Book 19 of 24
Book 19: Penelope and the scar
Telemachus and Ulysses Remove the Armour—Ulysses Interviews Penelope—Euryclea Washes his Feet and Recognises the Scar on his Leg—Penelope Tells her Dream to Ulysses.
Αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·Τηλέμαχε, χρὴ τεύχε’ ἀρήϊα κατθέμεν εἴσωπάντα μάλ’, αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσιπαρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·ἐκ καπνοῦ κατέθηκ’, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει,οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,ἀλλὰ κατήκισται, ὅσσον πυρὸς ἵκετ’ ἀὐτμή.πρὸς δ’ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔμβαλε δαίμων,μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτακαὶ μνηστύν’ αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.Ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Ἐρύκλειαν·μαῖ’, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸςκαλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδειπατρὸς ἀποιχομένοιο· ἐγὼ δ’ ἔτι νήπιος ἦα.νῦν δ’ ἐθέλω καταθέσθαι, ἵν’ οὐ πυρὸς ἵξετ’ ἀὐτμή.Τὸν δ’ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιοοἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.ἀλλ’ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;δμῳὰς δ’ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ξεῖνος ὅδ’· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γεχοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.Ὣς ἄρ’ ἐφώνησεν, τῇ δ’ ἄπτερος ἔπλετο μῦθος.κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.τὼ δ’ ἄρ’ ἀναΐξαντ’ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸςἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσαςἔγχεά τ’ ὀξυόεντα’ πάροιθε δὲ Παλλὰς Ἀθήνη,χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρ’ αἷψα·ὦ πάτερ, ἡ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι.ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαιεἰλάτιναί τε δοκοὶ καὶ κίονες ὑψόσ’ ἔχοντεςφαίνοντ’ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.ἦ μάλα τις θεὸς ἔνδον, οἱ οὐρανὸν εὐρὺν ἔχουσι.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδ’ ἐρέεινε·αὕτη τοι δίκη ἐστὶ θεῶν, οἱ Ὄλυμπον ἔχουσιν.ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δ’ ὑπολείψομαι αὐτοῦ,ὄφρα κ’ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·ἡ δέ μ’ ὀδυρομένη εἰρήσεται ἀμφὶ ἕκαστα.Ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκεικείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,ἔνθα πάρος κοιμᾶθ’, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·ἔνθ’ ἄρα καὶ τύτ’ ἔλεκτο καὶ Ἠὼ δῖαν ἔμιμνεν.αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.Ἡ δ’ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθ’ ἄρ’ ἐφῖζε,δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτωνποίησ’ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκεπροσφυέ’ ἐξ αὐτῆς, ὅθ’ ἐπὶ μέγα βάλλετο κῶας.ἔνθα καθέζετ’ ἔπειτα περίφρων Πηνελόπεια.ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.αἱ δ’ ἀπὸ μὲν σῖτον πολὺν ἥρεον ἠδὲ τραπέζαςκαὶ δέπα, ἔνθεν ἄρ’ ἄνδρες ὑπερμενέοντες ἔπινον·πῦρ δ’ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δ’ ἐπ’ αὐτῶννήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.ἡ δ’ Ὀδυσῆ’ ἐνένιπε Μελανθὼ δεύτερον αὗτις·ξεῖν’, ἔτι καὶ νῦν ἐνθάδ’ ἀνιήσεις διὰ νύκταδινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;ἀλλ’ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.Τὴν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·δαιμονίη, τί μοι ὧδ’ ἐπέχεις κεκοτηότι θυμῷ;ἢ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροὶ εἵματα εἶμαι,πτωχεύω δ’ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι.καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιονὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃτοίῳ, ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰοἷσίν τ’ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·τῷ νῦν μή ποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃςἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.εἰ δ’ ὁ μὲν ὡς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,ἀλλ’ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,Τηλέμαχος· τὸν δ’ οὔ τις ἐνὶ μεγάροισι γυναικῶνλήθει ἀτασθάλλουσ’, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.Ὣς φάτο, τοῦ δ’ ἤκουσε περίφρων Πηνελόπεια,ἀμφίπολον δ’ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθειςἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·πάντα γὰρ εὖ ἤδησθ’, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς,ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσινἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.Ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπ’ αὐτοῦ,ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδ’ ἐπακούσῃὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.Ὣς ἔφαθ’, ἡ δὲ μάλ’ ὀτραλέως κατέθηκε φερουσαδίφρον ἐϋξεστον καὶ ἐπ’ αὐτῷ κῶας ἔβαλλεν·ἔνθα καθέζετ’ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.τοῖσι δὲ μύθων ἄρχε περίφρων Πηνελόπεια·ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; ἢΤὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπ’ ἀπείρονα γαῖαννεικέοι· ἢ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴςἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσωνεὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαιναπυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,τίκτῃ δ’ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦςἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπ’ αὐτοῦ.τῶ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,μηδ’ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάωνμνησαμένῳ’ μάλα δ’ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴοἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τεἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γ’ αὐτή,φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.Τὸν δ’ ἠμείβετ’ ἔπειτα περίφρων Πηνελόπεια·ξεῖν’, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τεὥλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινονἈργεῖοι, μετὰ τοῖσι δ’ ἐμὸς πόσις ἦεν Ὀδυσσεύς.εἰ κεῖνός γ’ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω.νῦν δ’ ἄχομαι’ τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,οἵ τ’ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,οἵ μ’ ἀεκαζμένην μνῶνται, τρύχουσι δὲ οἶκον.τῷ οὔτε ξείνων ἐμπάζομαι οὔθ’ ἱκετάωνοὔτε τι κηρύκων, οἱ δημιοεργοὶ ἔασιν·ἀλλ’ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμωνστησαμένῃ μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὑφαίνειν,λεπτὸν καὶ περίμετρον· ἄφαρ δ’ αὐτοῖς μετέειπον·κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,μίμνετ’ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶροςἐκτελέσω, μή μοι μεταμώνια νήματ’ ὄληται,Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μινμοῖρ’ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,αἴ κεν ἄτερ σπείρου κῆται πολλὰ κτεατίσσας.ὡς ἐφάμην, τοῖσιν δ’ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα καὶ ἡματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,νύκτας δ’ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.ὡς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·ἀλλ’ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,μηνῶν φθινόντων, περὶ δ’ ἤματα πόλλ’ ἐτελέσθη,καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.ὡς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσ’, ὑπ’ ἀνάγκης·νῦν δ’ οὔτ’ ἐκφυγέειν δύναμαι γάμον οὔτε τιν’ ἄλληνμῆτιν ἔθ’ εὑρίσκω· μάλα δ’ ὀτρύνουσι τοκῆεςγήμασθ’, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἷός τε μάλισταοἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί·οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ’ ἀπὸ πέτρης.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,οὐκέτ’ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;ἀλλ’ ἔκ τοι ἐρέω· ἦ μέν μ’ ἀχέεσσί γε δώσειςπλείοσιν ἢ ἔχομαι· ἣ γὰρ δίκη, ὁππότε πάτρηςἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,πολλὰ βροτῶν ἐπὶ ἄστε’ ἀλώμενος, ἄλγεα πάσχων.ἀλλὰ καὶ ὡς ἐρέω ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς.Κρήτη τις γαῖ’ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δ’ ἄνθρωποιπολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες·ἄλλη δ’ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,ἐν δ’ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί·τῇσι δ’ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνωςἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος.Δευκαλίων δ’ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·ἀλλ’ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον εἴσωοἴχεθ’ ἅμ’ Ἀτρεΐδῃσιν, ἐμοὶ δ’ ὄνομα κλυτὸν Αἴθων,ὁπλότερος γενεῇ· ὁ δ’ ἄρα πρότερος καὶ ἀρείων.ἔνθ’ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ὃς ἀνέμοιο,ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·στῆσε δ’ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,ἐν λιμέσιν χαλεποῖσι, μόγις δ’ ὑπάλυξεν ἀέλλας.αὐτίκα δ’ Ἰδομενῆα μετάλλα ἄστυδ’ ἀνελθών·ξεῖνον γάρ οἱ ἔφασκε φίλον τ’ ἔμεν αἰδοῖόν τε.τῷ δ’ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼςοἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.