Book 16 of 24
Book 16: Patroclus in the armour of Achilles
Ὣς οἱ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·Πάτροκλος δ’ Ἀχιλῆϊ παρίστατο, ποιμένι λαῶν,δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,ἢ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.τὸν δὲ ἰδὼν ᾥκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·τίπτε δεδάκρυσαι, Πατρόκλεες, ἠΰτε κούρηνηπίη, ἥ θ’ ἅμα μητρὶ θέουσ’ ἀνελέσθαι ἀνώγει,εἱανοῦ ἁπτομένη, καί τ’ ἐσσυμένην κατερύκει,δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ’ ἀνέληται·τῇ ἴκελος, Πάτροκλε, τέρεν κατὰ δάκρυον εἴβεις.ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,ἠέ τιν’ ἀγγελίην Φθίης ἐξ ἔκλυες οἷος;ζώειν μὰν ἔτι φασὶ Μενοίτιον, ΓΆκτορος υἱόν,ζώει δ’ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι,τῶν κε μάλ’ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.ἦε σύ γ’ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονταινηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.Τὸν δὲ βαρὺ στενάχων προσέφης, Πατρόκλεες ἱππεῦ·ὦ Ἀχιλεῦ, Πηλῆος υἱέ, μέγα φέρτατ’ Ἀχαιῶν,μὴ νεμέσα’ τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.οἱ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.βέβληται μὲν ὁ Τυδεΐδης κρατερὸς Διομήδης,οὕτασται δ’ Ὀδυσεὺς δουρικλυτὸς ἠδ’ Ἀγαμέμνων,βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.τοὺς μέν τ’ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται,ἕλκε’ ἀκειόμενοι· σὺ δ’ ἀμήχανος ἔπλευ, Ἀχιλλεῦ.μὴ ἐμέ γ’ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις,αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ,αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,οὐδὲ Θέτις μήτηρ’ γλαυκὴ δέ σε τίκτε θάλασσαπέτραι τ’ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνειςκαί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,ἀλλ’ ἐμέ περ πρόες ὦχ’, ἅμα δ’ ἄλλον λαὸν ὄπασσονΜυρμιδόνων, ἦν πού τι φόως Δαναοῖσι γένωμαι.δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,αἴ κ’ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιοΤρῶες, ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶντειρόμενοι· ὀλίγη δέ τ’’ ἀνάπνευσις πολέμοιο.ῥεῖα δέ κ’’ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.Ὣς φάτο λισσόμενος μέγα νήπιος· ἢ γὰρ ἔμελλενοἵ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·ὦ μοι, διογενὲς Πατρόκλεες, οἷον ἔειπες·οὔτε θεοπροπίης ἐμπάζομαι, ἣν τινα οἶδα,οὔτε τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαικαὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκηῃ·αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,δουρὶ δ’ ἐμῷ κτεάτισσα, πόλιν εὐτείχεα πέρσας,τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων ἈγαμέμνωνἈτρεΐδης ὡς εἴ τιν’ ἀτίμητον μετανάστην.ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδ’ ἄρα πως ἦνἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γεοὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ’ ὁπότ’ ἂν δὴνῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.τύνη δ’ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκενηυσὶν ἐπικρατέως, οἱ δὲ ῥηγμῖνι θαλάσσηςκεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες,Ἀργεῖοι· Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκεθάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπονἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλουςπλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνωνἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.οὐ γὰρ Τυδείδεω Διομήδεος ἐν παλάμῃσιμαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντοςἐχθρῆς ἐκ κεφαλῆς· ἀλλ’ Ἕκτορος ἀνδροφόνοιοΤρωσὶ κελεύοντος περιάγνυται, οἱ δ’ ἀλαλητῷπᾶν πεδίον κατέχουσι, μάχῃ νικῶντες Ἀχαιούς.ἀλλὰ καὶ ὧς, Πάτροκλε, νεῶν ἀπὸ λοιγὸν ἀμύνωνἔμπεσ’ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιονῆας ἐνιπρήσωσι, φίλον δ’ ἀπὸ νόστον ἕλωνται.πείθεο δ’ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαιπρὸς πάντων Δαναῶν, ἀτὰρ οἱ περικαλλέα κούρηνἂψ ἀπονάσσωσιν, ποτὶ δ’ ἀγλαὰ δῶρα πόρωσιν.ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοιδώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,μὴ σύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζεινΤρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·μηδ’ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι,Τρῶας ἐναιρόμενος, προτὶ Ἴλιον ἡγεμονεύειν,μή τις ἀπ’ Οὐλύμποιο θεῶν αἰειγενετάωνἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσιθήῃς, τοὺς δ’ ἔτ’ ἐᾶν πεδίον κάτα δηριάασθαι.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,μήτε τις οὖν Τρώων θάνατον φύγοι, ὅσσοι ἔασι,μήτε τις Ἀργείων, νῶϊν δ’ ἐκδῦμεν ὄλεθρον,ὄφρ’ οἷοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,Αἴας δ’ οὐκέτ’ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶβάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴπήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ’ αἰεὶκὰπ φάλαρ’ εὐποίηθ’· ὁ δ’ ἀριστερὸν ὤμον ἔκαμνεν,ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδ’ ἐδύναντοἀμφ’ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.αἰεὶ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼςπάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχενἀμπνεῦσαι’ πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.Ἔσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι,ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰςπλῆξ’ ἄορι μεγάλῳ, αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,ἀντικρὺ δ’ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴαςπῆλ’ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ’ ἀπ’ αὐτοῦαἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.γνῷ δ’ Αἴας κατὰ θυμὸν ἀμύμονα, ῥίγησέν τε,ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρεΖεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·χάζετο δ’ ἐκ βελέων. τοὶ δ’ ἔμβαλον ἀκάματον πῦρνηὶ θοῇ· τῆς δ’ αἶψα κατ’ ἀσβέστη κέχυτο φλόξ.ὡς τὴν μὲν πρύμνην πῦρ ἄμφεπεν’ αὐτὰρ Ἀχιλλεὺςμηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·ὄρσεο, διογενὲς Πατρόκλεες, ἱπποκέλευθε·λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.Ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκεκαλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλονχάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκενἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.εἵλετο δ’ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.ἔγχος δ’ οὐχ ἕλετ’ οἷον ἀμύμονος Αἰακίδαο,βριθὺ μέγα στιβαρόν τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶνπάλλειν, ἀλλά μιν οἷος ἐπίστατο πῆλαι Ἀχιλλεύς,Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε ΧείρωνΠηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.ἵππους δ’ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,τὸν μετ’ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζὡγὸν ὠκέας ἵππους,Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη,βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,τόν ῥά ποτ’ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ’ Ἀχιλλεύς,ὃς καὶ θνητὸς ἐὼν ἕπεθ’ ἵπποις ἀθανάτοισι.Μυρμιδόνας δ’ ἄρ’ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺςπάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἱ δὲ λύκοι ὡςὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,οἵ τ’ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντεςδάπτουσιν’ πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·καί τ’ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρουλάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρἄκρον, ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸςστήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντεςἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαοῥώοντ’· ἐν δ’ ἄρα τοῖσιν ἀρήϊος ἵστατ’ Ἀχιλλεύς,ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.Πεντήκοντ’ ἦσαν νῆες θοαί, ἧσιν Ἀχιλλεὺςἐς Τροίην ἡγεῖτο Διὸ φίλος· ἐν δὲ ἑκάστῃπεντήκοντ’ ἔσαν ἄνδρες ἐπὶ κληῖσιν ἑταῖροι·πέντε δ’ ἄρ’ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθεισημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ,υἱὸς Σπερχειοῖο, διιπετέος ποταμοῖο·ὃν τέκε Πηλῆος θυγάτηρ, καλὴ Πολυδώρη,Σπερχειῷ ἀκάμαντι, γυνὴ θεῷ εὐνηθεῖσα,αὐτὰρ ἐπίκλησιν Βώρῳ, Περιήρεος υἷι,ὅς ῥ’ ἀναφανδὸν ὄπυιε, πορὼν ἀπερείσια ἕδνα.τῆς δ’ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε,παρθένιος, τὸν τίκτε χορῷ καλὴ Πολυμήλη,Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς Ἀργειφόντηςἠράσατ’, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσινἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.αὐτίκα δ’ εἰς ὑπερῷ’ ἀναβὰς παρελέξατο λάθρῃἙρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸνΕὔδωρον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυιαἐξάγαγε πρὸ φόωσδε καὶ ἠελίου ἴδεν αὐγάς,τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαοἠγάγετο πρὸς δώματ’, ἐπεὶ πόρε μυρία ἕδνα,τὸν δ’ ὁ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ’ ἀτίταλλεν,ἀμφαγαπαζόμενος ὧς εἴ θ’ ἑὸν υἱὸν ἐόντα.τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευεΜαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσινἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,πέμπτης δ’ Ἀλκιμέδων, Λαέρκεος υἱὸς ἀμύμων.αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ’ ἡγεμόνεσσιν Ἀχιλλεὺςστῆσεν ἐὺ κρίνας, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·Μυρμιδόνες, μή τίς μοί ἀπειλάων λελαθέσθω,ἃς ἐπὶ νηυσὶ θοῆσιν ἀπειλεῖτε Τρώεσσιπάνθ’ ὑπὸ μηνιθμόν, καί μ’ ἠτιάασθε ἕκαστος·σχέτλιε Πηλέος υἱέ, χόλῳ ἄρα σ’ ἔτρεφε μήτηρ,νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιναὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.ταῦτά μ’ ἀγειρόμενοι θάμ’ ἐβάζετε’ νῦν δὲ πέφανταιφυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ’ ἐράασθε.ἔνθα τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.ὡς δ’ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισιδώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων,ὡς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ·ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισινευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.πάντων δὲ προπάροιθε δύ’ ἀνέρε θωρήσσοντο,Πάτροκλός τε καὶ Αὐτομέδων, ἕνα θυμὸν ἔχοντες,πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺςβῆ ῥ’ ἴμεν ἐς κλισίην, χηλοῦ δ’ ἀπὸ πῶμ’ ἀνέῳγεκαλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζαθῆκ’ ἐπὶ νηὸς ἄγεσθαι, ἐὺ πλήσασα χιτώνωνχλαινάων τ’ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.ἔνθα δέ οἵ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλοςοὔτ’ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ αἴθοπα οἶνον,οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.