Classica Labs

← The Odyssey · Contents

Book 5 of 24

Book 5: Calypso and the raft

Calypso—Ulysses Reaches Scheria on a Raft.

Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖοὄρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·οἱ δὲ θεοὶ θώκόνδε καθίζανον, ἐν δ’ ἄρα τοῖσιΖεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.τοῖσι δ’ Ἀθηναίη λέγε κήδεα πόλλ’ Ὀδυσῆοςμνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·Ζεῦ πάτερ ἠδ’ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστωσκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,ἀλλ’ αἰεὶ χαλεπός τ’ εἴη καὶ αἴσυλα ῥέζοι·ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιολαῶν οἷσιν ἄνασσε, πατὴρ δ’ ὡς ἤπιος ἦεν.ἀλλ’ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρ’ ἄλγεα πάσχων,νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃἴσχει· ὁ δ’ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,οἵ κέν μιν πέμποιεν ἐπ’ εὐρέα νῶτα θαλάσσης.νῦν αὖ παῖδ’ ἀγαπητὸν ἀποκτεῖναι μεμάασινοἴκαδε νισόμενον· ὁ δ’ ἔβη μετὰ πατρὸς ἀκουὴνἐς Πύλον ἠγαθέην ἠδ’ ἐς Λακεδαίμονα δῖαν.Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,ὥς κε μάλ’ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,μνηστῆρες δ’ ἐν νηὶ παλιμπετὲς ἀπονέωνται.Ἦ ῥα, καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·Ἑρμεία’ σὺ γὰρ αὗτε τά τ’ ἄλλα περ ἄγγελός ἐσσι·νύμφῃ ἐϋπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηταιοὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·ἀλλ’ ὅ γ’ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχωνἤματι εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,Φαιήκων ἐς γαῖαν, οἱ ἀγχίθεοι γεγάασιν,οἵ κέν μιν περὶ κῆρι θεὸν ὡς τιμήσουσι,πέμψουσιν δ’ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,πόλλ’, ὅσ’ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ’ Ὀδυσσεύς,εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.ὡς γάρ οἱ μοῖρ’ ἐστὶ φίλους ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε διάκτορος ἀργειφόντης.αὐτίκ’ ἔπειθ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρὴνἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.εἵλετο δὲ ῥάβδον, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγειὧν ἐθέλει, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει.τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργειφόντης.Πιερίην δ’ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·σεύατ’ ἔπειτ’ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιοἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.ἀλλ’ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθ’ ἐοῦσαν,ἔνθ’ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδεἤϊεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφηναῖεν ἐϋπλόκαμος· τὴν δ’ ἔνδοθι τέτμεν ἐοῦσαν.πῦρ μὲν ἐπ’ ἐσχαρόφιν μέγα καίετο, τηλόθι δ’ ὀδμὴκέδρου τ’ εὐκεάτοιο θύου τ’ ἀνὰ νῆσον ὀδώδειδαιομένων· ἡ δ’ ἔνδον ἀοιδιάουσ’ ὀπὶ καλῇἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ’ ὕφαινεν.ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,κλήθρη τ’ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.ἔνθα δέ τ’ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,σκῶπές τ’ ἴρηκές τε τανύγλωσσοί τε κορῶναιεἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.ἡ δ’ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖοἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι·κρῆναι δ’ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνουθήλεον· ἔνθα κ’ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼνθηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ἧσιν.ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,αὐτίκ’ ἄρ’ εἰς εὐρὺ σπέος ἤλυθεν· οὐδέ μιν ἄντηνἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων,οὐ γάρ τ’ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονταιἀθάνατοι, οὐδ’ εἴ τις ἀπόπροθι δώματα ναίει.οὐδ’ ἄρ’ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,ἀλλ’ ὅ γ’ ἐπ’ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.πόντον ἐπ’ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.Ἑρμείαν δ’ ἐρέεινε Καλυψώ, δῖα θεάων,ἐν θρόνῳ ἱδούσασα φαεινῷ σιγαλόεντι·Τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθαςαἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.ἀλλ’ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.Ἃς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζανἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργειφόντης.αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·Εἰρωτᾷς μ’ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοινημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.Ζεὺς ἐμέ γ’ ἠνώγει δεῦρ’ ἐλθέμεν οὐκ ἐθέλοντα·τίς δ’ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσινἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.