Classica Labs

← The Iliad · Contents

Book 24 of 24

Book 24: Priam and Achilles

Λῦτο δ’ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοιἐσκίδναντ’ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντοὕπνου τε γλυκεροῦ ταρπήμεναι’ αὐτὰρ Ἀχιλλεὺςκλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνοςἥρει πανδαμάτωρ, ἀλλ’ ἐστρέφετ’ ἔνθα καὶ ἔνθα,Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΐ,ἠδ’ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα,ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ’ αὖτεὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δ’ ὀρθὸς ἀναστὰςδινεύεσκ’ ἀλύων παρὰ θῖν ἁλός· οὐδέ μιν ἠὼςφαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ’ ἠϊόνας τε.ἀλλ’ ὅ γ’ ἐπεὶ ζεύξειεν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,Ἕκτορα δ’ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,τρὶς δ’ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντοςαὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ’ ἔασκενἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ’ Ἀπόλλωνπᾶσαν ἀεικείην ἄπεχε χροὶ φῶτ’ ἐλεαίρωνκαὶ τεθνηότα περ’ περὶ δ’ αἰγίδι πάντα κάλυπτεχρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.Ὣς ὁ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·τὸν δ’ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,κλέψαι δ’ ὀτρύνεσκον ἐΰσκοπον Ἀργειφόντην.ἔνθ’ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ’ Ἥρῃοὐδὲ ἸΤοσειδάων’ οὐδὲ γλαυκώπιδι κούρῃ,ἀλλ’ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴκαὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ’ ἄτης,ὃς νείκεσσε θεάς, ὅτε οἱ μέσσαυλον ἵκοντο,τὴν δ’ ἤνησ’ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς,καὶ τότ’ ἄρ’ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·σχέτλιοί ἐστε, θεοί, δηλήμονες· οὔ νύ ποθ’ ὑμῖνἝκτωρ μηρί’ ἔκηε βοῶν αἰγῶν τε τελείων;τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι,ἡ τ’ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧκαὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκαἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.ἀλλ’ ὀλοῷ Ἀχιλῆϊ, θεοί, βούλεσθ’ ἐπαρήγειν,ᾧ οὔτ’ ἃρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημαγναμπτὸν ἐνὶ στήθεσσι, λέων δ’ ὡς ἄγρια οἶδεν,ὅς τ’ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷεἴξας εἶσ’ ἐπὶ μῆλα βροτῶν, ἵνα δαῖτα λάβῃσιν·ὡς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼςγίγνεται, ἣ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι.μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι,ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·ἀλλ’ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισι.αὐτὰρ ὅ γ’ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,ἵππων ἐξάπτων περὶ σῆμ’ ἑτάροιο φίλοιοἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ’ ἄμεινον.μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.Τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·εἴη κεν καὶ τοῦτο τεὸν ἔπος, ἀργυρότοξε,εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴθοέψα τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν,Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ’ ἀθανάτοισι.πάντες δ’ ἀντιάασθε, θεοί, γάμου· ἐν δὲ σὺ τοῖσιδαίνυ’ ἔχων φόρμιγγα, κακῶν ἕταρ’, αἰὲν ἄπιστε.Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·Ἥρη, μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρφίλτατος ἔσκε θεοῖσι βροτῶν οἱ ἐν Ἰλίῳ εἰσίν·ὡς γὰρ ἔμοιγ’, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης,λοιβῆς τε κνίσης τε’ τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.ἀλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν—οὐδέ πῃ ἔστι—λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα ἢ γάρ οἱ αἰεὶμήτηρ παρμέμβλωκεν ὁμῶς νύκτας τε καὶ ἥμαρ.ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν ἄσσον ἐμεῖο,ὄφρα τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺςδώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ’ Ἑκτορα λύσῃ.Ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσηςἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,ἥ τε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖαἔρχεται ὠμηστῇσιν ἐπ’ ἰχθύσι κῆρα φέρουσα.εὗρε δ’ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ’ ἄρ’ ἄλλαιἥαθ’ ὁμηγερέες ἅλιαι θεαί· ἡ δ’ ἐνὶ μέσσῃςκλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλεφθίσεσθ’ ἐν Τροίῃ ἐριβώλακι, τηλόθι πάτρης.ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·ὄρσο, Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·τίπτε με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲμίσγεσθ’ ἀθανάτοισιν, ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ.εἶμι μέν, οὐδ’ ἅλιον ἔπος ἔσσεται, ὅττι κεν εἴπῃ.Ἃς ἄρα φωνήσασα κάλυμμ’ ἕλε δῖα θεάωνκυάνεον, τοῦ δ’ οὔ τι μελάντερον ἔπλετο ἔσθος.βῆ δ’ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶριςἡγεῖτ’· ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.