τό ῥὰ τότ’ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳπρῶτον, ἔπειτα δ’ ἔνιψ’ ὕδατος καλῇσι ῥοῇσι,νίψατο δ’ αὐτὸς χεῖρας, ἀφύσσατο δ’ αἴθοπα οἶνον.εὔχετ’ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνονοὐρανὸν εἰσανιδών· Δία δ’ οὐ λάθε τερπικέραυνον·Ζεῦ ἄνα, Δωδωναῖε, Πελασγικέ, τηλόθι ναίων,Δωδώνης μεδέων δυσχειμέρου· ἀμφὶ δὲ Σελλοὶσοὶ ναίουσ’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι.ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,τίμησας μὲν ἐμέ, μέγα δ’ ἔψαο λαὸν Ἀχαιῶν,ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ·αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,ἀλλ’ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσιμάρνασθαι· τῷ κῦδος ἅμα πρόες, εὐρύοπα Ζεῦ,θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρεἴσεται ἦ ῥα καὶ οἷος ἐπίστηται πολεμίζεινἡμέτερος θεράπων, ἢ οἱ τότε χεῖρες ἄαπτοιμαίνονθ’, ὁππότ’ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.αὐτὰρ ἐπεί κ’ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτοτεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε μητίετα Ζεύς.τῷ δ’ ἕτερον μὲν δῶκε πατήρ, ἕτερον δ’ ἀνένευσε·νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τεδῶκε, σόον δ’ ἀνένευσε μάχης ἐξ ἀπονέεσθαι.ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶἂψ κλισίην εἰσῆλθε, δέπας δ’ ἀπέθηκ’ ἐνὶ χηλῷ,στῆ δὲ πάροιθ’ ἐλθὼν κλισίης, ἔτι δ’ ἤθελε θυμῷεἰσιδέειν Γρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.Οἱ δ’ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντεςἔστιχον, ὄφρ’ ἐν͵ Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντοεἰνοδίοις, οὗς παῖδες ἐριδμαίνωσιν ἔθοντες,αἰεὶ κερτομέοντες, ὁδῷ ἔπι οἰκί’ ἔχοντας,νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.τοὺς δ’ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτηςκινήσῃ ἀέκων, οἱ δ’ ἄλκιμον ἦτορ ἔχοντεςπρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντεςἐκ νηῶν ἐχέοντο’ βοὴ δ’ ἄσβεστος ὀρώρει.Πάτροκλος δ’ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΐσας·Μυρμιδόνες, ἕταροι [Πηληϊάδεω Ἀχιλῆος,ἀνέρες ἔστε, φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ’ ἄριστοςἈργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνἣν ἄτην, ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτεισεν.Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,ἐν δὲ πέσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆεςσμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν.Τρῶες δ’ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱόν;αὐτὸν καὶ θεράποντα, σὺν ἔντεσι μαρμαίροντας,πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες,ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωναμηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ’ ἑλέσθαι·πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,νηὶ πάρα πρύμνῃ μεγαθύμου Πρωτεσιλάου,καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰςἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ’ Ἀξιοῦ εὐρὺ ῥέοντος·τὸν βάλε δεξιὸν ὤμον· ὃ δ’ ὕπτιος ἐν κονίῃσικάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφὶ φόβηθενΠαίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασινἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.ἐκ νηῶν δ’ ἔλασεν, κατὰ δ’ ἔσβεσεν αἰθόμενον πῦρ.ἡμιδαὴς δ’ ἄρα νηῦς λίπετ’ αὐτόθι· τοὶ δὲ φόβηθενΤρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δ’ ἐπέχυντονῆας ἀνὰ γλαφυράς· ὅμαδος δ’ ἀλίαστος ἐτύχθη.ὡς δ’ ὅτ’ ἀφ’ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιοκινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροικαὶ νάπαι, οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ,ὡς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρτυτθὸν ἀνέπνευσαν, πολέμου δ’ οὐ γίγνετ’ ἐρωή·οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶνπροτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,ἀλλ’ ἔτ’ ἄρ’ ἀνθίσταντο, νεῶν δ’ ὑπόεικον ἀνάγκῃ.Ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνηςἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸςαὐτίκ’ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸνἔγχεϊ ὀξυόεντι, διαπρὸ δὲ χαλκὸν ἔλασσε·ῥῆξεν δ’ ὀστέον ἔγχος, ὁ δὲ πρηνὴς ἐπὶ γαίῃκάππεσ’· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόανταστέρνον γυμνωθέντα παρ’ ἀσπίδα, λῦσε δὲ γυῖα.Φυλεΐδης δ’ Ἄμφικλον ἐφορμηθέντα δοκεύσαςἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστοςμυὼν ἀνθρώπου πέλεται· περὶ δ’ ἔγχεος αἰχμῇνεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.Νεστορίδαι δ’ ὁ μὲν οὔτασ’ Ἀτύμνιον ὀξέϊ δουρὶἈντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·ἤριπε δὲ προπάροιθε. Μάρις δ’ αὐτοσχεδὰ δουρὶἈντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθείς,στὰς πρόσθεν νέκυος· τοῦ δ’ ἀντίθεος Θρασυμήδηςἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ’ ἀφάμαρτεν,ὤμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴδρύψ’ ἀπὸ μυώνων, ἀπὸ δ’ ὀστέον ἄχρις ἄραξε·δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.ὡς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντεβήτην εἰς Ἔρεβος, Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι,υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιρανθρέψεν ἀμαιμακέτην, πολέσιν κακὸν ἀνθρώποισιν.Αἴας δὲ Κλεόβουλον Ὀἰλιάδης ἐπορούσαςζωὸν ἕλε, βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθιλῦσε μένος, πλήξας ξίφει αὐχένα κωπήεντι.πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ’ ὄσσεἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρἤμβροτον ἀλλήλων, μέλεον δ’ ἠκόντισαν ἄμφω·τὼ δ’ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲνἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸνφάσγανον ἐρραίσθη· ὁ δ’ ὑπ’ οὔατος αὐχένα θεῖνεΠηνέλεως, πᾶν δ’ εἴσω ἔδυ ξίφος, ἔσχεθε δ’ οἷονδέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.Μηριόνης δ’ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισινύξ’ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὤμον·ἤριπε δ’ ἐξ ὀχέων, κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς.Ἰδομενεὺς δ’ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷνύξε· τὸ δ’ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε ὁνέρθεν ὑπ’ ἐγκεφάλοιο, κέασσε δ’ ἄρ’ ὀστέα λευκά·ἐκ δὲ τίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφωαἵματος ὀφθαλμοί· τὸ δ’ ἀνὰ στόμα καὶ κατὰ ῥῖναςπρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.Οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισισίνται, ὑπὲκ μήλων αἱρεύμενοι, αἵ τ’ ἐν ὄρεσσιποιμένος ἀφραδίῃσι διέτμαγεν· οἱ δὲ ἰδόντεςαἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·ὡς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἱ δὲ φόβοιοδυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇἵετ’ ἀκοντίσσαι’ ὁ δὲ ἰδρείῃ πολέμοιο,ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους,σκέπτετ’ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·ἀλλὰ καὶ ὡς ἀνέμιμνε, σάω δ’ ἐρίηρας ἑταίρους.Ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσωαἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,ὡς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δ’ ἵπποιἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸνΤρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.πολλοὶ δ’ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποιἄξαντ’ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ’ ἀνάκτων,Πάτροκλος δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων,Τρωσὶ κακὰ φρονέων· οἱ δὲ ἰαχῆ τε φόβῳ τεπάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν’ ὕψι δ’ ἀέλλησκίδναθ’ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποιἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.Πάτροκλος δ’ ἣ πλεῖστον ὀρινόμενον ἴδε λαόν,τῇ ῥ’ ἔχ’ ὁμοκλήσας· ὑπὸ δ’ ἄξοσι φῶτες ἔπιπτονπρηνέες ἐξ ὀχέων, δίφροι δ’ ἀνακυμβαλίαζον.ἀντικρὺ δ’ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποιἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,πρόσσω ἱέμενοι, ἐπὶ δ’ Ἕκτορι κέκλετο θυμός·ἵετο γὰρ βαλέειν· τὸν δ’ ἔκφερον ὠκέες ἵπποι.ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼνἤματ’ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρΖεύς, ὅτε δή ῥ’ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,οἱ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,ἐκ δὲ δίκην ἐλάσωσι, θεῶν ὄπιν οὐκ ἀλέγοντες·τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,πολλὰς δὲ κλιτῦς τότ’ ἀποτμήγουσι χαράδραι,ἐς δ’ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαιἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργ’ ἀνθρώπων·ὃς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.Πάτροκλος δ’ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληοςεἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺνηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖοκτεῖνε μεταΐσσων, πολέων δ’ ἀπετίνυτο ποινήν.ἔνθ’ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ,στέρνον γυμνωθέντα παρ’ ἀσπίδα, λῦσε δὲ γυῖα·δούπησεν δὲ πεσών· ὁ δὲ Θέστορα, Ἤνοπος υἱόν,δεύτερον ὁρμηθείς. ὁ μὲν εὐξέστῳ ἐνὶ δίφρῳἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δ’ ἄρα χειρῶνἡνία ἠΐχθησαν—ὖ δ’ ἔγχεϊ νύξε παραστὰςγναθμὸν δεξιτερόν, διὰ δ’ αὐτοῦ πεῖρεν ὀδόντων,ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼςπέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺνἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·ὡς ἕλκ’ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,κὰδ δ’ ἄρ’ ἐπὶ στόμ’ ἔωσε’ πεσόντα δέ μιν λίπε θυμός.αὐτὰρ ἔπειτ’ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳμέσσην κὰκ κεφαλήν· ἡ δ’ ἄνδιχα πᾶσα κεάσθηἐν κόρυθι βριαρῇ· ὁ δ’ ἄρα πρηνὴς ἐπὶ γαίῃκάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.αὐτὰρ ἔπειτ’ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην,Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε,Ἰφέα τ’ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον,πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.Σαρπηδὼν δ’ ὡς οὖν ἴδ’ ἀμιτροχίτωνας ἑταίρουςχέρσ’ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,κέκλετ’ ἄρ’ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·αἰδώς, ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέρος, ὄφρα δαείωὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργεΤρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν.Ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἄλτο χαμᾶζε.Πάτροκλος δ’ ἑτέρωθεν, ἐπεὶ ἴδεν, ἔκθορε δίφρου.οἱ δ’ ὥς τ’ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαιπέτρῃ ἐφ’ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,ὡς οἱ κεκλήγοντες ἐπ’ ἀλλήλοισιν ὄρουσαν.τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·ὦ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα, φίλτατον ἀνδρῶν,μοῖρ’ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσηςθείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,ἢ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες.ἄνδρα θνητὸν ἐόντα, πάλαι πεπρωμένον αἴσῃ,ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;ἕρδ’ ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὅνδε δόμονδε,φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλοςπέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονταιυἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.ἀλλ’ εἴ τοι φίλος ἐστί, τεὸν δ’ ὀλοφύρεται ἧτορ,ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃχέρσ’ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,πέμπειν μιν Θάνατόν τε φέρειν καὶ νήδυμον Ὕπνον,εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,ἔνθα ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τετύμβῳ τε στήλῃ τε’ τὸ γὰρ γέρας ἐστὶ θανόντων.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζεπαῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλεφθίσειν ἐν Τροίῃ ἐριβώλακι, τηλόθι πάτρης.Οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,ἔνθ’ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,ὅς ῥ’ ἠὺς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.Σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷδεύτερον ὁρμηθείς, ὁ δὲ Πήδασον οὔτασεν ἵππονἔγχεϊ δεξιὸν ὤμον· ὁ δ’ ἔβραχε θυμὸν ἀΐσθων,κὰδ δὲ πέσ’ ἐν κονίῃσι μακών, ἀπὸ δ’ ἔπτατο θυμός.τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφισύγχυτ’, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,ἀΐξας ἀπέκοψε παρήορον οὐδὲ μάτησε·τὼ δ’ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·τὼ δ’ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.Ἔνθ’ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,Πατρόκλου δ’ ὑπὲρ ὤμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴἔγχεος, οὐδ’ ἔβαλ’ αὐτόν· ὁ δ’ ὕστερος ὄρνυτο χαλκῷΠάτροκλος· τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,ἀλλ’ ἔβαλ’ ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’ ἁδινὸν κῆρ.ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἤριπεν ἣ ἀχερωΐς,ἠὲ πίτυς βλωθρή, τήν τ’ οὔρεσι τέκτονες ἄνδρεςἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·ὡς ὁ πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς,βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης.ἠῦτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθών,αἴθωνα μεγάθυμον, ἐν εἰλιπόδεσσι βόεσσι,ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,ὡς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάωνκτεινόμενος μενέαινε, φίλον δ’ ὀνόμηνεν ἑταῖρον·Γλαῦκε πέπον, πολεμιστὰ μετ’ ἀνδράσι, νῦν σε μάλα χρὴαἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας,πάντῃ ἐποιχόμενος, Σαρπηδόνος ἀμφιμάχεσθαι·αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδοςἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ’ Ἀχαιοὶτεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.ἀλλ’ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.Ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψενὀφθαλμοὺς ῥῖνάς θ’· ὁ δὲ λὰξ ἐν στήθεσι βαίνωνἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·τοῖο δ’ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ’ αἰχμήν.Μυρμιδόνες δ’ αὐτοῦ σχέθον ἵππους φυσιόωντας,ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ’ ἀνάκτων.Γλαύκῳ δ’ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·ὠρίνθη δέ οἱ ἦτορ, ὅ τ’ οὐ δύνατο προσαμῦναι.χειρὶ δ’ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸνἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷτείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.εὐχόμενος δ’ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·κλῦθι, ἄναξ, ὅς που Λυκίης ἐν πίονι δήμῳεἷς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσ’ ἀκούεινἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷματερσῆναι δύναται, βαρύθει δέ μοι ὤμος ὑπ’ αὐτοῦ·ἔγχος δ’ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαιἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ’ ὥριστος ὄλωλε,Σαρπηδών, Διὸς υἱός· ὁ δ’ οὐδ’ οὗ παιδὸς ἀμύνει.ἀλλὰ σύ πέρ μοι, ἄναξ, τόδε καρτερὸν ἕλκος ἄκεσσαι,κοίμησον δ’ ὀδύνας, δὸς δὲ κράτος, ὄφρ’ ἑτάροισικεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,αὐτός τ’ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων.αὐτίκα παῦσ’ ὀδύνας, ἀπὸ δ’ ἕλκεος ἀργαλέοιοαἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.Γλαῦκος δ’ ἔγνω ἧσιν ἐνὶ φρεσὶ γήθησέν τε,ὅττι οἱ κ’ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας,πάντῃ ἐποιχόμενος, Σαρπηδόνος ἀμφιμάχεσθαι·αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων,Πουλυδάμαντ’ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,βῆ δὲ μετ’ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·Ἕκτορ, νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,οἱ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴηςθυμὸν ἀποφθινύθουσι· σὺ δ’ οὐκ ἐθέλεις ἐπαμύνειν.κεῖται Σαρπηδών, Λυκίων ἀγὸς ἀσπιστάων,ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ. ᾧ·τὸν δ’ ὑπὸ Πατρόκλῳ δάμασ’ ἔγχεϊ χάλκεος Ἄρης.ἀλλά, φίλοι, πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,μὴ ἀπὸ τεύχε’ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸνΜυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.