Book 10 of 24
Book 10: Aeolus, giants and Circe
Aeolus, the Laestrygones, Circe.
Αἰολίην δ’ ἐς νῆσον ἀφικόμεθ’· ἔνθα δ’ ἔναιενΑἴολος Ἰπποτάδης, φίλος ἀθανάτοισι θεοῖσι,πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχοςχάλκεον ἄρρηκτον, λισσὴ δ’ ἀναδέδρομε πέτρη.τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,ἐξ μὲν θυγατέρες, ἐξ δ’ υἱέες ἡβώοντες.ἔνθ’ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.οἱ δ’ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇδαίνυνται· παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇἤματα· νύκτας δ’ αὖτε παρ’ αἰδοίῃς ἀλόχοισινεὕδουσ’ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.ἀλλ’ ὅτε δὴ καὶ ἐγὼ ὁδὸν ἤτεον ἠδ’ ἐκέλευονπεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.δῶκε δέ μ’ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,ἠμὲν παυέμεναι ἠδ’ ὀρνύμεν ὅν κ’ ἐθέλῃσι.νηὶ δ’ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇἀργυρέῃ, ἵνα μή τι παραπνεύσει’ ὀλίγον περ·αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδ’ ἄρ’ ἔμελλενἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθ’ ἀφραδίῃσιν.Ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,τῇ δεκάτῃ δ’ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντας.ἔνθ’ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα·αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳδῶχ’ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·οἱ δ’ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,καί μ’ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ’ ἄγεσθαι,δῶρα παρ’ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο·ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·Ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστινἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰληΐδος· ἡμεῖς δ’ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντεςοἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες.καὶ νῦν οἱ τάδ’ ἔδωκε χαριζόμενος φιλότητιΑἴολος. ἀλλ’ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ’ ἐστίν,ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.Ὃς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ’ ἐκ πάντες ὄρουσαν,τοὺς δ’ αἶψ’ ἁρπάξασα φέρεν πόντονδε θύελλακλαίοντας, γαίης ἄπο πατρίδος· αὐτὰρ ἐγώ γεἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξαἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.ἀλλ’ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ’ ἐνὶ νηὶκείμην· αἱ δ’ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃαὗτις ἐπ’ Αἰολίην νῆσον, στενάχοντο δ’ ἑταῖροι.Ἔνθα δ’ ἐπ’ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ’ ὕδωρ,αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.αὐτὰρ ἐπεὶ σίτοιό τ’ ἐπασσάμεθ’ ἠδὲ ποτῆτος,δὴ τότ’ ἐγὼ κήρυκά τ’ ὀπασσάμενος καὶ ἑταῖρον,βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δ’ ἐκίχανονδαινύμενον παρὰ ἢ τ’ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.ἐλθόντες δ’ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ’ οὐδοῦἑζόμεθ’· οἱ δ’ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ’ ἐρέοντο·Πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;ἦ μέν σ’ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρ’ ἂν ἵκοιοπατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν.Ὃς φάσαν· αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·ἄασάν μ’ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνοςσχέτλιος. ἀλλ’ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.Ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν·οἱ δ’ ἄνεῳ ἐγένοντο· πατὴρ δ’ ἠμείβετο μύθῳ·Ἔρρ’ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ’ ἀποπέμπεινἄνδρα τὸν ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν.ἔρρ’, ἐπεὶ ἀθανάτοισιν ἀπεχθόμενος τόδ’ ἱκάνεις.Ὃς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.τείρετο δ’ ἀνδρῶν θυμὸς ὑπ’ εἰρεσίης ἀλεγεινῆςἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.Ἐξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·ἑβδομάτῃ δ’ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴνἠπύει εἰσελάων, ὃ δέ τ’ ἐξελάων ὑπακούει.ἔνθα κ’ ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,τὸν μὲν βουκολέων, τὸν δ’ ἄργυφα μῆλα νομεύων·ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.ἔνθ’ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρηἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσινἐν στόματι προὔχουσιν, ἀραιὴ δ’ εἴσοδός ἐστιν,ἔνθ’ οἵ γ’ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.αἱ μὲν ἄρ’ ἔντοσθεν λιμένος κοίλοιο δέδεντοπλησίαι’ οὐ μὲν γάρ ποτ’ ἀέξετο κῦμά γ’ ἐν αὐτῷ,οὔτε μέγ’ οὔτ’ ὀλίγον, λευκὴ δ’ ἦν ἀμφὶ γαλήνη.αὐτὰρ ἐγὼν οἷος σχέθον ἔξω νῆα μέλαιναν,αὐτοῦ ἐπ’ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.ἔνθα μὲν οὔτε βοῶν οὔτ’ ἀνδρῶν φαίνετο ἔργα,καπνὸν δ’ οἷον ὁρῶμεν ἀπὸ χθονὸς ἀΐσσοντα.δὴ τότ’ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόνταςοἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,ἄνδρε δύο κρίνας, τρίτατον κήρυχ’ ἅμ’ ὀπάσσας.οἱ δ’ ἴσαν ἐκβάντες λείην ὁδόν, ἣ περ ἄμαξαιἄστυδ’ ἀφ’ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην.κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,θυγατέρ’ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.ἡ μὲν ἄρ’ ἐς κρήνην κατεβήσετο καλλιρέεθρονἈρτακίην’ ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·οἱ δὲ παριστάμενοι προσεφώνεον, ἔκ τ’ ἐρέοντοὅς τις τῶνδ’ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι.ἡ δὲ μάλ’ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.οἱ δ’ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκαεὗρον ὅσην τ’ ὄρεος κορυφήν, κατὰ δ’ ἔστυγον αὐτήν.ἡ δ’ αἷψ’ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.αὐτίχ’ ἕνα μάρψας ἑτάρων ὁπλίσσατο δεῖπνον·τὼ δὲ δύ’ ἀΐξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δ’ ἀΐοντεςφοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.οἵ ῥ’ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιβάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρειἀνδρῶν ὀλλυμένων νηῶν θ’ ἅμα ἀγνυμενάων·ἰχθῦς δ’ ὡς πείροντες ἀτερπέα δαῖτα φέροντο.ὄφρ’ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,τόφρα δ’ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦτῷ ἀπὸ πείσματ’ ἔκοψα νεὸς κυανοπρῴροιο.αἷψα δ’ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσαἐμβαλέειν κώπῃς, ἵν’ ὑπὲκ κακότητα φύγοιμεν·οἱ δ’ ἅμα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.ἀσπασίως δ’ ἐς πόντον ἐπηρεφέας φύγε πέτραςνηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ’ ὄλοντο.Ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.Αἰαίην δ’ ἐς νῆσον ἀφικόμεθ’· ἔνθα δ’ ἔναιεΚίρκη ἐὑπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·ἄμφω δ’ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιομητρός τ’ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.ἔνθα δ’ ἐπ’ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.ἔνθα τότ’ ἐκβάντες δύο τ’ ἤματα καὶ δύο νύκταςκείμεθ’, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.ἀλλ’ ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ’ Ἠώς,καὶ τότ’ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺκαρπαλίμως παρὰ νηὸς ἀνήϊον ἐς περιωπήν,εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείηςΚίρκης ἐν μεγάροισι διὰ δρυμὰ· πυκνὰ καὶ ὕλην.μερμήριξα δ’ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,πρῶτ’ ἐλθόντ’ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσηςδεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.ἀλλ’ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴνἧκεν· ὃ μὲν ποταμόνδε κατήϊεν ἐκ νομοῦ ὕληςπιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.τὸν δ’ ἐγὼ ἐκβαίνοντα κατ’ ἄκνηστιν μέσα νῶταπλῆξα· τὸ δ’ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,κὰδ δ’ ἔπεσ’ ἐν κονίῃσι μακών, ἀπὸ δ’ ἔπτατο θυμύς.