τὸν μὲν ἐγὼ πρὸς δώματ’ ἄγων ἐὺ ἐξείνισσα,ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἱ ἅμ’ αὐτῷ ἕποντο,δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἷνον ἀγείραςκαὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδ’ ἐπὶ γαίῃεἴα ἵστασθαι, χαλεπὸς δέ τις ὥρορε δαίμων·τῇ τρισκαιδεκάτῃ δ’ ἄνεμος πέσε, τοὶ δ’ ἀνάγοντο.Ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·τῆς δ’ ἄρ’ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς.ὡς δὲ χιὼν κατατήκετ’ ἐν ἀκροπόλοισιν ὄρεσσιν,ἣν τ’ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·τηκομένης δ’ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·ὡς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺςθυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,ὀφθαλμοὶ δ’ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηροςἀτρέμας ἐν βλεφάροισι· δόλῳ δ’ ὅ γε δάκρυα κεῦθεν.ἡ δ’ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·νῦν μὲν δή σευ, ξεῖνε, ὀΐω πειρήσεσθαι,εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισιξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύειςεἰπέ μοι ὁπποῖ’ ἄσσα περὶ χροὶ εἵματα ἕστο,αὐτός θ’ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόνταεἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶνἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτοαὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,ἀσπαίροντα λάων’ τὸ δὲ θαυμάζεσκον ἅπαντες,ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.τὸν δὲ χιτῶν’ ἐνόησα περὶ χροὶ σιγαλόεντα,οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·τὼς μὲν ἔην μαλακός, λαμπρὸς δ’ ἦν ἠέλιος ὥς·ἦ μὲν πολλαί γ’ αὐτὸν ἐθηήσαντο γυναῖκες.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·οὐκ οἵδ’ ἢ τάδε ἕστο περὶ χροὶ οἴκοθ’ Ὀδυσσεύς,ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺςἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκακαλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,αἰδοίως δ’ ἀπόπεμπον ἐϋσσέλμου ἐπὶ νηός.καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦεἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην πέρ.γυρὸς ἐν ὥμοισιν, μελανόχροος, οὐλοκάρηνος,Εὐρυβάτης δ’ ὄνομ’ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλωνὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ἤδη.Ὣς φάτο, τῇ δ’ ἔτι μᾶλλον ὑφ’ ἵμερον ὦρσε γόοιο,σήματ’ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδ’ Ὀδυσσεύς.ἡ δ’ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,ἐν μεγάροισιν ἐμοῖσι φίλος τ’ ἔσῃ αἰδοῖός τε·αὐτὴ γὰρ τάδε εἵματ’ ἐγὼ πόρον, οἷ’ ἀγορεύεις,πτύξασ’ ἐκ θαλάμου, περόνην τ’ ἐπέθηκα φαεινὴνκείνῳ ἄγαλμ’ ἔμεναι· τὸν δ’ οὐχ ὑποδέξομαι αὖτιςοἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺςοἴχετ’ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,μηκέτι νῦν χρόα καλὸν ἐναίρεο μηδέ τι θυμὸντῆκε πόσιν γοόωσα· νεμεσσῶμαί γε μὲν οὐδέν·καὶ γάρ τίς τ’ ἀλλοῖον ὀδύρεται ἄνδρ’ ὀλέσασακουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,ἢ Ὀδυσῆ’, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·νημερτέως γάρ τοι μυθήσομαι οὐδ’ ἐπικεύσωὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσαἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,ζωοῦ’ αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰαἰτίζων ἀνὰ δῆμον· ἀτὰρ ἐρίηρας ἑταίρουςὥλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷΖεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·τὸν δ’ ἄρ’ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμ’ ἐπὶ χέρσου,Φαιήκων ἐς γαῖαν, οἱ ἀγχίθεοι γεγάασιν,οἱ δή μιν περὶ κῆρι θεὸν ὡς τιμήσαντοκαί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶοἴκαδ’ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδ’ Ὀδυσσεὺςἤην· ἀλλ’ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,χρήματ’ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·ὡς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπωνοἶδ’ Ὀδυσεύς, οὐδ’ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·ὄμνυε δὲ πρὸς ἔμ’ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,οἱ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.ἀλλ’ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦςἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.καί μοι κτήματ’ ἔδειξεν, ὅσα ξυναγείρατ’ Ὀδυσσεύς·καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ’ ἔτι βόσκοι,ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.τὸν δ’ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖοἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖανἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.ὡς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδηἄγχι μάλ’, οὐδ’ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴηςδηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,ἱστίη τ’ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.