ἀκτὴν δ’ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,εὗρον δ’ εὐρύοπα Κρονίδην, περὶ δ’ ἄλλοι ἅπαντεςἥαθ’ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.ἡ δ’ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ’ Ἀθήνη.Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκεκαί ῥ’ εὔφρην’ ἐπέεσσι· Θέτις δ’ ὤρεξε πιοῦσα.τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·ἤλυθες Οὔλυμπόνδε, θεὰ Θέτι, κηδομένη περ,πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·ἀλλὰ καὶ ὡς ἐρέω τοῦ σ’ εἵνεκα δεῦρο κάλεσσα.ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρενἝκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·κλέψαι δ’ ὀτρύνουσιν ἐΰσκοπον Ἀργειφόντην·αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω,αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ’ ἔξοχα πάντωνἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσινἝκτορ’ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ’ ἀπέλυσεν,αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ’ Ἕκτορα λύσῃ.αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσωλύσασθαι φίλον υἱόν, ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα,ἷξεν δ’ ἐς κλισίην οὗ υἱέος· ἔνθ’ ἄρα τόν γεεὗρ’ ἁδινὰ στενάχοντα· φίλοι δ’ ἀμφ’ αὐτὸν ἑταῖροιἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ’ ἄριστον·τοῖσι δ’ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.ἡ δὲ μάλ’ ἄγχ’ αὐτοῖο καθέζετο πότνια μήτηρ,χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·τέκνον ἐμόν, τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύωνσὴν ἔδεαι κραδίην, μεμνημένος οὔτε τι σίτουοὔτ’ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητιμίσγεσθ’· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδηἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.ἀλλ’ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἶμι·σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ’ ἔξοχα πάντωνἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσινἙκτορ’ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ’ ἀπέλυσας.ἀλλ’ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.Τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·τῇδ’ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.Ὣς οἵ γ’ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸςπολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον.Ἶριν δ’ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·βάσκ’ ἴθι, Ἶρι ταχεῖα, λιποῦσ’ ἕδος Οὐλύμποιοἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσωλύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ,οἷον, μηδέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ’ ἰθύνοιἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτιςνεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.μηδέ τί οἱ θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν Ἀργειφόντην,ὃς ἄξει ἧός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ ἄλλους πάντας ἐρύξει·οὔτε γάρ ἐστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων,ἀλλὰ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.Ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.ἷξεν δ’ ἐς Πριάμοιο, κίχεν δ’ ἐνοπήν τε γόον τε.παῖδες μὲν πατέρ’ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆςδάκρυσιν εἵματ’ ἔφυρον, ὁ δ’ ἐν μέσσοισι γεραιὸςἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴκόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος,τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.θυγατέρες δ’ ἀνὰ δώματ’ ἰδὲ νυοὶ ὠδύροντο,τῶν μιμνησκόμεναι οἱ δὴ πολέες τε καὶ ἐσθλοὶχερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδατυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·θάρσει, Δαρδανίδη Πρίαμε, φρεσί, μηδέ τι τάρβει·οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ’ ἱκάνω,ἀλλ’ ἀγαθὰ φρονέουσα’ Διὸς δέ τοι ἄγγελός εἰμι,ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει.λύσασθαί σε κέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ,οἷον, μηδέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ’ ἰθύνοιἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτιςνεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.μηδέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·τοῖος γάρ τοι πομπὸς ἅμ’ ἕψεται Ἀργειφόντης,ὅς σ’ ἄξει ἣδς κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ ἄλλους πάντας ἐρύξει·οὔτε γάρ ἐστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων,ἀλλὰ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.Ἡ μὲν ἄρ’ ὡς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις,αὐτὰρ ὅ γ’ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείηνὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ’ αὐτῆς.αὐτὸς δ’ ἐς θάλαμον κατεβήσετο κηώεντακέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·ἐς δ’ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·δαιμονίη, Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθελύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.