τῷ δ’ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆςεἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃεἴασ’. αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,πεῖσμα δ’, ὅσον τ’ ὄργυιαν, ἐϋστρεφὲς ἀμφοτέρωθενπλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν,ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ’ ὦμουχειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἧεν.κὰδ δ’ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δ’ ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·Ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθ’, ἀχνύμενοί περ,εἰς Ἀἴδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ.ἀλλ’ ἄγετ’, ὄφρ’ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,μνησόμεθα βρώμης μηδὲ τρυχώμεθα λιμῷ.Ἂς ἐφάμην, οἱ δ’ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο·ἐκ δὲ καλυψάμενοι παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιοθηήσαντ’ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμαψνοι ὀφθαλμοῖσι,χεῖρας νιψάμενοι τεύχοντ’ ἐρικυδέα δαῖτα.ὡς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότ’ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·Κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·ὦ φίλοι, οὐ γὰρ ἴδμεν ὅπῃ ζόφος οὐδ’ ὅπῃ ἠώς,οὐδ’ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ’ ὑπὸ γαῖανοὐδ’ ὅπῃ ἀννεῖται’ ἀλλὰ φραζώμεθα θᾶσσονεἴ τις ἔτ’ ἔσται μῆτις· ἐγὼ δ’ οὐκ οἴομαι εἶναι.εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼννῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται.αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δ’ ἐνὶ μέσσῃἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.Ἃς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορμνησαμένοις ἔργων Λαιστρυγόνος ἈντιφάταοΚύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.κλαῖον δὲ λιγέως, θαλερὸν κατὰ δάκρυ χέοντες·ἀλλ’ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.Αὐτὰρ ἐγὼ δίχα πάντας ἐϋκνήμιδας ἑταίρουςἠρίθμεον, ἀρχὸν δὲ μετ’ ἀμφοτέροισιν ὄπασσα·τῶν μὲν ἐγὼν ἄρχον, τῶν δ’ Εὐρύλοχος θεοειδής.κλήρους δ’ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·ἐκ δ’ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.βῆ δ’ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσ’ ἑταῖροικλαίοντες· κατὰ δ’ ἄμμε λίπον γοόωντας ὄπισθεν.εὗρον δ’ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκηςξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ’ ἔδωκεν.οὐδ’ οἵ γ’ ὁρμήθησαν ἐπ’ ἀνδράσιν, ἀλλ’ ἄρα τοί γεοὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.ὡς δ’ ὅτ’ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντασαίνωσ’· αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ·ὡς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντεςσαῖνον· τοὶ δ’ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.ἔσταν δ’ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,Κίρκης δ’ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάωνλεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.τοῖσι δὲ μύθων ἄρχε Πολίτης, ὄρχαμος ἀνδρῶν,ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·Ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸνκαλὸν ἀοιδιάει, δάπεδον δ’ ἅπαν ἀμφιμέμυκεν,ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.ὥς ἄρ’ ἐφώνησεν, τοὶ δ’ ἐφθέγγοντο καλεῦντες.ἡ δ’ αἷψ’ ἐξελθοῦσα θύρας ὥϊξε φαεινὰςκαὶ κάλει· οἱ δ’ ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο·Εὐρύλοχος δ’ ὑπέμεινεν, ὀϊσάμενος δόλον εἶναι.εἶσεν δ’ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸνοἴνῳ Πραμνείῳ ἐκύκα’ ἀνέμισγε δὲ σίτῳφάρμακα λύγρ’, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκ’ ἔπειταῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τεκαὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ.ὡς οἱ μὲν κλαίοντες ἐέρχατο’ τοῖσι δὲ Κίρκηπάρ ῥ’ ἄκυλον βάλανόν τ’ ἔβαλεν καρπόν τε κρανείηςἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.Εὐρύλοχος δ’ ἂψ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν,ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος, ἱέμενός περ,κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσεδακρυόφιν πίμπλαντο, γόον δ’ ὠΐετο θυμός.