Book 3 of 24
Book 3: Telemachus at Pylos
Telemachus Visits Nestor at Pylos.
Ἠέλιος δ’ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,οὐρανὸν ἐς πολύχαλκον, ἵν’ ἀθανάτοισι φαείνοικαὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·οἱ δὲ Πύλον, Νηλῆος ἐϋκτίμενον πτολίεθρον,ἵξον· τοὶ δ’ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.ἐννέα δ’ ἕδραι ἔσαν, πεντηκόσιοι δ’ ἐν ἑκάστῃἥατο, καὶ προὔχοντο ἑκάστοθι ἐννέα ταύρους.εὖθ’ οἱ σπλάγχνα πάσαντο, θεῷ δ’ ἐπὶ μηρία καῖον,οἱ δ’ ἰθὺς κάταγον, τοὶ δ’ ἱστία νηὸς ἐΐσηςστεῖλαν ἀείραντες, τὴν δ’ ὅρμισαν, ἐκ δ’ ἔβαν αὐτοί·ἐκ δ’ ἄρα Τηλέμαχος νηὸς βαῖν’, ἄρχε δ’ Ἀθήνη.τὸν προτέρη προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·Τηλέμαχ’, οὐ μέν σε χρὴ ἔτ’ αἰδοῦς οὐδ’ ἠβαιόν·τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαιπατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.ἀλλ’ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·ψεῦδος δ’ οὐκ ἐρέει’ μάλα γὰρ πεπνυμένος ἐστί.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Μέντορ, πῶς τ’ ἄρ’ ἴω, πῶς τ’ ἂρ προσπτύξομαι αὐτόν;οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·αἰδὼς δ’ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·Τηλέμαχ’, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀΐωοὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.Ὣς ἄρα φωνήσασ’ ἡγήσατο Παλλὰς Ἀθήνηκαρπαλίμως· ὁ δ’ ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο.ἵξον δ’ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,ἔνθ’ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δ’ ἑταῖροιδαῖτ’ ἐντυνόμενοι κρέα τ’ ὥπτων ἄλλα τ’ ἔπειρον.οἱ δ’ ὡς οὖν ξείνους ἴδον, ἀθρόοι ἦλθον ἅπαντες,χερσίν τ’ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼνἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶκώεσιν ἐν μαλακοῖσιν, ἐπὶ ψαμάθοις ἁλίῃσι,πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·δῶκε δ’ ἄρα σπλάγχνων μοίρας, ἐν δ’ οἷνον ἔχευεχρυσείῳ δέπαϊ’ δειδισκόμενος δὲ προσηύδαΠαλλάδ’ Ἀθηναίην, κούρην Διὸς αἰγιόχοιο·εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνουσπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀΐομαι ἀθανάτοισινεὔχεσθαι· πάντες δὲ θεῶν χατέουσ’ ἄνθρωποι.ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ’ ἐμοὶ αὐτῷ·τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.Ὃς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·χαῖρε δ’ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,οὕνεκά οἱ προτέρῃ δῶκε χρύσειον ἄλεισον·αὐτίκα δ’ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·Κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃςἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,αὐτὰρ ἔπειτ’ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴνσύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.δὸς δ’ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,οὕνεκα δεῦρ’ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.Ὣς ἄρ’ ἔπειτ’ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα·δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·ὡς δ’ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.οἱ δ’ ἐπεὶ ὥπτησαν κρέ’ ὑπέρτερα καὶ ἐρύσαντο,μοίρας δασσάμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖς ἄρα μύθων ἄρχε Γερήνιος ἱππότα Νέστωρ.Νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαιξείνους, οἵ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ’ ὑγρὰ κέλευθα;ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθεοἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα, τοί τ’ ἀλόωνταιψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες; ἢΤὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδαθαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνηθῆχ’, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτοἠδ’ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·Ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.ἡμεῖς ἐξ Ἰθάκης ὑπονηΐου εἰλήλουθμεν·πρῆξις δ’ ἥδ’ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασισὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,πευθόμεθ’, ἧχι ἕκαστος ἀπώλετο λυγρὸν ὄλεθρον,κείνου δ’ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ’ ὄλωλεν,εἴθ’ ὅ γ’ ἐπ’ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.τοὔνεκα νῦν τὰ σὰ γούναθ’ ἱκάνομαι, αἴ κ’ ἐθέλῃσθακείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπαςὀφθαλμοῖσι τεοῖσιν, ἢ ἄλλου μῦθον ἄκουσαςπλαζομένου’ πέρι γάρ μιν ὀϊζυρὸν τέκε μήτηρ.μηδέ τί μ’ αἰδόμενος μειλίσσεο μηδ’ ἐλεαίρων,ἀλλ’ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσεδήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ’ Ἀχαιοί·τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·ὦ φίλ’, ἐπεί μ’ ἔμνησας ὀϊζώος, ἣν ἐν ἐκείνῳδήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπ’ ἠεροειδέα πόντονπλαζόμενοι κατὰ ληΐδ’, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,ἠδ’ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτοςμαρνάμεθ’· ἔνθα δ’ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.