ἀλλ’ ἄγε μοι τόδε εἰπέ, τί τοι φρεσὶν εἴδεται εἶναι;αἰνῶς γάρ μ’ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγεκεῖσ’ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.Ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·ὦ μοι, πῇ δή τοι φρένες οἴχονθ’, ἧς τὸ πάρος περἔκλε’ ἐπ’ ἀνθρώπους ξείνους ἠδ’ οἷσιν ἀνάσσεις;πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἷος,ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺςυἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.εἰ γάρ σ’ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν,ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε, οὔ σ’ ἐλεήσει,οὐδέ τί σ’ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθενἥμενοι ἐν μεγάρῳ· τῷ δ’ ὥς ποθι Μοῖρα κραταιὴγιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,ἀργίποδας κύνας ἄσαι ἑῶν ἀπάνευθε τοκήων,ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμιἐσθέμεναι προσφῦσα’ τότ’ ἂν τιτὰ ἔργα γένοιτοπαιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπωνἑσταότ’, οὔτε φόβου μεμνημένον οὔτ’ ἀλεωρῆς.Τὴν δ’ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·μή μ’ ἐθέλοντ’ ἰέναι κατερύκανε, μηδέ μοι αὐτὴὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.εἰ μὲν γάρ τίς μ’ ἄλλος ἐπιχθονίων ἐκέλευεν,ἢ οἱ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·νῦν δ’ αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,εἶμι, καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσατεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων,βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺςἀγκὰς ἑλόντ’ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἴην.Ἦ, καὶ φωριαμῶν ἐπιθήματα κάλ’ ἀνέῳγεν·ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,δώδεκα δ’ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,τόσσα δὲ φάρεα λευκά, τόσους δ’ ἐπὶ τοῖσι χιτῶνας.χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,ἐκ δὲ δύ’ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρεςἐξεσίην ἐλθόντι, μέγα κτέρας· οὐδέ νυ τοῦ περφείσατ’ ἐνὶ μεγάροις ὁ γέρων, περὶ δ’ ἤθελε θυμῷλύσασθαι φίλον υἱόν. ὁ δὲ Τρῶας μὲν ἅπανταςαἰθούσης ἀπέεργεν ἔπεσσ’ αἰσχροῖσιν ἐνίσσων·ἔρρετε, λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖνοἴκοι ἔνεστι γόος, ὅτι μ’ ἤλθετε κηδήσοντες;ἡ ὀνόσασθ’ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκε,παῖδ’ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὕμμες·ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθεκείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγεπρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τεὀφθαλμοῖσιν ἰδεῖν, βαίην δόμον Ἄϊδος εἴσω.Ἦ, καὶ σκηπανίῳ δίεπ’ ἀνέρας· οἱ δ’ ἴσαν ἔξωσπερχομένοιο γέροντος· ὃ δ’ υἱάσιν οἷσιν ὁμόκλα,νεικείων Ἑλενόν τε Πάριν τ’ Ἀγάθωνά τε δῖονΠάμμονά τ’ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε ΠολίτηνΔηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον ἀγαυόν·ἐννέα τοῖς ὁ γεραιὸς ὁμοκλήσας ἐκέλευε·σπεύσατέ μοι, κακὰ τέκνα, κατηφόνες· αἴθ’ ἅμα πάντεςἝκτορος ὠφέλετ’ ἀντὶ θοῆς ἐπὶ νηυσὶ πεφάσθαι.ὦ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστουςΤροίῃ ἐν εὐρείῃ, τῶν δ’ οὔ τινά φημι λελεῖφθαι,Μήστορά τ’ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμηνἙκτορά θ’, ὃς θεὸς ἔσκε μετ’ ἀνδράσιν, οὐδὲ ἐῴκειἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι, ἀλλὰ θεοῖο.τοὺς μὲν ἀπώλεσ’ Ἄρης, τὰ δ’ ἐλέγχεα πάντα λέλειπται,ψεῦσταί τ’ ὀρχησταί τε, χοροιτυπίῃσιν ἄριστοι,ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,ταῦτά τε πάντ’ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴνἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείηνκαλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ’ αὐτῆς,κὰδ δ’ ἀπὸ πασσαλόφι ζγὸν ἥρεον ἡμιόνειονπύξινον ὀμφαλόεν, εὖ οἰήκεσσιν ἀρηρός·ἐκ δ’ ἔφερον ζγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ,πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,τρὶς δ’ ἑκάτερθεν ἔδησαν ἐπ’ ὀμφαλόν, αὐτὰρ ἔπειταἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ’ ἔκαμψαν.ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ’ ἀπήνηςνήεον Ἐἰκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα,ζεῦξαν δ’ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὗς ὁ γεραιὸςαὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.Τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσικῆρυξ καὶ Πρίαμος, πυκινὰ φρεσὶ μήδε’ ἔχοντες·ἀγχίμολον δέ σφ’ ἦλθ’ Ἑκάβη τετιηότι θυμῷ,οἶνον ἔχουσ’ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·στῆ δ’ ἵππων προπάροιθεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·τῇ, σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ’ ἱκέσθαιἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἃρ σέ γε θυμὸςὀτρύνει ἐπὶ νῆας, ἐμεῖο μὲν οὐκ ἐθελούσης.ἀλλ’ εὔχεο σύ γ’ ἔπειτα κελαινεφέϊ ΚρονίωνιἸδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,αἴτει δ’ οἰωνόν, ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷφίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,δεξιόν, ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσαςτῷ πίσυνος ἐπὶ νῆας ἴης Δαναῶν ταχυπώλων.εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,οὐκ ἂν ἔγωγέ σ’ ἔπειτα ἐποτρύνουσα κελοίμηννῆας ἐπ’ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.Τὴν δ’ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·ὦ γύναι, οὐ μέν τοι τόδ’ ἐφιεμένῃ ἀπιθήσω·ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν, αἴ κ’ ἐλεήσῃ.Ἦ ῥα, καὶ ἀμφίπολον ταμίην ὄτρυν’ ὁ γεραιὸςχερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστηχέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα.νυψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·εὔχετ’ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνονοὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·Ζεῦ πάτερ, ἤδηθεν μεδέων, κύδιστε μέγιστε,δός μ’ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν,πέμψον δ’ οἰωνόν, ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷφίλτατος οἰωνῶν, καί εὖ κράτος ἐστὶ μέγιστον,δεξιόν, ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσαςτῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε μητίετα Ζεύς,αὐτίκα δ’ αἰετὸν ἧκε, τελειότατον πετεηνῶν,μόρφνον θηρητῆρ’, ὃν καὶ περκνὸν καλέουσιν.ὅσση δ’ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκταιἀνέρος ἀφνειοῖο, ἐὺ κληῖσ’ ἀραρυῖα,τόσσ’ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφιδεξιὸς ἀΐξας διὰ ἄστεος· οἱ δὲ ἰδόντεςγήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.Σπερχόμενος δ’ ὁ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,ἐκ δ’ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων’ αὐτὰρ ὄπισθενἵπποι, τοὺς ὁ γέρων ἐφέπων μάστιγι κέλευεκαρπαλίμως κατὰ ἄστυ· φίλοι δ’ ἅμα πάντες ἕποντοπόλλ’ ὀλοφυρόμενοι ὡς εἰ θάνατόνδε κιόντα.οἱ δ’ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ’ ἀφίκοντο,οἱ μὲν ἄρ’ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο,παῖδες καὶ γαμβροί, τὼ δ’ οὐ λάθον εὐρύοπα Ζῆνἐς πεδίον προφανέντε’ ἰδὼν δ’ ἐλέησε γέροντα,αἶψα δ’ ἄρ’ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστινἀνδρὶ ἑταιρίσσαι, καί τ’ ἔκλυες ᾧ κ’ ἐθέλῃσθα,βάσκ’ ἴθι, καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶνὡς ἄγαγ’, ὡς μήτ’ ἄρ τις ἴδῃ μήτ’ ἄρ τε νοήσῃτῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνάδ’ ἱκέσθαι.Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε διάκτορος Ἀργειφόντης.αὐτίκ’ ἔπειθ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλαἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρὴνἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·εἵλετο δὲ ῥάβδον, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγειὧν ἐθέλει, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει·τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς Ἀργειφόντης.αἷψα δ’ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,βῆ δ’ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικώς,πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.Οἱ δ’ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,στῆσαν ἄρ’ ἡμιόνους τε καὶ ἵππους, ὄφρα πίοιεν,ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.τὸν δ’ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξἙρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·φράζεο, Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.ἄνδρ’ ὁρόω, τάχα δ’ ἄμμε διαρραίσεσθαι ὀΐω.ἀλλ’ ἄγε δὴ φεύγωμεν ἐφ’ ἵππων, ἤ μιν ἔπειταγούνων ἁψάμενοι λιτανεύσομεν, αἴ κ’ ἐλεήσῃ.Ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ’ αἰνῶς,ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,στῆ δὲ ταφών· αὐτὸς δ’ ἐριούνιος ἐγγύθεν ἐλθών,χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·πῇ, πάτερ, ὧδ’ ἵππους τε καὶ ἡμιόνους ἰθύνειςνύκτα δι’ ἀμβροσίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι;οὐδὲ σύ γ’ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναντοσσάδ’ ὀνείατ’ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;οὔτ’ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,ἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήν.ἀλλ’ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλονσεῦ ἀπαλεξήσαιμι’ φίλῳ δέ σε πατρὶ ἐΐσκω.Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·οὕτω πῃ τάδε γ’ ἐστί, φίλον τέκος, ὡς ἀγορεύεις.ἀλλ’ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,ὅς μοι τοιόνδ’ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι,αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,πέπνυσαί τε νόῳ, μακάρων δ’ ἔξ ἐσσι τοκήων.Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰἄνδρας ἐς ἀλλοδαπούς, ἵνα περ τόδε τοι σόα μίμνῃ,ἢ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴνδειδιότες· τοῖος γὰρ ἀνὴρ ὥριστος ὄλωλεσὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ’ Ἀχαιῶν.Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·τίς δὲ σύ ἐσσι, φέριστε, τέων δ’ ἔξ ἐσσι τοκήων;ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·πειρᾷ ἐμεῖο, γεραιέ, καὶ εἴρεαι Ἑκτορα δῖον.τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ’ ἐπὶ νηυσὶν ἐλάσσαςἈργείους κτείνεσκε, δαΐζων ὀξέϊ χαλκῷ·ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺςεἴα μάρνασθαι, κεχολωμένος Ἀτρεΐωνι.τοῦ γὰρ ἐγὼ θεράπων, μία δ’ ἤγαγε νηῦς εὐεργήν·Μυρμιδόνων δ’ ἔξ εἰμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.ἀφνειὸς μὲν ὅ γ’ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,ἕξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ’ ἕπεσθαι.νῦν δ’ ἦλθον πεδίονδ’ ἀπὸ νηῶν· ἠῶθεν γὰρθήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανταιἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆοςεἷς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδηἧσι κυσὶν μελεϊστὶ ταμὼν προὔθηκεν Ἀχιλλεύς.Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·ὦ γέρον, οὔ πω τόν γε κύνες φάγον οὐδ’ οἰωνοί,ἀλλ’ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηὶαὔτως ἐν κλισίησι’ δυωδεκάτη δέ οἱ ἠὼςκειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶἔσθουσ’, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιοἕλκει ἀκηδέστως, ἠὼς ὅτε δῖα φανήῃ,οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼνοἷον ἐερσήεις κεῖται, περὶ δ’ αἷμα νένιπται,οὐδέ ποθι μιαρός· σὺν δ’ ἕλκεα πάντα μέμυκεν,ὅσσ’ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆοςκαὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.Ὣς φάτο, γήθησεν δ’ ὁ γέρων, καὶ ἀμείβετο μύθῳ·ὦ τέκος, ἦ ῥ’ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναιἀθανάτοις, ἐπεὶ οὔ ποτ’ ἐμὸς πάϊς, εἴ ποτ’ ἔην γε,λήθετ’ ἐνὶ μεγάροισι θεῶν, οἱ Ὀλυμπον ἔχουσι·τῷ οἱ ἀπομνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.ἀλλ’ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,ὄφρα κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.Τὸν δ’ αὖτε προσέειπε διάκτορος Ἀργειφόντης·πειρᾷ ἐμεῖο, γεραιέ, νεωτέρου, οὐδέ με πείσεις,ὅς με κέλεαι σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρισυλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.σοὶ δ’ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,ἐνδυκέως ἐν νηὶ θοῇ ἢ πεζὸς ὁμαρτέων·οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.Ἦ, καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππουςκαρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,ἐν δ’ ἔπνευσ’ ἵπποισι καὶ ἡμιόνοις μένος ἠῦ.ἀλλ’ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,οἱ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,τοῖσι δ’ ἐφ’ ὕπνον ἔχευε διάκτορος Ἀργειφόντηςπᾶσιν, ἄφαρ δ’ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,ἐς δ’ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ’ ἐπ’ ἀπήνης.ἀλλ’ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντοὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτιδοῦρ’ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψανλαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες·ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτισταυροῖσιν πυκινοῖσι· θύρην δ’ ἔχε μοῦνος ἐπιβλὴςεἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,τρεῖς δ’ ἀναοίγεσκον μεγάλην κληῖδα θυράων,τῶν ἄλλων’ Ἀχιλεὺς δ’ ἄρ’ ἐπιρρήσσεσκε καὶ οἷος·δή ῥα τόθ’ Ἑρμείας ἐριούνιος ᾧξε γέροντι,ἐς δ’ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,ἐξ ἵππων δ’ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·ὦ γέρον, ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα,Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.ἀλλ’ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ’ Ἀχιλῆοςὀφθαλμοὺς εἴσειμι’ νεμεσσητὸν δέ κεν εἴηἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·τύνη δ’ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιολίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.Ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν ὌλυμπονἙρμείας· Πρίαμος δ’ ἐξ ἵππων ἄλτο χαμᾶζε,Ἰδαῖον δὲ κατ’ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκωνἵππους ἡμιόνους τε· γέρων δ’ ἰθὺς κίεν οἴκου,τῇ ῥ’ Ἀχιλεὺς ἵζεσκε Διὶ φίλος· ἐν δέ μιν αὐτὸνεὗρ’, ἕταροι δ’ ἀπάνευθε καθήατο· τὼ δὲ δύ’ οἴω,ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος, ὄζος Ἄρηος,ποίπνυον παρεόντε· νέον δ’ ἀπέληγεν ἐδωδῆςἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.τοὺς δ’ ἔλαθ’ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ’ ἄρα στὰςχερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖραςδεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.ὡς δ’ ὅτ’ ἂν ἄνδρ’ ἄτη πυκινὴ λάβῃ, ὅς τ’ ἐνὶ πάτρῃφῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον,ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ’ ἔχει εἰσορόωντας,ὡς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντεςτείρουσ’, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.ἀλλ’ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούωνχαίρει τ’ ἐν θυμῷ, ἐπί τ’ ἔλπεται ἤματα πάνταὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστουςΤροίῃ ἐν εὐρείῃ, τῶν δ’ οὔ τινά φημι λελεῖφθαι.