρῶ ἀπεψύχοντο πίον τ’ ἀκέοντό τε δίψαν,κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶτείχεος ἄσσον ἴσαν, σάκε’ ὤμοισι κλίναντες.Ἕκτορα δ’ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησενἸλίου προπάροιθε πυλάων τε Σκαιάων.αὐτὰρ Πηλεΐωνα προσηύδα Φοῖβος Ἀπόλλων·τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις,αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ μεἔγνως ὡς θεός εἰμι, σὺ δ’ ἀσπερχὲς μενεαίνεις.ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὗς ἐφόβησας,οἱ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.Τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·ἔβλαψάς μ’, ἑκάεργε, θεῶν ὀλοώτατε πάντων,ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἢ κ’ ἔτι πολλοὶγαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.νῦν δ’ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσαςῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ’ ἔδεισας ὀπίσσω.ἦ σ’ ἂν τεισαίμην, εἴ μοι δύναμίς γε παρείη.Ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,σευάμενος ὥς θ’ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,ὅς ῥά τε ῥεῖα θέησι τιταινόμενος πεδίοιο·ὡς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα.Τὸν δ’ ὁ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι,παμφαίνονθ’ ὥς τ’ ἀστέρ’ ἐπεσσύμενον πεδίοιο,ὅς ῥά τ’ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶφαίνονται πολλοῖσι μετ’ ἀστράσι νυκτὸς ἀμολγῷ·ὅν τε κύν’ Ὠρίωνος ἐπίκλησιν καλέουσι.λαμπρότατος μὲν ὅ γ’ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·ὡς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.ᾥμωξεν δ’ ὁ γέρων, κεφαλὴν δ’ ὅ γε κόψατο χερσὶνὑψόσ’ ἀνασχόμενος, μέγα δ’ οἰμώξας ἐγεγώνειλισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάωνἑστήκει, ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·τὸν δ’ ὁ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·Ἕκτορ, μή μοι μίμνε, φίλον τέκος, ἀνέρα τοῦτονοἷος ἄνευθ’ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃςΠηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι,σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτοὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιενκείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·ὅς μ’ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε,κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.καὶ γὰρ νῦν δύο παῖδε, Λυκάονα καὶ Πολύδωρον,οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,τούς μοι Λαοθόη τέκετο, κρείουσα γυναικῶν.ἀλλ’ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἢ τ’ ἂν ἔπειταχαλκοῦ τε χρυσοῦ τ’ ἀπολυσόμεθ’· ἔστι γὰρ ἔνδον·πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.εἰ δ’ ἤδη τεθνᾶσι καὶ εἰν Ἀἴδαο δόμοισιν,ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι, τοὶ τεκόμεσθα·λαοῖσιν δ’ ἄλλοισι μινυνθαδιώτερον ἄλγοςἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.ἀλλ’ εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃςΤρῶας καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξηςΠηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῆς.πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον,δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷαἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλ’ ἐπιδόντα,υἷάς τ’ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκναβαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.αὐτὸν δ’ ἂν πύματόν με κύνες πρώτῃσι θύρησινὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷτύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,οὗς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,οἵ κ’ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷκείσοντ’ ἐν προθύροισι. νέῳ δέ τε πάντ’ ἐπέοικενἀρηϊκταμένῳ, δεδαϊγμένῳ ὀξέϊ χαλκῷ,κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ, ὅττι φανήῃ·ἀλλ’ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειοναἰδῷ τ’ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.Ἦ ῥ’ ὁ γέρων, πολιὰς δ’ ἄρ’ ἀνὰ τρίχας ἕλκετο χερσὶτίλλων ἐκ κεφαλῆς· οὐδ’ Ἕκτορι θυμὸν ἔπειθε.