ἀλλὰ μάλ’ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιοοὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ’ ἁλιῶσαι.φησί τοι ἄνδρα παρεῖναι ὀϊζυρώτατον ἄλλων,τῶν ἀνδρῶν οἱ ἄστυ πέρι Πριάμοιο μάχοντοεἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησανοἴκαδ’· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,ἥ σφιν ἐπῶρσ’ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.ἔνθ’ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,τὸν δ’ ἄρα δεῦρ’ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.τὸν νῦν σ’ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·οὐ γάρ οἱ τῇδ’ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,ἀλλ’ ἔτι οἱ μοῖρ’ ἐστὶ φίλους ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.Ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·Σχέτλιοί ἐστε, θεοί, ζγλήμονες ἔξοχον ἄλλων,οἵ τε θεαῖς ἀγάασθε παρ’ ἀνδράσιν εὐνάζεσθαιἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετ’ ἀκοίτην.ὡς μὲν ὅτ’ Ὠρίων’ ἕλετο ῥοδοδάκτυλος Ἠώς,τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.ὡς δ’ ὁπότ’ Ἰασίωνι ἐϋπλόκαμος Δημήτηρ,ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇψειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστοςΖεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.ὡς δ’ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶταοἷον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷΖεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.ἔνθ’ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,τὸν δ’ ἄρα δεῦρ’ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκονθήσειν ἀθάνατον καὶ ἀγήρων ἤματα πάντα.ἀλλ’ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιοοὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ’ ἁλιῶσαι,ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,πόντον ἐπ’ ἀτρύγετον. πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,οἵ κέν μιν πέμποιεν ἐπ’ εὐρέα νῶτα θαλάσσης.αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδ’ ἐπικεύσω,ὥς κε μάλ’ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.Τὴν δ’ αὖτε προσέειπε διάκτορος ἀργειφόντης·οὕτω νῦν ἀπόπεμπε, Διὸς δ’ ἐποπίζεο μῆνιν,μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.Ὃς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργειφόντης·ἡ δ’ ἐπ’ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφηἤν, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.τὸν δ’ ἄρ’ ἐπ’ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτ’ ὄσσεδακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼννόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.ἀλλ’ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃἐν σπέσσι γλαφυροῖσι παρ’ οὐκ ἐθέλων ἐθελούσῃ·ἤματα δ’ ἂμ πέτρῃσι καὶ ἠϊόνεσσι καθίζωνδάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθωνπόντον ἐπ’ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.ἀγχοῦ δ’ ἱσταμένη προσεφώνεε δῖα θεάων·Κάμμορε, μή μοι ἔτ’ ἐνθάδ’ ὀδύρεο, μηδέ τοι αἰὼν τόοφθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσ’ ἀποπέμψω.ἀλλ’ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷεὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπ’ αὐτῆςὑψοῦ, ὥς σε φέρῃσιν ἐπ’ ἠεροειδέα πόντον.αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἷνον ἐρυθρὸνἐνθήσω μενοεικέ’, ἅ κέν τοι λιμὸν ἐρύκοι,εἵματά τ’ ἀμφιέσω, πέμψω δέ τοι οὖρον ὄπισθεν,ὥς κε μάλ’ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,αἴ κε θεοί γ’ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.Ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι οὐδέ τι πομπήν,ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,δεινόν τ’ ἀργαλέον τε· τὸ δ’ οὐδ’ ἐπὶ νῆες ἐΐσαιὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.οὐδ’ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαιμή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.Ὣς φάτο, μείδησεν δὲ Καλυψώ, δῖα θεάων,χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Ἦ δὴ ἀλιτρός γ’ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεκαὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστοςὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,μή τί σοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσ’ ἂν ἐμοί περαὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇθυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλ’ ἐλεήμων.Ὣς ἄρα φωνήσασ’ ἡγήσατο δῖα θεάωνκαρπαλίμως· ὃ δ’ ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο.ἵξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,καί ῥ’ ὁ μὲν ἔνθα καθέζετ’ ἐπὶ θρόνου ἔνθεν ἀνέστηἙρμείας, νύμφη δ’ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·αὐτὴ δ’ ἀντίον ἴζεν Ὀδυσσῆος θείοιο,τῇ δὲ παρ’ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·Διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,οὕτω δὴ οἵκόνδε φίλην ἐς πατρίδα γαῖαναὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἷσακήδε’ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,ἐνθάδε κ’ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοιςἀθάνατός τ’ εἴης, ἱμειρόμενός περ ἰδέσθαισὴν ἄλοχον, τῆς αἰὲν ἐέλδεαι ἤματα πάντα.οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεθνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸςπάντα μάλ’, οὕνεκα σεῖο περίφρων Πηνελόπειαεἶδος ἀκιδνοτέρη μέγεθός τ’ εἰσάντα ἰδέσθαι·ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δ’ ἀθάνατος καὶ ἀγήρως.ἀλλὰ καὶ ὡς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάνταοἴκαδέ τ’ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.εἰ δ’ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησακύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.Ὣς ἔφατ’, ἠέλιος δ’ ἄρ’ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·ἐλθόντες δ’ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖοτερπέσθην φιλότητι, παρ’ ἀλλήλοισι μένοντες.Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,αὐτίχ’ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ’ Ὀδυσσεύς,αὐτὴ δ’ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ’ ἰξυῖκαλὴν χρυσείην, κεφαλῇ δ’ ἐφύπερθε καλύπτρην·καὶ τότ’ Ὀδυσσῆϊ μεγαλήτορι μήδετο πομπήν.δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷστειλειὸν περικαλλὲς ἐλάϊνον, εὖ ἐναρηρός·δῶκε δ’ ἔπειτα σκέπαρνον ἐὔξοον· ἄρχε δ’ ὁδοῖονήσου ἐπ’ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,κλήθρη τ’ αἴγειρός τ’, ἐλάτη τ’ ἦν οὐρανομήκης,αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.αὐτὰρ ἐπεὶ δὴ δεῖξ’ ὅθι δένδρεα μακρὰ πεφύκει,ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.εἴκοσι δ’ ἔκβαλε πάντα, πελέκκησεν δ’ ἄρα χαλκῷ,ξέσσε δ’ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.τόφρα δ’ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·τέτρηνεν δ’ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισι,γόμφοισιν δ’ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.ὅσσον τίς τ’ ἔδαφος νηὸς τορνώσεται ἀνὴρφορτίδος εὐρείης, εὖ εἰδὼς τεκτοσυνάων,τόσσον ἔπ’ εὐρεῖαν σχεδίην ποιήσατ’ Ὀδυσσεύς.ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.ἐν δ’ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·πρὸς δ’ ἄρα πηδάλιον ποιήσατο, ὄφρ’ ἰθύνοι.φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσικύματος εἷλαρ ἔμεν· πολλὴν δ’ ἐπεχεύατο ὕλην.τόφρα δὲ φάρε’ ἔνεικε Καλυψώ, δῖα θεάων,ἱστία ποιήσασθαι· ὃ δ’ εὖ τεχνήσατο καὶ τά.ἐν δ’ ὑπέρας τε κάλους τε πόδας τ’ ἐνέδησεν ἐν αὐτῇ,μοχλοῖσιν δ’ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.Τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·τῷ δ’ ἄρα πέμπτῳ πέμπ’ ἀπὸ νήσου δῖα Καλυψώ,εἵματά τ’ ἀμφιέσασα θυώδεα καὶ λούσασα.ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιοτὸν ἕτερον, ἕτερον δ’ ὕδατος μέγαν, ἐν δὲ καὶ ἦακωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.γηθόσυνος δ’ οὔρῳ πέτασ’ ἱστία δῖος Ὀδυσσεύς.αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντωςἥμενος· οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεΠληϊάδας τ’ ἐσορῶντι καὶ ὀψὲ δύοντα ΒοώτηνἌρκτον θ’, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,ἢ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δοκεύει,οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,ποντοπορευέμεναι ἐπ’ ἀριστερὰ χειρὸς ἔχοντα.ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,ὀκτωκαιδεκάτῃ δ’ ἐφάνη ὄρεα σκιόενταγαίης Φαιήκων, ὅθι τ’ ἄγχιστον πέλεν αὐτῷ·εἴσατο δ’ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέϊ πόντῳ.Τὸν δ’ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθωντηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱπόντον ἐπιπλώων· ὁ δ’ ἐχώσατο κηρόθι μᾶλλον,κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·Ὦ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλωςἀμφ’ Ὀδυσῆϊ ἐμεῖο μετ’ Αἰθιόπεσσιν ἐόντος,καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσαἐκφυγέειν μέγα πεῖραρ ὀϊζύος, ἥ μιν ἱκάνει·ἀλλ’ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.Ὃς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντονχερσὶ τρίαιναν ἑλών· πάσας δ’ ὀρόθυνεν ἀέλλαςπαντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψεγαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ’ οὐρανόθεν νύξ.σὺν δ’ Εὖρός τε Νότος τ’ ἔπεσον Ζέφυρός τε δυσαὴςκαὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.καὶ τότ’ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἧτορ,ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·Ὦ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,ἥ μ’ ἔφατ’ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,ἄλγε’ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται,οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺνΖεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ’ ἄελλαιπαντοίων ἀνέμων· νῦν μοι σῶς αἰπὺς ὄλεθρος.