ἀλλ’ ὅτε δή μιν πάντες ἀγασσάμεθ’ ἐξερέοντες,καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·Ἤιομεν, ὡς ἐκέλευες ἀνὰ δρυμά, φαίδιμ’ Ὀδυσσεῦ·εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ’ ἄειδενἢ θεὸς ἠὲ γυνή· τοὶ δ’ ἐφθέγγοντο καλεῦντες.ἡ δ’ αἶψ’ ἐξελθοῦσα θύρας ὥϊξε φαεινὰςκαὶ κάλει· οἱ δ’ ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο·αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀϊσάμενος δόλον εἶναι.οἱ δ’ ἅμ’ ἀϊστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶνἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.Ὣς ἔφατ’, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλονὤμοιϊν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·τὸν δ’ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.αὐτὰρ ὅ γ’ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνωνκαί μ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·Μή μ’ ἄγε κεῖσ’ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπ’ αὐτοῦ.οἶδα γὰρ ὡς οὔτ’ αὐτὸς ἐλεύσεαι οὔτε τιν’ ἄλλονἄξεις σῶν ἑτάρων· ἀλλὰ ξὺν τοίσδεσι θᾶσσονφεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.Ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Εὐρύλοχ’, ἡ τοι μὲν σὺ μέν’ αὐτοῦ τῷδ’ ἐνὶ χώρῳἔσθων καὶ πίνων, κοίλῃ παρὰ νηὶ μελαίνῃ·αὐτὰρ ἐγὼν εἶμι· κρατερὴ δέ μοι ἔπλετ’ ἀνάγκη.Ὃς εἰπὼν παρὰ νηὸς ἀνήϊον ἠδὲ θαλάσσης.ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσαςΚίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησενἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριέστατος ἥβη·ἔν τ’ ἄρα μοι φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·Πῇ δὴ αὖτ’, ὦ δύστηνε, δι’ ἄκριας ἔρχεαι οἷος,χώρου ἄϊδρις ἐών; ἕταροι δέ τοι οἵδ’ ἐνὶ Κίρκηςἔρχαται, ὥς τε σύες, πυκινοὺς κευθμῶνας ἔχοντες.ἢ τοὺς λυσόμενος δεῦρ’ ἔρχεαι; οὐδέ σέ φημιαὐτὸν νοστήσειν, μενέεις δὲ σύ γ’ ἔνθα περ ἄλλοι.ἀλλ’ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω·τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκηςἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης.τεύξει τοι κυκεῶ, βαλέει δ’ ἐν φάρμακα σίτῳ·ἀλλ’ οὐδ’ ὡς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσειφάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.ὁππότε κεν Κίρκη σ’ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦΚίρκῃ ἐπαΐξαι ὥς τε κτάμεναι μενεαίνων.ἡ δέ σ’ ὑποδείσασα κελήσεται εὐνηθῆναι·ἔνθα σὺ μηκέτ’ ἔπειτ’ ἀπανήνασθαι θεοῦ εὐνήν,ὄφρα κέ τοι λύσῃ θ’ ἑτάρους αὐτόν τε κομίσσῃ·ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαιμή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,μή σ’ ἀπογυμνωθέντα κακὸν καὶ· ἀνήνορα θήῃ.Ὃς ἄρα φωνήσας πόρε φάρμακον ἀργειφόντηςἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ’ ὀρύσσεινἀνδράσι γε θνητοῖσι· θεοὶ δέ τε πάντα δύνανται.Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὀλυμποννῆσον ἀν’ ὑλήεσσαν, ἐγὼ δ’ ἐς δώματα Κίρκηςἤϊα’ πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.ἔστην δ’ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.ἡ δ’ αἶψ’ ἐξελθοῦσα θύρας ὥϊξε φαεινὰςκαὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.εἷσε δέ μ’ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου,καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπᾳ, ὄφρα πίοιμι,ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσ’ ἐνὶ θυμῷ.αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον οὐδέ μ’ ἔθελξε,ῥάβδῳ πεπληγυῖα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Ἔρχεο νῦν συφεόνδε, μετ’ ἄλλων λέξο ἑταίρων.ὡς φάτ’, ἐγὼ δ’ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦΚίρκῃ ἐπήϊξα ὥς τε κτάμεναι μενεαίνων.ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,καί μ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·Τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;θαῦμά μ’ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακ’ ἐθέλχθης.οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ’ ἀνέτλη,ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.