Classica Labs

← The Odyssey · Contents

Book 13 of 24

Book 13: Back to Ithaca

Ulysses Leaves Scheria and Returns to Ithaca.

Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,κηληθμῷ δ’ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,ὑψερεφές, τῷ σ’ οὔ τι παλιμπλαγχθέντα γ’ ὀΐωἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.ὑμέων δ’ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἷνοναἰεὶ πίνετ’ ἐμοῖσιν, ἀκουάζεσθε δ’ ἀοιδοῦ.εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷκεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάνταδῶρ’, ὅσα Φαιήκων βουληφόροι ἐνθάδ’ ἔνεικαν·ἀλλ’ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβηταἀνδρακάς· ἡμεῖς δ’ αὖτε ἀγειρόμενοι κατὰ δῆμοντισόμεθ’· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.Ὣς ἔφατ’ Ἀλκίνοος, τοῖσιν δ’ ἐπιήνδανε μῦθος.οἱ μὲν κακκείοντες ἔβαν οἵκόνδε ἕκαστος,ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,νῆάδ’ ἐπεσσεύοντο, φέρον δ’ εὐήνορα χαλκόν.καὶ τὰ μὲν εὖ κατέθηχ’ ἱερὸν μένος Ἀλκινόοιο,αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τιν’ ἑταίρωνβλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ’ ἐρετμοῖς·οἱ δ’ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ’ ἀλέγυνον.Τοῖσι δὲ βοῦν ἱέρευσ’ ἱερὸν μένος ἈλκινόοιοΖηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.μῆρα δὲ κήαντες δαίνυντ’ ἐρικυδέα δαῖτατερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,Δημόδοκος, λαοῖσι τετιμένος· αὐτὰρ Ὀδυσσεὺςπολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.ὡς δ’ ὅτ’ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρνειὸν ἀν’ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·ἀσπασίως δ’ ἄρα τῷ κατέδυ φάος ἠελίοιοδόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ’ ἰόντι·ὡς Ὀδυσῆ’ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ’ αὐτοί·ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνεςὄλβια ποιήσειαν. ἀμύμονα δ’ οἴκοι ἄκοιτιννοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.ὑμεῖς δ’ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκαςκουριδίας καὶ τέκνα· θεοὶ δ’ ἀρετὴν ὀπάσειανπαντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπήνεον ἠδ’ ἐκέλευονπεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπε.καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμονπᾶσιν ἀνὰ μέγαρον, ὄφρ’ εὐξάμενοι Διὶ πατρὶτὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.Ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,νώμησεν δ’ ἄρα πᾶσιν ἐπισταδόν’ οἱ δὲ θεοῖσινἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ’ ἵστατο δῖος Ὀδυσσεύς,Ἀρήτῃ δ’ ἐν χειρι τίθει δέπας ἀμφικύπελλον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆραςἔλθῃ καὶ θάνατος, τά τ’ ἐπ’ ἀνθρώποισι πέλονται.αὐτὰρ ἐγὼ νέομαι’ σὺ δὲ τέρπεο τῷδ’ ἐνὶ οἴκῳπαισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.Ἃς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς.τῷ δ’ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·Ἀρήτη δ’ ἄρα οἱ δμῳὰς ἅμ’ ἔπεμπε γυναῖκας,τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,τὴν δ’ ἑτέρην χηλὸν πυκινὴν ἅμ’ ὄπασσε κομίζειν·ἡ δ’ ἄλλη σῖτόν τ’ ἔφερεν καὶ οἶνον ἐρυθρόν.Αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,αἷψα τά γ’ ἐν νηὶ γλαφυρῇ πομπῆες ἀγαυοὶδεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·, κὰδ δ’ ἄρ’ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τενηὸς ἐπ’ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,πρύμνης· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτοσιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληΐσιν ἕκαστοικόσμῳ, πεῖσμα δ’ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.εὖθ’ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,νήγρετος ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.ἡ δ’, ὥς τ’ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,πάντες ἅμ’ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,ὑψόσ’ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,ὡς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ’ ὄπισθεπορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.ἡ δὲ μάλ’ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξκίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.ὡς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ’ ἔταμνεν,ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε’ ἔχοντα,ὃς πρὶν μὲν μάλα πολλὰ πάθ’ ἄλγεα ὃν κατὰ θυμὸνἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,δὴ τότε γ’ ἀτρέμας εὗδε, λελασμένος ὅσσ’ ἐπεπόνθει.Εὖτ’ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλισταἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,αἵ τ’ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμαἔκτοθεν· ἔντοσθεν δέ τ’ ἄνευ δεσμοῖο μένουσινῆες ἐύσσελμοι, ὅτ’ ἂν ὅρμου μέτρον ἵκωνται.αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,ἀγχόθι δ’ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,ἱρὸν νυμφάων αἷ νηϊάδες καλέονται.ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιλάϊνοι· ἔνθα δ’ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.ἐν δ’ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαιφάρε’ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·ἐν δ’ ὕδατ’ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,αἷ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,αἱ δ’ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι’ οὐδέ τι κείνῃἄνδρες ἐσέρχονται, ἀλλ’ ἀθανάτων ὁδός ἐστιν.