Book 1 of 24
Book 1: The quarrel of Achilles and Agamemnon
Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆοςοὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε,πολλὰς δ’ ἰφθίμους ψυχὰς Αἴδι προΐαψενἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσινοἰωνοῖσί τε πᾶσι, Διὸς δ’ ἐτελείετο βουλή,ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντεἈτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.Τίς τ’ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;Λητοῦς καὶ Διὸς υἱός· ὁ γὰρ βασιλῆϊ χολωθεὶςνοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί,οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆραἈτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶνλυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι ἄποινα,στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνοςχρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντεςἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ’ οἴκαδ’ ἱκέσθαι·παῖδα δ’ ἐμοὶ λύσαιτε φίλην, τὰ δ’ ἄποινα δέχεσθαν,ἁζόμενοι Διὸς υἱὸν ἑκηθόλον Ἀπόλλωνα.Ἔθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶαἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείωἢ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰόντα,μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισινἡμετέρῳ ἐνὶ οἴκῳ, ἐν Ἄργεϊ, τηλόθι πάτρης,ἱστὸν ἐποιχομένην͵ καὶ ἐμὸν λέχος ἀντιόωσαν·ἀλλ’ ἴθι, μή μ’ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.Ὣς ἔφατ’, ἔδεισεν δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ·βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ ὁ γεραιὸςἈπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ;κλῦθί μευ, ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκαςΚίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα,ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηαταύρων ἠδ’ αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ·τείσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων,βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,τόξ’ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοὶ ἐπ’ ὤμων χωομένοιο,αὐτοῦ κινηθέντος· ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς.ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν, μετὰ δ’ ἰὸν ἕηκε·δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο·οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶςβάλλ’· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾥχετο κῆλα θεοῖο,τῇ δεκάτῃ δ’ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς·τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.οἱ δ’ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο,τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐωἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα,ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν,ὅς κ’ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,εἴτ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται εἴθ’ ἑκατόμβης,αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείωνβούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.Ἤτοι ὅ γ’ ὡς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστηΚάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ’ ἄριστος,ὃς ἤδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα,καὶ νήεσσ’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσωἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·ὦ Ἀχιλεῦ, κέλεαί με, Διὲ φίλε, μυθήσασθαιμῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσονἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·ἢ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντωνἈργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψη,ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·οὐ μὰ γὰρ Ἀπόλλωνα Διὶ φίλον, ᾧ τε σύ, Κάλχαν,εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιοσοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσεισυμπάντων Δαναῶν, οὐδ’ ἣν Ἀγαμέμνονα εἴπῃς,ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.Καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·οὔτ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὔϑ’ ἑκατόμβης,ἀλλ’ ἕνεκ’ ἀρητῆρος, ὃν ἠτίμησ’ Ἀγαμέμνωνοὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα,τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος ἠδ’ ἔτι δώσει·οὐδ’ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει,πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρηνἀπριάτην ἀνάποινον, ἄγειν θ’ ἱερὴν ἑκατόμβηνἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.