πεντήκοντά μοι ἦσαν, ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν·ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ ἔλυσεν·ὃς δέ μοι οἷος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης,Ἕκτορα· τοῦ νῦν εἵνεχ’ ἱκάνω νῆας Ἀχαιῶνλυσόμενος παρὰ σεῖο, φέρω δ’ ἀπερείσι ἄποινα.ἀλλ’ αἰδεῖο θεούς, Ἀχιλεῦ, αὐτόν τ’ ἐλέησον,μνησάμενος σοῦ πατρός· ἐγὼ δ’ ἐλεεινότερός περ,ἔτλην δ’ οἷ’ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ’ ὀρέγεσθαι.Ὣς φάτο, τῷ δ’ ἄρα πατρὸς ὑφ’ ἵμερον ὦρσε γόοιο·ἁψάμενος δ’ ἄρα χειρὸς ἀπώσατο ἧκα γέροντα.τὼ δὲ μνησαμένω, ὃ μὲν Ἕκτορος ἀνδροφόνοιοκλαῖ’ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ’, ἄλλοτε δ’ αὖτεΠάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματ’ ὀρώρει.αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων,αὐτίκ’ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη,οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἃ δείλ’, ἦ δὴ πολλὰ κάκ’ ἄνσχεο σὸν κατὰ θυμόν.πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἷος,ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺςυἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἤτορ.ἀλλ’ ἄγε δὴ κατ’ ἄρ’ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ’ ἔμπηςἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τ’ ἀκηδέες εἰσί.δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδειδώρων οἵα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·ᾧ μέν κ’ ἀμμείξας δώῃ Ζεὺς τερπικέραυνος,ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ·ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,φοιτᾷ δ’ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.ὡς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶραἐκ γενετῆς’· πάντας γὰρ ἐπ’ ἀνθρώπους ἐκέκαστοὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.ἀλλ’ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττι οἱ οὔ τιπαίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,ἀλλ’ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γεγηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρηςἦμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.καὶ σέ, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·ὅσσον Λέσβος ἄνω, Μάκαρος ἕδος, ἐντὸς ἐέργεικαὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,τῶν σε, γέρον, πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.αὐτὰρ ἐπεί τοι πῆμα τόδ’ ἤγαγον Οὐρανίωνες,αἰεί τοι περὶ ἄστυ μάχαι τ’ ἀνδροκτασίαι τε.ἄνσχεο, μηδ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·μή πώ μ’ ἐς θρόνον ἵζε, διοτρεφές, ὄφρα κεν Ἑκτωρκεῖται ἐνὶ κλισίησιν ἀκηδής, ἀλλὰ τάχισταλῦσον, ἵν’ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποιναπολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ’ ἀπόναιο, καὶ ἔλθοιςσὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασαςαὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·μηκέτι νῦν μ’ ἐρέθιζε, γέρον· νοέω δὲ καὶ αὐτὸςἙκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθεμήτηρ, ἥ μ’ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.καὶ δέ σε γιγνώσκω, Πρίαμε, φρεσίν, οὐδέ με λήθεις,ὅττι θεῶν τίς σ’ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ’ ἡβῶν,ἐς στρατόν’ οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ’ ὀχῆαῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.τῷ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,μή σε, γέρον, οὐδ’ αὐτὸν ἐνὶ κλισίησιν ἐάσωκαὶ ἱκέτην περ ἐόντα, Διὸς δ’ ἀλίτωμαι ἐφετμάς.Ὣς ἔφατ’, ἔδεισεν δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ.Πηλεΐδης δ’ οἴκοιο λέων ὡς ἄλτο θύραζε,οὐκ οἷος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο,ἥρως Αὐτομέδων ἠδ’ Ἄλκιμος, οὕς ῥα μάλιστατ’ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,οἱ τόθ’ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,ἐς δ’ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,κὰδ δ’ ἐπὶ δίφρου εἶσαν· ἐϋξέστου δ’ ἀπ’ ἀπήνηςἥρεον Ἐἰκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα.κὰδ δ’ ἔλιπον δύο φάρε’ ἐΐννητόν τε χιτῶνα,ὄφρα νέκυν πυκάσας δοίη οἵκόνδε φέρεσθαι.δμῳὰς δ’ ἐκκαλέσας λοῦσαι κέλετ’ ἀμφί τ’ ἀλεῖψαι,νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτοπαῖδα ἰδών, Ἀχιλῆϊ δ’ ὀρινθείη φίλον ἦτορ,καί ἑ κατακτείγειε, Διὸς δ’ ἀλίτηται ἐφετμάς.τὸν δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,αὐτὸς τόν γ’ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,σὺν δ’ ἕταροι ἤειραν ἐϋξέστην ἐπ’ ἀπήνην.φμωξέν τ’ ἄρ’ ἔπειτα, φίλον δ’ ὀνόμηνεν ἑταῖρον·μή μοι, Πάτροκλε, σκυδμαινέμεν, αἴ κε πύθηαιεἰν Αἰδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσαπατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.σοὶ δ’ αὖ ἐγὼ καὶ τῶνδ’ ἀποδάσσομαι ὅσσ’ ἐπέοικεν.Ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,ἕζετο δ’ ἐν κλισμῷ πολυδαιδάλῳ, ἔνθεν ἀνέστη,τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·υἱὸς μὲν δή τοι λέλυται, γέρον, ὡς ἐκέλευες,κεῖται δ’ ἐν λεχέεσσ’· ἅμα δ’ ἠοῖ φαινομένηφινὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.