Ἔνθ’ οἵ γ’ εἰσέλασαν πρὶν εἰδότες. ἡ μὲν ἔπειταἠπείρῳ ἐπέκελσεν, ὅσον τ’ ἐπὶ ἥμισυ πάσης,σπερχομένη· τοίων γὰρ ἐπείγετο χέρσ’ ἐρετάων·οἱ δ’ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδεπρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραναὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,κὰδ δ’ ἄρ’ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,ἐκ δὲ κτήματ’ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶὥπασαν οἴκαδ’ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.καὶ τὰ μὲν οὖν παρὰ πυθμέν’ ἐλαίης ἀθρόα θῆκανἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,πρὶν Ὀδυσῆ’ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·αὐτοὶ δ’ αὖ οἵκόνδε πάλιν κίον· οὐδ’ ἐνοσίχθωνλήθετ’ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊπρῶτον ἐπηπείλησε, Διὸς δ’ ἐξείρετο βουλήν·Ζεῦ πάτερ, οὐκέτ’ ἐγώ γε μετ’ ἀθανάτοισι θεοῖσιτιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσι,Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.καὶ γὰρ νῦν Ὀδυσῆ’ ἐφάμην κακὰ πολλὰ παθόνταοἴκαδ’ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτ’ ἀπηύρωνπάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.οἱ δ’ εὕδοντ’ ἐν νηὶ θοῇ ἐπὶ πόντον ἄγοντεςκάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ’ ὑφαντήν,πόλλ’, ὅσ’ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ’ Ὀδυσσεύς,εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.Τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·Ὦ πόποι, ἐννοσίγαι εὐρυσθενές, οἷον ἔειπες.οὔ τί σ’ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴηπρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.ἀνδρῶν δ’ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκωνοὔ τι τίει, σοὶ δ’ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων·αἶψά κ’ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ’ ἀλεείνω.νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆαἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳῥαῖσαι, ἵν’ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆςἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.Τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·ὦ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνταιλαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίηςνηὶ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντεςἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε Ποσειδάων ἐνοσίχθων,βῆ ῥ’ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.ἔνθ’ ἔμεν’· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦςῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθ’ ἐνοσίχθων,ὅς μιν λᾶαν θῆκε καὶ ἐρρίζωσεν ἔνερθεχειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.Οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευονΦαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ὦ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησ’ ἐνὶ πόντῳοἴκαδ’ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.Ὣς ἄρα τις εἴπεσκε· τὰ δ’ οὐ ἴσαν ὡς ἐτέτυκτο.τοῖσιν δ’ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·Ὦ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ’ ἱκάνειπατρὸς ἐμοῦ, ὃς φάσκε Ποσειδάων’ ἀγάσεσθαιἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἶμεν ἁπάντων.φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα νῆαἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳῥαισέμεναι, μέγα δ’ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.ὡς ἀγόρευ’ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηταιἡμέτερον προτὶ ἄστυ’ Ποσειδάωνι δὲ ταύρουςδώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κ’ ἐλεήσῃ,μηδ’ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψηῃ.Ὣς ἔφαθ’, οἱ δ’ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.ὡς οἱ μέν ῥ’ εὔχοντο Ποσειδάωνι ἄνακτιδήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,ἑσταότες περὶ βωμόν. ὁ δ’ ἔγρετο δῖος Ὀδυσσεὺςεὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦεΠαλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸνἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.τοὔνεκ’ ἄρ’ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοιπέτραι τ’ ἠλίβατοι καὶ δένδρεα τηλεθάοντα.στῆ δ’ ἄρ’ ἀναΐξας καί ῥ’ ἔσιδε πατρίδα γαῖαν·ᾥμωξέν τ’ ἄρ’ ἔπειτα καὶ ὦ πεπλήγετο μηρὼχερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα·ὦ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;ἤ ῥ’ οἵ γ’ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ δὲ καὶ αὐτὸςπλάζορμαι; αἴθ’ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιναὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήωνἐξικόμην, ὅς κέν μ’ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.νῦν δ’ οὔτ’ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦκαλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.Ὦ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοιἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,οἵ μ’ εἰς ἄλλην γαῖαν ἀπήγαγον· ἧ τέ μ’ ἔφαντοἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδ’ ἐτέλεσσαν·Ζεύς σφεας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλουςἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήσω καὶ ἴδωμαι,μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.Ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβηταςἠρίθμει καὶ χρυσὸν ὕφαντά τε εἵματα καλά.τῶν μὲν ἄρ’ οὔ τι πόθει’ ὁ δ’ ὀδύρετο πατρίδα γαῖανἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,πόλλ’ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,ἀνδρὶ δέμας ἐϊκυῖα νέῳ, ἐπιβώτορι μήλων,παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,δίπτυχον ἀμφ’ ὤμοισιν ἔχουσ’ εὐεργέα λώπην·ποσσὶ δ’ ὑπὸ λιπαροῖσι πέδιλ’ ἔχε, χερσὶ δ’ ἄκοντατὴν δ’ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ φίλ’, ἐπεί σε πρῶτα κιχάνω τῷδ’ ἐνὶ χώρῳ,χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,ἀλλὰ σάω μὲν ταῦτα, σάω δ’ ἐμέ· σοὶ γὰρ ἐγώ γεεὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθ’ ἱκάνω.καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐὺ εἰδῶ·τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;ἦ πού τις νήσων εὐδείελος ἦέ τις ἀκτὴκεῖθ’ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο; ἪΤὸν δ’ αὗτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·νήπιός εἰς, ὦ ξεῖν’, ἢ τηλόθεν εἰλήλουθας,εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίηνοὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ’ ἠέλιόν τε,ἠδ’ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ’ εὐρεῖα τέτυκται.ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνοςγίγνεται· αἰεὶ δ’ ὄμβρος ἔχει τεθαλυϊά τ’ ἐέρση·αἰγίβοτος δ’ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕληπαντοίη, ἐν δ’ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.τῷ τοι, ξεῖν’, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ’ ἵκει,τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.Ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,χαίρων ἡ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπεΠαλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·οὐδ’ ὅ γ’ ἀληθέα εἶπε, πάλιν δ’ ὅ γε λάζετο μῦθον,αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,τηλοῦ ὑπὲρ πόντου’ νῦν δ’ εἰλήλουθα καὶ αὐτὸςχρήμασι σὺν τοίσδεσσι’ λιπὼν δ’ ἔτι παισὶ τοσαῦταφεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσηςΤρωϊάδος, τῆς εἵνεκ’ ἐγὼ πάθον ἄλγεα θυμῷ,ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,οὕνεκ’ ἄρ’ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευονδήμῳ ἔνι Τρώων, ἀλλ’ ἄλλων ἄρχον ἑταίρων.τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·νὺξ δὲ μάλα δνοφερὴ κάτεχ’ οὐρανόν, οὐδέ τις ἡμέαςἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,αὐτίκ’ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺςἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·τούς μ’ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαιἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.ἀλλ’ ἡ τοί σφεας κεῖθεν ἀπώσατο ὃς ἀνέμοιοπόλλ’ ἀεκαζομένους, οὐδ’ ἤθελον ἐξαπατῆσαι.κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.σπουδῇ δ’ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖνδόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,ἀλλ’ αὕτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.ἔνθ’ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,οἱ δὲ χρήματ’ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντεςκάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.οἱ δ’ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντεςοἴχοντ’· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.Ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,χειρί τέ μιν κατέρεξε· δέμας δ’ ἤϊκτο γυναικὶκαλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·κερδαλέος κ’ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοιἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.σχέτλιε, ποικιλομῆτα, δόλων ἄτ’, οὐκ ἄρ’ ἔμελλες,οὐδ’ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάωνμύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.ἀλλ’ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφωκέρδε’, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ’ ἄριστος ἁπάντωνβουλῇ καὶ μύθοισιν, ἐγὼ δ’ ἐν πᾶσι θεοῖσιμήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γ’ ἔγνωςΠαλλάδ’ Ἀθηναίην, κούρην Διός, ἣ τέ τοι αἰεὶἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα.νῦν αὖ δεῦρ’ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνωχρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶὥπασαν οἴκαδ’ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,εἴπω θ’ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσικήδε’ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,μηδέ τῳ ἐκφάσθαι μήτ’ ἀνδρῶν μήτε γυναικῶν,πάντων, οὕνεκ’ ἄρ’ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇπάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,καὶ μάλ’ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.τοῦτο δ’ ἐγὼν εὖ οἶδ’, ὅτι μοι πάρος ἠπίη ἦσθα,ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,βῆμεν δ’ ἐν νήεσσι, θεὸς δ’ ἐκέδασσεν Ἀχαιούς,οὐ σέ γ’ ἔπειτα ἴδον, κούρη Διός, οὐδ’ ἐνόησανηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.