Classica Labs

← The Iliad · Contents

Book 4 of 24

Book 4: The truce is broken

Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντοχρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβηνέκταρ ἐῳνοχόει’ τοὶ δὲ χρυσέοις δεπάεσσιδειδέχατ’ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες.αὐτίκ’ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρηνκερτομίοις ἐπέεσσι, παραβλήδην ἀγορεύων·δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων,Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηὶς Ἀθήνη.ἀλλ’ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαιτέρπεσθον’ τῷ δ’ αὖτε φιλομμειδὴς Ἀφροδίτηαἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.ἀλλ’ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα,ἦ ῥ’ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴνὄρσομεν, ἢ φιλότητα μετ’ ἀμφοτέροισι βάλωμεν.εἰ δ’ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,αὖτις δ’ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.Ὣς ἔφαθ’, αἱ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·πλησίαι αἵ γ’ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.ἤτοι Ἀθηναίη ἀκέων ἣν οὐδέ τι εἶπε,σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ἥρει·Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες·πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ’ ἀτέλεστον,ἱδρῶ θ’ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποιλαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.ἕρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·δαιμονίη, τί νύ σε Τἰρίαμος Τριάμοιό τε παῖδεςτόσσα κακὰ ῥέζουσιν, ὅ τ’ ἀσπερχὲς μενεαίνειςἸλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;εἰ δὲ σύ γ’ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδαςἄλλους τε Τρῷας, τότε κεν χόλον ἐξακέσαιο.ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσωσοὶ καὶ ἐμοὶ μέγ’ ἔρισμα μετ’ ἀμφοτέροισι γένηται.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαιτὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ’ ἐᾶσαι·καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·αἲ γὰρ ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντιναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,τάων μοι περὶ κῆρι τιέσκετο ἵλιος ἱρὴκαὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης,λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες,Ἀργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·;τὰς διαπέρσαι, ὅτ’ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·τάων οὔ τοι ἐγὼ πρόσθ’ ἵσταμαι οὐδὲ μεγαίρω.εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,οὐκ ἀνύω φθονέουσ’, ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,ἀμφότερον, γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτιςκέκλημαι, σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις.ἀλλ’ ἤτοι μὲν ταῦθ’ ὑποείξομεν ἀλλήλοισι,σοὶ μὲν ἐγώ, σὺ δ’ ἐμοί· ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοιἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίη ἐπιτεῖλαιἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺςἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε’αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺςἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.Ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα.οἷον δ’ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω,ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν,λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·τῷ ἐϊκυϊ’ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,κὰδ δ’ ἔθορ’ ἐς μέσσον· θάμβος δ’ ἔχεν εἰσορόωντας,Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ἦ ῥ’ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴἔσσεται, ἢ φιλότητα μετ’ ἀμφοτέροισι τίθησιΖεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.Ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.ἢ δ’ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ’ ὅμιλον,Λαοδόκῳ Ἀντηνορίδῃ, κρατερῷ αἰχμητῇ,Πάνδαρον ἀντίθεον διζημένη, εἴ που ἐφεύροι.εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τεἑσταότ’· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάωνλαῶν, οἵ οἱ ἕποντο ἀπ’ Αἰσήποιο ῥοάων·ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·ἦ ῥά νύ μοί τι πίθοιο, Λυκάονος υἱὲ δαΐφρον.τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.τοῦ κεν δὴ πάμπρωτα παρ’ ἀγλαὰ δῶρα φέροιο,αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸνσῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ’ ἀλεγεινῆς.ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου κυδαλίμοιο,εὔχεο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβηνοἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.Ὣς φάτ’ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·αὐτίκ’ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸςἀγρίου, ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσαςπέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσιβεβλήκει πρὸς στῆθος· ὁ δ’ ὕπτιος ἔμπεσε πέτρῃ.τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,πᾶν δ’ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι,μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν,πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ’ ἕλετ’ ἰὸνἀβλῆτα πτερόεντα, μελαινέων ἕρμ’ ὀδυνάων·αἶψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,εὔχετο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβηνοἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.ἕλκε δ’ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,λίγξε βιός, νευρὴ δὲ μέγ’ ἴαχεν, ἄλτο δ’ ὀϊστὸςὀξυβελής, καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.Οὐδὲ σέθεν, Μενέλαε, θεοὶ μάκαρες λελάθοντοἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.ἡ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροός, ὡς ὅτε μήτηρπαιδὸς ἐέργῃ μυῖαν, ὅθ’ ἡδέϊ λέξεται ὕπνῳ,αὐτὴ δ’ αὖτ’ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆεςχρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.ἐν δ’ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστομίτρης θ’, ἣν ἐφόρει ἔρυμα χροός, ἕρκος ἀκόντων,ἢ οἱ πλεῖστον ἔρυτο· διαπρὸ δὲ εἴσατο καὶ τῆς.ἀκρότατον δ’ ἄρ’ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·αὐτίκα δ’ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.Ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃΜηῃονὶς ἠὲ Κάειρα, παρήϊον ἔμμεναι ἵππων·κεῖται δ’ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντοἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,ἀμφότερον κόσμος θ’ ἵππῳ ἐλατῆρί τε κῦδος·τοϊοί τοι, Μενέλαε, μιάνθην αἵματι μηροὶεὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάἀλ’ ὑπένερθε.Ῥίγησεν δ’ ἄρ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.ὡς δὲ ἴδεν νεῦθρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας,ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων,χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ’ ἑταῖροι·φίλε κασίγνητε, θάνατόν νύ τοι ὅρκι’ ἔταμνον,οἷον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,ὥς σ’ ἔβαλον Τρῷες, κατὰ δ’ ὅρκια πιστὰ πάτησαν.οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶνσπονδαί τ’ ἄκρητοι καὶ δεξιαί, ἧς ἐπέπιθμεν.εἴ περ γάρ τε καὶ αὐτίκ’ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτεισαν,σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιψ.εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴκαὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιτῆσδ’ ἀπάτης κοτέων’ τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται, ὦ Μενέλαε,αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμενἈργείην Ἑλένην· σέο δ’ ὀστέα πύσει ἄρουρακειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.καί κέ τις ὧδ’ ἐρέει Τρώων ὑπερηνορεόντωντύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·αἴθ’ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει’ Ἀγαμέμνων,ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ’ Ἀχαιῶν,καὶ δὴ ἔβη οἵκόνδε φίλην ἐς πατρίδα γαῖανσὺν κεινῇσιν νηυσί, λιπὼν ἀγαθὸν Μενέλαον.ὥς ποτέ τις ἐρέει’ τότε μοι χάνοι εὐρεῖα χθών.Τὸν δ’ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθενεἰρύσατο ζωστήρ τε παναίολος ἠδ’ ὑπένερθεζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.Τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·αἲ γὰρ δὴ οὕτως εἴη, φίλος ὦ Μενέλαε·ἕλκος δ’ ἰητὴρ ἐπιμάσσεται ἠδ’ ἐπιθήσειφάρμαχ’, ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.Ἦ, καὶ Ταλθύβιον, θεῖον κήρυκα, προσηύδα·Ταλθύβι’, ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον,φῶτ’ Ἀσκληπιοῦ υἱόν, ἀμύμονος ἰητῆρος,ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,ὅν τις ὀϊστεύσας ἔβαλεν, τόξων ἐὺ εἰδώς,Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.Ὣς ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,βῆ δ’ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνωνπαπταίνων ἥρωα Μαχάονα· τὸν δ’ ἐνόησενἑσταότ’· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάωνλαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·ὄρσ’, Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,ὅν τις ὀϊστεύσας ἔβαλεν, τόξων ἐὺ εἰδώς,Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.Ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·βὰν δ’ ἰέναι καθ’ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.ἀλλ’ ὅτε δή ῥ’ ἵκανον ὅθι ξανθὸς Μενέλαοςβλήμενος ἦν, περὶ δ’ αὐτὸν ἀγηγέραθ’ ὅσσοι ἄριστοικυκλόσ’, ὁ δ’ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,αὐτίκα δ’ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·τοῦ δ’ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ’ ὑπένερθεζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος, ὅθ’ ἔμπεσε πικρὸς ὀϊστός,αἷμ’ ἐκμυζήσας ἐπ’ ἄρ’ ἤπια φάρμακα εἰδὼςπάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.Ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·οἱ δ’ αὖτις κατὰ τεύχε’ ἔδυν, μνήσαντο δὲ χάρμης.Ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον,οὐδὲ καταπτώσσοντ’, οὐδ’ οὐκ ἐθέλοντα μάχεσθαι,ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·καὶ τοὺς μὲν θεράπων ἀπάνευθ’ ἔχε φυσιόωνταςΕὐρυμέδων, υἱὸς Πτολεμαίου Πειραΐδαο·τῷ μάλα πόλλ’ ἐπέτελλε παρισχέμεν, ὁππότε κέν μινγυῖα λάβῃ κάματος, πολέας διὰ κοιρανέοντα·αὐτὰρ ὁ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·καί ῥ’ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·Ἀργεῖοι, μή πώ τι μεθίετε θούριδος ἀλκῆς·οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ’ ἀρωγός,ἀλλ’ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο,τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,ἡμεῖς αὖτ’ ἀλόχους τε φίλας καὶ νήπια τέκναἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.Οὖὔς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·Ἀργεῖοι ἰόμωροι, ἐλεγχέες, οὔ νυ σέβεσθε;τίφθ’ οὕτως ἔστητε τεθηπότες ἠῦτε νεβροΐ,αἵ τ’ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι,ἑστᾶσ’, οὐδ’ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·ὡς ὑμεῖς ἔστητε τεθηπότες, οὐδὲ μάχεσθε.ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν, ἔνθα τε νῆεςεἰρύατ’ εὔπρυμνοι, πολιῆς ἐπὶ θινὶ θαλάσσης,ὄφρα ἴδητ’ αἴ κ’ ὕμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;Ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·ἦλθε δ’ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.οἱ δ’ ἀμφ’ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις, συὶ εἴκελος ἀλκήν,Μηριόνης δ’ ἄρα οἱ πυμάτας ὤτρυνε φάλαγγας.τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,αὐτίκα δ’ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·Ἰδομενεῦ, περὶ μέν σε τίω Δαναῶν ταχυπώλωνἠμὲν ἐνὶ πτολέμῳ ἠδ’ ἀλλοίῳ ἐπὶ ἔργῳἠδ’ ἐν δαίθ’, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνονἈργείων οἱ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.εἴ περ γάρ τ’ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶδαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶἕστηχ’, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.ἀλλ’ ὄρσευ πόλεμόνδ’, οἷος πάρος εὔχεαι εἶναι.Τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·Ἀτρεΐδη, μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖροςἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα’ἀλλ’ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιούς,ὄφρα τάχιστα μαχώμεθ’, ἐπεὶ σύν γ’ ὅρκι’ ἔχευανΤρῶες· τοῖσιν δ’ αὖ θάνατος καὶ κήδε’ ὀπίσσωἔσσετ’, ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.Ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·ἦλθε δ’ ἐπ’ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.ὡς δ’ ὅτ’ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·τῷ δέ τ’ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσαφαίνετ’ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·τοῖαι ἅμ’ Αἰάντεσσι διοτρεφέων αἰζηῶνδήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγεςκυάνεαι, σἀκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·Αἴαντ’, Ἀργείων ἡγήτορε χαλκοχιτώνων,σφῶϊ μέν—οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν—οὔ τι κελεύω·αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·τῶ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος,χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.Ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους·ἔνθ’ ὅ γε Νέστορ’ ἔτετμε, λιγὺν Πυλίων ἀγορητήν,οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι,ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τεΑἵμονά τε κρείοντα Βίαντά τε, ποιμένα λαῶν·ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,πεζοὺς δ’ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλούς,ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ’ ἐς μέσσον ἔλασσεν,ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.ἱππεῦσιν μὲν πρῶτ’ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγεισφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼςοἷος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,μηδ’ ἀναχωρείτω’ ἀλαπαδνότεροι γὰρ ἔσεσθε.ὃς δέ κ’’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵκηται,ἔγχει ὀρεξάσθω, ἐπεὶ ἢ πολὺ φέρτερον οὕτω.ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε’ ἐπόρθεον,τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.Ὃς ὁ γέρων ὄτρυνε πάλαι πολέμων ἐὺ εἰδώς·καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ γέρον, εἴθ’, ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν,ὥς τοι γούναθ’ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τιςἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·Ἀτρεΐδη, μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸςὡς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.ἀλλ’ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·εἰ τότε κοῦρος ἔα, νῦν αὗτέ με γῆρας ὀπάζει.ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσωβουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.αἰχμὰς δ’ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖοὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.Ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.εὑρ’ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππονἑσταότ’· ἀμφὶ δ’ Ἀθηναῖοι, μήστωρες ἀϋτῆς·αὐτὰρ ὁ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϊτῆς,ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγεςΤρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἱ δὲ μένοντεςἕστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼνΤρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,καὶ σύ, κακοῖσι δόλοισι κεκασμένε, κερδαλεόφρον,τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ’ ἄλλους;σφῶϊν μέν τ’ ἐπέοικε μετὰ πρώτοισιν ἐόνταςἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.