Ὣς ἔφατο, Τρῷας δὲ κατὰ κρῆθεν λάβε πένθοςἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληοςἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμ’ αὐτῷλαοὶ ἕποντ’, ἐν δ’ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·βὰν δ’ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δ’ ἄρα σφινἝκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺςὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·Αἴαντε πρώτω προσέφη, μεμαῶτε καὶ αὐτώ·Αἴαντε, νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,οἷοί περ πάρος τε μετ’ ἀνδράσιν, ἢ καὶ ἀρείους.κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν,Σαρπηδών· ἀλλ’ εἴ μιν ἀεικισσαίμεθ’ ἑλόντες,τεύχεά τ’ ὤμοιιν ἀφελοίμεθα, καί τιν’ ἑταίρωναὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.Ὣς ἔφαθ’, οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.οἱ δ’ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας,Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαιδεινὸν ἀύσαντες· μέγα δ’ ἔβραχε τεύχεα φωτῶν.Ζεὺς δ’ ἐπὶ νύκτ’ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.σαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν,υἱὸς Ἀγακλῆος μεγαθύμου, δῖος Ἐπειγεύς,ὅς ῥ’ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσετὸ πρίν· ἀτὰρ τότε γ’ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξαςἐς Πηλῆ’ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·οἱ δ’ ἅμ’ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαιἼλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.τόν ῥα τόθ’ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρχερμαδίῳ κεφαλήν· ἡ δ’ ἄνδιχα πᾶσα κεάσθηἐν κόρυθι βριαρῇ· ὁ δ’ ἄρα πρηνὴς ἐπὶ νεκρῷκάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.Πατρόκλῳ δ’ ἄρ’ ἄχος γένετο φθιμένου ἑτάροιο,ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼςὠκέϊ, ὅς τ’ ἐφόβησε κολοιούς τε ψῆράς τε·ὡς ἰθὺς Λυκίων, Πατρόκλεες ἱπποκέλευθε,ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.καί ῥ’ ἔβαλε Σθενέλαον, Ἰθαιμένεος φίλον υἱόν,αὐχένα χερμαδίῳ, ῥῆξεν δ’ ἀπὸ τοῖο τένοντας.χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Εἰκτωρ.ὅσση δ’ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,ἥν ῥά τ’ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳἠὲ καὶ ἐν πολέμῳ, δηΐων ὕπο θυμοραϊστέων,τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ’ Ἀχαιοί.Γλαῦκος δὲ πρῶτος, Λυκίων ἀγὸς ἀσπιστάων,ἐτράπετ’, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον,Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίωνὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶστρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·δούπησεν δὲ πεσών· πυκινὸν δ’ ἄχος ἔλλαβ’ Ἀχαιούς,ὡς ἔπεσ’ ἐσθλὸς ἀνήρ’ μέγα δὲ Τρῶες κεχάροντο,στὰν δ’ ἀμφ’ αὐτὸν ἰόντες ἀολλέες· οὐδ’ ἄρ’ Ἀχαιοὶἀλκῆς ἐξελάθοντο, μένος δ’ ἰθὺς φέρον αὐτῶν.ἔνθ’ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστήν,Λαόγονον, θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺςἸδαίου ἐτέτυκτο, θεὸς δ’ ὡς τίετο δήμῳ.τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸςᾧχετ’ ἀπὸ μελέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν.Αἰνείας δ’ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·πρόσσω γὰρ κατέκυψε, τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸνοὔδει ἐνισκίμφθη, ἐπὶ δ’ οὐρίαχος πελεμίχθηἔγχεος· ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης.αἰχμὴ δ’ Αἰνείαο κραδαινομένη κατὰ γαίηςᾧχετ’, ἐπεί ῥ’ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.Αἰνείας δ’ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόνταἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ’ ἔβαλόν περ.Τὸν δ’ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·Αἰνεία, χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόνταπάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄνταἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼςεὖχος ἐμοὶ δοίης, ψυχὴν δ’ Αἴδι κλυτοπώλῳ.Ὣς φάτο, τὸν δ’ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·Μηριόνη, τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;ὦ πέπον, οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσινεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ·τῶ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.Ὣς εἰπὼν ὁ μὲν ἦρχ’, ὁ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς.τῶν δ’ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὄρωρενοὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετ’ ἀκουή,ὡς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείηςχαλκοῦ τε ῥινοῦ τε βοῶν τ’ εὐποιητάων,νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.οὐδ’ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖονἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίησινἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.οἱ δ’ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαισταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλαςὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·ὡς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺςτρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,ἀλλὰ κατ’ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,πολλὰ μάλ’ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃαὐτοῦ ἐπ’ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρχαλκῷ δῃώσῃ, ἀπό τ’ ὤμων τεύχε ἕληται,ἢ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,ὄφρ’ ἠὺς θεράπων Πηληϊάδεω Ἀχιλῆοςἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴνὤσαιτο προτὶ ἄστυ, πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο.Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·ἐς δίφρον δ’ ἀναβὰς φύγαδ’ ἔτραπε, κέκλετο δ’ ἄλλουςΤρῶας φευγέμεναι· γνῷ γὰρ Διὸς ἱρὰ τάλαντα.ἔνθ’ οὐδ’ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθενπάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ,κείμενον ἐν νεκύων ἀγύρει’ πολέες γὰρ ἐπ’ αὐτῷκάππεσον, εὖτ’ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.οἱ δ’ ἄρ’ ἀπ’ ὤμοιιν Σαρπηδόνος ἔντε’ ἕλοντοχάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆαςδῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·εἰ δ’ ἄγε νῦν, φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρονἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειταπολλὸν ἀποπρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσιχρῖσόν τ’ ἀμβροσίῃ, περὶ δ’ ἄμβροτα εἵματα ἕσσον’πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,Ὕσπνῳ καὶ Θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκαθήσουσ’ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,ἔνθα ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τετύμβῳ τε στήλῃ τε’ τὸ γὰρ γέρας ἐστὶ θανόντων.Ὣς ἔφατ’, οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,αὐτίκα δ’ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείραςπολλὸν ἀποπρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσιχρῖσέν τ’ ἀμβροσίῃ, περὶ δ’ ἄμβροτα εἵματα ἕσσε’πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκακάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.Πάτροκλος δ’ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσαςΤρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγ’ ἀάσθηνήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν,ἢ τ’’ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκηνῥηϊδίως, ὅτε δ’ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.Ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἐξενάριξας,Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατόνδε κάλεσσαν;Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλονκαὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,αὐτὰρ ἔπειτ’ ἕλασον καὶ Μούλιον ἠδὲ Πηυλάρτην·τοὺς ἕλεν· οἱ δ’ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.Ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες ἈχαιῶνΠατρόκλου ὑπὸ χερσί· περιπρὸ γὰρ ἔγχεϊ θῦεν·εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϊδμήτου ἐπὶ πύργουἔστη, τῷ ὀλοὰ φρονέων, Τρώεσσι δ’ ἀρήγων.τρὶς μὲν ἐπ’ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖοΠάτροκλος, τρὶς δ’ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων,χείρεσσ’ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἧσος,δεινὰ δ’ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·χάζεο, διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσασῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,οὐδ’ ὑπ’ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.Ὣς φάτο, Πάτροκλος δ’ ἀνεχάζετο πολλὸν ὀπίσσω,μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.Ἕκτωρ δ’ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππου·δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.ταῦτ’ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων,ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε,Ἀσίῳ, ὃς μήτρως ἣν Ἕκτορος ἱπποδάμοιο,αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·Ἕκτορ, τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.αἴθ’ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·τῶ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.ἀλλ’ ἄγε, Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.Ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,Κεβριόνῃ δ’ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἑϊκτωρἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλωνδύσεθ’ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισινἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.Ἕκτωρ δ’ ἄλλους μὲν Δαναοὺς ἔα οὐδ’ ἐνάριζεν·αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.Πάτροκλος δ’ ἑτέρωθεν ἀφ’ ἵππων ἄλτο χαμᾶζεσκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρονμάρμαρον ὀκριόεντα, τόν οἵ περὶ χεὶρ ἐκάλυψεν,ἧκε δ’ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,οὐδ’ ἁλίωσε βέλος, βάλε δ’ Ἕκτορος ἡνιοχῆα,Κεβριόνην, νόθον υἱὸν ἀγακλῆος Πριάμοιο,ἵππων ἡνί’ ἔχοντα, μετώπιον ὀξέϊ λαϊ.ἀμφοτέρας δ’ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχενὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιναὐτοῦ πρόσθε ποδῶν· ὁ δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼςκάππεσ’ ἀπ’ εὐεργέος δίφρου, λίπε δ’ ὀστέα θυμός.τὸν δ’ ἐπικερτομέων προσέφης, Πατρόκλεες ἱππεῦ·ὦ πόποι, ἢ μάλ’ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν,νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.Ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκειοἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζωνἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·ὡς ἐπὶ Κεβριόνῃ, Πατρόκλεες, ἄλσο μεμαώς.Ἕκτωρ δ’ αὖθ’ ἑτέρωθεν ἀφ’ ἵππων ἄλτο χαμᾶζε.τὼ περὶ Κεβριόναο λέονθ’ ὡς δηρινθήτην,ὥ τ’ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο,ἄμφω πεινάοντε, μέγα φρονέοντε μάχεσθον·ὡς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς,Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ,ἵεντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν, οὐχὶ μεθίει·Πάτροκλος δ’ ἑτέρωθεν ἔχεν ποδός· οἱ δὲ δὴ ἄλλοιΤρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.