ἀλλ’ αἰεὶ φρεσὶν ἧσιν ἔχων δεδαϊγμένον ἦτορἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·πρίν γ’ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳθάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐωἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τιν’ ἄλληνγαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐωταῦτ’ ἀγορευέμεναι, ἵν’ ἐμὰς φρένας ἠπεροπεύσῃ—εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ’ ἱκάνω.Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,οὕνεκ’ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.ἀσπασίως γάρ κ’ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼνἵετ’ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ’ ἄλοχόν τε·σοὶ δ’ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,πρίν γ’ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτωςἧσται ἐνὶ μεγάροισιν, ὀϊζωραὶ δέ οἱ αἰεὶφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ’ ἀπίστεον, ἀλλ’ ἐνὶ θυμῷἤδε’, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαιπατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.ἀλλ’ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.Φόρκυνος μὲν ὅδ’ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,ἥδε δ’ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·ἀγχόθι δ’ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,ἱρὸν νυμφάων αἷ νηϊάδες καλέονται·τοῦτο δέ τοι σπέος εὐρὺ κατηρεφές, ἔνθα σὺ πολλὰςἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.Ὣς εἰποῦσα θεὰ σκέδασ’ ἠέρα, εἴσατο δὲ χθών·γήθησέν τ’ ἄρ’ ἔπειτα πολύτλας δῖος Ὀδυσσεὺςχαίρων ἣ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.αὐτίκα δὲ νύμφης ἠρήσατο χεῖρας ἀνασχών·νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτ’ ἐγώ γεὄψεσθ’ ὕμμ’ ἐφάμην· νῦν δ’ εὐχωλῇς ἀγανῇσιχαίρετ’. ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείηαὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξη.Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνηθάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων·ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιοθείομεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·αὐτοὶ δὲ φραζώμεθ’ ὅπως ὄχ’ ἄριστα γένηται.Ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺςἄσσον πάντ’ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸνεἵματά τ’ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δ’ ἐπέθηκε θύρῃσιΠαλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.Τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν’ ἐλαίηςφραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.τοῖσι δὲ μύθων ἄρχε θεὰ γλαυκῶπις Ἀθήνη·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,οἱ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸνπάντας μὲν ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ὦ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαοφθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.ἀλλ’ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.αἴ κέ μοι ὡς μεμαυῖα παρασταίης, γλαυκῶπι,καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμηνσὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσ’ ἐπαρήγοις.Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀϑήνη·καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,ὁππότε κεν δὴ ταῦτα πενώμεθα’ καί τιν’ ὀΐωαἵματί τ’ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδαςἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.ἀλλ’ ἄγε σ’ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,ξανθὰς δ’ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφοςἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα,κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ ἐόντε,ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃςσῇ τ’ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἷδε,παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονταιπὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρπίνουσαι, τά θ’ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,ὄφρ’ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικαΤηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαονοἴχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτ’ εἴης.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·τίπτε τ’ ἄρ’ οὔ οἱ εἶπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃπόντον ἐπ’ ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδουσι.Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·μὴ δή τοι κεῖνός γε λῶν ἐνθύμιος ἔστω.αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτοκεῖσ’ ἐλθών· ἀτὰρ οὔ τιν’ ἔχει πόνον, ἀλλὰ ἕκηλοςἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δ’ ἄσπετα κεῖται.ἢ μέν μιν λοχόωσι νέοι σὺν νηὶ μελαίνῃ,ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·ἀλλὰ τά γ’ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξειἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.Ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατ’ Ἀθήνη.κάρψε μέν οἱ χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,ξανθὰς δ’ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμαπάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ ἐόντε·ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ’ ἐλάφοιο,ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.Τώ γ’ ὡς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειταἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ’ Ὀδυσῆος.

↑ Top