μήτηρ δ’ αὖθ’ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα,κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·καί μιν δάκρυ χέουσ’ ἔπεα πτερόεντα προσηύδα·Ἕκτορ, τέκνον ἐμόν, τάδε τ’ αἴδεο καί μ’’ ἐλέησοναὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·τῶν μνῆσαι, φίλε τέκνον, ἄμυνε δὲ δήϊον ἄνδρατείχεος ἐντὸς ἐών, μηδὲ πρόμος ἵστασο τούτῳ,σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σ’ ἔτ’ ἔγωγεκλαύσομαι ἐν λεχέεσσι, φίλον θάλος, ὃν τέκον αὐτή,οὐδ’ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊνἈργείων παρὰ νηυσὶ κύνες ταχέες κοτέδονται.Ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱόν,πολλὰ λισσομένω· οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον,ἀλλ’ ὅ γε μίμν’ Ἀχιλῆα πελώριον ἄσσον ἰόντα.ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι,βεβρωκὼς κακὰ φάρμακ’, ἔδυ δέ τέ μιν χόλος αἰνός,σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·ὡς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει,πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ’ ἐρείσας·ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὦ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,ὅς μ’ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαινύχθ’ ὕπο τήνδ’ ὀλοήν, ὅτε τ’ ὤρετο δῖος Ἀχιλλεύς.ἀλλ’ ἐγὼ οὐ πιθόμην· ἢ τ’ ἂν πολὺ κέρδιον ἦεν.νῦν δ’ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,μή ποτέ τις εἴπησι κακώτερος ἄλλος ἐμεῖο·Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.ὡς ἐρέουσιν’ ἐμοὶ δὲ τότ’ ἂν πολὺ κέρδιον εἴηἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσανκαὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσαςαὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθωκαί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ,πόντα μάλ’ ὅσσα τ’ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶνἠγάγετο Τροίηνδ’, ἥ τ’ ἔπλετο νείκεος ἀρχή,δωσέμεν Ἀτρεΐδησιν ἄγειν, ἅμα δ’ ἀμφὶς Ἀχαιοῖςἄλλ’ ἀποδάσσεσθαι, ὅσα τε πτόλις ἥδε κέκευθε·Τρωσὶν δ’ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαιμή τι κατακρύψειν, ἀλλ’ ἄνδιχα πάντα δάσασθαικτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὁ δέ μ’ οὐκ ἐλεήσειοὐδέ τί μ’ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντααὔτως ὥς τε γυναῖκα, ἐπεί κ’’ ἀπὸ τεύχεα δύω.οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρηςτῷ ὀαριζέμεναι, ἃ τε παρθένος ἠϊθεός τε,παρθένος ἠϊθεός τ’ ὀαρίζετον ἀλλήλοιιν.βέλτερον αὖτ’ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.Ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺςἶσος Ἐνυαλίῳ, κορυθάϊκι πτολεμιστῇ,σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὤμονδεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.Ἕκτορα δ’, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδ’ ἄρ’ ἔτ’ ἔτληαὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·Πηλείδης δ’ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.ἠΰτε κίρκος ὄρεσφιν, ἐλαφρότατος πετεηνῶν,ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,ἡ δέ θ’ ὕπαιθα φοβεῖται, ὁ δ’ ἐγγύθεν ὀξὺ λεληκὼςταρφέ’ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·ὡς ἄρ’ ὅ γ’ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ’ Ἕκτωρτεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατ’ ἐνώμα.οἵ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντατείχεος αἰὲν ὑπὲκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο,κρουνὼ δ’ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶδοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.ἡ μὲν γάρ θ’ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸςγίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·ἡ δ’ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,ἢ χιόνι ψυχρῇ, ἢ ἐξ ὕδατος κρυστάλλῳ.ἔνθα δ’ ἐπ’ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασικαλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόενταπλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρεςτὸ πρὶν ἐπ’ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.τῇ ῥα παραδραμέτην, φεύγων, ὁ δ’ ὄπισθε διώκων·πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ’ ἀμείνωνκαρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείηνἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.ὡς δ’ ὅτ’ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποιῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον,ἢ τρίπος ἠὲ γυνή, ἀνδρὸς κατατεθνηῶτος·ὡς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτηνκαρπαλίμοισι πόδεσσι· θεοὶ δ’ ἐς πάντες ὁρῶντο·τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·ὦ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχοςὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ’ ὀλοφύρεται ἦτορἝκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί’ ἔκηενἼδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ’ αὖτεἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺςἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.