τοῦδ’ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ’ Ὀδυσσεύς,τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ’ ἱσταμένοιο.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·αἷ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶραἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.ἀλλά μοι ὧδ’ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·οὔτ’ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆςτεύξη, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσ’ ἐνὶ οἴκῳοἷος Ὀδυσσεὺς ἔσκε μετ’ ἀνδράσιν, εἴ ποτ’ ἔην γε,ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δ’ εὐνήν,δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,ὥς κ’ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.ἠῶθεν δὲ μάλ’ ἦρι λοέσσαι τε χρῖσαί τε,ὥς κ’ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηταιἥμενος ἐν μεγάρῳ· τῷ δ’ ἄλγιον ὅς κεν ἐκείνωντοῦτον ἀνιάζηῃ θυμοφθόρος· οὐδέ τι ἔργονἐνθάδ’ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶνἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,εἴ κεν ἀὐσταλέος κακὰ εἱμένος ἐν μεγάροισιδαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε’ ὀπίσσωζωῷ, ἀτὰρ τεθνεῶτί γ’ ἐφεψιόωνται ἅπαντες·ὃς δ’ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,τοῦ μέν τε κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσιπάντας ἐπ’ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,ἡ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόενταἤχθεθ’, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντανοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,κείω δ’ ὡς τὸ πάρος περ ἀΐπνους νύκτας ἴαυον·πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃἄεσα καί τ’ ἀνέμεινα ἐϋθρονον Ἠῶ δῖαν.οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷγίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιοτάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,εἰ μή τις γρηῦς ἐστι παλαιή, κεδνὰ ἰδυῖα,ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τ’ ἐγώ περ·τῇ δ’ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·ξεῖνε φίλ’. οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδεξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,ὡς σὺ μάλ’ εὐφραδέως πεπνυμένα πάντ’ ἀγορεύεις·ἔστι δέ μοι γρηῦς πυκινὰ φρεσὶ μήδε’ ἔχουσα,ἣ κεῖνον δύστηνον ἐὺ τρέφεν ἠδ’ ἀτίταλλε,δεξαμένη χείρεσσ’, ὅτε μιν πρῶτον τέκε μήτηρ,ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.ἀλλ’ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,νίψον σοῖο ἄνακτος ὁμήλικας. καί που Ὀδυσσεὺςἤδη τοιόσδ’ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·αἷψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.Ἃς ἄρ’ ἔφη, γρηὺς δὲ κατέσχετο χερσὶ πρόσωπα,δάκρυα δ’ ἔκβαλε θερμά, ἔπος δ’ ὀλοφυδνὸν ἔειπεν·ᾧ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἢ σε περὶ Ζεὺςἀνθρώπων ἔχθαιρε θεουδέα θυμὸν ἔχοντα.οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳπίονα μηρία κῆ’ οὐδ’ ἐξαίτους ἑκατόμβας,ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιογῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκεςξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθ’ ἵκοιτο,ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ’ ἀλεείνωνοὐκ ἐάᾳς νίζειν’ ἐμὲ δ’ οὐκ ἀέκουσαν ἄνωγεκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.τῷ σε πόδας νίψω ἅμα τ’ αὐτῆς Πηνελοπείηςκαὶ σέθεν εἵνεκ’, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸςκήδεσιν. ἀλλ’ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ’ ἵκοντο,ἀλλ’ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαιὡς σὺ δέμας φωνήν τε πόδας τ’ Ὀδυσῆϊ ἔοικας.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσινἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊνἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ’ ἀγορεύεις.Ὃς ἄρ’ ἔφη, γρηὺς δὲ λέβηθ’ ἕλε παμφανόωντα,τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δ’ ἐνεχεύατο πουλὺψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺςἵζεν ἐπ’ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετ’ αἷψα·αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσαοὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.νίζε δ’ ἄρ’ ἄσσον ἰοῦσα ἄναχθ’ ἑόν· αὐτίκα δ’ ἔγνωοὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντιΠαρνησόνδ’ ἐλθόντα μετ’ Αὐτόλυκόν τε καὶ υἷας,μητρὸς ἑῆς πατέρ’ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστοκλεπτοσύνῃ θ’ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκενἙρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖενἀρνῶν ἠδ’ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμ’ ὀπήδει.