Ἤτοι ὅ γ’ ὡς εἰπὼν κατ’ ἄρ’ ἕζετο’ τοῖσι δ’ ἀνέστηἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφὶ μέλαιναιπίμπλαντ’, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·Κάλχαντα πρώτιστα κάκ’ ὀσσόμενος προσέειπε·ἡ μάντι κακῶν, οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,ἐσθλὸν δ’ οὔτε τί πω εἶπας ἔπος οὔτ’ ἐτέλεσσας·καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύειςὡς δὴ τοῦδ’ ἕνεκά σφιν ἑκηβέλος ἄλγεα τεύχει,οὕνεκ’ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά’ ἄποιναοὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴνοἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλακουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,οὐ δέμας οὐδὲ φυήν, οὔτ’ ἂρ φρένας οὔτέ τι ἔργα.ἀλλὰ καὶ ὡς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ’ ἄμεινον·βούλομ’ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατ’, ὄφρα μὴ οἷοςἈργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·λεύσσετε γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ.Τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων,πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν.ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶτριπλῇ τετραπλῇ τ’ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺςδῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων’μὴ δὴ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ,κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.ἢ ἐθέλεις, ὄφρ’ αὐτὸς ἔχης γέρας, αὐτὰρ ἔμ’ αὔτωςἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ’ ἀποδοῦναι;ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί,ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται·εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαιἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆοςἄξω ἑλών· ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.ἀλλ’ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,ἐν δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ’ ἑκατόμβηνθείομεν, ἂν δ’ αὐτὴν Χρυσηΐδα καλλιπάρῃονβήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺςἠὲ σύ, Πηλεΐδη, πάντων ἐκπαγλότατ’ ἀνδρῶν,ὄφρ’ ἡμῖν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·ὦ μοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον,πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶνἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἴφι μάχεσθαι;οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον αἰχμητάωνδεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἶσιν·οὐ γάρ πώ ποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,οὐδέ ποτ’ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃκαρπὸν ἐδηλήσαντ’, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺοὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·ἀλλὰ σοί, ὦ μέγ’ ἀναιδές, ἅμ’ ἑσπόμεθ’, ὄφρα σὺ χαίρῃς,τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα,πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις·καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ’ ἈχαιοὶΤρώων ἐκπέρσωσ’ εὖ ναιόμενον πτολίεθρον·ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιοχεῖρες ἐμαὶ διέπουσ’· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ’ ὀλίγον τε φίλον τεἔρχομ’ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.νῦν δ’ εἶμι Φθίηνδ’, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστινοἴκαδ’ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ’ ὀΐωἐνθάδ’ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.Τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·φεῦγε μάλ’, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ’ ἔγωγελίσσομαι εἵνεκ’ ἐμεῖο μένειν· πάρ’ ἔμοιγε καὶ ἄλλοιοἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ’ ἔδωκεν·οἴκαδ’ ἰὼν σὺν νηυσί τε σῆς καὶ σοῖς ἑτάροισιΜυρμιδόνεσσιν ἄνασσε, σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω,οὐδ’ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·ὡς ἔμ’ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιπέμψω, ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃοναὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας, ὄφρ’ ἐὺ εἰδῇςὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλοςἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.Ὣς φάτο Πηλεΐωνι δ’ ἄχος γένετ’, ἐν δέ οἱ ἦτορστήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦτοὺς μὲν ἀναστήσειεν, ὁ δ’ Ἀτρεΐδην ἐναρίζοι,ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.ἧος ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ’ Ἀθήνηοὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη,ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωναοἴῳ φαινομένη· τῶν δ’ ἄλλων οὔ τις ὁρᾶτο·θάμβησεν δ’ Ἀχιλεύς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνωΠαλλάδ’ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·τίπτ’ αὖτ’, αἰγιόχοιο Διὸς τέκος, εἰλήλουθας;ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·ἧς ὑπεροπλίῃσι τάχ’ ἄν ποτε θυμὸν ὀλέσσῃ.Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,οὐρανόθεν· πρὸ δέ μ’’ ἧκε θεὰ λευκώλενος Ἥρηἄμφω ὁμῶς θυμῷ φνλέουσά τε κηδομένη τε·ἀλλ’ ἄγε λῆγ’ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶραὕβριος εἵνεκα τῆσδε· σὺ δ’ ἴσχεο, πείθεο δ’ ἡμῖν.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·χρὴ μὲν σφωΐτερόν γε, θεά, ἔπος εἰρύσσασθαικαὶ μάλα περ θυμῷ κεχολωμένον’ ὧς γὰρ ἄμεινον·ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ’ ἔκλυον αὐτοῦ.Ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,ἂψ δ’ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ’ ἀπίθησεμύθῳ Ἀθηναίης· ἡ δ’ Οὔλυμπόνδε βεβήκειδώματ’ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.Πηλεΐδης δ’ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσινἈτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο,οὔτε ποτ’ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναιοὔτε λόχονδ’ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶντέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.ἢ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶνδῶρ’ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·δημοβόρος βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·ἢ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο.ἀλλ’ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζουςφύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,οὐδ’ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψεφύλλα τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶνἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμισταςπρὸς Διὸς εἰρύαται· ὁ δέ τοι μέγας ἔσσεται ὅρκος·ἢ ποτ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶνσύμπαντας· τότε δ’ οὔ τι δυνήσεαι ἀχνύμενός περχραισμεῖν, εὖτ’ ἂν πολλοὶ ὑφ’ Ἕκτορος ἀνδροφόνοιοθνήσκοντες πίπτωσι· σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξειςχωόμενος ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτεισας.Ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃχρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ’ αὐτός·Ἀτρεΐδης δ’ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητής,τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·τῷ δ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπωνἐφθίαθ’, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ’ ἐγένοντοἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδεςἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ,εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,οἱ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ’ ἐστὲ μάχεσθαι.ἀλλὰ πίθεσθ’. ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖνἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ’ οἵ γ’ ἀθέριζον.οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,οἷον Πειρίθοόν τε Δρύαντά τε, ποιμένα λαῶν,Καινέα τ’ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον,Θησέα τ’ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο,φηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν.καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών,τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·καὶ μαχόμην κατ’ ἔμ’ αὐτὸν ἐγώ· κείνοισι δ’ ἂν οὔ τιςτῶν οἱ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·ἀλλὰ πίθεσθε καὶ ὕμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,ἀλλ’ ἔα, ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·μήτε σύ, Πηλεΐδη, ἔθελ’ ἐριζέμεναι. βασιλῆϊἀντιβίην, ἐπεὶ οὔ ποθ’ ὁμοίης ἔμμορε τιμῆςσκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ,ἀλλ’ ὅ γε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει.Ἀτρεΐδη, σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγελίσσομ’ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσινἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες·ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ’ ἀνάσσειν,πᾶσι δὲ σημαίνειν, ἅ τιν’ οὐ πείσεσθαι ὀΐω·εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες,τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;Τὸν δ’ ἄρ’ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·ἢ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην,εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττι κεν εἴπῃς·ἄλλοισιν δὴ ταῦτ’ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγεσήμαιν’· οὐ γὰρ ἔγωγ’ ἔτι σοὶ πείσεσθαι ὀΐω.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι·χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρηςοὔτε σοὶ οὔτε τῳ ἄλλῳ, ἐπεί μ’ ἀφέλεσθέ γε δόντες·τῶν δ’ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηὶ μελαίνῃ,τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·εἰ δ’ ἄγε μὴν πείρησαι, ἵνα γνώωσι καὶ οἵδε·αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.