ἔνθα φίλ’ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλαοἴνου πινέμεναι μελιηδέος, ὄφρ’ ἐθέλητον·νῦν δὲ φίλως χ’ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶνὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·Ἀτρεΐδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;πῶς δὴ φὴς πολέμοιο μεθιέμεν, ὁππότ’ ἈχαιοὶΤρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;ὄψεαι, ἣν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγένταΤρώων ἱπποδάμων· σὺ δὲ ταῦτ’ ἀνεμώλια βάζεις.Τὸν δ’ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων,ὡς γνῷ χωομένοιο· πάλιν δ’ ὅ γε λάζετο μῦθον·διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,οὔτε σε νεικείω περιώσιον οὔτε κελεύω·οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισινἤπια δήνεα οἷδε· τὰ γὰρ φρονέεις ἅ τ’’ ἐγώ περ.ἀλλ’ ἴθι, ταῦτα δ’ ὄπισθεν ἀρεσσόμεθ’, εἴ τι κακὸν νῦνεἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.Ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους.εὗρε δὲ Τυδέος υἱόν, ὑπέρθυμον Διομήδεα,ἑσταότ’ ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι··πὰρ δέ οἱ ἑστήκει Σθένελος, Καπανήϊος υἱός.καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ μοι, Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο,τί πτώσσεις, τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας;οὐ μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ἦεν,ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγεἤντησ’ οὐδὲ ἴδον· περὶ δ’ ἄλλων φασὶ γενέσθαι.ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήναςξεῖνος ἅμ’ ἀντιθέῳ Πολυνείκεϊ, λαὸν ἀγείρων·οἱ δὲ τότ’ ἐστρατόωνθ’ ἱερὰ πρὸς τείχεα Θήβης,καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·οἱ δ’ ἔθελον δόμεναι καὶ ἐπήνεον ὡς ἐκέλευον·ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.οἵ δ’ ἐπεὶ οὖν ᾥχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,Ἀσωπὸν δ’ ἵκοντο βαθύσχοινον λεχεποίην,ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.αὐτὰρ ὁ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωναςδαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.ἔνθ’ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺςτάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,ἀλλ’ ὅ γ’ ἀεθλεύειν προκαλίζετο, πάντα δ’ ἐνίκαῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.οἱ δὲ χολωσάμενοι Καδμεῖοι, κέντορες ἵππων,ἂψ ἄρ’ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες,κούρους πεντήκοντα· δύω δ’ ἡγήτορες ἦσαν,Μαίων Αἱμονίδης, ἐπιείκελος ἀθανάτοισιν,υἱός τ’ Αὐτοφόνοιο, μενεπτόλεμος Πολυφόντης.Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·πάντας ἔπεφν’, ἕνα δ’ οἷον ἵει οἰκόνδε νέεσθαι·Μαίον’ ἄρα προέηκε, θεῶν τεράεσσι πιθήσας.τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸνγείνατο εἶο χέρεια μάχῃ, ἀγορῇ δέ τ’ ἀμείνω.Ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κρατερὸς Διομήδης,αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·τὸν δ’ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·Ἀτρεΐδη, μὴ ψεύδε’ ἐπιστάμενος σάφα εἰπεῖν·ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι·ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο,παυρότερον λαὸν ἀγαγόνθ’ ὑπὸ τεῖχος ἄρειον,πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντοτῷ μή μοι πατέρας ποθ’ ὁμοίῃ ἔνθεο τιμῇ.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ·οὐ γὰρ ἐγὼ νεμεσῷ Ἀγαμέμνονι, ποιμένι λαῶν,ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται, εἴ κεν ἈχαιοὶΤρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,τούτῳ δ’ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.Ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἄλτο χαμᾶζε·δεινὸν δ’ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτοςὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.Ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσηςὄρνυτ’ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειταχέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ’ ἄκραςκυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ’ ἁλὸς ἄχνην·ὡς τότ’ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγεςνωλεμέως πόλεμόνδε· κέλευε δὲ οἷσιν ἕκαστοςἡγεμόνων· οἱ δ’ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίηςτόσσον λαὸν ἕπεσθαι ἔχοντ’ ἐν στήθεσιν αὐδήν,σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσιτεύχεα ποικίλ’ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.Τρῶες δ’, ὥς τ’ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇμυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκόν,ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,ὡς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς;ἀλλὰ γλῶσσ’ ἐμέμικτο, πολύκλητοι δ’ ἔσαν ἄνδρες.ὦρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις ἈθήνηΔεῖμός τ’ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,ἥ τ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειταοὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳἐρχομένη καθ’ ὅμιλον, ὀφέλλουσα στόνον ἀνδρῶν.Οἱ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶνχαλκεοθωρήκων’ ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαιἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶνὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’ αἵματι γαῖα.ὡς δ’ ὅτε χείμαρροι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντεςἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρκρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·ὡς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.Πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴνἐσθλὸν ἐνὶ προμάχοισι, Θαλυσιάδην Ἐἰχέπωλον·τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ ἄρ’ ὀστέον εἴσωαἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,ἤριπε δ’, ὡς ὅτε πύργος, ἐνὶ κρατερῇ ὑσμίνῃ.τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων ἘλεφήνωρΧαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς Ἀβάντων,ἕλκε δ’ ὑπὲκ βελέων, λελιημένος ὄφρα τάχιστατεύχεα συλήσειε’ μίνυνθα δέ οἱ γένεθ’ ὁρμή.νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρπλευρά, τά οἱ κύψαντι παρ’ ἀσπίδος ἐξεφαάνθη,οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.ὡς τὸν μὲν λίπε θυμός, ἐπ’ αὐτῷ δ’ ἔργον ἐτύχθηἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἱ δὲ λύκοι ὡςἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιζεν.Ἔνθ’ ἔβαλ’ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας,ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρἼδηθεν κατιοῦσα παρ’ ὄχθῃσιν Σιμόεντοςγείνατ’, ἐπεί ῥα τοκεῦσιν ἅμ’ ἕσπετο μῆλα ἰδέσθαι·τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσιθρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼνἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸνδεξιόν· ἀντικρὺ δὲ δι’ ὤμου χάλκεον ἔγχοςἦλθεν· ὁ δ’ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὥς,ἥ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκειλείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ’ ἀκροτάτῃ πεφύασι·τὴν μέν θ’ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳἐξέταμ’, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·ἡ μέν τ’ ἀζομένη κεῖται ποταμοῖο παρ’ ὄχθας.τοῖον ἄρ’ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξενΑἴας διογενής· τοῦ δ’ Ἄντιφος αἰολοθώρηξΠριαμίδης καθ’ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.τοῦ μὲν ἅμαρθ’, ὁ δὲ Λεῦκον, Ὀδυσσέος ἐσθλὸν ἑταῖρον,βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ’ ἐρύοντα·ἤριπε δ’ ἀμφ’ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.τοῦ δ’ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷἀμφὶ ἕ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντοἀνδρὸς ἀκοντίσσαντος· ὁ δ’ οὐχ ἅλιον βέλος ἧκεν,ἀλλ’ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα,ὅς οἱ Ἀβυδόθεν ἦλθε, παρ’ ἵππων ὠκειάων.τόν ῥ’ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶκορσην· ἡ δ’ ἑτέροιο διὰ κροτάφοιο πέρησεναἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Εἰκτωρ·Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δ’ ἈπόλλωνΠεργάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ’ ἀΐσας·ὄρνυσθ’, ἱππόδαμοι Τρῶες, μηδ’ εἴκετε χάρμηςἈργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηροςχαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·οὐ μὰν οὐδ’ Ἀχιλεύς, Θέτιδος πάϊς ἠϋκόμοιο,μάρναται, ἀλλ’ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.Ὣς φάτ’ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺςὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια,ἐρχομένη καθ’ ὅμιλον, ὅθι μεθιέντα ἴδοιτο.Ἔνθ’ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντικνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν,Πείρως Ἰμβρασίδης, ὃς ἄρ’ Αἰνόθεν εἰληλούθει.ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴςἄχρις ἀπηλοίησεν· ὁ δ’ ὕπτιος ἐν κονίῃσικάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας,θυμὸν ἀποπνείων· ὃ δ’ ἐπέδραμεν ὅς ῥ’ ἔβαλέν περ,Πείρως, οὖτα δὲ δουρὶ παρ’ ὀμφαλόν· ἐκ δ’ ἄρα πᾶσαιχύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.Τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶστέρνον ὑπὲρ μαζοῖο, πάγη δ’ ἐν πνεύμονι χαλκός·ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ’ ὄβριμον ἔγχοςἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ’ αἴνυτο θυμόν.τεύχεα δ’ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροιΘρήϊκες ἀκρόκομοι, δολίχ’ ἔγχεα χερσὶν ἔχοντες,οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸνὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.ὡς τώ γ’ ἐν κονίῃσι παρ’ ἀλλήλοισι τετάσθην,ἦτοι ὁ μὲν Θρῃκῶν, ὁ δ’ Ἐπειῶν χαλκοχιτώνων,ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.Ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,ὅς τις ἔτ’ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷδινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνηχειρὸς ἑλοῦσ’, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳπρηνέες ἐν κονίῃσι παρ’ ἀλλήλοισι τέταντο.

↑ Top