ἔνθα μὲν Αἴας κεῖται Ἀρήϊος, ἔνθα δ’ Ἀχιλλεύς,ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,ἔνθα δ’ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·ἄλλα τε πόλλ’ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖναπάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;οὐδ’ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνωνἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντεςπαντοίοισι δόλοισι, μόγις δ’ ἐτέλεσσε Κρονίων.ἔνθ’ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντηνἤθελ’, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺςπαντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γεκείνου ἔκγονός ἐσσι σέβας μ’ ἔχει εἰσορόωντα.ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίηςἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.ἔνθ’ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺςοὔτε ποτ’ εἰν ἀγορῇ δίχα βάζμεν οὔτ’ ἐνὶ βουλῇ,ἀλλ’ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇφραζύμεθ’ Ἀργείοισιν ὅπως ὄχ’ ἄριστα γένοιτο.αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,βῆμεν δ’ ἐν νήεσσι, θεὸς δ’ ἐκέδασσεν Ἀχαιούς,καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστονἈργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοιπάντες ἔσαν· τῷ σφεων πολέες κακὸν οἶτον ἐπέσπονμήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης,ἥ τ’ ἔριν Ἀτρεΐδησι μετ’ ἀμφοτέροισιν ἔθηκε.τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,οἱ δ’ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.ἔνθ’ ἦ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺςνόστου μιμνήσκεσθαι ἐπ’ εὐρέα νῶτα θαλάσσης,οὐδ’ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥαλαὸν ἐρυκακέειν, ῥέξαι θ’ ἱερὰς ἑκατόμβας,ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,νήπιος, οὐδὲ τὸ ἤδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·οὐ γάρ τ’ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.ὡς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσινἕστασαν· οἱ δ’ ἀνόρουσαν ἐϋκνήμιδες Ἀχαιοὶἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἅνδανε βουλή.νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντεςἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·ἠῶθεν δ’ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖανκτήματά τ’ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.ἡμίσεες δ’ ἄρα λαοὶ ἐρητύοντο μένοντεςαὖθι παρ’ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·ἡμίσεες δ’ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλ’ ὦκαἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.ἐς Τένεδον δ’ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,οἴκαδε ἱέμενοι· Ζεὺς δ’ οὔ πω μήδετο νόστον,σχέτλιος, ὅς ῥ’ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσαςἀμφ’ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,αὗτις ἐπ’ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,φεῦγον, ἐπεὶ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων.φεῦγε δὲ Τυδέος υἱὸς Ἀρήϊος, ὦρσε δ’ ἑταίρους.ὀψὲ δὲ δὴ μετὰ νῶϊ κίε ξανθὸς Μενέλαος,ἐν Λέσβῳ δ’ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπ’ ἀριστέρ’ ἔχοντες,ἦ ὑπένερθε Χίοιο, παρ’ ἠνεμόεντα Μίμαντα.ἠτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γ’ ἡμῖνδεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαντέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.ὦρτο δ’ ἐπὶ λιγὺς οὖρος ἀήμεναι’ αἱ δὲ μάλ’ ὦκαἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸνἐννύχιαι κατάγοντο’ Ποσειδάωνι δὲ ταύρωνπόλλ’ ἐπὶ μῆρ’ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες·τέτρατον ἦμαρ ἔην, ὅτ’ ἐν Ἄργεϊ νῆας ἐΐσαςΤυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιοἔστασαν· αὐτὰρ ἐγώ γε Πύλονδ’ ἔχον, οὐδέ ποτ’ ἔσβηοὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.ὡς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἷδακείνων, οἵ τ’ ἐσάωθεν Ἀχαιῶν οἵ τ’ ἀπόλοντο.ὅσσα δ’ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισιπεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.εὖ μὲν Μυρμιδόνας φάσ’ ἐλθέμεν ἐγχεσιμώρους,οὗς ἄγ’ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.πάντας δ’ Ἰδομενεὺς Κρήτην εἰσήγαγ’ ἑταίρους,οἱ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν’ ἀπηύρα.Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε νόσφιν ἐόντες,ὥς τ’ ἦλθ’ ὥς τ’ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.ἀλλ’ ἢ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν,ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαιἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.