ἀλλ’ ἄγετε φράζεσθε, θεοί, καὶ μητιάασθεἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδηΠηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·ὦ πάτερ ἀργικέραυνε, κελαινεφές, οἷον ἔειπες·ἄνδρα θνητὸν ἐόντα, πάλαι πεπρωμένον αἴσῃ,ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;ἔρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·θάρσει, Τριτογένεια, φίλον τέκος· οὔ νύ τι θυμῷπρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μηδ’ ἔτ’ ἐρώει.Ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα.Ἕκτορα δ’ ἀσπερχὲς κλονέων ἔφεπ’ ὠκὺς Ἀχιλλεύς.ὡς δ’ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται,ὄρσας ἐξ εὐνῆς, διά τ’ ἄγκεα καὶ διὰ βήσσας·τὸν δ’ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,ἀλλά τ’ ἀνιχνεύων θέει ἔμπεδον, ὄφρα κεν εὕρῃ·ὡς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.ὁσσάκι δ’ ὁρμήσειε πυλάων Δαρδανιάωνἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,εἴ πώς οἱ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰςπρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ’ αἰεί.ὡς δ’ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·οὔτ’ ἄρ’ ὁ τὸν δύναται ὑποφεύγειν οὔθ’ ὃ διώκειν·ὡς ὁ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ’ ὃς ἀλύξαι.πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ’ Ἀπόλλωνἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;λαοῖσιν δ’ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,οὐδ’ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι.ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,ἐν δὲ τίθει δύο κῆρε τανηλεγέος θανάτοιο,τὴν μὲν Ἀχιλλῆος, τὴν δ’ Ἕκτορος ἱπποδάμοιο,ἕλκε δὲ μέσσα λαβών’ ῥέπε δ’ Ἕκτορος αἴσιμον ἦμαρ,ᾥχετο δ’ εἰς Ἀἴδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.Πηλεΐωνα δ’ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·νῦν δὴ νῶι ἔολπα, Διὶ φίλε φαίδιμ’ Ἀχιλλεῦ,οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας,Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.οὔ οἱ νῦν ἔτι γ’ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,οὐδ’ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλωνπροπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ’ ἐγώ τοιοἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.Ὣς φάτ’ Ἀθηναίη, ὁ δ’ ἐπείθετο, χαῖρε δὲ θυμῷ,στῆ δ’ ἄρ’ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.ἡ δ’ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ’ Ἕκτορα δῖονΔηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·ἠθεῖ, ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύς,ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.Τὴν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Εἰκτωρ·Δηΐφοβ’, ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθαγνωτῶν, οὗς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·νῦν δ’ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,ὃς ἔτλης ἐμεῦ εἵνεκ’, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,τείχεος ἐξελθεῖν, ἄλλοι δ’ ἔντοσθε μένουσι.Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·ἠθεῖ’, ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρλίσσονθ’ ἑξείης γουνούμενοι, ἀμφὶ δ’ ἑταῖροι,αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·ἀλλ’ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.νῦν δ’ ἰθὺς μεμαῶτε μαχώμεθα, μηδέ τι δούρωνἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺςνῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηταινῆας ἔπι γλαφυράς, ἢ κεν σῷ δουρὶ δαμήῃ.Ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ’ Ἀθήνη·οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·οὔ σ’ ἔτι, Πηλέος υἱέ, φοβήσομαι, ὡς τὸ πάρος περτρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτ’ ἔτληνμεῖναι ἐπερχόμενον· νῦν αὗτέ με θυμὸς ἀνῆκεστήμεναι ἀντία σεῖο· ἕλοιμί κεν, ἢ κεν ἁλοίην.