ἡ σύ γ’ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶφάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργειφόντης,ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.ἀλλ’ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶϊ δ’ ἔπειταεὐνῆς ἡμετέρης ἐπιβήομεν, ὄφρα μιγέντεεὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.Ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,αὐτὸν δ’ ἐνθάδ’ ἔχουσα δολοφρονέουσα κελεύειςἐς θάλαμόν τ’ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.οὐδ’ ἂν ἐγώ γ’ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαιμή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.Ὃς ἐφάμην, ἡ δ’ αὐτίκ’ ἀπόμνυεν ὡς ἐκέλευον.αὐτὰρ ἐπεί ῥ’ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,καὶ τότ’ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.Ἀμφίπολοι δ’ ἄρα τῆος ἐνὶ μεγάροισι πένοντοτέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι.γίγνονται δ’ ἄρα ταί γ’ ἔκ τε κρηνέων ἀπό τ’ ἀλσέωνἔκ θ’ ἱερῶν ποταμῶν, οἵ τ’ εἰς ἅλαδε προρέουσι.τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλά,πορφύρεα καθύπερθ’, ὑπένερθε δὲ λῖθ’ ὑπέβαλλεν·ἡ δ’ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζαςἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρναἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιεπολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δ’ ὕδωρ.αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,ἔς ῥ’ ἀσάμινθον ἕσασα λό’ ἐκ τρίποδος μεγάλοιο,θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὦμων,ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ’ ἐλαίῳ,ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,εἷσε δέ μ’ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου,καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσακαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα,εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων·ἐσθέμεναι δ’ ἐκέλευεν· ἐμῷ δ’ οὐ ἥνδανε θυμῷ,ἀλλ’ ἥμην ἀλλοφρονέων, κακὰ δ’ ὄσσετο θυμός.Κίρκη δ’ ὡς ἐνόησεν ἔμ’ ἥμενον οὐδ’ ἐπὶ σίτῳχεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·Τίφθ’ οὕτως, Ὀδυσεῦ, κατ’ ἄρ’ ἕζεαι ἶσος ἀναύδῳ,θυμὸν ἔδων, βρώμης δ’ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;ἢ τινά που δόλον ἄλλον ὀΐεαι· οὐδέ τί σε χρὴδειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.Ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,πρὶν λύσασθ’ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;ἀλλ’ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,λῦσον, ἵν’ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.Ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκειῥάβδον ἔχουσ’ ἐν χειρί, θύρας δ’ ἀνέῳξε συφειοῦ,ἐκ δ’ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.οἱ μὲν ἔπειτ’ ἔστησαν ἐναντίοι, ἣ δὲ δι’ αὐτῶνἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.τῶν δ’ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσεφάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·ἄνδρες δ’ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσανκαὶ πολὺ καλλίονες καὶ μείζνες εἰσοράασθαι.ἔγνωσαν δ’ ἐμὲ κεῖνοι, ἔφυν τ’ ἐν χερσὶν ἕκαστος.πᾶσιν δ’ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμασμερδαλέον κονάβιζε· θεὰ δ’ ἐλέαιρε καὶ αὐτή.ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·Διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.νῆα μὲν ἃρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,κτήματα δ’ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·αὐτὸς δ’ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.Ὣς ἔφατ’, αὐτὰρ ἐμοί γ’ ἐπεπείθετο θυμὸς ἀγήνωρ,βῆν δ’ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.εὗρον ἔπειτ’ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρουςοἴκτρ’ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.