Ὣς τώ γ’ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσινἀνστήτην, λῦσαν δ’ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσαςἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·Ἀτρεΐδης δ’ ἄρα νῆα θοὴν ἅλαδε προέρυσσεν,ἐν δ’ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ’ ἑκατόμβηνβῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃονεἶσεν ἄγων· ἐν δ’ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.Οἱ μὲν ἔπειτ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,καοὺς δ’ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·οἱ δ’ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,ἕρδον δ’ Ἀπόλλωνι τεληέσσας ἑκατόμβαςταύρων ἠδ’ αἰγῶν παρὰ θῖν ἁλὸς ἀτρυγέτοιο·κνίση δ’ οὐρανὸν ἵκεν ἑλισσομένη περὶ καπνῷ.Ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ’ Ἀγαμέμνωνλῆγ’ ἔριδος, τὴν πρῶτον ἐπηπείλησ’ Ἀχιλῆϊ,ἀλλ’ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαιἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.Ὣς εἰπὼν προΐει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·τὼ δ’ ἀέκοντε βάτην παρὰ θῖν ἁλὸς ἀτρυγέτοιο,Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην.τὸν δ’ εὗρον παρά τε κλισίῃ καὶ νηὶ μελαίνῃἥμενον· οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆαστήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο·αὐτὰρ ὁ ἔγνω ἧσιν ἐνὶ φρεσὶ φώνησέν τε·χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,ἄσσον ἴτ’· οὔ τί μοι ὕμμες ἐπαίτιοι, ἀλλ’ Ἀγαμέμνων,ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.ἀλλ’ ἄγε, διογενὲς Πατρόκλεες, ἔξαγε κούρηνκαί σφωϊν δὸς ἄγειν· τὼ δ’ αὐτὼ μάρτυροι ἔστωνπρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων,καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος, εἴ ποτε δὴ αὖτεχρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναιτοῖς ἄλλοις· ἦ γὰρ ὅ γ’ ὀλοιῇσι φρεσὶ θύει,οὐδέ τι οἷδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ,ἐκ δ’ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,δῶκε δ’ ἄγειν· τὼ δ’ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·ἡ δ’ ἀέκουσ’ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺςδακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,θῖν ἔφ’ ἁλὸς πολιῆς, ὁρόων ἐπ’ ἀπείρονα πόντον·πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·μῆτερ, ἐπεί μ’ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαιΖεὺς ὑψιβρεμέτης· νῦν δ’ οὐδέ με τυτθὸν ἔτεισεν·ἢ γάρ μ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.Ὣς φάτο δάκρυ χέων, τοῦ δ’ ἔκλυε πότνια μήτηρἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·καρπαλίμως δ’ ἀνέδυ πολιῆς ἁλὸς ἠΐτ’ ὀμίχλη,καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο δάκρυ χέοντος,χειρί τέ μιν κατέρεξεν, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.Τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·οἶσθα· τίη τοι ταῦτα ἰδυίη πάντ’ ἀγορεύω;φχόμεθ’ ἐς Θήβην, ἱερὴν πόλιν Ἠετίωνος,τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,ἐκ δ’ ἔλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.Χρύσης δ’ αὖθ’ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνοςἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνωνλυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα,στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνοςχρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν.ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶαἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·χωόμενος δ’ ὁ γέρων πάλιν ᾥχετο’ τοῖο δ’ Ἀπόλλωνεὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,ἧκε δ’ ἐπ’ Ἀργείοισι κακὸν βέλος· οἱ δέ νυ λαοὶθνῇσκον ἐπασσύτεροι, τὰ δ’ ἐπῴχετο κῆλα θεοῖοπάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντιςεὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.αὐτίκ’ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·Ἀτρεΐωνα δ’ ἔπειτα χόλος λάβεν, αἶψα δ’ ἀναστὰςἠπείλησεν μῦθον, ὁ δὴ τετελεσμένος ἐστί·τὴν μὲν γὰρ σὺν νηὶ θοῇ ἑλίκωπες Ἀχαιοὶἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντεςκούρην Βρισῆος, τήν μοι δόσαν υἷες Ἀχαιῶν.ἀλλὰ σύ, εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος·ἐλθοῦσ’ Οὔλυμπόνδε Δία λίσαι, εἴ ποτε δή τιἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσαεὐχομένης, ὅτ’ ἔφησθα κελαινεφέϊ Κρονίωνιοἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα, θεά, ὑπελύσαο δεσμῶν,ὦχ’ ἑκατόγχειρον καλέσασ’ ἐς μακρὸν Ὄλυμπον,ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντεςΑἰγαίων’.—ὁ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων—ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαΐων·τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ’ ἔτ’ ἔδησαν.τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων,αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ’ ἅλα ἔλσαι Ἀχαιοὺςκτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνἣν ἄτην, ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτεισεν.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·ὦ μοι τέκνον ἐμόν, τί νύ σ’ ἔτρεφον αἰνὰ τεκοῦσα;αἴθ’ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμωνἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔ τι μάλα δήν·νῦν δ’ ἅμα τ’ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντωνἔπλεο· τῶ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳεἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισιμήνι’ Ἀχαιοῖσιν, πολέμου δ’ ἀποπαύεο πάμπαν·Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆαςχθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο·δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπόνδε,καὶ τότ’ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.Ὣς ἄρα φωνήσασ’ ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦχωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικός,τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺςἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.οἱ δ’ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,ἱστία μὲν στείλαντο, θέσαν δ’ ἐν νηὶ μελαίνῃ,ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντεςκαρπαλίμως, τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.ἐκ δ’ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι’ ἔδησαν·ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,ἐκ δ’ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·ἐκ δὲ Χρυσηὶς νηὸς βῆ ποντοπόροιο.τὴν μὲν ἔπειτ’ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺςπατρὶ φίλῳ ἐν χερσὶ τίθει, καί μιν προσέειπεν·ὦ Χρύση, πρό μ’ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωνπαῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ’ ἱερὴν ἑκατόμβηνῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ’ ἱλασόμεσθα ἄνακτα,ὃς νῦν Ἀργείοισι πολύστονα κήδε’ ἐφῆκεν.Ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δὲ δέξατο χαίρωνπαῖδα φίλην· τοὶ δ’ ὦκα θεῷ ἱερὴν ἑκατόμβηνἑξείης ἔστησαν ἐύδμητον περὶ βωμόν,χερνίψαντο δ’ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.τοῖσιν δὲ Χρύσης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών·κλῦθί μευ, ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκαςΚίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·ἠμὲν δή ποτ’ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,τίμησας μὲν ἐμέ, μέγα δ’ ἔψαο λαὸν Ἀχαιῶν·ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ·ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων.αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,μηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν·καῖε δ’ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ’ αἴθοπα οἶνονλεῖβε· νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα χερσίν.αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,μίστυλλόν τ’ ἄρα τἄλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν,ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντοκαλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν,μέλποντες ἑκάεργον· ὁ δὲ φρένα τέρπετ’ ἀκούων.Ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἦώς,καὶ τότ’ ἔπειτ’ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·τοῖσιν δ’ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·οἱ δ’ ἱστὸν στήσαντ’ ἀνά θ’ ἱστία λευκὰ πέτασσαν,ἐν δ’ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμαστείρῃ πορφύρεον μεγάλ’ ἴαχε νηὸς ἰούσης·ἡ δ’ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.αὐτὰρ ἐπεί ῥ’ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσανὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν·αὐτοὶ δὲ σκίδναντο κατὰ κλισίας τε νέας τε.Αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισιδιογενὴς Πηλῆος υἱός, πόδας ὠκὺς Ἀχιλλεύς·οὔτε ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειρανοὔτε ποτ’ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆραὖϑι μένων, ποθέεσκε δ’ ἀϋτήν τε πτόλεμόν τε.Ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς,καὶ τότε δὴ πρὸς Ὀλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντεςπάντες ἅμα, Ζεὺς δ’ ἦρχε· Θέτις δ’ οὐ λήθετ’ ἐφετμέωνπαιδὸς ἑοῦ, ἀλλ’ ἥ γ’ ἀνεδύσετο κῦμα θαλάσσης,ἠερίη δ’ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλωνἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο, καὶ λάβε γούνωνσκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνος ἑλοῦσαλισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησαἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλωνἔπλετ’· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνωνἠτίμησεν’ ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.ἀλλὰ σύ πέρ μιν τεῖσον, Ὀλύμπιε μητίετα Ζεῦ·τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ’ ἂν Ἀχαιοὶυἱὸν ἐμὸν τείσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.