καὶ σύ, φίλος, μάλα γάρ σ’ ὁρόω καλόν τε μέγαν τε,ἄλκιμος ἔσσ’, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶοἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι ἀοιδήν.αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.ἀλλ’ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,πατρί τ’ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·ὦ φίλ’, ἐπεὶ δὴ ταῦτά μ’ ἀνέμνησας καὶ ἔειπες,φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺςἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι.εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἣ σέ γε λαοὶἐχθαίρουσ’ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.τίς δ’ οἶδ’ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,ἢ ὅ γε μοῦνος ἐών, ἢ καὶ σύμπαντες Ἀχαιοί;εἰ γάρ σ’ ὡς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνηὡς τότ’ Ὀδυσσῆος περικήδετο κυδαλίμοιοδήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε’ Ἀχαιοί—οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦνταςὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνηεἴ σ’ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀΐω·λίην γὰρ μέγα εἶπες· ἄγη μ’ ἔχει. οὐκ ἂν ἐμοί γεἐλπομένῳ τὰ γένοιτ’, οὐδ’ εἰ θεοὶ ὡς ἐθέλοιεν.Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.ῥεῖα θεός γ’ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.βουλοίμην δ’ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσαςοἴκαδέ τ’ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνωνὦλεθ’ ὑπ’ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.ἀλλ’ ἦ τοι θάνατον μὲν ὁμοίϊον οὐδὲ θεοί περκαὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴμοῖρ’ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ.κείνῳ δ’ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδηφράσσαντ’ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.νῦν δ’ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαιΝέστορ’, ἐπεὶ περὶ οἷδε δίκας ἠδὲ φρόνιν ἄλλων·τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε’ ἀνδρῶν,ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.ὦ Νέστορ Νηληϊάδη, σὺ δ’ ἀληθὲς ἐνίσπες·πῶς ἔθαν’ Ἀτρεΐδης εὐρυκρείων Ἀγαμέμνων;ποῦ Μενέλαος ἔην; τίνα δ’ αὐτῷ μήσατ’ ὄλεθρονΑἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;ἡ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ, ἀλλά πῃ ἄλλῃπλάζετ’ ἐπ’ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε; ἢΤὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ’ ἀγορεύσω.ἢ τοι μὲν τόδε καὐτὸς ὀΐεαι, ὥς κεν ἐτύχθη,εἰ ζωόν γ’ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμενἈτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·τῷ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,ἀλλ’ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψανκείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδὲ κέ τίς μινκλαῦσεν Ἀχαιϊάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλουςἥμεθ’· ὁ δ’ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιοπόλλ’ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκεν ἔπεσσιν.ἡ δ’ ἢ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικές,δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητ’ ἀγαθῆσι.πὰρ δ’ ἄρ’ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλ’ ἐπέτελλενἈτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.ἀλλ’ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμηνκάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,τὴν δ’ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.πολλὰ δὲ μηρία κῆε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,πολλὰ δ’ ἀγάλματ’ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·ἀλλ’ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ’, ἄκρον Ἀθηνέων,ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλωνοἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ’ ἀνθρώπωννῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.ὡς ὁ μὲν ἔνθα κατέσχετ’, ἐπειγόμενός περ ὁδοῖο,ὄφρ’ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.ἀλλ’ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντονἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺἴξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺςἐφράσατο, λιγέων δ’ ἀνέμων ἐπ’ ἀϊτμένα χεῦεκύματά τε τροφόεντα πελώρια, ἶσα ὄρεσσιν.ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρηἐσχατιῇ Γόρτυνος, ἐν ἠεροειδέϊ πόντῳ,ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμ’ ἀποέργει.αἱ μὲν ἄρ’ ἔνθ’ ἦλθον, σπουδῇ δ’ ἤλυξαν ὄλεθρονἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξανκύματ’· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους; Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.