Ὡς δ’ Εὐρός τε Νότος τ’ ἐριδαίνετον ἀλλήλοιινοὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην,φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζουςἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,ὡς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντεςδήουν, οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο.πολλὰ δὲ Κεβριόνην ἀμφ’ ὀξέα δοῦρα πεπήγειἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,πολλὰ δὲ χερμάδια μεγάλ’ ἀσπίδας ἐστυφέλιξανμαρναμένων ἀμφ’ αὐτόν· ὁ δ’ ἐν στροφάλιγγι κονίηςκεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.Ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός·ἦμος δ’ Ἠέλιος μετενίσετο βουλυτόνδε,καὶ τότε δή ῥ’ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι, ἦσαν.ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσανΤρώων ἐξ ἐνοπῆς, καὶ ἀπ’ ὤμων τεύχε’ ἕλοντο,Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.τρὶς μὲν ἔπειτ’ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ,σμερδαλέα ἰάχων, τρὶς δ’ ἐννέα φῶτας ἔπεφνεν.ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,ἔνθ’ ἄρα τοι, Πάτροκλε, φάνη βιότοιο τελευτή·ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃδεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν·ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·στῆ δ’ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τ’ ὤμωχειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.τοῦ δ’ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·ἡ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ’ ἵππωναὐλῷπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραιαἵματι καὶ κονίησι· πάρος γε μὲν οὐ θέμις ἦενἱππόκομον πήληκα μιαίνεσθαι κονίησιν,ἀλλ’ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπονῥύετ’ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκενἡ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος,βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπ’ ὤμωνἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.τὸν δ’ ἄτη φρένας εἷλε, λύθεν δ’ ὑπὸ φαίδιμα γυῖα,στῆ δὲ ταφών’ ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνήρ,Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστοἔγχεϊ θ’ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ’ ἵππων,πρῶτ’ ἐλθὼν σὺν ὄχεσφι, διδασκόμενος πολέμοιο·ὅς τοι πρῶτος ἐφῆκε βέλος, Πατρόκλεες ἱππεῦ,·οὐδὲ δάμασσ’· ὁ μὲν αὖτις ἀνέδραμε, μίκτο δ’ ὁμίλῳ,ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ’ ὑπέμεινεΠάτροκλον γυμνόν περ ἐόντ’ ἐν δηϊοτῆτι.Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶςἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.Ἕκτωρ δ’ ὡς εἶδεν Πατροκλῆα μεγάθυμονἂψ ἀναχαζόμενον, βεβλημένον ὀξέϊ χαλκῷ,ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶνείατον ἐς κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσε·δούπησεν δὲ πεσών, μέγα δ’ ἤκαχε λαὸν Ἀχαιῶν·ὡς δ’ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,ὦ τ’ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθονπίδακος ἀμφ’ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·πολλὰ δέ τ’ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·ὡς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸνἝκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·Πάτροκλ’, ἢ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούραςἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν,νήπιε’ τάων δὲ πρόσθ’ Ἕκτορος ὠκέες ἵπποιποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δ’ αὐτὸςΤρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνωἦμαρ ἀναγκαῖον· σὲ δέ τ’ ἐνθάδε γῦπες ἔδονται.ἃ δείλ’, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ’ ἰόντι·μή μοι πρὶν ἰέναι, Πατρόκλεες ἱπποκέλευθε,νῆας ἔπι γλαφυράς, πρὶν Ἕκτορος ἀνδροφόνοιοαἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.Τὸν δ’ ὀλιγοδρανέων προσέφης, Πατρόκλεες ἱππεῦ·ἤδη νῦν, Ἕκτορ, μεγάλ’ εὔχεο· σοὶ γὰρ ἔδωκενίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσανῥηιδίως· αὐτοὶ γὰρ ἀπ’ ὤμων τεύχε ἕλοντο.τοιοῦτοι δ’ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,πάντες κ’ αὐτόθ’ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.ἀλλά με μοῖρ’ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,ἀνδρῶν δ’ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·οὔ θην οὐδ’ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδηἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή,χερσὶ δαμέντ’ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.Ἃς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει,ὃν πότμον γοόωσα, λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην.τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Εἰκτωρ·Πατρόκλεις, τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;τίς δ’ οἷδ’ εἴ κ’ Ἀχιλεύς, Θέτιδος πάϊς ἠϋκόμοιο,φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;Ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆςεἴρυσε λὰξ προσβάς, τὸν δ’ ὕπτιον σ’ ἀπὸ δουρός.αὐτίκα δὲ ξὺν δουρὶ μετ’ Αὐτομέδοντα βεβήκει,ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·ἵετο γὰρ βαλέειν· τὸν δ’ ἔκφερον ὠκέες ἵπποιἄμβροτοι, οὃς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.