καὶ γάρ τ’ ἠύκομος Νιόβη ἐμνήσατο σίτου,τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο,ἐξ μὲν θυγατέρες, ἐξ δ’ υἱέες ἡβώοντες.τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ’ ἀργυρέοιο βιοῖοχωόμενος Νιόβῃ, τὰς δ’ Ἄρτεμις ἰοχέαιρα,οὕνεκ’ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρήφ·φῆ δοιὼ τεκέειν, ἡ δ’ αὐτὴ γείνατο πολλούς·τὼ δ’ ἄρα καὶ δοιώ περ ἐόντ’ ἀπὸ πάντας ὄλεσσαν.οἱ μὲν ἄρ’ ἐννῆμαρ κέατ’ ἐν φόνῳ, οὐδέ τις ἦενκατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·τοὺς δ’ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.ἡ δ’ ἄρα σίτου μνήσατ’, ἐπεὶ κάμε δάκρυ χέουσα.νῦν δέ που ἐν πέτρῃσιν, ἐν οὔρεσιν οἰοπόλοισιν,ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰςνυμφάων, αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο,ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα, δῖε γεραιέ,σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα,Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.Ἦ, καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺςσφάξ’· ἕταροι δὲ δερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,μίστυλλόν τ’ ἄρ’ ἐπισταμένως πεῖράν τ’ ὀβελοῖσιν,ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.Αὐτομέδων δ’ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃκαλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,ἦτοι Δαρδανίδης Πρίαμος θαύμαζ’ Ἀχιλῆα,ὅσσος ἔην οἷός τε θεοῖσι γὰρ ἄντα ἐῴκει·αὐτὰρ ὁ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεύς,εἰσορόων ὄψιν τ’’ ἀγαθὴν καὶ μῦθον ἀκούων.αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·λέξον νῦν με τάχιστα, διοτρεφές, ὄφρα καὶ ἤδηὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσινἐξ οὗ σῆς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,ἀλλ’ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω,αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνονλαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.Ἦ ῥ’, Ἀχιλεὺς δ’ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσεδέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰπορφύρε’ ἐμβαλέειν, στορέσαι τ’ ἐφύπερθε τάπητας,χλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.αἱ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,αἶψα δ’ ἄρα στόρεσαν δοιὼ λέχε’ ἐγκονέουσαι.τὸν δ’ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλευς·ἐκτὸς μὲν δὴ λέξο, γέρον φίλε, μή τις Ἀχαιῶνἐνθάδ’ ἐπέλθησιν βουληφόρος, οἵ τέ μοι αἰεὶβουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.Τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·εἰ μὲν δή μ’ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,ὧδέ κέ μοι ῥέζων, Ἀχιλεῦ, κεχαρισμένα θείης.οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ’ ὕληἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.ἐννῆμαρ μέν κ’ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,ἑνδεκάτῃ δέ κε τύμβον ἐπ’ αὐτῷ ποιήσαιμεν,τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν, εἴ περ ἀνάγκη.Τὸν δ’ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·ἔσται τοι καὶ ταῦτα, γέρον Πρίαμ’, ὡς σὺ κελεύεις·σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.Ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντοςἔλλαβε δεξιτερήν, μή πως δείσει’ ἐνὶ θυμῷ.οἱ μὲν ἄρ’ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,κῆρυξ καὶ Πρίαμος, πυκινὰ φρεσὶ μήδε’ ἔχοντες.αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·τῷ δὲ Βρισηὶς παρελέξατο καλλιπάρῃος.Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶεὗδον παννύχιοι, μαλακῷ δεδμημένοι ὕπνῳ·ἀλλ’ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν,ὁρμαίνοντ’ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆανηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·ὦ γέρον, οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθ’ εὕδειςἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σ’ εἴασεν Ἀχιλλεύς.καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ’ ἔδωκας·σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποιναπαῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ’ Ἀγαμέμνωνγνώῃ σ’ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.Ὣς ἔφατ’, ἔδεισεν δ’ ὁ γέρων, κήρυκα δ’ ἀνίστη.τοῖσιν δ’ Ἑρμείας ζεῦξ’ ἵππους ἡμιόνους τε,ῥίμφα δ’ ἄρ’ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.Ἀλλ’ ὅτε δὴ πόρον ἵξον ἐϋρρεῖος ποταμοῖο,Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὀλυμπον,Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν,οἱ δ’ ἐς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τεἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλοςἔγνω πρόσθ’ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,ἀλλ’ ἄρα Κασσάνδρη, ἰκέλη χρυσέῃ Ἀφροδίτῃ,Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ’ εἰσενόησεν γέροἑσταότ’ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·τὸν δ’ ἄρ’ ἐφ’ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·κώκυσέν τ’ ἄρ’ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·ὄψεσθε, Τρῷες καὶ Τρῳάδες, Ἑκτορ’ ἰόντες,εἴ ποτε καὶ ζώοντι μάχης ἐκ νοστήσαντιχαίρετ’, ἐπεὶ μέγα χάρμα πόλει τ’ ἣν παντί τε δήμῳ.