ὡς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρωνἠλᾶτο ξὺν νηυσὶ κατ’ ἀλλοθρόους ἀνθρώπους·τόφρα δὲ ταῦτ’ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά·ἑπτάετες δ’ ἤνασσε πολυχρύσοιο Μυκήνηςκτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπ’ αὐτῷ.τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστηςἂψ ἀπ’ Ἀθηνάων, κατὰ δ’ ἔκτανε πατροφονῆα,Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιμητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,πολλὰ κτήματ’ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλ’ ἀλάλησο,κτήματά τε προλιπὼν ἄνδρας τ’ ἐν σοῖσι δόμοισινοὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσικτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθης.ἀλλ’ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγαἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,ἐκ τῶν ἀνθρώπων ὅθεν οὐκ ἔλποιτό γε θυμῷἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαιἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδ’ οἰωνοὶαὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.ἀλλ’ ἴθι νῦν σὺν νηΐ τε σῇ καὶ σοῖς ἑτάροισιν·εἰ δ’ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονταιἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·ψεῦδος δ’ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.Ὣς ἔφατ’, ἠέλιος δ’ ἄρ’ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.τοῖσι δὲ καὶ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·Ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·ἀλλ’ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισισπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη·ἤδη γὰρ φάος οἴχεθ’ ὑπὸ ζόφον, οὐδὲ ἔοικεδηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.Ἦ ῥα Διὸς θυγάτηρ, τοὶ δ’ ἔκλυον αὐδησάσης·τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·γλώσσας δ’ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δ’ ἐπέλειβον.αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός,δὴ τότ’ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴςἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.Νέστωρ δ’ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσι·Ζεὺς τό γ’ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,ὡς ὑμεῖς παρ’ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτεὥς τέ τευ ἣ παρὰ πάμπαν ἀνείμονος ἠὲ πενιχροῦ,ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλ’ ἐνὶ οἴκῳ,οὔτ’ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.οὔ θην δὴ τοῦδ’ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸςνηὸς ἐπ’ ἱκριόφιν καταλέξεται, ὄφρ’ ἂν ἐγώ γεζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,ξείνους ξεινίζειν, ὅς τίς κ’ ἐμὰ δώμαθ’ ἵκηται.Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·εὖ δὴ ταῦτά γ’ ἔφησθα, γέρον φίλε’ σοὶ δὲ ἔοικεΤηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.ἀλλ’ οὗτος μὲν νῦν σοι ἅμ’ ἕψεται, ὄφρα κεν εὕδῃσοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δ’ ἐπὶ νῆα μέλαινανεἶμ’, ἵνα θαρσύνω θ’ ἑτάρους εἴπω τε ἕκαστα.οἷος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·οἱ δ’ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃνῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμουςεἶμ’ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γεοὐδ’ ὀλίγον· σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,πέμψον σὺν δίφρῳ τε καὶ υἱέϊ· δὸς δέ οἱ ἵππους,οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.Ἃς ἄρα φωνήσασ’ ἀπέβη γλαυκῶπις Ἀθήνηφήνῃ εἰδομένη· θάμβος δ’ ἕλε πάντας Ἀχαιούς,θαύμαζεν δ’ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖσι·Τηλεμάχου δ’ ἕλε χεῖρα, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.οὐ μὲν γάρ τις ὅδ’ ἄλλος Ὀλύμπια δώματ’ ἐχόντων,ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη τριτογένεια,ἦ τοι καὶ πατέρ’ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.ἀλλά, ἄνασσ’, ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·σοὶ δ’ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον,ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη.τοῖσιν δ’ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.ἀλλ’ ὅτε δώμαθ’ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,τοῖς δ’ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσενοἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷὥϊξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δ’ Ἀθήνῃεὔχετ’ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.Αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός,οἱ μὲν κακκείοντες ἔβαν οἵκόνδε ἕκαστος,τὸν δ’ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,τρητοῖς ἐν λεχέεσσιν, ὑπ’ αἰθούσῃ ἐριδούπῳ,πὰρ δ’ ἄρ’ ἐϋμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,ὅς οἱ ἔτ’ ἠΐθεος παίδων ἦν ἐν μεγάροισιν·αὐτὸς δ’ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,τῷ δ’ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,ὄρνυτ’ ἄρ’ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,ἐκ δ’ ἐλθὼν κατ’ ἄρ’ ἕζετ’ ἐπὶ ξεστοῖσι λίθοισιν,οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάωνλευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶνΝηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·ἀλλ’ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Αἰδόσδε βεβήκει,. Νέστωρ αὖ τότ’ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,σκῆπτρον ἔχων. περὶ δ’ υἷες ἀολλέες ἠγερέθοντοἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τεΠερσεύς τ’ Ἀρητός τε καὶ ἀντίθεος Θρασυμήδης.τοῖσι δ’ ἔπειθ’ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,πὰρ δ’ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·Καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατ’ ἐέλδωρ,ὄφρ’ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομ’ Ἀθήνην,ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.ἀλλ’ ἄγ’ ὁ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω, ὄφρα τάχισταἔλθησιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·εἷς δ’ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαινανπάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύ’ οἴους·εἷς δ’ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθωἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.οἱ δ’ ἄλλοι μένετ’ αὐτοῦ ἀολλέες, εἴπατε δ’ εἴσωδμῳῇσιν κατὰ δώματ’ ἀγακλυτὰ δαῖτα πένεσθαι,ἕδρας τε ξύλα τ’ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦςἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐΐσηςΤηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺςὅπλ’ ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνης,ἄκμονά τε σφῦράν τ’ εὐποίητόν τε πυράγρην,οἷσίν τε χρυσὸν ἐργάζετο’ ἦλθε δ’ Ἀθήνηἱρῶν ἀντιώωσα. γέρων δ’ ἱππηλάτα Νέστωρχρυσὸν ἔδωχ’· ὁ δ’ ἔπειτα βοὸς κέρασιν περίχευενἀσκήσας, ἵν’ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.βοῦν δ’ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.χέρνιβα δέ σφ’ Ἄρητος ἐν ἀνθεμόεντι λέβητιἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δ’ ἔχεν οὐλὰςἐν κανέῳ’ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδηςὀξὺν ἔχων ἐν χειρὶ παρίστατο, βοῦν ἐπικόψων.Περσεὺς δ’ ἀμνίον εἶχε’ γέρων δ’ ἱππηλάτα Νέστωρχέρνιβά τ’ οὐλοχύτας τε κατάρχετο, πολλὰ δ’ Ἀθήνῃεὔχετ’ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.Αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,αὐτίκα Νέστορος υἱός, ὑπέρθυμος Θρασυμήδης,ἤλασεν ἄγχι στάς· πέλεκυς δ’ ἀπέκοψε τένονταςαὐχενίους, λῦσεν δὲ βοὸς μένος· αἱ δ’ ὀλόλυξανθυγατέρες τε νυοΐ τε καὶ αἰδοίη παράκοιτιςΝέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.οἱ μὲν ἔπειτ’ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείηςἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.τῆς δ’ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ’ ὀστέα θυμός,αἷψ’ ἄρα μιν διέχευαν, ἄφαρ δ’ ἐκ μηρία τάμνονπάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν.καῖε δ’ ἐπὶ σχίζης ὁ γέρων, ἐπὶ δ’ αἴθοπα οἶνονλεῖβε· νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα χερσίν.αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,μίστυλλόν τ’ ἄρα τἄλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν,ὥπτων δ’ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.Τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ’ ἐλαίῳ,ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,ἔκ ῥ’ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·πὰρ δ’ ὅ γε Νέστορ’ ἰὼν κατ’ ἄρ’ ἕζετο, ποιμένα λαῶν.Οἱ δ’ ἐπεὶ ὥπτησαν κρέ’ ὑπέρτερα καὶ ἐρύσαντο,δαίνυνθ’ ἑζόμενοι· ἐπὶ δ’ ἀνέρες ἐσθλοὶ ὄροντοοἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·Παῖδες ἐμοί, ἄγε, Τηλεμάχῳ καλλίτριχας ἵππουςζεύξαθ’ ὑφ’ ἅρματ’ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο,καρπαλίμως δ’ ἔζευξαν ὑφ’ ἅρμασιν ὠκέας ἵππους.ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκενὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.ἂν δ’ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·πὰρ δ’ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,ἐς δίφρον τ’ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,μάστιξεν δ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθηνἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.οἱ δὲ πανημέριοι σεῖον ὡγὸν ἀμφὶς ἔχοντες.Δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·ἐς Φηρὰς δ’ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.ἔνθα δὲ νύκτ’ ἄεσαν, ὁ δ’ ἄρα ξεινήϊα δῶκεν.Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἦώς,ἵππους τ’ ἐζεύγνυντ’ ἀνά θ’ ἅρματα ποικίλ’ ἔβαινον·ἐκ δ’ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·μάστιξεν δ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην.ἵξον δ’ ἐς πεδίον πυρηφόρον, ἔνθα δ’ ἔπειταἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.