Classica Labs

← The Iliad · Contents

Book 23 of 24

Book 23: The funeral games

Ὣς οἱ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοῖἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,οἱ μὲν ἄρ’ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,Μυρμιδόνας δ’ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,ἀλλ’ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·Μυρμιδόνες ταχύπωλοι, ἐμοὶ ἐρίηρες ἑταῖροι,μὴ δή πω ὑπ’ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,ἀλλ’ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἄσσον ἰόντεςΠάτροκλον κλαίωμεν’ ὃ γὰρ γέρας ἐστὶ θανόντων.αὐτὰρ ἐπεί κ’ ὀλοοῖο τεταρπώμεσθα γόοιο,ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.Ὣς ἔφαθ’, οἱ δ’ ᾥμωξαν ἀολλέες, ἦρχε δ’ Ἀχιλλεύς.οἱ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππουςμυρόμενοι’ μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶνδάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.τοῖσι δὲ Πηλείδης ἁδινοῦ ἐξῆρχε γόοιο,χεῖρας ἐπ’ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·χαϊρέ μοι, ὦ Πάτροκλε, καὶ εἰν Ἀἴδαο δόμοισι·πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,Ἕκτορα δεῦρ’ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσεινΤρώων ἀγλαὰ τέκνα, σέθεν κταμένοιο χολωθείς.Ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα,πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσαςἐν κονίῃς· οἱ δ’ ἔντε’ ἀφοπλίζοντο ἕκαστοςχάλκεα μαρμαίροντα, λύον δ’ ὑψηχέας ἵππους,κὰδ δ’ Ἰῴν παρὰ νηὶ ποδώκεος Αἰακίδαομυρίοι· αὐτὰρ ὁ τοῖσι τάφον μενοεικέα δαίνυ.πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳσφαΐζμενοι, πολλοὶ δ’ ὄϊες καὶ μηκάδες αἶγες·πολλοὶ δ’ ἀργιόδοντες ὕες, θαλέθοντες ἀλοιφῇ,εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·πάντῃ δ’ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.Αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωναεἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν,σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.οἱ δ’ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἵξον ἰόντες,αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσανἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιενΠηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.αὐτὰρ ὅ γ’ ἠρνεῖτο στερεῶς, ἐπὶ δ’ ὅρκον ὄμοσσεν·οὐ μὰ Ζῆν’, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἄσσον ἱκέσθαι,πρίν γ’ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαικείρασθαί τε κόμην, ἐπεὶ οὔ μ’ ἔτι δεύτερον ὧδεἵξετ’ ἄχος κραδίην, ὄφρα ζωοῖσι μετείω.ἀλλ’ ἦτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·ἠῶθεν δ’ ὄτρυνε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,ὕλην τ’ ἀξέμεναι παρά τε σχεῖν ὅσσ’ ἐπιεικὲςνεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,ὄφρ’ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρθᾶσσον ἀπ’ ὀφθαλμῶν, λαοὶ δ’ ἐπὶ ἔργα τράπωνται.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.ἐσσυμένως δ’ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοιδαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,οἱ μὲν κακκείοντες ἔβαν κλισίηνδε ἕκαστος,Πηλεΐδης δ’ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσηςκεῖτο βαρὺ στενάχων, πολέσιν μετὰ Μυρμιδόνεσσιν,ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠϊόνος κλύζεσκον·εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,νήδυμος ἀμφιχυθείς—μάλα γὰρ κάμε φαίδιμα γυῖαἝκτορ’ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν—ἦλθε δ’ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο,πάντ’ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ’ ἐϊκυῖα,καὶ φωνήν, καὶ τοῖα περὶ χροὶ εἵματα ἕστο·στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ, Ἀχιλλεῦ.οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·θάπτε με ὅττι τάχιστα, πύλας Ἀἴδαο περήσω.τῆλέ με εἴργουσι ψυχαί, εἴδωλα καμόντων,οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,ἀλλ’ αὔτως ἀλάλημαι ἀν’ εὐρυπυλὲς Αἴδος δῶ.καί μοι δὸς τὴν χεῖρ’, ὀλοφύρομαι· οὐ γὰρ ἔτ’ αὖτιςνίσομαι ἐξ Ἀἴδαο, ἐπήν με πυρὸς λελάχητε.οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρωνβουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ’ ἐμὲ μὲν κὴρἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ’καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι, αἴ κε πίθηαι·μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ’, Ἀχιλλεῦ,ἀλλ’ ὁμοῦ, ὡς τράφομέν περ ἐν ὑμετέροισι δόμοισιν,εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντοςἤγαγεν ὑμέτερόνδ’ ἀνδροκτασίης ὕπο λυγρῆ·ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος,νήπιος, οὐκ ἐθέλων, ἀμφ’ ἀστραγάλοισι χολωθείς·ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα [Πηλεὺςἔτραφέ τ’ ἐνδυκέως καὶ σὸν θεράποντ’ ὀνόμηνεν·ὡς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοιχρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·τίπτε μοι, ἠθείη κεφαλή, δεῦρ’ εἰλήλουθας,καί μοι ταῦτα ἕκαστ’ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοιπάντα μάλ’ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.ἀλλά μοι ἄσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντεἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.Ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν,οὐδ’ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸςᾥχετο τετριγυῖα· ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺςχερσί τε συμπλατάγησεν, ἔπος δ’ ὀλοφυδνὸν ἔειπεν·ὦ πόποι, ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀἴδαο δόμοισιψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι. πάμπαν·παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖοψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,καί μοι ἕκαστ’ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο·μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼςἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνωνοὐρῆάς τ’ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕληνπάντοθεν ἐκ κλισιῶν· ἐπὶ δ’ ἀνὴρ ἐσθλὸς ὀρώρει,Μηριόνης, θεράπων ἀγαπήνορος Ἰδομενῆος.οἱ δ’ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντεςσειράς τ’ εὐπλέκτους· πρὸ δ’ ἄρ’ οὐρῆες κίον αὐτῶν.πολλὰ δ’ ἄναντα κάταντα πάραντά τε δόχμιά τ’ ἦλθον·ἀλλ’ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,αὐτίκ’ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷτάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαιπῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντοἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.πάντες δ’ ὑλοτόμοι φιτροὺς φέρον· ὧς γὰρ ἀνώγειΜηριόνης, θεράπων ἀγαπήνορος Ἰδομενῆος.κὰδ δ’ ἄρ’ ἐπ’ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ’ ἄρ’ Ἀχιλλεὺςφράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἵ αὐτῷ.Αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην,ἥατ’ ἄρ’ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺςαὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσεχαλκὸν ζώννυσθαι, ζεῦξαι δ’ ὑπ’ ὄχεσφιν ἕκαστονἵππους· οἱ δ’ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,ἂν δ’ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν,μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλονκειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺςἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπ’ Αἰδόσδε.Οἱ δ’ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ’ Ἀχιλλεύς,κάτθεσαν, αἷψα δέ οἱ μενοεικέα νήεον ὕλην.ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·ὀχθήσας δ’ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·Σπερχεί’, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς,κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖανσοί τε κόμην κερέειν ῥέξειν θ’ ἱερὴν ἑκατόμβην,πεντήκοντα δ’ ἔνορχα παρ’ αὐτόθι μῆλ’ ἱερεύσεινἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.ὡς ἠρᾶθ’ ὁ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.Ὃς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιοθῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο.καί νύ κ’ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,εἰ μὴ Ἀχιλλεὺς αἶψ’ Ἀγαμέμνονι εἶπε παραστάς·Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶνπείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἄσαι,νῦν δ’ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθιὅπλεσθαι· τάδε δ’ ἀμφὶ πονησόμεθ’ οἷσι μάλιστακήδεός ἐστι. νέκυς· παρὰ δ’ οἵ τ’ ἀγοὶ ἄμμι μενόντων.Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας;κηδεμόνες δὲ παρ’ αὖθι μένον καὶ νήεον ὕλην,ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. τόςπολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦςπρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον’ ἐκ δ’ ἄρα πάντωνδημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺςἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.ἐν δ’ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας,πρὸς λέχεα κλίνων· πίσυρας δ’ ἐριαύχενας ἵππουςἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺςχαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον, ὄφρα νέμοιτο.ᾥμωξέν τ’ ἄρ’ ἔπειτα, φίλον δ’ ὀνόμηνεν ἑταῖρον·χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ εἰν Ἀἴδαο δόμοισι·πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην.δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺςτοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δ’ οὔ τιδώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.Ὣς φάτ’ ἀπειλήσας· τὸν δ’ οὐ κύνες ἀμφεπένοντο,ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτηἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.τῷ δ’ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλωνοὐρανόθεν πεδίονδε, κάλυψε δὲ χῶρον ἅπανταὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιοσκήλει’ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.Οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ’ ἀνέμοισι,Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευενἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶριςἀράων ἀΐουσα μετάγγελος ἦλθ’ ἀνέμοισιν.οἱ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδονεἰλαπίνην δαίνυντο’ θέουσα δὲ Ἶρις ἐπέστηβηλῷ ἔπι λιθέῳ· τοὶ δ’ ὡς ἴδον ὀφθαλμοῖσι,πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἕ ἕκαστος·ἡ δ’ αὖθ’ ἔζσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπ’ Ὠκεανοῖο ῥέεθρα,Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ’ ἑκατόμβαςἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.ἀλλ’ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸνἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,ὄφρα πυρὴν ὄρσητε καήμεναι, ἢ ἔνι κεῖταιΠάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.Ἡ μὲν ἄρ’ ὡς εἰποῦσ’ ἀπεβήσετο, τοὶ δ’ ὀρέοντοἠχῇ θεσπεσίῃ, νέφεα κλονέοντε πάροιθεν.αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμαπνοιῇ ὕπο λιγυρῇ· Τροίην δ’ ἐρίβωλον ἱκέσθην,ἐν δὲ πυρῇ πεσέτην, μέγα δ’ ἴαχε θεσπιδαὲς πῦρ.παννύχιοι δ’ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ’ ἔβαλλον,φυσῶντες λιγέως· ὁ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺςχρυσέου ἐκ κρητῆρος, ἑλὼν δέπας ἀμφικύπελλον,οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν,ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων,νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,ὡς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,ἑρπύζων παρὰ πυρκαϊήν, ἁδινὰ στεναχίζων.