τρισμάκαρες Δαναοὶ καὶ τετράκις οἱ τότ’ ὄλοντοΤροίῃ ἐν εὐρείῃ, χάριν Ἀτρεΐδῃσι φέροντες.ὡς δὴ ἐγώ γ’ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖνἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦραΤρῶες ἐπέρριψαν περὶ Πηλείωνι θανόντι.τῷ κ’ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.Ὣς ἄρα μιν εἰπόντ’ ἔλασεν μέγα κῦμα κατ’ ἄκρης,δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.τῆλε δ’ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεδεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.τὸν δ’ ἄρ’ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδ’ ἐδυνάσθηαἶψα μάλ’ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·εἵματα γάρ ῥ’ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.ὀψὲ δὲ δή ῥ’ ἀνέδυ, στόματος δ’ ἐξέπτυσεν ἅλμηνπικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.ἀλλ’ οὐδ’ ὡς σχεδίης ἐπελήθετο, τειρόμενός περ,ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ’ αὐτῆς,ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.τὴν δ’ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.ὡς δ’ ὅτ’ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθαςἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,ὡς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,ἄλλοτε δ’ αὖτ’ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.Τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,νῦν δ’ ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξ ἔμμορε τιμῆς.ἥ ῥ’ Ὀδυσῆ’ ἐλέησεν ἀλώμενον, ἄλγε’ ἔχοντα·αἰθυίῃ δ’ ἐϊκυῖα ποτῇ ἀνεδύσετο λίμνης,ἴζε δ’ ἐπὶ σχεδίης καί μιν πρὸς μῦθον ἔειπε·Κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθωνὠδύσατ’ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;οὐ μὲν δή σε καταφθίσει, μάλα περ μενεαίνων.ἀλλὰ μάλ’ ὧδ’ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·εἵματα ταῦτ’ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαικάλλιπ’, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστουγαίης Φαιήκων, ὅθι τοι μοῖρ’ ἐστὶν ἀλύξαι.τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσαιἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδ’ ἀπολέσθαι.αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντονπολλὸν ἀπ’ ἠπείρου, αὐτὸς δ’ ἀπονόσφι τραπέσθαι.Ὃς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,αὐτὴ δ’ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντααἰθυίῃ ἐϊκυῖα μέλαν δέ ἑ κῦμα κάλυψεν.αὐτὰρ ὃ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·Ὦ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὗτεἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.ἀλλὰ μάλ’ οὔ πω πείσομ’, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιγαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.ἀλλὰ μάλ’ ὧδ’ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·ὄφρ’ ἂν μέν κεν δούρατ’ ἐν ἁρμονίῃσιν ἀρήρῃ,τόφρ’ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,νήξομ’, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.Ἧος ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,ὦρσε δ’ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,δεινόν τ’ ἀργαλέον τε, κατηρεφές, ἤλασε δ’ αὐτόν.ὡς δ’ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃκαρφαλέων, τὰ μὲν ἄρ τε διεσκέδασ’ ἄλλυδις ἄλλῃ,ὡς τῆς δούρατα μακρὰ διεσκέδασ’. αὐτὰρ Ὀδυσσεὺςἀμφ’ ἑνὶ δούρατι βαῖνε, κέληθ’ ὡς ἵππον ἐλαύνων,εἵματα δ’ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,νηχέμεναι μεμαώς· ἴδε δὲ κρείων ἐνοσίχθων,κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·Οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς·ἀλλ’ οὐδ’ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.Ἃς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,ἵκετο δ’ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματ’ ἔασιν.Αὐτὰρ Ἀθηναίη, κούρη Διός, ἄλλ’ ἐνόησεν·ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,παύσασθαι δ’ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·ὦρσε δ’ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ’ ἔαξεν,ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείηδιογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.Ἔνθα δύω νύκτας δύο τ’ ἤματα κύματι πηγῷπλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ’ ὄλεθρον.ἀλλ’ ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ’ Ἠώς,καὶ τότ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνηἔπλετο νηνεμίη, ὁ δ’ ἄρα σχεδὸν εἴσιδε γαῖανὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.ὡς δ’ ὅτ’ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃπατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρ’ ἄλγεα πάσχων,δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,ἀσπάσιον δ’ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,ὡς Ὀδυσῆ’ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,νῆχε δ’ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.