Ὣς ἔφατ’, οὐδέ τις αὐτόθ’ ἐνὶ πτόλεϊ λίπετ’ ἀνὴροὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.πρῶται τόν γ’ ἄλοχός τε φίλη καὶ πότνια μήτηρτιλλέσθην, ἐπ’ ἄμαξαν ἐΰτροχον ἀΐξασαι,ἁπτόμεναι κεφαλῆς· κλαίων δ’ ἀμφίσταθ’ ὅμιλος.καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἝκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,εἰ μὴ ἄρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειταἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμονδε.Ὣς ἔφαθ’, οἱ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.οἱ δ’ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτατρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ’ εἷσαν ἀοιδοὺςθρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴνοἱ μὲν ἄρ’ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.τῇσιν δ’ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο,Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·ἄνερ, ἀπ’ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρηνλείπεις ἐν μεγάροισι· πάϊς δ’ ἔτι νήπιος αὔτως,ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴωἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἧδε κατ’ ἄκρηςπέρσεται’ ἢ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴνῥύσκευ, ἔχες δ’ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,αἱ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δ’ αὖ, τέκος, ἢ ἐμοὶ αὐτῇἕψεαι, ἔνθα κεν ἔργα ἀεικέα ἐργάζοιο,ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶνῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου, λυγρὸν ὄλεθρον,χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἑκτωρἢ πατέρ’, ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ ἈχαιῶνἝκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαὶ λυγρῇ·τῷ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας,Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.οὐ γάρ μοι θνήσκων λεχέων ἐκ χεῖρας ὄρεξας,οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶμεμνήμην νύκτας τε καὶ ἤματα δάκρυ χέουσα.Ὣς ἔφατο κλαίουσ’, ἐπὶ δὲ στενάχοντο γυναῖκες.τῇσιν δ’ αὖθ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·Ἕκτορ, ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·οἱ δ’ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺςπέρνασχ’, ὅν τιν’ ἕλεσκε, πέρην ἁλὸς ἀτρυγέτοιο,ἐς Σάμον ἔς τ’ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·σεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ’ ἑτάροιο,Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ’ ὡς.νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισικεῖσαι, τῷ ἴκελος ὅν τ’ ἀργυρότοξος Ἀπόλλωνοἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.Ὣς ἔφατο κλαίουσα, γόον δ’ ἀλίαστον ὄρινε.τῇσι δ’ ἔπειθ’ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·Ἕκτορ, ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,ὅς μ’ ἄγαγε Τροίηνδ’· ὡς πρὶν ὤφελλον ὀλέσθαι.ἤδη γὰρ νῦν μοι τόδ’ ἐεικοστὸν ἔτος ἐστὶνἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ’ ἀσύφηλον·ἀλλ’ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοιδαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,ἢ ἑκυρή—··κυρὸς δὲ πατὴρ ὡς ἤπιος αἰεί.—,ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες,σῇ τ’ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.τῷ σέ θ’ ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμένη κῆρ·οὐ γάρ τίς μοι ἔτ’ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.Ὣς ἔφατο κλαίουσ’, ἐπὶ δ’ ἔστενε δῆμος ἀπείρων.λαοῖσιν δ’ ὁ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·ἄξετε νῦν, Τρῶες, ξύλα ἄστυδε, μηδέ τι θυμῷδείσητ’ Ἀργείων πυκινὸν λόχον· ἢ γὰρ Ἀχιλλεὺςπέμπων μ’ ὧδ’ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν,μὴ πρὶν πημανέειν, πρὶν δωδεκάτη μόλῃ ἠώς.Ὣς ἔφαθ’, οἱ δ’ ὑπ’ ἀμάξησιν βόας ἡμιόνους τεζύγνυσαν, αἷψα δ’ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,καὶ τότ’ ἄρ’ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ’ ἔβαλον πῦρ.Ἥμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,τῆμος ἄρ’ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο,πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳπᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειταὀστέα λευκὰ λέγοντο κασίγνητοί θ’ ἕταροί τεμυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες,πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν·αἶψα δ’ ἄρ’ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθεπυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·ῥίμφα δὲ σῆμ’ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειταεὖ συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖταδώμασιν ἐν Πριάμοιο, διοτρεφέος βασιλῆος.Ὣς οἵ γ’ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.

↑ Top