Αὐτόλυκος δ’ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμονπαῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκεπαυομένῳ δόρποιο, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·Αὐτόλυκ’, αὐτὸς νῦν ὄνομ’ εὕρεο ὅττι κε θῆαιπαιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστι.Τὴν δ’ αὖτ’ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθ’ ὄνομ’ ὅττι κεν εἴπω·πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδ’ ἱκάνω,ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·τῷ δ’ Ὀδυσεὺς ὄνομ’ ἔστω ἐπώνυμον. αὐτὰρ ἐγώ γε,ὁππότ’ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμαἔλθῃ Παρνησόνδ’, ὅθι πού μοι κτήματ’ ἔασι,τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντ’ ἀποπέμψω.Τῶν ἕνεκ’ ἦλθ’ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.τὸν μὲν ἄρ’ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιοχερσίν τ’ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·μήτηρ δ’ Ἀμφιθέη μητρὸς περιφῦσ’ Ὀδυσῆϊκύσσ’ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.Αὐτόλυκος δ’ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισιδεῖπνον ἐφοπλίσσαι· τοὶ δ’ ὀτρύνοντος ἄκουσαν,αὐτίκα δ’ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·τὸν δέρον ἀμφί θ’ ἕπον, καί μιν διέχευαν ἅπαντα,μίστυλλόν τ’ ἄρ’ ἐπισταμένως πεῖράν τ’ ὀβελοῖσιν,ὥπτησάν τε περιφραδέως δάσσαντό τε μοίρας.ὡς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταδαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἦώς,βάν ῥ’ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶυἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺςἤϊεν· αἰπὺ δ’ ὄρος προσέβαν καταειμένον ὕλῃΠαρνησοῦ, τάχα δ’ ἵκανον πτύχας ἠνεμοέσσας.Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούραςἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,οἱ δ’ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δ’ ἄρ’ αὐτῶνἴχνι’ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθενυἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺςἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.ἔνθα δ’ ἄρ’ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·τὴν μὲν ἄρ’ οὔτ’ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,οὔτ’ ὄμβρος περάασκε διαμπερές· ὡς ἄρα πυκνὴἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.τὸν δ’ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,ὡς ἐπάγοντες ἐπῇσαν’ ὁ δ’ ἀντίος ἐκ ξυλόχοιο,φρίξας εὖ λοφιήν, πῦρ δ’ ὀφθαλμοῖσι δεδορκώς,στὴ ῥ’ αὐτῶν σχεδόθεν· ὁ δ’ ἄρα πρώτιστος Ὀδυσσεὺςἔσσυτ’ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦςγουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντιλικριφὶς ἀΐξας, οὐδ’ ὀστέον ἵκετο φωτός.τὸν δ’ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·κὰδ δ’ ἔπεσ’ ἐν κονίῃσι μακών, ἀπὸ δ’ ἔπτατο θυμός.τὸν μὲν ἄρ’ Αὐτολύκου παῖδες φίλοι ἀμφιπένοντο,ὠτειλὴν δ’ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιοδῆσαν ἐπισταμένως, ἐπαοιδῇ δ’ αἷμα κελαινὸνἔσχεθον, αἶψα δ’ ἵκοντο φίλου πρὸς δώματα πατρός.τὸν μὲν ἄρ’ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιοεὖ ἰησάμενοι ἠδ’ ἀγλαὰ δῶρα πορόντεςκαρπαλίμως χαίροντα φίλην ἐς πατρίδ’ ἔπεμπονεἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρχαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἅπαντα,οὐλὴν ὅττι πάθοι· ὁ δ’ ἄρα σφίσιν εὖ κατέλεξενὥς μιν θηρεύοντ’ ἔλασεν σῦς λευκῷ ὀδόντι,Παρνησόνδ’ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.Τὴν γρηὺς χείρεσσι καταπρηνέσσι λαβοῦσαγνῶ ῥ’ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,ἂψ δ’ ἑτέρωσ’ ἐκλίθη· τὸ δ’ ἐπὶ χθονὸς ἐξέχυθ’ ὕδωρ.τὴν δ’ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσεδακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·ἣ μάλ’ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σ’ ἐγώ γεπρὶν ἔγνων, πρὶν πάντα ἄνακτ’ ἐμὸν ἀμφαφάασθαι.Ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.ἡ δ’ οὔτ’ ἀθρῆσαι δύνατ’ ἀντίη οὔτε νοῆσαι·τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺςχείρ’ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,τῇ δ’ ἑτέρῃ ἕθεν ἄσσον ἐρύσσατο φώνησέν τε·μαῖα, τίη μ’ ἐθέλεις ὀλέσαι; σὺ δέ μ’ ἔτρεφες αὐτὴτῷ σῷ ἐπὶ μαζῷ· νῦν δ’ ἄλγεα πολλὰ μογήσαςἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.ἀλλ’ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,σίγα, μή τίς τ’ ἄλλος ἐνὶ μεγάροισι πύθηται.ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·εἴ χ’ ὑπ’ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότ’ ἂν ἄλλαςδμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.Τὸν δ’ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ’ ἐπιεικτόν,ἕξω δ’ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·εἴ χ’ ὑπὸ σοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,αἵ τέ σ’ ἀτιμάζουσι καὶ αἱ νηλίτιδές εἰσι.