ἀλλ’ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα’ τοὶ γὰρ ἄριστοιμάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·οὐ γὰρ ἐγώ σ’ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺςδώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·ἀλλ’ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε’, Ἀχιλλεῦ,νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὡς δὲ σὺ ῥέζειν.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἕκτορ, μή μοι, ἄλαστε, συνημοσύνας ἀγόρευε·ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,ὡς οὐκ ἔστ’ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊνὅρκια ἔσσονται, πρίν γ’ ἢ ἕτερόν γε πεσόντααἵματος σαι Ἄρηα, ταλαύρινον πολεμιστήν.παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴαἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.οὔ τοι ἔτ’ ἔσθ’ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνηἔγχει ἐμῷ δαμάᾳφ’ νῦν δ’ ἀθρόα πάντ’ ἀποτείσειςκήδε’ ἐμῶν ἑτάρων, οὗς ἔκτανες ἔγχεϊ θύων.Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Εἰκτωρ·ἕζετο γὰρ προϊδών, τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχος,ἐν γαίῃ δ’ ἐπάγη· ἀνὰ δ’ ἥρπασε Παλλὰς Ἀθήνη,ἂψ δ’ Ἀχιλῆϊ δίδου, λάθε δ’ Ἕκτορα, ποιμένα λαῶν.Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·ἤμβροτες, οὐδ’ ἄρα πώ τι, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον· ἢ τοι ἔφης γε·ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,ὄφρα σ’ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,ἀλλ’ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον,εἴ τοι ἔδωκε θεός· νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαιχάλκεον· ὡς δή μιν σῷ ἐν χροὶ πᾶν κομίσαιο.καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτοσεῖο καταφθιμένοιο’ σὺ γάρ σφισι πῆμα μέγιστον.Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδ’ ἀφάμαρτε·τῆλε δ’ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δ’ Ἑκτωρὅττι ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,στῆ δὲ κατηφήσας, οὐδ’ ἄλλ’ ἔχε μείλινον ἔγχος.Δηΐφοβον δὲ κάλει λευκάσπιδα μακρὸν ἀΐσας·ἤτεέ μιν δόρυ μακρόν· ὁ δ’ οὔ τί οἱ ἐγγύθεν ἦεν·Ἕκτωρ δ’ ἔγνω ἧσιν ἐνὶ φρεσὶ φώνησέν τε·ὦ πόποι, ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·Δηΐφοβον γὰρ ἔγωγ’ ἐφάμην ἥρωα παρεῖναι·ἀλλ’ ὁ μὲν ἐν τείχει, ἐμὲ δ’ ἐξαπάτησεν Ἀθήνη.νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδ’ ἔτ’ ἄνευθεν,οὐδ’ ἀλέη· ἢ γάρ ῥα πάλαι τό γε φίλτερον ἦενΖηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γεπρόφρονες εἰρύατο’ νῦν αὖτέ με μοῖρα κιχάνει.μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.Ἃς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,οἴμησεν δὲ ἀλεὶς ὥς τ’ αἰετὸς ὑψιπετήεις,ὅς τ’ εἶσιν πεδίονδε διὰ νεφέων ἐρεβεννῶνἁρπάξων ἢ ἄρν’ ἀμαλὴν ἢ πτῶκα λαγωόν’ὡς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.ὁρμήθη δ’ Ἀχιλεύς, μένεος δ’ ἐμπλήσατο θυμὸνἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψεκαλὸν δαιδάλεον, κόρυθι δ’ ἐπένευε φαεινῇτετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραιχρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.οἷος δ’ ἀστὴρ εἶσι μετ’ ἀστράσι νυκτὸς ἀμολγῷἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,ὃς αἰχμῆς ἀπέλαμπ’ εὐήκεος, ἣν ἄρ’ Ἀχιλλεὺςπάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ,εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα,καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·φαίνετο δ’ ἧ κληῖδες ἀπ’ ὤμων αὐχέν’ ἔχουσι,λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·τῇ ῥ’ ἐπὶ οἷ μεμαῶτ’ ἔλασ’ ἔγχεϊ δῖος Ἀχιλλεύς,ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή·οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.ἤριπε δ’ ἐν κονίῃς· ὁ δ’ ἐπεύξατο δῖος Ἀχιλλεύς·Ἕκτορ, ἀτάρ που ἔφης Πατροκλῆ’ ἐξεναρίζωνσῶς ἔσσεσθ’, ἐμὲ δ’ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,νήπιε· τοῖο δ’ ἄνευθεν ἀοσσητὴρ μέγ’ ἀμείνωννηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,ὅς τοι γούνατ’ ἔλυσα’ σὲ μὲν κύνες ἠδ’ οἰωνοὶἑλκήσουσ’ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.Τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·λίσσομ’ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός μεΤρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·μή με, κύον, γούνων γουνάζεο μηδὲ τοκήων·αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνείηὤμ’ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,ὡς οὐκ ἔσθ’ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,οὐδ’ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ’ ἄποιναστήσωσ’ ἐνθάδ’ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,οὐδ’ εἴ κέν σ’ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοιΔαρδανίδης Πρίαμος· οὐδ’ ὡς σέ γε πότνια μήτηρἐνθεμένη λεχέεσσι γοήσεται, ὃν τέκεν αὐτή,ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.