Ἦμος δ’ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.οἱ δ’ ἄνεμοι πάλιν αὖτις ἔβαν οἵκόνδε νέεσθαιΘρηΐκιον κατὰ πόντον· ὁ δ’ ἔστενεν οἴδματι θύων.Πηλεΐδης δ’ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶςκλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·οἱ δ’ ἀμφ’ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,ἕζτο δ’ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ’ αἴθοπι οἴνῳπᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειταὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμενεὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ’ ἄλλοι ἄνευθενἐσχατιῇ καίοντ’ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷθείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Αἴδι κεύθωμαι.τύμβον δ’ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,ἀλλ’ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶεὐρύν θ’ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖοδεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.Ὣς ἔφαθ’, οἱ δ’ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ,ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·κλαίοντες δ’ ἑτάροιο ἐνηέος ὀστέα λευκὰἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντοἀμφὶ πυρήν’ εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺςαὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,νηῶν δ’ ἔκφερ’ ἄεθλα, λέβητάς τε τρίποδάς τεἵππους θ’ ἡμιόνους τε βοῶν τ’ ἴφθιμα κάρηνα,ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.Ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά’ ἄεθλαθῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖανκαὶ τρίποδ’ ὠτώεντα δυωκαιεικοσίμετρον,τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκενἐξέτε’ ἀδμήτην, βρέφος ἡμίονον κυέουσαν·αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητακαλόν, τέσσαρα μέτρα κεχανδότα, λευκὸν ἔτ’ αὔτως·τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,πέμπτῳ δ’ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,ἱππῆας τάδ’ ἄεθλα δεδεγμένα κεῖτ’ ἐν ἀγῶνι.εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοί,ἢ τ’ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίηνδε φεροίμην.ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ’ αὐτοὺςπατρὶ ἐμῷ Πηλῆϊ, ὁ δ’ αὖτ’ ἐμοὶ ἐγγυάλιξεν.ἀλλ’ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο,ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιονχαιτάων κατέχευε, λοέσσας ὕδατι λευκῷ.τὸν τώ γ’ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφιχαῖται ἐρηρέδαται, τὼ δ’ ἕστατον ἀχνυμένω κῆρ.ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶνἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.Ὣς φάτο Πηλεΐδης, ταχέες δ’ ἱππῆες ἄγερθεν.ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος,Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·τῷ δ’ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ’ ἀπηύραΑἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαοςδιογενής, ὑπὸ δὲ ὡγὸν ἤγαγεν ὠκέας ἵππους,Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον’τὴν Ἀγαμέμνονι δῶκ’ Ἀγχισιάδης Ἐχέπωλοςδῶρ’, ἵνα μή οἱ ἕποιθ’ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,ἀλλ’ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκεΖεὺς ἄφενος, ναῖεν δ’ ὅ γ’ ἐν εὐρυχόρῳ Σικυῶνι·τὴν ὅ γ’ ὑπὸ ὡγὸν ἦγε, μέγα δρόμου ἰσχανόωσαν.Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ’ ἵππους,Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος,τοῦ Νηληϊάδαο’ Πυλοιγενέες δέ οἱ ἵπποι ἶὠκύποδες φέρον ἅρμα πατὴρ δέ οἱ ἄγχι παραστὰςμυθεῖτ’ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·Ἀντίλοχ’, ἤτοι μέν σε νέον περ ἐόντα φίλησανΖεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξανπαντοίας· τῶ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·οἶσθα γὰρ εὖ περὶ τέρμαθ’ ἑλισσέμεν· ἀλλά τοι ἵπποιβάρδιστοι θείειν· τῷ τ’ οἴω λοίγι’ ἔσεσθαι.τῶν δ’ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶπλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.ἀλλ’ ἄγε δὴ σύ, φίλος, μῆτιν ἐμβάλλεο θυμῷπαντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.μήτι τοι δρυτόμος μέγ’ ἀμείνων ἠὲ βίηφι·μήτι δ’ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳνῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·μήτι δ’ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.ἀλλ’ ὃς μέν θ’ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼςἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,αἰεὶ τέρμ’ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθειὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,ἀλλ’ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές, οὐδέ σε λήσει.ἕστηκε ξύλον αὖον ὅσον τ’ ὄργυι’ ὑπὲρ αἴης,ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ’ ἱππόδρομος ἀμφίς·ἢ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,καὶ νῦν τέρματ’ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.τῷ σὺ μάλ’ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳἧκ’ ἐπ’ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππονκένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαικύκλου ποιητοῖο’ λίθου δ’ ἀλέασθαι ἐπαυρεῖν,μή πως ἵππους τε τρώσῃς κατά θ’ ἅρματα ἄξῃς·χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷἔσσεται· ἀλλά, φίλος, φρονέων πεφυλαγμένος εἶναι.