Ὣς φάτο· τὴν δ’ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,ἀλλ’ ἀκέων δὴν ἧστο· Θέτις δ’ ὡς ἥψατο γούνων,ὡς ἔχετ’ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον,ἢ ἀπόειπ’, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ ἐὺ εἰδέωὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·ἦ δὴ λοίγια ἔργ’ ὅ τέ μ’ ἐχθοδοπῆσαι ἐφήσειςἭρῃ, ὅτ’ ἄν μ’ ἐρέθησιν ὀνειδείοις ἐπέεσσιν·ἡ δὲ καὶ αὔτως μ’ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσινεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε, μή τι νοήσῃἭρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται, ὄφρα τελέσσω·εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς·τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστοντέκμωρ’ οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸνοὐδ’ ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω.Ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων·ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτοςκρατὸς ἀπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον.Τώ γ’ ὡς βουλεύσαντε διέτμαγεν· ἡ μὲν ἔπειταεἰς ἅλα ἄλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου,Ζεὺς δὲ ἑὸν πρὸς δῶμα θεοὶ δ’ ἅμα πάντες ἀνέστανἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλημεῖναι ἐπερχόμενον, ἀλλ’ ἀντίοι ἔσταν ἅπαντες.ὡς ὁ μὲν ἔνθα καθέζετ’ ἐπὶ θρόνου· οὐδέ μιν Πρηἠγνοίησεν ἰδοῦσ’ ὅτι οἱ συμφράσσατο βουλὰςἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·τίς δὴ αὖ τοι, δολομῆτα, θεῶν συμφράσσατο βουλάς;αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντακρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοιπρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.Τὴν δ’ ἠμείβετ’ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθουςεἰδήσειν· χαλεποί τοι ἔσοντ’ ἀλόχῳ περ ἐούσῃ·ἀλλ’ ὃν μέν κ’ ἐπιεικὲς ἀκουέμεν, οὔ τις ἔπειταοὔτε θεῶν πρότερος τόν γ’ εἴσεται οὔτ’ ἀνθρώπων·ὃν δέ κ’ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι,μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;καὶ λίην σε πάρος γ’ οὔτ’ εἴρομαι οὔτε μεταλλῶ,ἀλλὰ μάλ’ εὔκηλος τὰ φράζεαι ἅσσα θέλῃσθα.νῦν δ’ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·τῇ σ’ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆατιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·δαιμονίη, αἰεὶ μὲν ὀΐεαι, οὐδέ σε λήθω·πρῆξαι δ’ ἔμπης οὔ τι δυνήσεαι, ἀλλ’ ἀπὸ θυμοῦμᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.εἰ δ’ οὕτω τοῦτ’ ἐστίν, ἐμοὶ μέλλει φίλον εἶναι·ἀλλ’ ἀκέουσα κάθησο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ,μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳἄσσον ἰόνθ’, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.Ὣς ἔφατ’, ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,καί ῥ’ ἀκέουσα καθῆστο, ἐπιγνάμψασα φίλον κῆρ·ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·τοῖσιν δ’ Ἥφαιστος κλυτοτέχνης ἦρχ’ ἀγορεύειν,μητρὶ φίλῃ ἐπὶ ἦρα φέρων, λευκωλένῳ Ἥρῃ·ἦ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται οὐδ’ ἔτ’ ἀνεκτά,εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον’ οὐδέ τι δαιτὸςἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.μητρὶ δ’ ἐγὼ παράφημι, καὶ αὐτῇ περ νοεούσῃ,πατρὶ φίλῳ ἐπὶ ἦρα φέρειν Διί, ὄφρα μὴ αὖτενεικείησι πατήρ, σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ.εἴ περ γάρ κ’ ἐθέλησιν Ὀλύμπιος ἀστεροπητὴςἐξ ἑδέων στυφελίξαι· ὁ γὰρ πολὺ φέρτατός ἐστιν·ἀλλὰ σὺ τόν γ’ ἐπέεσσι καθάπτεσθα· μαλακοῖσιν·αὐτίκ’ ἔπειθ’ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.Ἃς ἄρ’ ἔφη, καὶ ἀναΐξας δέπας ἀμφικύπελλονμητρὶ φίλῃ ἐν χειρὶ τίθει, καί μιν προσέειπε·τέτλαθι, μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαιθεινομένην, τότε δ’ οὔ τι δυνήσομαι ἀχνύμενός περχραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶταῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντικάππεσον ἐν Λήμνῳ, ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν·ἔνθα με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.Ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·αὐτὰρ ὁ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσινοἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν,ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταδαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,οὐ μὲν φόρμιγγος περικαλλέος, ἣν ἔχ’ Ἀπόλλων,Μουσάων θ’, αἱ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.Αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,οἱ μὲν κακκείοντες ἔβαν οἰκόνδε ἕκαστος,ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήειςἭφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·Ζεὺς δὲ πρὸς ὃν λέχος ἤν Ὀλύμπιος ἀστεροπητής,ἔνθα πάρος κοιμᾶθ’ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·ἔνθα καθεῦδ’ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.