ἀλλ’ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιοδεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ’ ἁλὸς ἄχνῃ·οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοί, οὐδ’ ἐπιωγαί,ἀλλ’ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·καὶ τότ’ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·Ὦ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαιΖεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐτέλεσσα,ἔκβασις οὔ πῃ φαίνεθ’ ἁλὸς πολιοῖο θύραζε·ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμαβέβρυχεν ῥόθιον, λισσὴ δ’ ἀναδέδρομε πέτρη,ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσιστήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·μή πώς μ’ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃκῦμα μέγ’ ἁρπάξαν’ μελέη δέ μοι ἔσσεται ὁρμή.εἰ δέ κ’ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρωἠϊόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,δείδω μή μ’ ἐξαῦτις ἀναρπάξασα θύελλαπόντον ἐπ’ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,ἦέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμωνἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·οἶδα γὰρ ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.Ἧος ὁ ταῦθ’ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπ’ ἀκτήν.ἔνθα κ’ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δ’ ὀστέ’ ἀράχθη,εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη·ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.καὶ τὸ μὲν ὡς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὗτιςπλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.ὡς δ’ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιοπρὸς κοτυληδονόφιν πυκιναὶ λάϊγγες ἔχονται,ὡς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶνῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὥλετ’ Ὀδυσσεύς,εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.κύματος ἐξαναδύς, τά τ’ ἐρεύγεται ἤπειρόνδε,νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροιἠϊόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.ἀλλ’ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιοἵξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·Κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σ’ ἱκάνωφεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.αἰδοῖος μέν τ’ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσινἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦνσόν τε ῥόον σά τε γούναθ’ ἱκάνω πολλὰ μογήσας.ἀλλ’ ἐλέαιρε, ἄναξ’ ἱκέτης δέ τοι εὔχομαι εἶναι.Ἃς φάθ’, ὁ δ’ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δ’ ἐσάωσενἐς ποταμοῦ προχοάς· ὁ δ’ ἄρ’ ἄμφω γούνατ’ ἔκαμψεχεῖράς τε στιβαράς· ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.ᾥδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴἂν στόμα τε ῥῖνάς θ’. ὁ δ’ ἄρ’ ἄπνευστος καὶ ἄναυδοςκεῖτ’ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.ἀλλ’ ὅτε δή ῥ’ ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,ἂψ δ’ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δ’ ἄρ’ Ἰνὼδέξατο χερσὶ φίλῃσιν’ ὁ δ’ ἐκ ποταμοῖο λιασθεὶςσχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν·ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·Ὦ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;εἰ μέν κ’ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,μή μ’ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρσηἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·αὔρη δ’ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕληνθάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθήῃῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.Ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·βῆ ῥ’ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρενἐν περιφαινομένῳ· δοιοὺς δ’ ἄρ’ ὑπήλυθε θάμνουςἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δ’ ἐλαίης.τοὺς μὲν ἄρ’ οὔτ’ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,οὔτε ποτ’ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,οὔτ’ ὄμβρος περάασκε διαμπερές· ὡς ἄρα πυκνοὶἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὗς ὑπ’ Ὀδυσσεὺςδύσετ΄. ἄφαρ δ’ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσινεὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,ὅσσον τ’ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαιὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,ἐν δ’ ἄρα μέσσῃ λέκτο, χύσιν δ’ ἐπεχεύατο φύλλων.ὡς δ’ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃἀγροῦ ἐπ’ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὕῃ,ὡς Ὀδυσεὺς φύλλοισι καλύψατο’ τῷ δ’ ἄρ’ Ἀθήνηὕπνον ἐπ’ ὄμμασι χεῦ’, ἵνα μιν παύσειε τάχισταδυσπονέος καμάτοιο, φίλα βλέφαρ’ ἀμφικαλύψας.

↑ Top