εἰ γάρ κ’ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,οὐκ ἔσθ’ ὅς κέ σ’ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,οὐδ’ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι,Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,ἢ τοὺς Λαομέδοντος, οἱ ἐνθάδε γ’ ἔτραφεν ἐσθλοί.Ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃἕζετ’, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ’ ἔειπε.Μηριόνης δ’ ἄρα πέμπτος ἐΰτριχας ὡπλίσαθ’ ἵππους.ἂν δ’ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·πάλλ’ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε ΝεστορίδαοἈντιλόχου’ μετὰ τὸν δὲ λάχε κρείων Εὔμηλος·τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος,τῷ δ’ ἐπὶ Μηριόνης λάχ’ ἐλαυνέμεν· ὕστατος αὖτεΤυδεΐδης ὄχ’ ἄριστος ἐὼν λάχ’ ἐλαυνέμεν ἵππους.στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ’ Ἀχιλλεὺςτηλόθεν ἐν λείῳ τεδίῳ· παρὰ δὲ σκοπὸν εἷσενἀντίθεον Φοίνικα, ὁπάονα πατρὸς ἑοῖο,ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.Οἱ δ’ ἅμα πάντες ἐφ’ ἵπποιιν μάστιγας ἄειραν,πέπληγόν θ’ ἱμᾶσιν, ὁμόκλησάν τ’ ἐπέεσσινἐσσυμένως· οἱ δ’ ὦκα διέπρησσον πεδίοιονόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίηἵστατ’ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,χαῖται δ’ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.ἅρματα δ’ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,ἄλλοτε δ’ ἀΐξασκε μετήορα’ τοὶ δ’ ἐλατῆρεςἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστουνίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστοςἵπποις, οἵ ὁε πέτοντο κονίοντες πεδίοιο.Ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποιἂψ ἐφ’ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστουφαίνετ’, ἄφαρ δ’ ἵπποισι τάθη δρόμος· ὦκα δ’ ἔπειτααἷ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.τὰς δὲ μετ’ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι,Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ’ ἔσαν, ἀλλὰ μάλ’ ἐγγύς·αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,πνοιῇ δ’ Εὐμήλοιο μετάφρενον εὐρέε τ’ ὤμωθέρμετ’· ἐπ’ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.καί νύ κεν ἢ παρέλασσ’ ἢ ἀμφήριστον ἔθηκεν,εἰ μὴ Τυδέος υἷ κοτέσσατο Φοῖβος Ἀπόλλων,ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.τοῖο δ’ ἀπ’ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,οἱ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.οὐδ’ ἄρ’ Ἀθηναίην ἐλεφηράμενος λάθ’ ἈπόλλωνΤυδεΐδην, μάλα δ’ ὦκα μετέσσυτο ποιμένα λαῶν,δῶκε δέ οἱ μάστιγα, μένος δ’ ἵπποισιν ἐνῆκεν·ἡ δὲ μετ’ Ἀδμήτου υἱὸν κοτέουσα βεβήκει,ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἱ δέ οἱ ἵπποιἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ’ ἐπὶ γαῖαν ἐλύσθη.αὐτὸς δ’ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,θρυλίχθη δὲ μέτωπον ἐπ’ ὀφρύσι· τὼ δέ οἱ ὄσσεδακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνηἵπποις ἧκε μένος καὶ ἐπ’ αὐτῷ κῦδος ἔθηκε.τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.Ἀντίλοχος δ’ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω,Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνηνῦν ὤρεξε τάχος καὶ ἐπ’ αὐτῷ κῦδος ἔθηκεν·ἵππους δ’ Ἀτρεΐδαο κιχάνετε, μηδὲ λίπησθον,καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃΑἴθη θῆλυς ἐοῦσα· τίη λείπεσθε, φέριστοι;ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶνἔσσεται, αὐτίκα δ’ ὕμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,αἴ κ’ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·ταῦτα δ’ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω,στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.Ὣς ἔφαθ’, οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴνμᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δ’ ἔπειταστεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης·ῥωχμὸς ἔην γαίης, ἣ χειμέριον ἀλὲν ὕδωρἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·τῇ ῥ’ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππουςἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.Ἀτρεΐδης δ’ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·Ἀντίλοχ’, ἀφραδέως ἱππάζεαι· ἀλλ’ ἄνεχ’ ἵππους·στεινωπὸς γὰρ ὁδός, τάχα δ’ εὐρυτέρη παρελάσσαι·μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.Ὣς ἔφατ’, Ἀντίλοχος δ’ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνεκέντρῳ ἐπισπέρχων, ὡς οὐκ ἀΐοντι ἐοικώς.ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,ὅν τ’ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,τόσσον ἐπιδραμέτην· αἱ δ’ ἠρώησαν ὀπίσσωἈτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν,μὴ πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,δίφρους τ’ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ’ αὐτοὶἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·Ἀντίλοχ’, οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·ἔρρ’, ἐπεὶ οὔ σ’ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.ἀλλ’ οὐ μὰν οὐδ’ ὡς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.Ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·μή μοι ἐρύκεσθον μηδ’ ἕστατον ἀχνυμένω κῆρ.φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόνταἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.Ὣς ἔφαθ’, οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴνμᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.Ἀργεῖοι δ’ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντοἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.