ὡς δ’ ὅτ’ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδ’ ἔτι σηκοὶἴσχουσ’, ἀλλ’ ἁδινὸν μυκώμεναι ἀμφιθέουσιμητέρας· ὡς ἐμὲ κεῖνοι, ἐπεὶ ἴδον ὀφθαλμοῖσι,δακρυόεντες ἔχυντο· δόκησε δ’ ἄρα σφίσι θυμὸςὡς ἔμεν ὡς εἰ πατρίδ’ ἱκοίατο καὶ πόλιν αὐτὴντρηχείης Ἰθάκης, ἵνα τ’ ἔτραφεν ἠδ’ ἐγένοντο·καί μ’ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·Σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὡς ἐχάρημεν,ὡς εἴ τ’ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·ἀλλ’ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.Ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·νῆα μὲν ἃρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,κτήματα δ’ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·αὐτοὶ δ’ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,ὄφρα ἴδηθ’ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκηςπίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.Ὃς ἐφάμην, οἱ δ’ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο·Εὐρύλοχος δέ μοι οἷος ἐρύκανε πάντας ἑταίρους·καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·Ἆ δειλοί, πόσ’ ἴμεν; τί κακῶν ἱμείρετε τούτων,Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπανταςἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,ὥς περ Κύκλωψ ἔρξ’, ὅτε οἱ μέσσαυλον ἵκοντοἡμέτεροι ἕταροι, σὺν δ’ ὁ θρασὺς εἵπετ’ Ὀδυσσεύς·τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.Ὣς ἔφατ’, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,τῷ οἱ ἀποτμήξας κεφαλὴν οὐδάσδε πελάσσαι,καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μ’ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·Διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,αὐτοῦ πὰρ νηΐ τε μένειν καὶ νῆα ἔρυσθαι·ἡμῖν δ’ ἡγεμόνευ’ ἱερὰ πρὸς δώματα Κίρκης.Ὣς φάμενοι παρὰ νηὸς ἀνήϊον ἠδὲ θαλάσσης.οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,ἀλλ’ ἔπετ’· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.Τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκηἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ’ ἐλαίῳ,ἀμφὶ δ’ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·δαινυμένους δ’ εὖ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.οἱ δ’ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ’ ἐσάντα,κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·Διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἷδα καὶ αὐτὴἡμὲν ὅσ’ ἐν πόντῳ πάθετ’ ἄλγεα ἰχθυόεντι,ἠδ’ ὅσ’ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ’ ἐπὶ χέρσου.ἀλλ’ ἄγετ’ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,εἰς ὅ κεν αὗτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαντρηχείης Ἰθάκης· νῦν δ’ ἀσκελέες καὶ ἄθυμοι,αἰὲν ἄλης χαλεπῆς μεμνημένοι· οὐδέ ποθ’ ὑμῖνθυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέπασθε.Ὣς ἔφαθ’, ἡμῖν δ’ αὖτ’ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸνἥμεθα, δαινύμενοι κρέα τ’’ ἄσπετα καὶ μέθυ ἡδύ·ἀλλ’ ὅτε δή ῥ’ ἐνιαυτὸς ἔην, περὶ δ’ ἔτραπον ὧραι,μηνῶν φθινόντων, περὶ δ’ ἤματα μακρὰ τελέσθη,καὶ τότε μ’ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·Δαιμόνι’, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαιοἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.Ὣς ἔφαν, αὐτὰρ ἐμοί γ’ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὡς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα, δαινύμενοι κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ.ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.Αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆςγούνων ἐλλιτάνευσα, θεὰ δέ μοι ἔκλυεν αὐδῆς·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Ὦ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,ἠδ’ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρἀμφ’ ἔμ’ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.Ἂς ἐφάμην, ἡ δ’ αὐτίκ’ ἀμείβετο δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ·ἀλλ’ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαιεἰς Ἀἴδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,μάντιος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνειαοἴῳ πεπνῦσθαι· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.