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομ’ ἑκάστην·ἀλλ’ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.Ἃς ἄρ’ ἔφη, γρηὺς δὲ διὲκ μεγάροιο βεβήκειοἰσομένη ποδάνιπτρα’ τὰ γὰρ πρότερ’ ἔκχυτο πάντα.αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπ’ ἐλαίῳ,αὖτις ἄρ’ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺςθερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.τοῖσι δὲ μύθων ἄρχε περίφρων Πηνελόπεια·ξεῖνε, τὸ μέν σ’ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·καὶ γὰρ δὴ κοίτοιο τάχ’ ἔσσεται ἡδέος ὥρη,ὅν τινά γ’ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·ἤματα μὲν γὰρ τέρπομ’ ὀδυρομένη, γοόωσα,ἔς τ’ ἐμὰ ἔργ’ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·αὐτὰρ ἐπεὶ νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφ’ ἁδινὸ κῆρὀξεῖαι μελεδῶναι ὀδυρομένην ἐρέθουσιν.ὡς δ’ ὅτε Πανδαρέου κούρη, χλωρηὶς ἀηδών,καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,παῖδ’ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷκτεῖνε δι’ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,ὡς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,κτῆσιν ἐμήν, δμῳάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,εὐνήν τ’ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,ἢ ἤδη ἅμ’ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστοςμνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα,παῖς δ’ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,γήμασθ’ οὔ μ’ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·νῦν δ’ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,καὶ δή μ’ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.ἀλλ’ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσινἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·ἐλθὼν δ’ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείληςπᾶσι κατ’ αὐχέν ἔαξε καὶ ἔκτανεν· οἱ δ’ ἐκέχυντοἀθρόοι ἐν μεγάροις, ὃ δ’ ἐς αἰθέρα δῖαν ἀέρθη.αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,ἀμφὶ δ’ ἔμ’ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,οἴκτρ’ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.ἃψ δ’ ἐλθὼν κατ’ ἄρ’ ἕζετ’ ἐπὶ προὔχοντι μελάθρῳ,φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·οὐκ ὄναρ, ἀλλ’ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνιςἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.ὡς ἔφατ’, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησαπυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρονἄλλῃ ἀποκλίναντ’, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺςπέφραδ’ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετ’ ὄλεθροςπᾶσι μάλ’, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύζξει.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·ξεῖν’, ἢ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοιγίγνοντ’, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ’ ἐλέφαντιτῶν οἱ μέν κ’ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,οἵ ῥ’ ἐλεφαίρονται, ἔπε’ ἀκράαντα φέροντες·οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,οἵ ῥ’ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.ἀλλ’ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρονἐλθέμεν· ἢ κ’ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μ’ Ὀδυσῆοςοἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσινἵστασχ’ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·στὰς δ’ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·ὃς δέ κε ῥηΐτατ’ ἐντανύσῃ βιὸν ἐν παλάμῃσικαὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,τῷ κεν ἅμ’ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμακουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,τοῦ ποτε μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδ’ Ὀδυσσεύς,πρὶν τούτους τόδε τόξον ἐύξοον ἀμφαφόωνταςνευρήν τ’ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·εἴ κ’ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισιτέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.ἀλλ’ οὐ γάρ πως ἔστιν ἀΐπνους ἔμμεναι αἰὲνἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκανἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.ἀλλ’ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσαλέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,αἰεὶ δάκρυσ’ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺςοἴχετ’ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδ’ ἐνὶ οἴκῳ,ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.Ὃς εἰποῦσ’ ἀνέβαιν’ ὑπερώϊα σιγαλόεντα,οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.ἐς δ’ ὑπερῷ’ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶκλαῖεν ἔπειτ’ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνονἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.