Classica Labs

← The Odyssey · Contents

Book 24 of 24

Book 24: Peace

The Ghosts of the Suitors in Hades—Ulysses and his Men Go to the House of Laertes—the People of Ithaca Come Out to Attack Ulysses, But Minerva Concludes a Peace.

Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτοἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶκαλὴν χρυσείην, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγειὧν ἐθέλει, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει·τῇ ῥ’ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.ὡς δ’ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιοτρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσινὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ’ ἀλλήλῃσιν ἔχονται,ὡς αἱ τετριγυῖαι ἅμ’ ἤϊσαν· ἄρχε δ’ ἄρα σφινἙρμείας ἀκάκητα κατ’ εὐρώεντα κέλευθα.πὰρ δ’ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,ἠδὲ παρ’ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρωνἤϊσαν· αἷψα δ’ ἵκοντο κατ’ ἀσφοδελὸν λειμῶνα,ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.Εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆοςκαὶ Πατροκλῆος καὶ ἀμύμονος ἈντιλόχοιοΑἴαντός θ’, ὃς ἄριστος ἔην εἶδός τε δέμας τετῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλεΐωνα.ὡς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲἤλυθ’ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαοἀχνυμένη· περὶ δ’ ἄλλαι ἀγηγέραθ’, ὅσσαι ἅμ’ αὐτῷοἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·Ἀτρεΐδη, περὶ μέν σ’ ἔφαμεν Διὶ τερπικεραύνῳἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσεςδήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε’ Ἀχαιοί.ἢ τ’ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεμοῖρ’ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤρα’ ὀπίσσω·νῦν δ’ ἄρα σ’ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.Τὸν δ’ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σ’ ἄλλοικτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,μαρνάμενοι περὶ σεῖο· σὺ δ’ ἐν στροφάλιγγι κονίηςκεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθ’· οὐδέ κε πάμπανπαυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.αὐτὰρ ἐπεί σ’ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸνὕδατί τε λιαρῷ καὶ ἀλείφατι’ πολλὰ δέ σ’ ἀμφὶδάκρυα θερμὰ χέον Δαναοὶ κείραντό τε χαίτας.μήτηρ δ’ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσινἀγγελίης ἀΐουσα’ βοὴ δ’ ἐπὶ πόντον ὀρώρειθεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·καί νύ κ’ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·ἴσχεσθ’, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσινἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.ὡς ἔφαθ’, οἱ δ’ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·ἀμφὶ δέ σ’ ἔστησαν κοῦραι ἁλίοιο γέροντοςοἴκτρ’ ὀλοφυρόμεναι, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν.Μοῦσαι δ’ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇθρήνεον· ἔνθα κεν οὔ τιν’ ἀδάκρυτόν γ’ ἐνόησαςἈργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρκλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τ’ ἄνθρωποι·ὀκτωκαιδεκάτῃ δ’ ἔδομεν πυρί, πολλὰ δέ σ’ ἀμφὶμῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.καίεο δ’ ἔν τ’ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷκαὶ μέλιτι γλυκερῷ· πολλοὶ δ’ ἥρωες Ἀχαιοὶτεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,πεζοί θ’ ἱππῆές τε πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,ἠῶθεν δή τοι λέγομεν λεύκ’ ὀστέ’,, Ἀχιλλεῦ,οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρχρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρονφάσκ’ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.ἐν τῷ τοι κεῖται λεύκ’ ὀστέα, φαίδιμ’ Ἀχιλλεῦ,μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,χωρὶς δ’ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντωντῶν ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα.ἀμφ’ αὐτοῖσι δ’ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβονχεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάωνἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴητοῖς οἱ νῦν γεγάασι καὶ οἱ μετόπισθεν ἔσονται.μήτηρ δ’ αἰτήσασα θεοὺς περικαλλέ’ ἄεθλα.θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησαςἡρώων, ὅτε κέν ποτ’ ἀποφθιμένου βασιλῆοςζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,οἵ’ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέ’ ἄεθλα,ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.ὡς σὺ μὲν οὐδὲ θανὼν ὄνομ’ ὥλεσας, ἀλλά τοι αἰεὶπάντας ἐπ’ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ·αὐτὰρ ἐμοὶ τί τόδ’ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρονΑἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,ἀγχίμολον δέ σφ’ ἦλθε διάκτορος ἀργειφόντης,ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων.τὼ δ’ ἄρα θαμβήσαντ’ ἰθὺς κίον, ὡς ἐσιδέσθην.ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαοπαῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτεπάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλωςκρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.ἢ ὕμμ’ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ’ ἐπὶ χέρσουβοῦς περιταμνομένους ἠδ’ οἰῶν πώεα καλά,ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ ΜενελάῳἼλιον εἰς ἅμ’ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;μηνὶ δ’ ἄρ’ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.Τὸν δ’ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·σοὶ δ’ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.μνώμεθ’ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·ἡ δ’ οὔτ’ ἠρνεῖτο στυγερὸν γάμον οὔτ’ ἐτελεύτα,ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,ἀλλὰ δόλον τόνδ’ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,λεπτὸν καὶ περίμετρον· ἄφαρ δ’ ἡμῖν μετέειπε·κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,μίμνετ’ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶροςἐκτελέσω, μή μοι μεταμώνια νήματ’ ὄληται,Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μινμοῖρ’ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,αἴ κεν ἄτερ σπείρου κῆται πολλὰ κτεατίσσας.ὡς ἔφαθ’, ἡμῖν δ’ αὖτ’ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα καὶ ἡματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,νύκτας δ’ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.ὡς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·ἀλλ’ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,μηνῶν φθινόντων, περὶ δ’ ἤματα πόλλ’ ἐτελέσθη,καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ἤδη,καὶ τήν γ’ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.ὡς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ’, ὑπ’ ἀνάγκης.εὖθ’ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,πλύνασ’, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,καὶ τότε δή ῥ’ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμωνἀγροῦ ἐπ’ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.ἔνθ’ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηὶ μελαίνῃ·τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντεἵκοντο προτὶ ἄστυ περικλυτόν, ἢ τοι Ὀδυσσεὺςὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθ’ ἡγεμόνευε.τὸν δὲ συβώτης ἦγε κακὰ χροὶ εἵματ’ ἔχοντα,πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντισκηπτόμενον’ τὰ δὲ λυγρὰ περὶ χροὶ εἵματα ἕστο·οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόνταἐξαπίνης προφανέντ’, οὐδ’ οἱ προγενέστεροι ἦσαν,ἀλλ’ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσιβαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·ἀλλ’ ὅτε δή μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο,σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε’ ἀείραςἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγετόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖονευρὴν ἐντανύσαι, πολλὸν δ’ ἐπιδευέες ἦμεν.ἀλλ’ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,ἔνθ’ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσιτόξον μὴ δόμεναι, μηδ’ εἰ μάλα πόλλ’ ἀγορεύοι,Τηλέμαχος δέ μιν οἷος ἐποτρύνων ἐκέλευσεν.αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,ῥηϊδίως δ’ ἐτάνυσσε βιόν, διὰ δ’ ἧκε σιδήρου,στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών, ταχέας δ’ ἐκχεύατ’ ὀϊστοὺςδεινὸν παπταίνων, βάλε δ’ Ἀντίνοον βασιλῆα.αὐτὰρ ἔπειτ’ ἄλλοις ἐφίει βέλεα στονόεντα,ἄντα τιτυσκόμενος· τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον.γνωτὸν δ’ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·αὐτίκα γὰρ κατὰ δώματ’ ἐπισπόμενοι μένεϊ σφῷκτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὄρνυτ’ ἀεικὴςκράτων τυπτομένων, δάπεδον δ’ ἅπαν αἵματι θῦεν.ὡς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθ’, ὧν ἔτι καὶ νῦνσώματ’ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθ’ ἑκάστου,οἵ κ’ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέωνκατθέμενοι γοάοιεν’ ὃ γὰρ γέρας ἐστὶ θανόντων.Τὸν δ’ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·ὄλβιε Λαέρταο πάϊ, πολυμήχαν’ Ὀδυσσεῦ,ἢ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν·ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,κούρῃ Ἰκαρίου’ ὡς εὖ μέμνητ’ Ὀδυσῆος,ἀνδρὸς κουριδίου. τῷ οἱ κλέος οὔ ποτ’ ὀλεῖταιἧς ἀρετῆς, τεύξουσι δ’ ἐπιχθονίοισιν ἀοιδὴνἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τ’ ἀοιδὴἔσσετ’ ἐπ’ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσαιθηλυτέρῃσι γυναιξί, καὶ ἥ κ’ εὐεργὸς ἔῃσιν.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,ἑσταύτ’ εἰν Ἀἴδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·οἱ δ’ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ’ ἀγρὸν ἵκοντοκαλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτ’ αὐτὸςΛαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλ’ ἐμόγησεν.ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντῃ,ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυονδμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.ἐν δὲ γυνὴ Σικελὴ γρηῦς πέλεν, ἥ ῥα γέρονταἐνδυκέως κομέεσκεν ἐπ’ ἀγροῦ, νόσφι πόληος.ἔνθ’ Ὀδυσεὺς ὁμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·ὑμεῖς μὲν νῦν ἔλθετ’ ἐϋκτίμενον δόμον εἴσω,δεῖπνον δ’ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,αἴ κέ μ’ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,ἧέ κεν ἀγνοιῇσι πολὺν χρόνον ἀμφὶς ἐόντα.Ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχε’ ἔδωκεν.οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺςἄσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.οὐδ’ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,οὐδέ τινα δμώων οὐδ’ υἱῶν· ἀλλ’ ἄρα τοί γεαἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκοςοἴχοντ’, αὐτὰρ ὃ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.τὸν δ’ οἷον πατέρ’ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶναῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείαςκνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,κειρῖδάς τ’ ἐπὶ χερσὶ βάτων ἕνεκ’· αὐτὰρ ὕπερθεναἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.τὸν δ’ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺςγήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,στὰς ἄρ’ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.μερμήριξε δ’ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνκύσσαι καὶ περιφῦναι ἑὸν πατέρ’, ἠδὲ ἕκασταεἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτ’ ἐς πατρίδα γαῖαν,ἢ πρῶτ’ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.ἢ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·ὦ γέρον, οὐκ ἀδαημονίη σ’ ἔχει ἀμφιπολεύεινὄρχατον, ἀλλ’ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ·αὐτόν σ’ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ’ ἅμα γῆραςλυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ’ οὔ σε κομίζει,οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαιεἶδος καὶ μέγεθος· βασιλῆι γὰρ ἀνδρὶ ἔοικας.τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,τεῦ δμώς εἰς ἀνδρῶν; τεῦ δ’ ὄρχατον ἀμφιπολεύεις;καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐὺ εἰδῶ,εἰ ἐτεόν γ’ Ἰθάκην τήνδ’ ἱκόμεθ’, ὥς μοι ἔειπενοὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδ’ ἰόντι,οὔ τι μάλ’ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκασταεἰπεῖν ἠδ’ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινονἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν,ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀἴδαο δόμοισιν.ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·ἄνδρα ποτ’ ἐξείνισσα φίλῃ ἐν πατρίδι γαίῃἡμέτερόνδ’ ἐλθόντα, καὶ οὔ πώ τις βροτὸς ἄλλοςξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·εὔχετο δ’ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκεΛαέρτην Ἀρκεισιάδην πατέρ’ ἔμμεναι αὐτῷ.