Τὸν δὲ καταθνήσκων προσέφη κορυθαίολος Ἑκτωρ’ἡ σ’ εὖ γιγνώσκων προτιόσσομαι, οὐδ’ ἄρ’ ἔμελλονπείσειν· ἢ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαιἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλωνἐσθλὸν ἐόντ’ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.Ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη Αἰϊδόσδε βεβήκει,ὃν πότμον γοόωσα, λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην.τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·τέθναθι· κῆρα δ’ ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴΖεὺς ἐθέλῃ τελέσαι ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι.Ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,καὶ τό γ’ ἄνευθεν ἔθηχ’, ὁ δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλααἱματόεντ’· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,οἱ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸνἝκτορος· οὐδ’ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ὦ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαιἝκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.ὡς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.τὸν δ’ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ’ ἀγόρευεν·ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,ἐπεὶ δὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,ὃς κακὰ πόλλ’ ἔρρεξεν, ὅσ’ οὐ σύμπαντες οἱ ἄλλοι,εἰ δ’ ἄγετ’ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθέωμεν,ὄφρα κ’ ἔτι γνῶμεν Τρώων νόον, ὅν τιν’ ἔχουσιν,ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ’ ἐόντος.ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτοςΠάτροκλος· τοῦ δ’ οὐκ ἐπιλήσομαι, ὄφρ’ ἂν ἔγωγεζωοῖσιν μετέω καί μοι φίλα γούνατ’ ὀρώρῃ·εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν Ἀἴδαο,αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ’ ἑταίρου.νῦν δ’ ἄγ’ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶννηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δ’ ἄγωμεν.ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὡς εὐχετόωντο.Ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντεἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ’ ἐξῆπτεν ἱμάντας,ἐκ δίφροιο δ’ ἔδησε, κάρη δ’ ἕλκεσθαι ἔασεν·ἐς δίφρον δ’ ἀναβὰς ἀνά τε κλυτὰ τεύχε’ ἀείραςμάστιξέν ῥ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην.τοῦ δ’ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖταικυάνεαι πίτναντο, κάρη δ’ ἅπαν ἐν κονίῃσικεῖτο πάρος χαρίεν’ τότε δὲ Ζεὺς δυσμενέεσσιδῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.Ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν’ ἣ δέ νυ μήτηρτίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρηντηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ’ ἐσιδοῦσα·ᾥμωξεν δ’ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶκωκυτῷ τ’ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.τῷ δὲ μάλιστ’ ἄρ’ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασαἼλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ’ ἄκρης.λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα,ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.πάντας δὲ λιτάνευε κυλινδόμενος κατὰ κόπρον,ἐξ ὀνομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·σχέσθε, φίλοι, καί μ’ οἷον ἐάσατε κηδόμενοί περἐξελθόντα πόληος ἱκέσθ’ ἐπὶ νῆας Ἀχαιῶν,λίσσωμ’ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,ἦν πως ἡλικίην αἰδέσσεται ἠδ’ ἐλεήσῃγῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται,Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαιΤρωσί· μάλιστα δ’ ἐμοὶ περὶ πάντων ἄλγε’ ἔθηκε.τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περὡς ἑνός, οὗ μ’ ἄχος ὀξὺ κατοίσεται Αἴδος εἴσω,Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·τῷ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε,μήτηρ θ’, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ’ ἐγὼ αὐτός.Ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·Τρῳῇσιν δ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·τέκνον, ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα,σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτας τε καὶ ἦμαρεὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τ’ ὄνειαρΤρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὡςδειδέχατ’· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθαζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.Ὣς ἔφατο κλαίουσ’, ἄλοχος δ’ οὔ πώ τι πέπυστοἝκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼνἤγγειλ’ ὅττι ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,ἀλλ’ ἣ γ’ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖοδίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλ’ ἔπασσε.κέκλετο δ’ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμαἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτοἝκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι,νηπίη, οὐδ’ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶνχερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.κωκυτοῦ δ’ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·τῆς δ’ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·ἡ δ’ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·δεῦτε, δύω μοι ἕπεσθον, ἴδωμ’ ὅτιν’ ἔργα τέτυκται.αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δ’ ἐμοὶ αὐτῇστήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦναπήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλ’ αἰνῶςδείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺςμοῦνον ἀποτμήξας πόλιος πεδίονδε δίηται,καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς,ἥ μιν ἔχεσκ’, ἐπεὶ οὔ ποτ’ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.Ὧν φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση,παλλομένη κραδίην· ἅμα δ’ ἀμφίπολοι κίον αὐτῇ.αὐτὰρ ἐπεὶ πύργον τε καὶ ἀνδρῶν ἵξεν ὅμιλον,ἔστη παπτήνασ’ ἐπὶ τείχεϊ, τὸν δὲ νόησενἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποιἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν..τὴν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,ἤριπε δ’ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.τῆλε δ’ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμηνκρήδεμνόν θ’, ὅ ῥά οἱ δῶκε χρυσέη Ἀφροδίτηἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ’ Ἑκτωρἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία. ἕδνα.ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.ἡ δ’ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·Ἕκτορ, ἐγὼ δύστηνος· ἰῇ ἄρα γιγνόμεθ’ αἴσῃἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃἐν δόμῳ Ἠετίωνος, ὅ μ’ ἔτρεφε τυτθὸν ἐοῦσαν,δύσμορος αἰνόμορον’ ὡς μὴ ὤφελλε τεκέσθαι.νῦν δὲ σὺ μὲν Ἀἴδαο δόμους ὑπὸ κεύθεσι γαίηςἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπειςχήρην ἐν μεγάροισι· πάϊς δ’ ἔτι νήπιος αὔτως,ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳἔσσεαι, Ἕκτορ, ὄνειαρ, ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε’ ὀπίσσωἔσσοντ’· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.ἦμαρ δ’ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·πάντα δ’ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαΐ,δευόμενος δέ τ’ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·τῶν δ’ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε,χείλεα μέν τ’ ἐδίην’, ὑπερῴην δ’ οὐκ ἐδίηνε.τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε,χερσὶν πεπληγὼς καὶ ὀνειδείοισιν ἐνίσσων·ἔρρ’ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.δακρυόεις δέ τ’ ἄνεισι πάϊς ἐς μητέρα χήρην,Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸςμυελὸν οἷον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·αὐτὰρ ὅθ’ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,εὕδεσκ’ ἐν λέκτροισιν, ἐν ἀγκαλίδεσσι τιθήνης,εὐνῇ ἔνι μαλακῇ, θαλέων ἐμπλησάμενος κῆρ·νῦν δ’ ἂν πολλὰ πάθησι, φίλου ἀπὸ πατρὸς ἁμαρτών,Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·οἷος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήωναἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται,γυμνόν· ἀτάρ τοι εἵματ’ ἐνὶ μεγάροισι κέοντα·λεπτά τε καὶ χαρίεντα, τετυγμένα χερσὶ γυναικῶν.ἀλλ’ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ,οὐδὲν σοί γ’ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.Ὣς ἔφατο κλαίουσ’, ἐπὶ δὲ στενάχοντο γυναῖκες.

↑ Top