πρῶτος δ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ’ ἵππουςἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·τοῖο δ’ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσαςἔγνω, φράσσατο δ’ ἵππον ἀριπρεπέα προὔχοντα,ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳλευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,οἷος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,ἄλλος δ’ ἡνίοχος ἰνδάλλεται· αἱ δέ που αὐτοῦἔβλαβεν ἐν πεδίῳ, αἱ κεῖσέ γε φέρτεραι ἦσαν·ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,νῦν δ’ οὔ πῃ δύναμαι ἰδέειν, πάντῃ δέ μοι· ὄσσεΤρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·ἠὲ τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθηεὖ σχεθέειν περὶ τέρμα, καὶ οὐκ ἐτύχησεν ἑλίξα·ἔνθα μιν ἐκπεσέειν ὀΐω σύν θ’ ἅρματα ἄξαι,αἱ δ’ ἐξηρώησαν; ἐπεὶ μένος ἔλλαβε θυμόν.ἀλλὰ ἴδεσθε καὶ ὕμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγεεὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρΑἰτωλὸς γενεήν, μετὰ δ’ Ἀργείοισιν ἀνάσσει,Τυδέος ἱπποδάμου υἱός, κρατερὸς Διομήδης.Τὸν δ’ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; αἱ δ’ ἔτ’ ἄνευθενἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.οὔτε νεώτατός ἐσσι μετ’ Ἀργείοισι τοσοῦτον,οὔτε τοι ὀξύτατον κεφαλῆς ἐκ δέρκεται ὄσσε·ἀλλ’ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴλαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.ἵπποι δ’ αὐταὶ ἔασι παροίτεραι, αἱ τὸ πάρος περ,Εὐμήλου, ἐν δ’ αὐτὸς ἔχων εὔληρα βέβηκε.Τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·Αἷαν, νεῖκος ἄριστε, κακοφραδές, ἄλλα τε πάνταδεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.δεῦρό νυν, ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,ἴστορα δ’ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,ὁππότεραι πρόσθ’ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.Ὣς ἔφατ’, ὄρνυτο δ’ αὐτίκ’ Ὀϊλῆος ταχὺς Αἴαςχωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·καί νύ κε δὴ προτέρω ἔτ’ ἔρις γένετ’ ἀμφοτέροισιν,εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν,Αἴαν Ἰδομενεῦ τε, κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.καὶ δ’ ἄλλῳ νεμεσᾶτον, ὅτις τοιαῦτά γε ῥέζοι.ἀλλ’ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθεἵππους· οἱ δὲ τάχ’ αὐτοὶ ἐπειγόμενοι περὶ νίκηςἐνθάδ’ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστοςἵππους Ἀργείων, οἱ δεύτεροι οἵ τε πάροιθεν.Ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,μάστι δ’ αἰὲν ἔλαυνε κατωμαδόν· οἱ δέ οἱ ἵπποιὑψόσ’ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.αἰεὶ δ’ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τεἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον’ οὐδέ τι πολλὴγίγνετ’ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθενἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ’ ἀνεκήκιεν ἱδρὼςἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,κλῖνε δ’ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησενἴφθιμος Σθένελος, ἀλλ’ ἐσσυμένως λάβ’ ἄεθλον,δῶκε δ’ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκακαὶ τρίποδ’ ὠτώεντα φέρειν· ὁ δ’ ἔλυεν ὑφ’ ἵππους.Τῷ δ’ ἄρ’ ἐπ’ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους,κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ’ ἐγγύθεν ὠκέας ἵππους.ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακταἕλκησιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·τοῦ μέν τε Ψψαύουσιν ἐπισσώτρου τρίχες ἄκραιοὐραῖαι· ὁ δέ τ’ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴχώρη μεσσηγύς, πολέος πεδίοιο θέοντος·τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιολείπετ’· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῦἵππου τῆς Ἀγαμεμνονέης, καλλίτριχος Αἴθης·εἰ δέ κ’’ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,τῷ κέν μιν παρέλασσ’ οὐδ’ ἀμφήριστον ἔθηκεν.αὐτὰρ Μηριόνης, θεράπων ἐὺς Ἰδομενῆος,λείπετ’ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,ἤκιστος δ’ ἣν αὐτὸς ἐλαυνέμεν ἅρμ’ ἐν ἀγῶνι.υἱὸς δ’ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων,ἕλκων ἅρματα καλά, ἐλαύνων πρόσσοθεν ἵππους.τὸν δὲ ἰδὼν ᾥκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,στὰς δ’ ἄρ’ ἐν Ἀργείοις ἔπεα πτερόεντ’ ἀγόρευε·λοῖσθος ἀνὴρ ὥριστος ἐλαύνει μώνυχας ἵππους·ἀλλ’ ἄγε δή οἱ δῶμεν ἀέθλιον, ὡς ἐπιεικές,δεύτερ’· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπήνεον ὡς ἐκέλευε.καί νύ κέ οἱ πόρεν ἵππον, ἐπήνησαν γὰρ Ἀχαιοί,εἰ μὴ ἄρ’ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸςΠηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ’ ἀναστάς·ὦ Ἀχιλεῦ, μάλα τοι κεχολώσομαι, αἴ κε τελέσσῃςτοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον,τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ’ ἵππωαὐτός τ’ ἐσθλὸς ἐών· ἀλλ’ ὤφελεν ἀθανάτοισινεὔχεσθαι· τῷ κ’ οὔ τι πανύστατος ἦλθε διώκων.εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ,ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸςκαὶ πρόβατ’, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·τῶν οἱ ἔπειτ’ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον,ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ’ αἰνήσωσιν Ἀχαιοί.τὴν δ’ ἐγὼ οὐ δώσω· περὶ δ’ αὐτῆς πειρηθήτωἀνδρῶν ὅς κ’ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.Ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺςχαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·Ἀντίλοχ’, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλοΕὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων,χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιοἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.Ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳοἰσέμεναι κλισίηθεν· ὁ δ’ ᾥχετο καί οἱ ἔνεικεν,Εὐμήλῳ δ’ ἐν χερσὶ τίθει· ὁ δὲ δέξατο χαίρων.Τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων,Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δ’ ἄρα κῆρυξχειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσενἈργείους· ὁ δ’ ἔπειτα μετηύδα ἰσόθεος φώς·Ἀντίλοχε, πρόσθεν πεπνυμένε, ποῖον ἔρεξας.ἤσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους,τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.ἀλλ’ ἄγετ’, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μηδ’ ἐπ’ ἀρωγῇ,μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαοςοἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσανἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.εἰ δ’ ἄγ’ ἐγὼν αὐτὸς δικάσω, καί μ’ οὔ τινά φημιἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.Ἀντίλοχ’, εἰ δ’ ἄγε δεῦρο, διοτρεφές, ἣ θέμις ἐστί,στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθληνχερσὶν ἔχε ῥαδινήν, ἣ περ τὸ πρόσθεν ἔλαυνες,ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιονὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.Τὸν δ’ αὖτ’ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμισεῖο, ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.οἷσθ’ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.τῷ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸςδώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλομεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναιβουλοίμην ἢ σοί γε, διοτρεφές, ἤματα πάνταἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.Ἦ ῥα, καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸςἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸςἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρσηληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·ὡς ἄρα σοί, Μενέλαε, μετὰ φρεσὶ θυμὸς ἰάνθη.καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Ἀντίλοχε, νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸςχωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδ’ ἀεσίφρωνἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.δεύτερον αὖτ’ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.οὐ γάρ κέν με τάχ’ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν·ἀλλὰ σὺ γὰρ δὴ πόλλ’ ἔπαθες καὶ πόλλ’ ἐμόγησας,σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ’ ἐμεῖο·τῶ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππονδώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδεὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.Ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳἵππον ἄγειν· ὁ δ’ ἔπειτα λέβηθ’ ἕλε παμφανόωντα.Μηριόνης δ’ ἀνάειρε δύω χρυσοῖο τάλαντατέτρατος, ὡς ἔλασεν. πέμπτον δ’ ὑπελείπετ’ ἄεθλον,ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν ἈχιλλεὺςἈργείων ἀν’ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·τῇ νῦν, καὶ σοὶ τοῦτο, γέρον, κειμήλιον ἔστω,Πατρόκλοιο τάφου μνῆμ’ ἔμμεναι· οὐ γὰρ ἔτ’ αὐτὸνὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδ’ ἄεθλοναὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,οὐδ’ ἔτ’ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσιθεύσεαι’ ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.Ἂς εἰπὼν ἐν χερσὶ τίθει· ὁ δ’ ἐδέξατο χαίρων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηΐδα·ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες·οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα, φίλος, πόδες, οὐδέ τι χεῖρεςὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.εἴθ’ ὃς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴηὡς ὁπότε κρείοντ’ Ἀμαρυγκέα θάπτον ἘπειοὶΒουπρασίῳ, παῖδες δὲ θέσαν βασιλῆος ἄεθλα·ἔνθ’ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ’, οὔτ’ ἄρ’ Ἐπειῶνοὔτ’ αὐτῶν Πυλίων οὔτ’ Αἰτωλῶν μεγαθύμων.πὺξ μὲν ἐνίκησα Κλυτομήδεα, Ἤνοπος υἱόν,Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,δουρὶ δ’ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.οἴοισίν μ’ ἵπποισι παρήλασαν Ἀκτορίωνε,πλήθει πρόσθε βαλόντες, ἀγασσάμενοι περὶ νίκης,οὕνεκα δὴ τὰ μέγιστα παρ’ αὐτόθι λείπετ’ ἄεθλα.οἱ δ’ ἄρ’ ἔσαν δίδυμοι· ὁ μὲν ἔμπεδον ἡνιόχευεν,ἔμπεδον ἡνιόχευ’, ὁ δ’ ἄρα μάστιγι κέλευεν.ὥς ποτ’ ἔον’ νῦν αὖτε νεώτεροι ἀντιοώντωνἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷπείθεσθαι, τότε δ’ αὖτε μετέπρεπον ἡρώεσσιν.ἀλλ’ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.τοῦτο δ’ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθωτιμῆς ἧς τέ μ’ ἔοικε τετιμῆσθαι μετ’ Ἀχαιοῖς.σοὶ δὲ θεοὶ τῶνδ’ ἀντὶ χάριν μενοεικέα δοῖεν.Ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθ’ ὅμιλον Ἀχαιῶνᾧχετ’, ἐπεὶ πάντ’ αἷνον ἐπέκλυε Νηλεΐδαο.αὐτὰρ ὁ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·ἡμίονον ταλαεργὸν ἄγων κατέδησ’ ἐν ἀγῶνιἑξέτε’ ἀδμήτην, ἥ τ’ ἀλγίστη δαμάσασθαι·τῷ δ’ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,πὺξ μάλ’ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κ’ Ἀπόλλωνδώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,ἡμίονον ταλαεργὸν ἄγων κλισίηνδε νεέσθω·αὐτὰρ ὁ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.Ὣς ἔφατ’, ὄρνυτο δ’ αὐτίκ’ ἀνὴρ ἠΐς τε μέγας τεεἰδὼς πυγμαχίης, υἱὸς Πανοπῆος Ἐπειός,ἅψατο δ’ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·ἄσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·ἡμίονον δ’ οὔ φημί τιν’ ἀξέμεν ἄλλον Ἀχαιῶνπυγμῇ νικήσαντ’, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.ἡ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ’ ἄρα πως ἣνἐν πάντεσσ’ ἔργοισι δαήμονα φῶτα γενέσθαι.ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·ἀντικρὺ χρόα τε ῥήξω σύν τ’ ὀστέ’ ἀράξω.