τὸν μὲν ἐγὼ πρὸς δώματ’ ἄγων ἐὺ ἐξείνισσα,ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,καί οἱ δῶρα πόρον ξεινήϊα, οἵα ἐῴκει.χρυσοῦ μέν οἱ δῶκ’ εὐεργέος ἑπτὰ τάλαντα,δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,δώδεκα δ’ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,τόσσα δὲ φάρεα καλά, τόσους δ’ ἐπὶ τοῖσι χιτῶνας,χωρὶς δ’ αὗτε γυναῖκας ἀμύμονα ἔργα ἰδυίαςτέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.Τὸν δ’ ἠμείβετ’ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·ξεῖν’, ἦ τοι μὲν γαῖαν ἱκάνεις ἣν ἐρεείνεις,ὑβρισταὶ δ’ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσι.δῶρα δ’ ἐτώσια ταῦτα χαρίζεο, μυρί’ ὀπάζων·εἰ γάρ μιν ζωόν γ’ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,τῷ κέν σ’ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψεκαὶ ξενίῃ ἀγαθῇ· ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνονσὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδ’, εἴ ποτ’ ἔην γε,δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴηςἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἣ ἐπὶ χέρσουθηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετ’· οὐδέ ἑ μήτηρκλαῦσε περιστείλασα πατήρ θ’, οἵ μιν τεκόμεσθα·οὐδ’ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,κώκυσ’ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,ὀφθαλμοὺς καθελοῦσα’ τὸ γὰρ γέρας ἐστὶ θανόντων.καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐὺ εἰδῶ·τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;ποῦ δαὶ νηῦς ἕστηκε θοή, ἥ σ’ ἤγαγε δεῦροἀντιθέους θ’ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθαςνηὸς ἐπ’ ἀλλοτρίης, οἱ δ’ ἐκβήσαντες ἔβησαν;Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·τοιγὰρ ἐγώ τοι πάντα μάλ’ ἀτρεκέως καταλέξω.εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·αὐτὰρ ἐμοί γ’ ὄνομ’ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμωνπλάγξ’ ἀπὸ Σικανίης δεῦρ’ ἐλθέμεν οὐκ ἐθέλοντα·νηῦς δέ μοι ἥδ’ ἕστηκεν ἐπ’ ἀγροῦ νόσφι πόληος.αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,δύσμορος· ἢ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δ’ ἔτι νῶϊν ἐώλπειμίξεσθαι ξενίῃ ἠδ’ ἀγλαὰ δῶρα διδώσειν.Ὣς φάτο, τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·ἀμφοτέρῃσι δε χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσανχεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.τοῦ δ’ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδηδριμὺ μένος προὔτυψε φίλον πατέρ’ εἰσορόωντι.κύσσε δέ μιν περιφὺς ἐπιάλμενος ἠδὲ προσηύδα·κεῖνος μέν τοι ὅδ’ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.ἀλλ’ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.Τὸν δ’ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδ’ ἱκάνεις,σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,τὴν ἐν Παρνησῷ μ’ ἔλασεν σῦς λευκῷ ὀδόντιοἰχόμενον’ σὺ δέ με προΐεις καὶ πότνια μήτηρἐς πατέρ’ Αὐτόλυκον μητρὸς φίλον, ὄφρ’ ἂν ἑλοίμηνδῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.εἰ δ’ ἄγε τοι καὶ δένδρε’ ἐϋκτιμένην κατ’ ἀλωὴνεἴπω, ἅ μοί ποτ’ ἔδωκας, ἐγὼ δ’ ἤτεόν σε ἕκασταπαιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δ’ αὐτῶνἱκνεύμεσθα, σὺ δ’ ὠνόμασας καὶ ἔειπες ἕκαστα.ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,συκέας τεσσαράκοντ’· ὄρχους δέ μοι ὧδ’ ὀνόμηναςδώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστοςἤην· ἔνθα δ’ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν,ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.Ὣς φάτο, τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἧτορ,σήματ’ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδ’ Ὀδυσσεύς·ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε’ τὸν δὲ ποτὶ οἵεἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.αὐτὰρ ἐπεί ῥ’ ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·Ζεῦ πάτερ, ἦ ῥα ἔτ’ ἐστὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.νῦν δ’ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντεςἐνθάδ’ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲπάντῃ ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.