Ὣς ἔφατ’, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·κλαῖον δ’ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρἤθελ’ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τ’ ἐκορέσθην,καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·Ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;εἰς Αἴδος δ’ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.Ὣς ἐφάμην, ἡ δ’ αὐτίκ’ ἀμείβετο δῖα θεάων·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,ἱστὸν δὲ στήσας ἀνά θ’ ἱστία λευκὰ πετάσσαςἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.ἀλλ’ ὁπότ’ ἂν δὴ νηὶ δι’ Ὠκεανοῖο περήσης,ἔνθ’ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,μακραί τ’ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,νῆα μὲν αὐτοῦ κέλσαι ἐπ’ Ὠκεανῷ βαθυδίνῃ,αὐτὸς δ’ εἰς Ἀἴδεω ἰέναι δόμον εὐρώεντα.ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιΚώκυτός θ’, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·ἔνθα δ’ ἔπειθ’, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,βόθρον ὀρύξαι ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,ἀμφ’ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσι,πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέϊ οἴνῳ,τὸ τρίτον αὖθ’ ὕδατι· ἐπὶ δ’ ἄλφιτα λευκὰ παλύνειν.πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἣ τις ἀρίστη,ῥέξειν ἐν μεγάροισι πυρήν τ’ ἐμπλησέμεν ἐσθλῶν,Τειρεσίῃ δ’ ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴῳπαμμέλαν’, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,ἔνθ’ ὄϊν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαινανεἰς Ἔρεβος στρέψας, αὐτὸς δ’ ἀπονόσφι τραπέσθαιἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.δὴ τότ’ ἔπειθ’ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαιμῆλα, τὰ δὴ κατάκειτ’ ἐσφαγμένα νηλέϊ χαλκῷ,δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,ἰφθίμῳ τ’ Ἀἴδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνααἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι.ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,ὅς κέν τοι εἴπησιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θ’, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.Ὣς ἔφατ’, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·αὐτὴ δ’ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ’ ἰξυῖκαλὴν χρυσείην, κεφαλῇ δ’ ἐπέθηκε καλύπτρην.αὐτὰρ ἐγὼ διὰ δώματ’ ἰὼν ὄτρυνον ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·Μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,ἀλλ’ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.Ὃς ἐφάμην, τοῖσιν δ’ ἐπεπείθετο θυμὸς ἀγήνωρ.οὐδὲ μὲν οὐδ’ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.Ἑλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίηνἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ἧσιν ἀρηρώς,ὅς μοι ἄνευθ’ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκηςψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων·κινυμένων δ’ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσαςἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ἧσινἄψορρον· καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴνἀστραγάλων ἐάγη, ψυχὴ δ’ Ἀἰδόσδε κατῆλθεν.ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·Φάσθε νύ που οἵκόνδε φίλην ἐς πατρίδα γαῖανἔρχεσθ’· ἄλλην δ’ ἧμιν ὁδὸν τεκμήρατο Κίρκηεἰς Ἀἴδαο δόμους καὶ ἐπαινῆς Περσεφονείηςψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.Ἂς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,ἑζόμενοι δὲ κατ’ αὖθι γόων τίλλοντό τε χαίτας·ἀλλ’ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.Ἀλλ’ ὅτε δή ῥ’ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσηςἤομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες,τόφρα δ’ ἄρ’ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃἀρνειὸν κατέδησεν ὄϊν θῆλύν τε μέλαιναν,ῥεῖα παρεξελθοῦσα’ τίς ἂν θεὸν οὐκ ἐθέλονταὀφθαλμοῖσιν ἴδοιτ’ ἢ ἔνθ’ ἢ ἔνθα κιόντα;