κηδεμόνες δέ οἱ ἐνθάδ’ ἀολλέες αὖθι μενόντων,οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.Εὐρύαλος δέ οἱ οἷος ἀνίστατο, ἰσόθεος φώς,Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,ὅς ποτε Θήβασδ’ ἦλθε δεδουπότος Οἰδιπόδαοἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.τὸν μὲν Τυδεΐδης δουρικλυτὸς ἀμφεπονεῖτοθαρσύνων ἔπεσιν, μέγα δ’ αὐτῷ βούλετο νίκην.ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειταδῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.τὼ δὲ ζὡωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,ἄντα δ’ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ’ ἄμφωσύν ῥ’ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.δεινὸς δὲ χρόμαδος γενύων γένετ’, ἔρρεε δ’ ἱδρὼςπάντοθεν ἐκ μελέων· ἐπὶ δ’ ὄρνυτο δῖος Ἐπειός,κόψε δὲ παπτήναντα παρήϊον· οὐδ’ ἄρ’ ἔτι δὴνἑστήκειν’ αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.ὡς δ’ ὅθ’ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺςθίν’ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,ὡς πληγεὶς ἀνέπαλτ’ αὐτὰρ μεγάθυμος Ἐπειὸςχερσὶ λαβὼν ὤρθωσε’ φίλοι δ’ ἀμφέσταν ἑταῖροι,οἵ μιν ἄγον δι’ ἀγῶνος ἐφελκομένοισι πόδεσσιναἷμα παχὺ πτύοντα, κάρη βάλλονθ’ ἑτέρωσε·κὰδ δ’ ἀλλοφρονέοντα μετὰ σφίσιν εἶσαν ἄγοντες,αὐτοὶ δ’ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.Πηλεΐδης δ’ αἷψ’ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα,δεικνύμενος Δαναοῖσι, παλαισμοσύνης ἀλεγεινῆς,τῷ μὲν νικήσαντι μέγαν τρίποδ’ ἐμπυριβήτην,τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·ἀνδρὶ δὲ νικηθέντι γυναῖκ’ ἐς μέσσον ἔθηκε,πολλὰ δ’ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·ὄρνυσθ’ οἱ καὶ τούτου ἀέθλου πειρήσεσθον.ὡς ἔφατ’, ὦρτο δ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας,ἂν δ’ Ὀδυσεὺς πολύμητις ἀνίστατο, κέρδεα εἰδώς.ζωσαμένω δ’ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,ἀγκὰς δ’ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσινὡς ὅτ’ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτωνδώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων.τετρίγει δ’ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶνἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμουςαἵματι φοινικόεσσαι ἀνέδραμον· οἱ δὲ μάλ’ αἰεὶνίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·οὔτ’ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,οὔτ’ Αἴας δύνατο, κρατερὴ δ’ ἔχεν ὃς Ὀδυσῆος.ἀλλ’ ὅτε δή ῥ’ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,ἢ μ’ ἀνάειρ’, ἢ ἐγὼ σέ τὰ δ’ αὖ Διὶ πάντα μελήσει.Ὣς εἰπὼν ἀνάειρε’ δόλου δ’ οὐ λήθετ’ Ὀδυσσεύς·κόψ’ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,κὰδ δ’ ἔβαλ’ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺςκάππεσε’ λαοὶ δ’ αὖ θηεῦντό τε θἀμβησάν τε.δεύτερος αὖτ’ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,κίνησεν δ’ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδ’ ἔτ’ ἄειρεν,ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφωπλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντε πάλαιον,εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·μηκέτ’ ἐρείδεσθον, μηδὲ τρίβεσθε κακοῖσι·νίκη δ’ ἀμφοτέροισιν· ἀέθλια δ’ ἴσ’ ἀνελόντεςἔρχεσθ’, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,καί ῥ’ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.Πηλεΐδης δ’ αἷψ’ ἄλλα τίθει ταχυτῆτος ἄεθλα,ἀργύρεον κρητῆρα, τετυγμένον· ἕξ δ’ ἄρα μέτραχάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ’ αἶανπολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,Φοίνικες δ’ ἄγον ἄνδρες ἐπ’ ἠεροειδέα πόντον,στῆσαν δ’ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκεΠατρόκλῳ ἥρωϊ Ἰησονίδης Ἐὔνηος.καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἀέθλιον οὗ ἑτάροιο,ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ’ ἔθηκε.στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·ὄρνυσθ’ οἱ καὶ τούτου ἀέθλου πειρήσεσθε.ὡς ἔφατ’, ὄρνυτο δ’ αὐτίκ’ Ὀϊλῆος ταχὺς Αἴας,ἂν δ’ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸςἈντίλοχος· ὁ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματ’ Ἀχιλλεύς.τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δ’ ἔπειταἔκφερ’ Ὀἰλιάδης· ἐπὶ δ’ ὄρνυτο δῖος Ὀδυσσεὺςἄγχι μάλ’, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιοστήθεός ἐστι κανών, ὅν τ’ εὖ μάλα χερσὶ τανύσσῃπηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ’ ἴσχειστήθεος· ὡς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθενἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·κὰδ δ’ ἄρα οἱ κεφαλῆς χέ’ ἀϋτμένα δῖος Ὀδυσσεὺςαἰεὶ ῥίμφα θέων· ἴαχον δ’ ἐπὶ πάντες Ἀχαιοὶνίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ’ Ὀδυσσεὺςεὔχετ’ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·κλῦθι, θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.ὡς ἔφατ’ εὐχόμενος· τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη,γυῖα δ’ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,ἔνθ’ Αἴας μὲν ὄλισθε θέων—Θλάψεν γὰρ Ἀθήνη—τῇ ῥα βοῶν κέχυτ’ ὄνθος ἀποκταμένων ἐριμύκων,οὗς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·ἐν δ’ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·κρητῆρ’ αὖτ’ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,ὡς ἦλθε φθάμενος· ὁ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο,ὄνθον ἀποπτύων, μετὰ δ’ Ἀργείοισιν ἔειπεν·ᾧ πόποι, ἢ μ’ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περμήτηρ ὡς Ὀδυσῆϊ παρίσταται ἠδ’ ἐπαρήγει.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν.Ἀντίλοχος δ’ ἄρα δὴ λοισθήϊον ἔκφερ’ ἄεθλονμειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·εἰδόσιν ὕμμ’ ἐρέω πᾶσιν, φίλοι, ὡς ἔτι καὶ νῦνἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.Αἴας μὲν γὰρ ἐμεῖ’ ὀλίγον προγενέστερός ἐστιν,οὗτος δὲ προτέρης γενεῆς προτέρων τ’ ἀνθρώπων·ὠμογέροντα δέ μίν φασ’ ἔμμεναι· ἀργαλέον δὲποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.Ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.τὸν δ’ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·Ἀντίλοχ’, οὐ μέν τοι μέλεος εἰρήσεται αἷνος,ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.Ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ’ ἐδέξατο χαίρων.αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχοςθῆκ’ ἐς ἀγῶνα φέρων, κατὰ δ’ ἀσπίδα καὶ τρυφάλειαν,τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὦ περ ἀρίστω,τεύχεα ἑσσαμένω, ταμεσίχροα χαλκὸν ἑλόντε,ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,ψαύσῃ δ’ ἐνδίνων διά τ’ ἔντεα καὶ μέλαν αἷμα,τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλονκαλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·τεύχεα δ’ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·καί σφιν δαῖτ’ ἀγαθὴν παραθήσομεν ἐν κλισίησιν.Ὣς ἔφατ’, ὦρτο δ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας,ἂν δ’ ἄρα Τυδείδης ὦρτο, κρατερὸς Διομήδης.οἱ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι,δεινὸν δερκομένω· θάμβος δ’ ἔχε πάντας Ἀχαιούς.ἀλλ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.ἔνθ’ Αἴας μὲν ἔπειτα κατ’ ἀσπίδα πάντοσ’ ἐΐσηννύξ’, οὐδὲ χρό’ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·Τυδεΐδης δ’ ἄρ’ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιοαἰὲν ἐπ’ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.καὶ τότε δή ῥ’ Αἴαντι περιδείσαντες Ἀχαιοὶπαυσαμένους ἐκέλευσαν ἀέθλια ἴσ’ ἀνελέσθαι.αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρωςσὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.Αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον,ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·ἀλλ’ ἤτοι τὸν πέφνε ποδάρκης δῖος Ἀχιλλεύς,τὸν δ’ ἄγετ’ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·ὄρνυσθ’ οἱ καὶ τούτου ἀέθλου πειρήσεσθε.εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺςχρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρουποιμὴν οὐδ’ ἀροτὴρ εἶσ’ ἐς πόλιν, ἀλλὰ παρέξει.Ὣς ἔφατ’, ὦρτο δ’ ἔπειτα μενεπτόλεμος Πολυποίτης,ἃν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,ἃν δ’ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.ἑξείης δ’ ἵσταντο, σόλον δ’ ἕλε δῖος Ἐπειός,ἧκε δὲ δινήσας· γέλασαν δ’ ἐπὶ πάντες Ἀχαιοί.δεύτερος αὖτ’ ἀφέηκε Λεοντεύς, ὄζος Ἄρηος·τὸ τρίτον αὖτ’ ἔρριψε μέγας Τελαμώνιος Αἴας,χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.ἀλλ’ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,ὅσσον τίς τ’ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,ἡ δέ θ’ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.ἀνστάντες δ’ ἕταροι Πολυποίταο κρατεροῖονῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.Αὐτὰρ ὁ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,κὰδ δ’ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δ’ ἡμιπέλεκκα,ἱστὸν δ’ ἔστησεν νηὸς κυανοπρῴροιοτηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειανλεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρ’ ἀνώγειτοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,πάντας ἀειράμενος πελέκεας οἵκόνδε φερέσθω·ὃς δέ κε μηρίνθοιο τύχῃ, ὄρνιθος ἁμαρτών,ἥσσων γὰρ δὴ κεῖνος, ὁ δ’ οἴσεται ἡμιπέλεκκα.Ὣς ἔφατ’, ὦρτο δ’ ἔπειτα βίη Τεύκροιο ἄνακτος,ἃν δ’ ἄρα Μηριόνης, θεράπων ἐὺς Ἰδομενῆος.κλήρους δ’ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν’ αὐτίκα δ’ ἰὸνἧκεν ἐπικρατέως, οὐδ’ ἠπείλησεν ἄνακτιἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.ὄρνιθος μὲν ἅμαρτε’ μέγηρε γάρ οἱ τό γ’ Ἀπόλλων·αὐτὰρ ὁ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ’ ὄρνις·ἀντικρὺ δ’ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.ἡ μὲν ἔπειτ’ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθημήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.σπερχόμενος δ’ ἄρα Μηριόνης ἐξείρυσε χειρὸςτόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.αὐτίκα δ’ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνιἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.ὕψι δ’ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·τῇ ῥ’ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃπρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἡ ὄρνιςἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιοαὐχέν’ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.ὠκὺς δ’ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ’ ἀπ’ αὐτοῦκάππεσε’ λαοὶ δ’ αὖ θηεῦντό τε θἀμβησάν τε.ἂν δ’ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,Τεῦκρος δ’ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.Αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,κὰδ δὲ λέβητ’ ἄπυρον, βοὸς ἄξιον, ἀνθεμόενταθῆκ’ ἐς ἀγῶνα φέρων· καί ῥ’ ἥμονες ἄνδρες ἀνέσταν·ἂν μὲν ἄρ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,ἂν δ’ ἄρα Μηριόνης, θεράπων ἐὺς Ἰδομενῆος.τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντωνἠδ’ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·ἀλλὰ σὺ μὲν τόδ’ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆαςἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων’δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γ’ ἥρωςΓαλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.

↑ Top