ἀλλ’ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτηνπροὔπεμψ’, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.Ὃς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.οἱ δ’ ὅτε δή ῥ’ ἵκοντο δόμους εὖ ναιετάοντας,εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτηνταμνομένους κρέα πολλὰ κερῶντάς τ’ αἴθοπα οἶνον.Τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,ἀμφὶ δ’ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνηἄγχι παρισταμένη μέλε’ ἤλδανε ποιμένι λαῶν,μείζνα δ’ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.ἐκ δ’ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάωνεἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.Τὸν δ’ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισι,τεύχε’ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνεινἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατ’ ἔλυσαπολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.οἱ δ’ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,ἑξείης ἕζντο κατὰ κλισμούς τε θρόνους τε.ἔνθ’ οἱ μὲν δείπνῳ ἐπεχείρεον· ἀγχίμολον δὲἦλθ’ ὁ γέρων Δολίος, σὺν δ’ υἱεῖς τοῖο γέροντος,ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεμήτηρ, γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέρονταἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.οἱ δ’ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺςμειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·ὦ γέρον, ἵζ’ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτεςμίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.Ὃς ἄρ’ ἔφη, Δολίος δ’ ἰθὺς κίε χεῖρε πετάσσαςἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ φίλ’, ἐπεὶ νόστησας ἐελδομένοισι μάλ’ ἡμῖνοὐδ’ ἔτ’ ὀϊομένοισι, θεοὶ δέ σε ἤγαγον αὐτοί,οὗλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐὺ εἰδῶ,ἢ ἤδη σάφα οἷδε περίφρων Πηνελόπειανοστήσαντά σε δεῦρ’, ἣ ἄγγελον ὀτρύνωμεν.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ γέρον, ἤδη οἷδε· τί σε χρὴ ταῦτα πένεσθαι;Ὣς φάθ’, ὁ δ’ αὖτις ἄρ’ ἕζετ’ ἐϋξέστου ἐπὶ δίφρου.ὡς δ’ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφ’ Ὀδυσῆαδεικανόωντ’ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,ἑξείης δ’ ἔζντο παραὶ Δολίον, πατέρα σφόν.Ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·Ὄσσα δ’ ἄρ’ ἄγγελος ὦκα κατὰ πτόλιν οἴχετο πάντῃ,μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ’ ἐνέπουσα.οἱ δ’ ἄρ’ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλοςμυχμῷ τε στοναχῇ τε δόμων προπάροιθ’ Ὀδυσῆος,ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,τοὺς δ’ ἐξ ἀλλάων πολίων οἵκόνδε ἕκαστονπέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·αὐτοὶ δ’ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο,τοῖσιν δ’ Εὐπείθις ἀνά θ’ ἵστατο καὶ μετέειπε·παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδε μήσατ’ Ἀχαιούς·τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺςὥλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δ’ ὤλεσε λαούς,τοὺς δ’ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ’ ἀρίστους.ἀλλ’ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαιἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,ἴομεν· ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ’ αἰεί·λώβη γὰρ τάδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆαςτισόμεθ’. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτοζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.ἀλλ’ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.Ὣς φάτο δάκρυ χέων, οἶκτος δ’ ἕλε πάντας Ἀχαιούς.ἀγχίμολον δέ σφ’ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸςἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,ἔσταν δ’ ἐν μέσσοισι· τάφος δ’ ἕλεν ἄνδρα ἕκαστον.τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺςἀθανάτων ἀέκητι θεῶν τάδε μήσατο ἔργα·αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥ’ Ὀδυσῆϊἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ’ Ὀδυσῆοςφαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνωνθῦνε κατὰ μέγαρον· τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον.Ὣς φάτο, τοὺς δ’ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ἥρει.τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως ἈλιθέρσηςΜαστορίδης· ὁ γὰρ οἷος ὅρα πρόσσω καὶ ὀπίσσω·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·οὐ γὰρ ἐμοὶ πείθεσθ’, οὐ Μέντορι ποιμένι λαῶν,ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,οἱ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτινἀνδρὸς ἀριστῆος· τὸν δ’ οὐκέτι φάντο νέεσθαι.καὶ νῦν ὧδε γένοιτο· πίθεσθέ μοι ὡς ἀγορεύω·μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.Ὣς ἔφαθ’, οἱ δ’ ἄρ’ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷἡμίσεων πλείους· τοὶ δ’ ἀθρόοι αὐτόθι μίμνον·οὐ γάρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλ’ Εὐπείθειπείθοντ’· αἶψα δ’ ἔπειτ’ ἐπὶ τεύχεα ἐσσεύοντο.αὐτὰρ ἐπεί ῥ’ ἕσσαντο περὶ χροὶ νώροπα χαλκόν,ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.τοῖσιν δ’ Εὐπείθης ἡγήσατο νηπιέῃσι·φῆ δ’ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδ’ ἄρ’ ἔμελλενἂψ ἀπονοστήσειν, ἀλλ’ αὐτοῦ πότμον ἐφέψειν.αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,εἰπέ μοι εἰρομένη, τί νύ τοι νόος ἔνδοθι κεύθει;ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴντεύξεις, ἢ φιλότητα μετ’ ἀμφοτέροισι τίθησθα;Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;ἔρξον ὅπως ἐθέλεις· ἐρέω δέ τοι ὡς ἐπέοικεν.ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,ἡμεῖς δ’ αὖ παίδων τε κασιγνήτων τε φόνοιοἔκλησιν θέωμεν· τοὶ δ’ ἀλλήλους φιλεόντωνὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.Ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα.Οἱ δ’ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,τοῖς ἄρα μύθων ἄρχε πολύτλας δῖος Ὀδυσσεύς·ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.ὡς ἔφατ’· ἐκ δ’ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευε,στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας.αἶψα δ’ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·οἵδε δὴ ἐγγὺς ἔασ’· ἀλλ’ ὁπλιζώμεθα θᾶσσον.ὡς ἔφαθ’, οἱ δ’ ὄρνυντο καὶ ἐν τεύχεσσι δύοντο,τέσσαρες ἀμφ’ Ὀδυσῆ’, ἐξ δ’ υἱεῖς οἱ Δολίοιο·ἐν δ’ ἄρα Λαέρτης Δολίος τ’ ἐς τεύχε’ ἔδυνον,καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.αὐτὰρ ἐπεί ῥ’ ἕσσαντο περὶ χροὶ νώροπα χαλκόν,ὥϊξάν ῥα θύρας, ἐκ δ’ ἤϊον, ἄρχε δ’ Ὀδυσσεύς.Τοῖσι δ’ ἐπ’ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·αἷψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·Τηλέμαχ’, ἤδη μὲν τόδε γ’ εἴσεαι αὐτὸς ἐπελθών,ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,μή τι καταισχύνειν πατέρων γένος, οἱ τὸ πάρος περἀλκῇ τ’ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπ’ αἶαν.Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὄψεαι, αἴ κ’ ἐθέλῃσθα, πάτερ φίλε, τῷδ’ ἐπὶ θυμῷοὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.Ὣς φάτο, Λαέρτης δ’ ἐχάρη καὶ μῦθον ἔειπε·τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·υἱός θ’ υἱωνός τ’ ἀρετῆς πέρι δῆριν ἔχουσι.Τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθ’ ἑταίρων,εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὲ πατρί,αἶψα μάλ’ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.Ὣς φάτο, καί ῥ’ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη.εὐξάμενος δ’ ἄρ’ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,αἶψα μάλ’ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν Ἐὐπείθεα κόρυθος διὰ χαλκοπαρήου.ἡ δ’ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός·δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.ἐν δ’ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,ἤνυσεν φωνῇ, κατὰ δ’ ἔσχεθε λαὸν ἅπαντα·ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.Ὣς φάτ’ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλε·τῶν δ’ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,πάντα δ’ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο·σμερδαλέον δ’ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,οἴμησεν δὲ ἀλεὶς ὥς τ’ αἰετὸς ὑψιπετήεις.καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,κὰδ δ’ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.δὴ τότ’ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,μή πώς τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.Ὣς φάτ’ Ἀθηναίη, ὁ δ’ ἐπείθετο, χαῖρε δὲ θυμῷ.ὅρκια δ’ αὖ κατόπισθε μετ’ ἀμφοτέροισιν ἔθηκεΠαλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

↑ Top